Μετάβαση στο περιεχόμενο

Διονυσιακά/25

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον κε΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα
καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου.

Μοῦσα, πάλιν πολέμιζε σοφὸν μόθον ἔμφρονι θύρσῳ·
οὔ πω γὰρ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ
φύλοπιν ἑπταέτηρον Ἑώιος εὔνασεν Ἄρης·
ἀλλὰ δρακοντείοιο τεθηπότες ἄκρα γενείου
5Ἰνδῴης πλατάνοιο πάλιν κλάζουσι νεοσσοί,
Βακχείου πολέμοιο προμάντιες. οὐ μὲν ἀείσω
πρώτους ἓξ λυκάβαντας, ὅτε στρατὸς ἔνδοθι πύργων
Ἰνδὸς ἔην· τελέσας δὲ τύπον μιμηλὸν Ὁμήρου
ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ
10ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω·
Θήβῃ δ᾽ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ
ἀμφ᾽ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη
μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου,
μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν
15πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν
αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω
πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ. [p. 252]
Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι,
τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;
20οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένῃ τάχα Θήβῃ
Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ.


ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν·
οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν αἰὼν
Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν
25ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν Ἐνυώ,
οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν
τηλίκος, ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων
εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου,
κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω,
30τίς κάμε τοῖον ἀγῶνα, τίς εἵκελος ἔπλετο βάκχου.


Περσεὺς μὲν ταχύγουνος, ἐύπτερον ἴχνος ἐλίσσων, [p. 254]
ἀγχινεφῆ δρόμον εἶχεν ἐν ἠέρι πεζός ὁδίτης,
εἰ ἐτεὸν πεπότητο. τί δὲ πλέον, εἰ σφυρὰ πάλλων
ξείνην εἰρεσίην ἀνεμώδεϊ νήχετο ταρσῷ,
35ὅττι βαθυνομένης παλάμης ληίστορι καρτῷ
Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην,
ἄψοφον ἀκροπόρων πεφυλαγμένος ἄλμα πεδίλων,
ὄγμον ἐχιδνήεντα μιῆς ἤμησε Μεδούσης,
ἦς ἔτι κυμαίνουσα γοναῖς ἐθλίβετο γαστὴρ
40Πήγασον ὠδίνουσα, καὶ ἔγκυον αὐχένα νύμφης
Γοργόνος Εἰλείθυια μογοστόκος ἔθρισεν ἅρπη,
αὐχένος ἱπποτόκοιο θαλύσιον; ἀπτολέμου δὲ
Περσεὺς ὠκυπέδιλος ἐκούφισε σύμβολα νίκης
ἄπνοα, Γοργείης ὀφιώδεα λήια χαίτης,
45αἱμαλέῃ ῥαθάμιγγι κατάρρυτα λείψανα κόρσης,
ἡμιτελές σύριγμα νεοτμήτων ἀπὸ λαιμῶν
λεπτὸν ὑποτρίζοντα· καὶ οὐ στίχεν ἄρσενι χάρμῃ,
οὐ τότε χερσαίης ἐνοπῆς κτύπος, οὐδ᾽ ἐνὶ πόντῳ
Περσέι μαρναμένῳ πολεμήια λαίφεα νηῶν
50ἐγρεμόθοις ἀνέμοισιν Ἄρης κολπώσατο ναύτης,
οὐ φονίῃ ῥαθάμιγγι Λίβυς φοινίσσετο Νηρεύς,
οὐ νέκυν αὐτοκύλιστον ἐδέξατο λοίγιον ὕδωρ·
ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης
Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς,
55καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην,
καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα,
ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ,
Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων,
συλήσας Λιβύης ὀλίγον σπέος· οὐ στρατὸν ἀνδρῶν
60ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ.


ἀλλ᾽ οὐ τοῖος ἔην Βρομίου μόθος· οὐ ποσὶν ἕρπων
Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας [p. 256]
φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς
Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου
65ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης·
ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ
χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ
λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας
Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ,
70κτείνων βάρβαρα φῦλα· πολὺς δ᾽ ἐπὶ μητέρι Γαίῃ
ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν,
πολλοὶ δ᾽ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ
αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ,
Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ
75ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο
Ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη
Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ
μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ
καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης.


80ἀλλ᾽ ἐρέεις, ὅτι ‘κῆτος ἁλίτροφον ἔκτανε Περσεύς·
ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης.’
τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης
ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας
εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;
85Βάκχου δ᾽ Ἰνδοφόνου βριαρὸς πόνος οὐ μία Γοργώ,
οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης·
ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων
Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ,
ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων
90Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα
αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι
γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου, [p. 258]
χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς Ἀρούρης
θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ
95λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ,
ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ
τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ.


ἀλλά φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ
Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου
100ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου
Εσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη,
βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ·
καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης,
τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.
105Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ
καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ
χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον Ἄρεα φεύγων
θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς,
καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου
110οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην·
οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα,
εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν Ἐρώτων.


εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων,
οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,
115κυδαίνων γονίμης φιλοπάρθενον ὄμβρον ἐέρσης
βαιῆς κλεψιγάμου· Σεμέλη δ᾽ ἐπέβαινεν Ὀλύμπου
σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης,
υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ·
οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ
120λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη,
μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον Ἐρώτων,
ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο.


οἶδα μέν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου, [p. 260]
ἀλλὰ πάλιν μογέει καί ἐν αἰθέρι· καί τάχα δειλὴ
125πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ·
‘τί πλέον, εἵ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ;
καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ
κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον
ἀντίτυπον προτέροιο μετά χθόνα καὶ φόβον ἅλμης
130εἰσέτι δεσμὸν ἔχω καὶ ὲν ἄστρασιν· οὐ σέθεν ἅρπη
οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου
μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης·
κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις.
μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ
135δειλὴ Κασσιέπεια δι᾽ αἰθέρος εἰς ἄλα δύνει
Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου
ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης·
καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου
γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.’


140τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη,
Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης.
εἰ δέ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς.
δόχμιον ὄμμα τίταινε δι᾽ αἰθέρος, ἧχι φαείνει
αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,
145καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης
σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ,
ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου.


οἶδα μόθου Μίνωος, ὃν ὤπασε θῆλυς Ἐνυὼ [p. 262]
κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,
150ὁππότε Κύπρις ἕην κορυθαιόλος, ὁππότε Πειθὼ
χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη,
μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς
ἀπτολέμων τόξευε γαμοστόλος ἑσμὸς Ἐρώτων,
καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ
155Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ,
εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων
ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης,
ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην
καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ
160ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην·
Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος
ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης,
καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ
βόστρυχον ἀμήσασα πολισσούχοιο καρήνου.
165Μίνως μὲν πτολίπορθος ἑῷ ποτε κάλλεϊ γυμνῷ
ὑσμίνης τέλος εὗρε, καὶ νίκησε σιδήρῳ,
ἀλλὰ πόθῳ καὶ ἔρωτι· κορυσσομένου δὲ Λυαίου
οὐ Πόθος ἐπρήυνεν ἀκοντοφόρων μόθον Ἰνδῶν,
οὐ Παφίη κεκόρυστο συναιχμάζουσα Λυαίῳ,
170κάλλεϊ νικήσασα, μόθου τέλος οὐ μία κούρη
οἰστρομανὴς χραίσμησεν ἐρασσαμένη Διονύσου,
οὐ δόλος ἱμερόεις, οὐ βόστρυχα Δηριαδῆος,
ἀλλὰ πολυσπερέων πολέμων ἑτερότροπος Ἰνδὸς
νίκης εὖχος ἔχων παλιναυξέος. εἰ δὲ γεραίρεις
175Ἴναχον Ἡρακλῆος, ὅλον πόνον αὐτὸς ἐλέγξω.


οἶδα μέν, ὅττι λέοντι βραχίονα λοξὸν ἑλίξας
εὐπαλάμῳ πήχυνε περίπλοκον αὐχένα δεσμῷ, [p. 264]
πότμον ἄγων ἀσίδηρον, ὅπῃ ζωαρκέι λαιμῷ
ἔμπνοος ἀσφαράγοιο μέσος πορθμεύεται ἀήρ·
180οὐκ ἄγαμαι καὶ τοῦτο· παρ᾽ εὐπετάλῳ ποτὲ λόχμῃ
χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη
παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ
ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ·
ἀρτιθαλὴς δ᾽ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων
185χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος
φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ
αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων·
εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ
θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ
190ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι, δίφρου
ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων.
πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων
νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου.


οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ
195παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων.


τί πλέον Ἡρακλέης θρασὺς ἥνυσεν, εἴ τινα πηγὴν
πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην,
τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης
φυταλίην πολύδειρον ἀνασταχύοντα δρακόντων;
200αἴθε δὲ μοῦνος ἔπεφνε, καὶ οὐκ ἐκάλεσσε μογήσας
ἀρτιφύτων Ἰόλαον ἀλοιητῆρα καρήνων,
δαλὸν ἀερτάζοντα σελασφόρον, εἰσόκεν ἄμφω
θῆλυν ὄφιν πρήνιξαν, ἐγὼ δ᾽ οὐκ οἶδα γεραίρειν
οὐτιδανῇ δύο φῶτας ἐριδμαίνοντας ἐχίδνῃ·
205εἷς πόνος ἀμφοτέροισι μερίζετο· θυρσοφόρος δὲ
μοῦνος ἀποτμήξας ὀφιώδεας υἷας Ἀρούρης [p. 266]
Εὔιος ἔχραε πᾶσι, Διὸς πρόμος, ὧν ὑπὲρ ὥμων
ἀμφιλαφεῖς ἑκάτερθεν ἀμοιβάδες ἔρρεον ὕδραι,
ὕδρης Ἰναχίης πολὺ μείζονες, ἀντὶ δὲ Λέρνης
210ἀσταθέες σύριζον ἐν αἰθέρι γείτονες ἄστρων.
ἱλήκοις, Ἰόλαε· σὺ γὰρ δέμας ἔφλεγες ὕδρης,
καὶ μόνος Ἡρακλέης, μόνος ἥρπασεν οὕνομα νίκης.
οὐ Νεμέην ἐλάχειαν ἐμὸς πρόμος, οὕ τινα Λέρνην
Βάκχος ἀνεζώγρησε πολυσφαράγων ἀπὸ λαιμῶν,
215θάμνον ἐχιδνήεντα ταμὼν παλιναυξέος ὕδρης,
ἀλλὰ Νότον καὶ ταρσὰ Βορήια καὶ πτερὸν Εὕρου
καὶ Ζέφυρον κήρυκα φέρων τετράζυγι νίκῃ
ὠκεανόν, χθόνα, πόντον ἑῶν ἔπλησεν ἀέθλων.
εἰ κλέος ἀνδρὶ φέρουσι δράκων, εἰ φωλάδες ὕδραι,
220Βάκχου στέμματα ταῦτα λεχώια, ταῦτα Λυαίου
φρικτὰ δρακοντείων ὀφιώδεα δεσμὰ κομάων,
ἐξ ὅτε πατρὸς ἔλειπε τελεσσιγόνου πτύχα μηροῦ.


Σιγήσω κεμάδος χρύσεον κέρας, οὕ τι χαλέψω
τηλίκον Ἡρακλῆα μιῆς ἐλάφοιο φονῆα·
225μὴ τρομερῆς ἐλάφου μιμνήσκεο· νεβροφόνῳ γὰρ
θυιάδι βαιὸν ἄθυρμα πέλει κεμαδοσσόος ἄγρη.


Κνώσσιον Ἡρακλῆος ἔα πόνον· οἰστρομανῆ γὰρ
οὐκ ἄγαμαί τινα ταῦρον, ὃν ἤλασεν, ὅττι τινάσσων
τοσσατίην κορύνην ὀλίγην ἔτμηξε κεραίην·
230πολλάκι τοῦτο τέλεσσε γυνὴ μία, πολλάκι Βάκχη
ἄσπετον εὐκεράων ἀγέλην δαιτρεύσατο ταύρων,
οὐτιδανὴ θεράπαινα βοοκραίρου Διονύσου· [p. 268]
θηγαλέην δ᾽ ἐπίκυρτον ἀνειρύσσασα κεραίην
πολλάκις, εἰ κεράεσσιν ἐμάρνατο μαινόμενος βοῦς,
235εἰς γόνυ ταῦρον ἔκαμψεν, ἀκοντιστῆρα λεόντων.


κάλλιπε καὶ τριλόφοιο καρήατα Γηρυονῆος·
καὶ γὰρ ἐμὸς Διόνυσος ἑῷ ταμεσίχροϊ κισσῷ
Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
Ἄλπον ἐχιδναίοις ἑκατὸν κομόωντα καρήνοις,
240ἠελίου ψαύοντα καὶ αὖ ἐρύοντα Σελήνην,
ἀστραίην πλοκάμοισι περιθλίβοντα χορείην.


ἆθλα μὲν Ἡρακλῆος, ὃν ἤροσεν ἀθάνατος Ζεὺς
Ἀλκμήνης τρισέληνον ἔχων παιδοσπόρον εὐνήν,
οὐτιδανὸς πόνος ἦεν ὀρίτροφος· ἔργα δὲ Βάκχου
245ἠὲ Γίγας πολύπηχυς ἢ ὑψιλόφων πρόμος Ἰνδῶν,
οὐ κεμάς, οὐ βοέης ἀγέλης στίχες, οὐ λάσιος σῦς,
οὐδὲ κύων, ἣ ταῦρος, ἢ αὐτόπρεμνος ὀπώρη
χρυσοφαής, ἣ κόπρος, ἢ ἄστατος ὄρνις ἀλήτης
οὐτιδανὴν ἀσίδηρον ἔχων πτερόεσσαν ἀκωκήν,
250ἢ γένυς ἱππείη ξεινοκτόνος, οὐ μία μίτρη
Ἱππολύτης ἐλάχεια· Διωνύσοιο δὲ νίκη
Δηριάδης ἀπέλεθρος ἢ εἰκοσίπηχυς Ὀρόντης.


παμφαὲς υἱὲ Μέλητος, Ἀχαιίδος ἄφθιτε κῆρυξ,
ἱλήκοι σέο βίβλος ὁμόχρονος ἠριγενείῃ·
255Τρῳάδος ὑσμίνης οὐ μνήσομαι· οὐ γὰρ ἐίσκω
Αἰακίδῃ Διόνυσον ἢ Ἕκτορι Δηριαδῆα.
ὑμαήσειν μὲν ὄφελλε τόσον καὶ τοῖον ἀγῶνα
Μοῦσα τεὴ καὶ Βάκχον ἀκοντιστῆρα Γιγάντων,
ἄλλοις δ᾽ ὑμνοπόλοισι πόνους Ἀχιλῆος ἐᾶσαι,
260εἰ μὴ τοῦτο Θέτις γέρας ἥρπασεν. ἀλλὰ λιγαίνειν
πνεῦσον ἐμοὶ τεὸν ἄσθμα θεόσσυτον· ὑμετέρης γὰρ [p. 270]
δεύομαι εὐεπίης, ὅτι τηλίκον Ἄρεα μέλπων
Ἰνδοφόνους ἱδρῶτας ἀμαλδύνω Διονύσου.


ἀλλά, θεά, με κόμιζε τὸ δεύτερον εἰς μέσον Ἰνδῶν,
265ἔμπνοον ἔγχος ἔχοντα καὶ ἀσπίδα πατρὸς Ὁμήρου,
μαρνάμενον Μορρῆι καὶ ἄφρονι Δηριαδῆι
σὺν Διὶ καὶ Βρομίῳ κεκορυθμένον· ἐν δὲ κυδοιμοῖς
Βακχιάδος σύριγγος ἀγέστρατον ῾̣̣̓χν ἀκούσω
καὶ κτύπον οὐ λήγοντα σοφῆς σάλπιγγος Ὁμήρου,
270ὄφρα κατακτείνω νοερῷ δορὶ λείψανον Ἰνδῶν.


ὣς ὁ μὲν Ἰνδῴοιο περὶ ῥάχιν εὔβοτον ὕλης
ἕζετο Βάκχος ὅμιλος ἐρημάδος ἀστὸς ἐρίπνης,
ἀμβολίῃ πολέμοιο· φόβῳ δ᾽ ἐλελίζετο Γάγγης
οἰκτείρων ἑὰ τέκνα· νεοφθιμένων δ᾽ ἐπὶ πότμῳ
275πᾶσα πόλις δεδόνητο· φιλοθρήνων δὲ γυναικῶν
πενθαλέοις πατάγοισιν ἐπεσμαράγησαν ἀγυιαί.


Δηριάδην δ᾽ ἐλέλιζε φόβος καὶ θαῦμα καὶ αἰδώς·
ἤδη γὰρ κλύε πάντα· τὸ δὲ πλέον ὄμματι λοξῷ
ἄχνυτο παπταίνων, ὅτι θέσκελον εἶδος ἀμείψας
280οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης.


κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων
κάμμορος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην,
ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην
ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου
285οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί·
τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων
ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο·
χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων
πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,
290καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ,
ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην.
καὶ κύνας οἰνωθέντας ἐπ᾽ ᾐόνι κοῦρος ἐάσας [p. 272]
λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο
θηρητὴρ ὁμόφοιτος ὀρειάδος ἰοχεαίρης
295εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι
ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο.


ἤδη δ᾽ ἀμπελόεσσα δι᾽ ἄστεος ἔτρεχεν ὀδμὴ
καὶ λιαροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς,
νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου·
300πύργοις δ᾽ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται
δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις
ἄστεος ὑψιλόφοιο φυλάκτορες. ὲν δὲ κολώναις
ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ,
ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν,
πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης
μετρήσασα μόθοιο τριηκοστῆς δρόμον Ἠοῦς·
305νίκης δ᾽ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται.
παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ,
οἶα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης
310ὄμμασιν ἀκλαύτοισι· κατηφιόωντι δὲ Βάκχῳ
ἑλκεχίτων Σκυθικοῖο δι᾽ οὔρεος ἄσπορος Ἄττις
ἵκετο μαστίζων μετανάστιον ἄρμα λεόντων,
Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ
φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης
315ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων,
ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δέ
παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ
θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ·
ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης
320ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ·
καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ
Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν.
στήσας δ᾽ ἄγριον ἅρμα, δι᾽ ἄντυγος ἡνία τείνας, [p. 274]
καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων
325Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν·


‘ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης,
εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν
ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰωδῶν;
οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη,
330οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ
Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων
Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές· ἀλλὰ κυδοιμοῦ
ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις·
οὔ πω θηροκόμῳ θεομήτορι σύμβολα νίκης
335Ἰνδῴων ἐκόμισσας ἑώια φῦλα λεόντων.
ἀλλὰ παρ᾽ Ἡφαίστοιο καὶ ἀθανάτης σέο Ῥείης
δέχνυσο τεύχεα ταῦτα, τά περ κάμε Λήμνιος ἄκμων,
σὺν χθονὶ πόντον ἔχοντα καὶ αἰθέρα καἰ χορὸν ἄστρων.’


οὕ πω μῦθος ἔληγε, καἰ ἴαχε Βάκχος ἀγήνωρ·
340‘σχέτλιοί εἰσι θεοί, ζηλήμονες· ἐν πολέμοις μέν
εἰς μίαν ἠριγένειαν ἀιστῶσαι πόλιν Ἰωδῶν
ἔγχεϊ κισσήεντι δυνήσομαι· ἀλλά με νίκης
μητρυιῆς ἀέκοντα παραπλάζει φθόνος Ἥρης.
ἀμφαδὰ Δηριάδῃ πρόμος ἵσταται ἄγριος Ἄρης
345μαρνάμενος Σατύροισιν· ἐγὼ δέ ἑ πολλάκι θύρσῳ
οὐτῆσαι μενέαινον· ἀπειλήσας δὲ Κρονίων
βρονταίοις πατάγοισιν ἐμὴν ἀνεσείρασεν ὁρμήν.
ἀλλὰ βαρυσμαράγων νεφέων κτύπ0ον οὐράνιος Ζεὺς
σήμερον εὐνήσειε, καὶ αὔριον Ἄρεα δήσω,
350εἰσόκεν εὐπήληκα διατμήξω στάχυν Ἰωδῶν.’ [p. 276]


ὣς φάμενον Διόνυσον ἀμείβετο Λύδιος Ἄττις·


‘αἰθέρος ἀστερόεσσαν ἀνούτατον ἀσπίδα πάλλων,
ὦ φίλος, οὐ τρομέοις χόλον Ἄρεος, οὐ φθόνον Ἤρης;
355οὐ στρατὸν ἀγκυλότοξον, ὅπως μὴ δούρατα πέμπων
ἠέλιον πλήξειεν ἢ οὐτήσειε Σελήνην.
τίς ξίφος Ὠρίωνος ἀμαλδύνειε μαχαίρῃ,
ἢ χθονίοις βελέεσσιν ὀιστεύσειε Βοώτην;
ἀλλ᾽ ἐρέεις γενέτην κεραελκέα Δηριαδῆος·
360ὠκεανὸν φορέοντι τί σοι ῥέξειεν Ὑδάσπης;
θαρσήεις πολέμιζε τὸ δεύτερον, ὅττι κυδοιμοῦ
νίκην ὀψιτέλεστον ἐμὴ μαντεύσατο Ῥείη·
οὐ γὰρ πρὶν πολέμου τέλος ἔσσεται, εἰσόκε χάρμης
ἕκτον ἀναπλήσωσιν ἔτος τετράζυγες Ὧραι·
365οὕτω γὰρ Διὸς ὄμμα καἰ ἀτρέπτου λίνα Μοίρης
νεύμασιν Ἡραίοισιν ἐπέτρεπον· ἐσσομένῳ δὲ
ἑβδομάτῳ λυκάβαντι διαρραίσεις πόλιν Ἰνδῶν.’
ὥς εἰπὼν Βρομίῳ πόρεν ἀσπίδα· καὶ φρένα τέρπων
οἴνου λυσιπόνοιο φιλακρήτοισι κυπέλλοις
370εἰλαπίνης ἔψαυσεν· ἀρεσσάμενος δέ τραπέζῃ
θυμὸν ἑὸν παλίνορσος ἐμάστιε νῶτα λεόντων,
νόστιμον εἰς Φρυγίην ὀρεσίδρομον ἄρμα νομεύων.
Καυκασίων δ᾽ ἤλαυνε παρὰ πρηῶνας ἐναύλων,
Ἀσσυρίων δέ κάρηνα καἰ οὔρεα δύσβατα Βάκτρων
375καὶ σκοπιὰς Λιβάνοιο παρήλυθε καὶ ῥία Ταύρου,
εἰσόκε Μαιονίης ἐπέβη χθονός· αὐτοπαγῆ δὲ
Ῥείης ὀβριμόπαιδος ἐδύσατο θέσκελον αὐλήν·
ὠμοβόρους δὲ λέοντας ἀπεσφήκωσε λεπάδνων,
φάτνης δ᾽ ἐγγὺς ἔδησε καὶ ἀμβροσίην πόρε φορβήν. [p. 278]


380αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν
θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις,
καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης,
χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου,
Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί,
385ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης,
θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ
ἀσπίδα δαιδάλλουσα πολύχροον, ἦς ἐνὶ μέσσῳ
ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ
οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων,
390καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον· αἰθέριον δὲ
χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων
ἠέλιον ποίκιλλεν, ἀπ᾽ ἀργυρέου δὲ μετάλλου
λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην·
ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ
395μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ
ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ
ἄβροχον οὐρανίης διδυμάονα ῥυμὸν Ἁμάξης·
ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο
ἀλλήλων στιχόωσιν ἐπ᾽ ἰξύι, καἰ τόσον αἰεὶ
400νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου,
ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν·
διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης,
ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων
γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ,
405ἄψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ
Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὅς διὰ γαίης
δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει,
εἰς κεφαλὴν Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων
ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος, Ἄρκτων [p. 280]
410τείρεσιν ἀμφίζωστος· ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ
φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ,
πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων.
τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς
ἀσπίδος εὐτύκτοιο· χαριζόμενος δὲ Λυαίῳ
415τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης,
ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων
κτιζομένων· καἰ Ζῆθος ἕην περὶ πατρίδι κάμνων,
θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων·
Ἀμφίων δ᾽ ἐλίγαινε λυροκτύπος· ἀμφὶ δὲ μολπῇ
εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη,   420
οἶά τε θελγομένη καὶ ἐν ἀσπίδι· καἰ τάχα φαίης ...
ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων
κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης·
σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἅνδρα δοκεύων,
κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι νευρῇ,   425
ἀγχιμολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας
πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς,
μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων.


καὶ σάκος εὐδίνητον, ὅπῃ χορός αἰόλος ἄστρων,
430δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς
Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ
αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα,
οἶα καὶ ἐν γραφίδεσσι, κατάσχετος ἅρπαγι ταρσῷ·
ταρβαλέος δ᾽ ἤικτο δι᾽ αἰθέρος ἱπτάμενος Ζεύς,
435ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων,
ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῇ,
μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης
ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης· [p. 282]
μοίρας δ᾽ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας
440ἡβητὴς ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ
ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ·
οὐρανίης δ᾽ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης
κοῦρος ἀφυσσομένῳ πανομοίιος· αὐτοχύτου δὲ
νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης,
445καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν· ἕζετο δ᾽ Ἥρη
οἶα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ
ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ
Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου
βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης
450πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη.


Μαιονίην δ᾽ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου,
καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην,
καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα,
καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ
455Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων
Μυγδονίου ποταμοῖο παρ᾽ ὀφρύσι γείτονος Ἕρμου
ἥψατο χειρὶ δράκοντος· ὁ δὲ πλατὺν αὐχένα τείνας,
ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ
ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων
460ὁλκαίην ἐλέλιζε θυελλήεσσαν ὁμοκλήν,
καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων, [p. 284]
ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος,
ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας
ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης,
465καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων
οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν,
Ἄιδος ὁρμὸν ἔχων ὀφιώδεα, γείτονα Μοίρης.
καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης.
καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ
470νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ,
καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη·
οὐ γὰρ ἔνα πρήνιζεν ὁδοιπόρον οὐδὲ νομῆα,
καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ᾗ δ᾽ ἐνὶ λόχμῃ
ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δ᾽ ἕλκων
475ἄστατον αὐτόρριζον ὑπὸ χνοίῃσιν ὀδόντων
δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι,
ἔμπαλιν αὖ ἐρύων βλοσυρὸν φύσημα γενείων·
πολλάκι δ᾽ ἑλκυσθέντα παλινδίνητον ὁδίτην
ἄσθμασιν ἐνδομύχοις πεφοβημένον εἰς στόμα σύρων
480τηλεφανὴς ὅλον ἄνδρα κεχηνότι δέξατο λαιμῷ.
καὶ Μορίη σκοπίαζε κασιγνήτοιο φονῆα
τηλόθι παπταίνουσα, φόβῳ δ᾽ ἐλελίζετο νύμφη,
ἰοβόλων ὁρόωσα πολύστιχον ὄγμον ὀδόντων,
καὶ θανάτου στέφος εἶδε περίπλοκον ἀνθερεῶνι·
485πυκνὰ δὲ κωκύουσα δρακοντοβότῳ παρὰ λόχμῃ
ἠλιβάτῳ Δαμασῆνι συνήντεεν υἱέι Γαίης,
ὅν πάρος αὐτογόνοισι τόκοις μαιώσατο μήτηρ
ἐκ γενετῆς μεθέποντα δασύτριχα κύκλα γενείου·
τικτομένῳ δέ οἱ ἦεν Ἔρις τροφός· ἔγχεα δ᾽ αὐτῷ
490μαζὸς ἔην καὶ χύτλα φόνοι καὶ σπάργανα θώρηξ,
καὶ δολιχῶν μελέων βεβαρημένος εὐρέι φόρτῳ
νήπιος αἰχμάζων, βρέφος ἄλκιμον, αἰθέρι γείτων [p. 286]
ἐκ γενετῆς δόρυ πάλλεν ὁμόγνιον, ἀρτιφανῆ δὲ
ὥπλισεν Εἰλείθυια λεχώιον ἀσπιδιώτην.
495τὸν μὲν ἐσαθρήσασα παρὰ κλέτας εὔβοτον ὕλης
κάμπτετο λισσομένη, κινυρὴ δ᾽ ἐπεδείκνυε νύμφη
ἄπλετον ἑρπηστῆρα κασιγνήτοιο φονῆα
καὶ Τύλον ἀρτιχάρακτον ἔτι σπαίροντα κονίῃ·
οὐδὲ Γίγας ἀμέλησε, πέλωρ πρόμος· ἀλλὰ πιέσσας
500δένδρεον αὐτόπρεμνον ἀνέσπασε μητρὸς ἀρούρης,
ὠμοβόρου δὲ δράκοντος ἐναντία δόχμιος ἔστη·
καὶ πρόμος εἱλικόεις ὀφιώδεϊ μάρνατο τιμῇ,
αὐχενίῃ σάλπιγγι μόθου συριγμὸν ἰάλλων,
πεντηκονταπέλεθρος ὄφις κυκλούμενος ὁλκῷ·
505καὶ διδύμῳ σφιγκτῆρι πόδας σφηκώσατο δεσμῷ,
καὶ σκολιαῖς ἑλίκεσσι δέμας Δαμασῆνος ἱμάσσων
χάσματι λυσσήεντι πύλας ὤιξεν ὀδόντων,
χείλεσι τοξεύων διερὸν βέλος, ὄμματα σείων
ὠμὰ φόνου πνείοντα, Γιγαντείῳ δὲ προσώπῳ
510ἔπτυεν ὀμβρηρῇσι γενειάσι πίδακας ἰοῦ,
χλωρὸν ὀιστεύων δολιχόσκιον ἀφρὸν ὀδόντων·
ὑψιλόφου δὲ Γίγαντος ἐπεσκίρτησε καρήνῳ,
ὄρθιος ἀίξας μελέων ἐνοσίχθονι παλμῷ.
ἀλλὰ δρακοντείης ἀπεσείσατο φόρτον ἀκάνθης
515αἰνογίγας, σκοπέλοισιν ἐοικότα γυῖα τινάσσων·
καὶ παλάμῃ τανύφυλλον ἑὴν ἐλέλιζεν ἀκωκήν,
ὀρθὸν ἀκοντίζων δρυόεν βέλος· ἀμφὶ δὲ κόρσῃ
πῆξε φυτὸν προθέλυμνον, ὅπῃ περὶ κυκλάδα δειρὴν
αὐχενίῃ γλωχῖνι συνήπτετο δεσμὸς ἀκάνθης·
520καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ
κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ
θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ [p. 288]
εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην,
οἶα γυνὴ ποθέουσα νέκυν πόσιν· εἰς σκοπέλους δὲ
525μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης,
εἰς ὄρος ἐσσυμένη βοτανηφόρον· ἀμφὶ δὲ λόχμην

δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ
χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην,
καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου
530ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ
ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ·
καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο· καὶ τὸ μὲν αὐτοῦ
ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων
ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον οὐρήν·
535καὶ ψυχραῖς γενύεσσι παλίμπνοον ἄσθμα τιταίνων
οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ,
συριγμὸν προχέων παλινάγρετον· ὀψὲ δὲ βαίνων
νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν.


καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ
540ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην.
καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις
ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ.
ψυχὴ δ᾽ εἰς δέμας ἦλθε τὸ δεύτερον· ἐνδομύχῳ δὲ
ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ·
545καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν
δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιὸν
ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ,
ἀνδρὸς ἔχων τύπον ἶσον, ὅς ἐν λεχέεσσιν ἰαύων
ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.
550καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ
χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ,
ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή. [p. 290]


καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ
μιμηλὴν ἀλόχευτον ἐλαφρίζουσα λοχείην
555πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ
λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη,
ὀκρυόεν βαρὺ δεῖπνον· ὁ δὲ βροτοειδέα μορφὴν
ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ,
ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων·
560καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων
θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην,
φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος.


τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης
εἶχεν ἐνυαλίη πολυπίδακος ἀσπὶς Ὀλύμπου
565Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπ᾽ ἄλλῳ,
καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα,
ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα.


τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς,
φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου·
570καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ.
λαοὶ δ᾽ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων
ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ.