Διονυσιακά/26
←Διονυσιακῶν βιβλίον κε΄ | Διονυσιακῶν βιβλίον κς΄ Συγγραφέας: Διονυσιακά |
Διονυσιακῶν βιβλίον κζ΄→ |
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942. |
εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης
καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν.
Δηριάδῃ δ᾽ εὕδοντι κατηφέος ὑψόθεν εὐνῆς
Βάκχῳ πιστὰ φέρουσα παρίστατο θοῦρις Ἀθήνη,
γνωτῷ δ᾽ ἐσσομένην ἑτέρην μνηστεύετο νίκην·
καὶ δέμας ἀλλάξασα μετάτροπον ἶσον Ὀρόντῃ
5γαμβρὸν ἀερσιλόφου μιμήσατο Δηριαδῆος·
καί μιν ἀπορρίψαντα μιαιφόνον οἶστρον Ἐνυοῦς
μιμηλὴ δολίοιο παρήπαφεν ὄψις ὀνείρου,
τοῖον ἔπος βοόωσα, καὶ ὀλλυμένων ἐπὶ πότμῳ
ταρβαλέον θάρσυνεν ἐς ὑσμίνην Διονύσου·
10‘εὕδεις, Δηριάδη· σὲ δὲ μέμφομαι· ἀστυόχων γὰρ
πάννυχον ὕπνον ἔχειν ἀλλότριόν ἐστιν ἀνάκτων·
ὕπνου μέτρον ἔχει βουληφόρος. ἀμφὶ δὲ πύργων [p. 294]
δυσμενέες κλονέουσι, καὶ οὐ δόρυ θοῦρον ἀείρεις,
οὐκ ἀίεις τυπάνων ῥόθιον κτύπον, οὐ μέλος αὐλῶν,
15οὐ φονίης σάλπιγγος ἀγέστρατον ἦχον ἀκούεις.
ὑμετέρην δὲ θύγατρα νεήνιδα πενθάδα χήρην
Πρωτονόην ἐλέαιρε, κινυρομένην παρακοίτην,
μηδὲ λίπῃς, σκηπτοῦχε, τεὸν νήποινον Ὀρόντην.
κτεῖνον ἐμοὺς ὀλετῆρας ἀτευχέας· ὠκυμόρου γὰρ
20γαμβροῦ σεῖο θανόντος ἔτι ζώουσι φονῆες,
στῆθος ἐμὸν σκοπίαζε τετυμμένον ὀξέι θύρσῳ·
ὤμοι, ὅτ᾽ οὐ Λυκόοργος Ἀρήιος ἐνθάδε ναίει,
ὤμοι, ὅτ᾽ οὐκ Ἀράβεσσιν ὑπερφιάλοισιν ἀνάσσεις·
οὐ θεὸς ἦν Διόνυσος, ὃς εἰς ἁλὸς οἶδμα διώκων
25θνητὸς ἀνὴρ ποίησεν ὑποβρύχιον μετανάστην.
Δηριάδην ἐνόησα πεφυζότα θῆλυν Ἐνυώ.
ἄτρομος ἔσσο λέων, ὅτι χάλκεον ἀνέρα φεύγων
νεβροχίτων Διόνυσος ὁμοίιος ἔπλετο νεβρῷ.
οὐ κεῖνος κατέπεφνεν Ἀρειμανέων γένος Ἰνδῶν,
30ἀλλά μιν αὐτὸς ἔπεφνε πατὴρ τεός· ὲν πολέμοις γὰρ
σοὺς προμάχους φεύγοντας ἰδὼν ἐδάμασσεν Ὑδάσπης.
οὐ σὺ πέλεις ἑτέροισιν ὁμοίιος· οὐράνιον γὰρ
θυγατέρος Φαέθοντος ἐριφλεγέος σέο πάππου
αἷμα φέρεις· οὐ θνητὸν ἔχεις δέμας· οὔ σε δαμάσσει
35οὐ ξίφος ἠὲ βέλεμνον ἐπιβρίθοντα Λυαίῳ.’
ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη πολύμητις Ἀθήνη,
εἶδος ὀνειρείοιο μεταλλάξασα προσώπου.
Δηριάδης δ᾽ ἠῷος ἀπὸ πτολίων, ἀπὸ νήσων
κέκλετο κηρύκεσσι πολυσπερὲς ἔθνος ἀγείρειν·
40καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ
λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ
ἠῴην παρὰ πέζαν· Ἀρειμανέες δὲ μαχηταὶ [p. 296]
πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος.
πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες Ἐνυοῦς,
45Ἀγραῖος Φλόγιός τε, συνήλυδες ἡγεμονῆες,
ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος,
Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί,
ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο
Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,
50καὶ Ῥοδόην εὔπυργον, Ἀρειμανέων πέδον Ἰνδῶν,
καὶ κραναὸν Προπάνισον, ὅσοι τ᾽ ἔχον ἄντυγα νήσου
Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης
ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,
χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·
55οἴ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ
Γάζον ἐπυργώσαντο μιτοπλέκτοισι δομαίοις,
ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,
Ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὕ ποτε δήιος ἀνὴρ
χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.
60τοῖς δ᾽ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί,
Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν
χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ
χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου
κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ·
65καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἶσιν ἐχέφρων
Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα
ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ·
τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ·
70καὶ Δίκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην, [p. 298]
Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ.
τοῖς δ᾽ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς
Διδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ
γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,
75γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων
καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα
αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων,
υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην,
Δίδνασος αἰολόδακρυς· ἅναξ δέ οἱ ἔσπετο Μορρεὺς
80ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ
λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν
Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης
οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα.
καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,
85οἵ τ᾽ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην,
ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τ᾽ ἔχον ἄμφω,
Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα,
καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας,
καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταλήνης·
90τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν
φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων,
τοῖσιν ἐνὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ
ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν Ἐνυώ.
τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,
95οἷσι θέμις δολιχοῖσιν ἐπ᾽ οὔασιν ὕπνον ἰαύειν·
τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων
αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἶς ἅμα βαίνων
Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε Μορρεύς· [p. 300]
καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην
100πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες.
Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης
χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου
πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ,
Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,
105ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν
Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων,
δέσμιον εὐρώεντι κατεκλήισσε βερέθρῳ,
ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ,
ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.
110καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ,
οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων,
ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ
κεῖτο δυηπαθέων· χρονίῳ δ᾽ ἐστρεύγετο λιμῷ
πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
115ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἶα δὲ νεκροῦ
ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι.
καὶ φθλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων,
ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ
ἤπαφεν· ἱκεσίην δὲ βαρύστονον ἴαχε φωνὴν
120σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη·
‘μή με κατακτείνητε, φυλάκτορες· οὐδὲν ἀείρω,
οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι·
δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω·
χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι· εἰ νόος ὑμῖν,
125εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην,
ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα·
οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν [p. 302]
κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ
οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ·
130τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ
τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει;
ὄμματα δ᾽ ἠμύοντα κατακλείσω μενετῆρος·
κρύψατε· τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ
εἶς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.’
135ὣς φαμένη παρέπεισε. καὶ εἰς μυχὸν ἔδραμε κούρη,
ὀρφναίῳ μενετῆρι φαεσφόρος· ὲν δὲ βερέθρῳ
εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν
ἄτρομος, Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων
Δηριάδης θάμβησε· περισσονόοιο δὲ κούρης
140εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν·
φήμη δ᾽ ἀμφιβόητος ἀκούετο, καὶ στρατός Ἰνδῶν
μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης.
ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων
αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ,
145ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης.
Γίγγλων δ᾽ ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς
ὑψινεφής θ᾽ Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα μαίης
ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν
Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἴ τε σιδήρῳ
150κτεινομένους κατ᾽ Ἄρηα χυτῇ κρύπτουσι κονίῃ
῾κτεινομένους κατὰ δῆριν ἐτυμβεύοντο κονίᾐ.
καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων
Ἁβράθοος βραδύς ἦλθε· νεοτμήτων δὲ κομάων
αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων [p. 304]
155βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ
Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην,
Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς
εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ
λωβητὴν ἐκάλυπτε λιπότριχον ἄντυγα κόρσης,
160κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ὲν δὲ κυδοιμοῖς
ἤματι μὲν πολέμιζεν, ἀεὶ δ᾽ ὑπὸ πάννυχον ὥρην
ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος
Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ
Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.
165Ξούθων δ᾽ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν
καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων
Κασπείρων τε γένεθλα καὶ Ἀρβίας, οἵ τ᾽ ἔχον αὐτὸν
Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ,
ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,
170οἶ τ᾽ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες
εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ
ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα.
τοῖς δ᾽ ἐπὶ χωρήσσοντο κυβιστητῆρι κυδοιμῷ
Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,
175Ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ
ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ
δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν·
δέρμασι δ᾽ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης
ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,
180ὁλκάσι μιμηλοῖσι θαλάσσια νῶτα χαράσσων.
τούς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν, [p. 306]
Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.
καὶ πολὺς ἑσμὸς ἵκανεν Ἀρεκζάντειαν ἐάσας,
ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
185ἠερίης ζείδωρον Ἑώιον ἀρδμὸν ἐέρσης
δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,
δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,
αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ
ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
190ὄμπνιον Ἠῴης ἀποσείεται ἰκμάδα χαίτης,
ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.
τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων
νηχόμενος πτερύγεσσιν ὑπὲρ πετάλοιο χορεύων
ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,
195μιτρώσας ἑλικηδόν, ὁμόπλοκος ἡδέι δένδρῳ,
ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,
χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·
δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην
ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην
200πικρὸν ἀποπτύουσιν, ὅσον γλυκύ χεῦμα μελίσσης·
ἧχι μελισταγέεσσιν ἐπ᾽ ἀκρεμόνεσσιν ἀείδει
ὡρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ·
οὐ μέν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ
ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,
205ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ
πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.
κατρεύς δ᾽ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου, [p. 308]
ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη
πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς·
πολλάκι δ᾽ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων
σύνθροος ὡρίωνος ἀνέπλεκε γείτονα μολπήν,
φοινικέαις πτερύγεσσι κεκασμένος· ἧ τάχα φαίης,
210μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων,
ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.
215κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην
ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,
γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα.
τοῖς δ᾽ ἐπὶ θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης,
καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσας·
220τῶν ἄμα Κύλλαρος ἦρχε καἰ Ἀστράεις, πρόμος Ἰνδῶν,
Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι.
καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων,
αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι
γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ
225δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ,
ἑρπύζων κατὰ βαιὸν ἀπ᾽ Ἰνδῴου δονακῆος
λοξὸς ὑπὲρ δαπέδοιο παρ᾽ Ἠῴου στόμα πόντου,
ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα·
ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ
230χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει,
καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης,
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων,
μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων [p. 310]
235Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος Ἰνδὸς Ὑδάσπης.
κεῖθι μελαμψήφιδα διαξύων ῥόον όπλῇ
νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης,
οἶος ἐμοῦ Νείλοιο θερειγενές οἶδμα χαράσσων
ναιετάει, βυθίοιο δι᾽ ὕδατος ὑγρὸς ὁδίτης
240μηκεδαναῖς γενύεσσιν· ἐπ᾽ αἰγιαλοῖο δὲ βαίνει
αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης,
καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν
μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει,
ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο·
245τοῖα μὲν ἑπταπόροιο φατίζεται εἴκελα Νείλου
Ἰνδῴου ποταμοῖο φέρειν μένος. οἱ δὲ λιπόντες
νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ
ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὦν πρόμος ἀνὴρ
Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων.
250οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος
εἰς ἐνοπὴν καλέοντος, ἀνὴρ βαρύς· ἀλλὰ καθάψας
χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα
γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην,
αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα.
255καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς
πέντε σὺν υἱήεσσι, Δύκῳ καὶ ὁμήλυδι Μύρσῳ,
Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι.
καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ
λαιὸν ἐυτροχάλοιο μετέστιχε δηιοτῆτος,
260δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσας,
οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ,
γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς·
ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων [p. 312]
Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ
265παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις,
ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ
νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ
νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ
δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος
270μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτὅ̣̣̓ος σῦς,
ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην,
καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ
ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην,
ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης.
275καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη
λαὸν ἀολλίζουσα· πολυσπερέες δὲ πολῖται
χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην,
ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης.
μαντιπόλον δ᾽ ἐρέεινε θεηγόρον· εἰρομένῳ δὲ
280ἐσσομένην θέσπιζεν ἀφωνήτων στίχα παίδων,
εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης.
καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθειν,
ὄφρά κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης,
γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.
285Λαοβίη δ᾽ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ
τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων,
ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην
Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δ᾽ ἀπὸ λαιμῶν
γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,
290φωνὴν δ᾽ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ.
τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί,
οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὕρου [p. 314]
ναιομένην Εὔκολλα, μαχήμονος ἔνδιον Ἠοῦς,
καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.
295τοῖς δ᾽ ἐπὶ θωρήχθησαν, ὅσοι λάχον ἄντυγας Οἴτης,
μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων,
οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν
ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ,
ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπ᾽ ἄλλῳ,
300ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου·
γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
θηγαλέῳ τμητῆρι, διαστείχει στίχα δένδρων
ποσσὶ τανυκνήμοισιν· ἔχων δ᾽ ἴνδαλμα καμήλων
305καὶ λοφίην ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ
ἑσμὸν ἄγει νήριθμον ἐπασσυτέρων ἐλατήρων,
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἷλε δὲ λεπτὸν
310ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,
ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ
οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,
λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·
πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
315λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.
πολλάκι δ᾽ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·
320πολλάκι δ᾽ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην
ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ,
ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ
καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης [p. 316]
ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,
325αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου
κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων
ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις,
ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων.
τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
330Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο
εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας,
ἠλιβάτων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.
ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου
Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,
335ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων,
καλλιτόκου Μαραθῶνος Ἀρειμανὲς αἷμα γενέθλης·
καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων
λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσας.
Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι
340Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων,
καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ
Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης·
ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης
ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,
345καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ,
ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς
δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ·
καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει,
ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.
350οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος. [p. 318]
πάντων δ᾽ ἡγεμόνευεν ἐς Ἄρεα κοίρανος Ἰνδῶν,
ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης,
Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις,
κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττί ἑ μήτηρ
355νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ,
ἥν ποτε παφλάζοντι διερπύζων περὶ παστῷ
νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης
γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ
ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην
360Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
Ιρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·
ἄμφω δ᾽ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
365Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.
τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δ᾽ ἐστείνετο λαῷ·
καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀίταις,
τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·
οἱ μὲν ἐπὶ τριόδοισιν ἐπήτριμοι, οἱ δ᾽ ἐνὶ βόθροις,
370ἄλλοι δ᾽ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δ᾽ ἐπὶ πύργων
νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
375τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου
μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος Ἄρεϊ γείτων·
ἐγρεμόθῳ δ᾽ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ.