Μετάβαση στο περιεχόμενο

Διονυσιακά/24

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον κδ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν
κερκίδα θ᾽ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.

Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν,
δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἱμάσσων·
καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο,
ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.
5Ἥρη δ᾽ ἐσμαράγησε δι᾽ ἠέρος ἄπλετον ἠχώ,
μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου.


καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ
παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης,
μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος·


10‘φείδεό μοι, Διόνυσε, διιπετέος ποταμοῖο,
ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ
ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη.
ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ
σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.
15ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ
υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν,
Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων.
αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ
αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρω
20καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω· [p. 226]
τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ.
πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος,
αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην.
νηιάδες φεύγουσιν ἐμὸν ῥόον· ἀμφὶ δὲ πηγάς
25ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δ᾽ ἐνὶ λόχμαις
σύννομος Ἁδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει,
ἄλλη δ᾽ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα
ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην
Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην
30ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ.
μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων,
οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὅρπηξ
ἀμπελόεις· δόνακες γὰρ ἐπ᾽ ἀλλήλοισι δεθέντες
ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην·
35μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί,
μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη,
ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων
φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν·
καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς
40Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν·
λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων,
ὅττι ῥόος ποταμοῖο τεούς νάρθηκας ἀέξει.
οὐ ξένον οἶδμα πέρησας ἐπώνυμον· ἀλλοφυῆ γὰρ
ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς,
45ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων
Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις·
καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας· ἀλλὰ σὺ κείνῳ
δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες· ἀρχεγόνου γὰρ [p. 228]
ἐκ κραδίης ἀνέτελλες, ἀειδομένου Διονύσου.
50ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ·
μνώεο Μαιονίης σέο πατρίδος· ὑμετέρου γὰρ
Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης.
καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων,
γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην·
55μηδὲ πυρί φλέξῃς ὑδάτων χύσιν· ἐξ ὑδάτων γὰρ
ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ.
ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω
μειλίχιον στορέσας ἱκέτην ῥόον· ἐν πολέμοις γὰρ
εἰ θρασὺν αὐχένα κάμπτε, καὶ ἤπιος ἔσκε Τυφωεύς,
60καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς
ἀστεροπὴν ἀνέκοπτε πατήρ τεός, ὑψιμέδων Ζεύς.’


ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην.
καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης
χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην,
65χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο,
ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων,
καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ.


ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην,
τόφρα δέ, θάρσος Ἄρηος ἔχων, περιμήκετον ὁρμὴν
70Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς,
στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ
λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων.
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἐσσυμένως δὲ
οὐρανόθεν πεφόρητο προασπίζων Διονύσον.
75καὶ σφετέροισιν ἰόντες ἀρηγόνες, ἄλλος ἐπ᾽ ἄλλῳ,
σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου [p. 230]
ἅλματι πωτήεντι· καὶ Αἰγίνης χάριν εὐνῆς
αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς
Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην
80φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγε ταρσῷ
κουφίζων ἐκόμισσεν ἐς Ἄρεα Δηριαδῆος
Ἰνδῴην ἐπὶ πέζαν· ἀπ᾽ εὐρυπόροιο δὲ κόλπου
υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων,
φαιδρὸς ἀλεξικάκων πεφορημένος ἄρματι κύκνων,
85μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης·
καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,
υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·
Οὐρανίη δ᾽ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου
παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ
90ἀτραπιτούς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ,
γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ·
Καλλιόπη δ᾽ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις·
καί τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,
ἀμφοτέρους δ᾽ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·
95Ἀκταίη δ᾽ ἐσάωσεν Ἐρεχθέα Παλλάς Ἀθήνη
Ἰνδοφόνον, ναετῆρα θεοκρήπιδος Ἀθήνης·
νύμφας δ᾽ Ἁδρυάδας ναέται ζώγρησαν Ὀλύμπου
πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἐξοχα δ᾽ ἄλλων
δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,
100καί σφιν ἄμα χραίσμησε συνέμπορος υἱέι μήτηρ,
εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.
Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας
ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ
θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο, [p. 232]
105πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἅς ἐπὶ νίκῃ
Ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,
Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην
μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.


καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ
110Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων
ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ·
καὶ Σατύρων δρόμον εἶχεν ὁμόστολον, οἷς ἅμα Βάκχαι
ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δ᾽ ἄλλων
ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,
115πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης,
εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.
ἄλλοι δ᾽ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ
ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,
ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων
120αἰετὸς ἡγεμόνευε δι᾽ οὔρεος ἀντίτυπος Ζεύς,
φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων,
Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ.


Ἰνδώῃ δ᾽ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ,
καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,
125καὶ κλισίας πήξαντες ἐς ἠρέμα δάσκιον ὕλην ...
οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην
εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις
Ὑδριάδες μίσγοντο φιλοπτόρθου Διονύσου.
Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ
130σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης,
αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί·
ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου
ἰοβόλων μάστευε δι᾽ οὔρεος ἄντρα δρακόντων, [p. 234]
θηροσύνην δ᾽ ἀνέφαινεν· ἀκοντιστῆρι δὲ θύρσῳ
135ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δέ λαθοῦσα
ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου·
ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν
καὶ λοφίης ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων.
καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ
140καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην·
καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δ᾽ ἐπὶ γείτονα πεύκην
πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.


τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ
Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,
145δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν, 145
καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·


‘Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,
ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,
εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·
150κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ
θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου
αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης
τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ
καὶ καναχὴ σύριγγος· ὅλη δ᾽ ἐλελίζετο λόχμη
155καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·
νηιάδες δ᾽ ὀλόλυξαν. ἐγὼ δ᾽ ἐκόρυσσα μαχητάς,
ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.
καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,
οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,
160κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ
βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν.
ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης, [p. 236]
εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ.
μή νυχίην ἀνόνητον ἀναστήσειας Ἐνυώ,
165μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι·
ἤδη δ᾽ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ
δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ.
εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ,
σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὕριον εἰς μόθον ἕλκεις.’


170ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα,
οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ
μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ.
Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο
Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,
175ἑζόμενος λοφίῃσι παλιννόστων ἐλεφάντων.
Ἰνδοὶ δ᾽ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι
εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων
νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου.


ἤδη δὲ στονόεσσα δι᾽ ἄστεος ἵπτατο φήμη,
180σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν.
καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν
πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου,
καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες
στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
185τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν
αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ
χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
τέσσαρας ἡβώοντας ὀλωλότας νἷας ἀκούων,
Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,
190κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν
ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα·
ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη
νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ, [p. 238]
ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης
195ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης.


καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ,
ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης
καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης,
ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,
200καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν·


‘οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην·
οὐκέτι κεῖνα ῥέεθρα παρέρχομαι, οὐκέτι δειλὴ
σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο,
οὐ μὰ σέ καί σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω,
205οὐ μὰ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν.
τίς με λαβὼν κομίσειεν, ὅπου πέσε νεκρὸς ἀκοίτης,
ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν
κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ;
αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν
210γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο.
εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα,
υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;’


εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην.
ἄλλη δ᾽ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους
215ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη
στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδ᾽ ἐνὶ παστῷ
ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων.


τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας
Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς
220εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι,
καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ [p. 240]
θεινόμεναι πελέκεσσιν, Ἐρυθραίης δ᾽ ἀπὸ ποίμνης
πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων.
ἑζόμενοι δ᾽ ἀγεληδὸν ἐπ᾽ εὐκύκλοιο τραπέζης
225Σειληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ
χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς·
πίνετο δ᾽ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ
εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας,
νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.


230τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων
Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν,
πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ·
καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην,
πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ
235Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ,
χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις.


Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης
ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς
πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν
240τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,
ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.


αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,
ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης
χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,
245κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.
καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ
οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ
ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,
φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·
250ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ
Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ
ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ·
καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα [p. 242]
καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ
255κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη·
καὶ πόνος ᾖν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου
εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ
στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος·
εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης
260ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.
οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο
ἀμφίπολοι Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,
Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,
καὶ μίτον Ἀγλαϊη καὶ νήματα δῶκεν ἀνάσσῃ.
265καὶ μερόπων ἀλάλητο γάμων βίος· ἁρμονίην δὲ
ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων
ἡνίοχος βιότοιο γέρων δεδονημένος Αἰών·
καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν,
παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.
270οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ,
οὐ λιγὺς αὐλὸς ἔμελπεν ‘Ὑμὴν Ὑμέναιε’ λιγαίνων·
ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης
συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες.


καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη, [p. 244]
275καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν
τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης·
ἀθανάτοις δ᾽ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ
ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι·


‘σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ·
280οὐκέτι Μοιράων μεθέπω δόσιν· ἱστοπόνος γὰρ
κλῆρον ἐμὸν σύλησε τεὴ θυγάτηρ Ἀφροδίτη.
κλῆρον Ἀθηναίς οὐχ ἥρπασε δεσπότις Ἥρη,
γνωτὴ καὶ παράκοιτις ἐμοῦ Διός, ἀλλὰ χαλέπτει
ἐκ γενετῆς σακέεσσι κορυσσομένην Ἀγελείην
285ἡ ταμίη θαλάμων, ἁπαλὴ θεός. ὑμετέρου δὲ
ἀπτόλεμος Κυθέρεια πότε προμάχιζεν Ὀλύμπου,
ἠὲ τίνας Τιτῆνας ἀπώλεσε θήλει κεστῷ,
ὅττι μετὰ πτολέμους με βιάζεται; ἀλλὰ καὶ αὐτὴ
εἰπέ μοι, ἰοχέαιρα, τεῆς πότε μεσσόθεν ὕλης
290εἶδες ὀιστεύουσαν ἥ ἀγρώσσουσαν Ἀθήνην;
τίς καλέει γλαυκῶπιν, ὅτ᾽ ὠδίνουσι γυναῖκες;’


ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,
ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.
καὶ καμάτους ὁρόωντες ἀπειρομόθου Κυθερείης
295θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης·
καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς·


‘ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ.
εἰ μίτον ἀμφαφάᾳς εἰ κερκίδα χερσὶ τιταίνεις,
καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.
300οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις,
σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης
εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας. [p. 246]
Ἄρεῖ πέπλον ὕφαινε· νεοκλώστῳ δ᾽ ἐνὶ πέπλῳ
ἀσπίδα μή ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;
305τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς,
φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων·
ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·
καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
310μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ,
ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,
καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω
πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
315κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην,
δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν
ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,
συζυγίης δ᾽ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ
320πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.’


ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
325καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ
σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.


τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,
ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.