Γεωγραφικά/ΙΔ

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Γεωγραφικά
Συγγραφέας:
Βιβλίο ΙΔ




βιβλίον ιδʹ


Τὸ τεσσαρεσκαιδέκατον περιέχει τὰς Κυκλάδας νήσους καὶ τὴν ἀντιπέραν χώραν͵ ἐν ἧι Παμφυλία Ἰσαυρία Λυκία Πισιδία Κιλικία ἕως Σελευκείας τῆς Συρίας͵ καὶ τῆς Ἀσίας τῆς ἰδίως Ἰωνίας λεγομένης.


Κεφάλαιο 1

1.1

Λοιπὸν δ᾽ ἐστὶν εἰπεῖν περὶ Ἰώνων καὶ Καρῶν καὶ τῆς ἔξω τοῦ Ταύρου παραλίας͵ ἣν ἔχουσι Λύκιοί τε καὶ Πάμφυλοι καὶ Κίλικες· οὕτω γὰρ ἂν ἔχοι τέλος ἡ πᾶσα τῆς χερρονήσου περιήγησις͵ ἧς ἰσθμὸν ἔφαμεν τὴν ὑπέρβασιν τὴν ἐκ τῆς Ποντικῆς θαλάττης ἐπὶ τὴν Ἰσσικήν.

1.2

Ἔστι δὲ τῆς Ἰωνίας ὁ μὲν περίπλους ὁ παρὰ γῆν σταδίων που τρισχιλίων τετρακοσίων τριάκοντα διὰ τοὺς κόλπους καὶ διὰ τὸ χερρονησίζειν ἐπὶ πλεῖον τὴν χώραν͵ τὸ δ᾽ ἐπ᾽ εὐθείας μῆκος οὐ πολύ. αὐτὸ οὖν τὸ ἐξ Ἐφέσου μέχρι Σμύρνης ὁδὸς μέν ἐστιν ἐπ᾽ εὐθείας τριακόσιοι εἴκοσι στάδιοι· εἰς γὰρ Μητρόπολιν ἑκατὸν καὶ εἴκοσι στάδιοι͵ οἱ λοιποὶ δὲ εἰς Σμύρναν· περίπλους δὲ μικρὸν ἀπολείπων τῶν δισχιλίων καὶ διακοσίων. ἔστι δ᾽ οὖν ἀπὸ τοῦ Ποσειδίου τοῦ Μιλησίων καὶ τῶν Καρικῶν ὅρων μέχρι Φωκαίας καὶ τοῦ Ἕρμου τὸ πέρας τῆς Ἰωνικῆς παραλίας.

1.3

Ταύτης δέ φησι Φερεκύδης Μίλητον μὲν καὶ Μυοῦντα καὶ τὰ περὶ Μυκάλην καὶ Ἔφεσον Κᾶρας ἔχειν πρότερον͵ τὴν δ᾽ ἑξῆς παραλίαν μέχρι Φωκαίας καὶ Χίον καὶ Σάμον͵ ἧς Ἀγκαῖος ἦρχε͵ Λέλεγας· ἐκβληθῆναι δ᾽ ἀμφοτέρους ὑπὸ τῶν Ἰώνων καὶ εἰς τὰ λοιπὰ μέρη τῆς Καρίας ἐκπεσεῖν. ἄρξαι δέ φησιν Ἄνδροκλον τῆς τῶν Ἰώνων ἀποικίας͵ ὕστερον τῆς Αἰολικῆς͵ υἱὸν γνήσιον Κόδρου τοῦ Ἀθηνῶν βασιλέως͵ γενέσθαι δὲ τοῦτον Ἐφέσου κτίστην. διόπερ τὸ βασίλειον τῶν Ἰώνων ἐκεῖ συστῆναί φασι͵ καὶ ἔτι νῦν οἱ ἐκ τοῦ γένους ὀνομάζονται βασιλεῖς ἔχοντές τινας τιμάς͵ προεδρίαν τε ἐν ἀγῶσι καὶ πορφύραν ἐπίσημον τοῦ βασιλικοῦ γένους͵ σκίπωνα ἀντὶ σκήπτρου͵ καὶ τὰ ἱερὰ τῆς Ἐλευσινίας Δήμητρος. καὶ Μίλητον δ᾽ ἔκτισεν Νηλεὺς ἐκ Πύλου τὸ γένος ὤν· οἵ τε Μεσσήνιοι καὶ οἱ Πύλιοι συγγένειάν τινα προσποιοῦνται͵ καθ᾽ ἣν καὶ Μεσσήνιον τὸν Νέστορα οἱ νεώτεροί φασι ποιηταί͵ καὶ τοῖς περὶ Μέλανθον τὸν Κόδρου πατέρα πολλοὺς καὶ τῶν Πυλίων συνεξᾶραί φασιν εἰς τὰς Ἀθήνας· τοῦτον δὴ πάντα τὸν λαὸν μετὰ τῶν Ἰώνων κοινῆι στεῖλαι τὴν ἀποικίαν· τοῦ δὲ Νηλέως ἐπὶ τῶι Ποσειδίωι βωμὸς ἵδρυμα δείκνυται. Κυδρῆλος δὲ νόθος υἱὸς Κόδρου Μυοῦντα κτίζει· Ἀνδρόπομπος δὲ Λέβεδον καταλαβόμενος τόπον τινὰ Ἄρτιν· Κολοφῶνα δ᾽ Ἀνδραίμων Πύλιος͵ ὥς φησι καὶ Μίμνερμος ἐν Ναννοῖ· Πριήνην δ᾽ Αἴπυτος ὁ Νηλέως͵ εἶθ᾽ ὕστερον Φιλωτᾶς ἐκ Θηβῶν λαὸν ἀγαγών· Τέω δὲ Ἀθάμας μὲν πρότερον͵ διόπερ Ἀθαμαντίδα καλεῖ αὐτὴν Ἀνακρέων͵ κατὰ δὲ τὴν Ἰωνικὴν ἀποικίαν Ναῦκλος υἱὸς Κόδρου νόθος͵ καὶ μετὰ τοῦτον Ἄποικος καὶ Δάμασος Ἀθηναῖοι καὶ Γέρης ἐκ Βοιωτῶν· Ἐρυθρὰς δὲ Κνῶπος͵ καὶ οὗτος υἱὸς Κόδρου νόθος· Φώκαιαν δ᾽ οἱ μετὰ Φιλογένους Ἀθηναῖοι· Κλαζομενὰς δὲ Πάραλος· Χίον δὲ Ἐγέρτιος͵ σύμμικτον ἐπαγαγόμενος πλῆθος· Σάμον δὲ Τεμβρίων͵ εἶθ᾽ ὕστερον Προκλῆς.

1.4

Αὗται μὲν δώδεκα Ἰωνικαὶ πόλεις͵ προσελήφθη δὲ χρόνοις ὕστερον καὶ Σμύρνα εἰς τὸ Ἰωνικὸν ἐναγαγόντων Ἐφεσίων· ἦσαν γὰρ αὐτοῖς σύνοικοι τὸ παλαιόν͵ ἡνίκα καὶ Σμύρνα ἐκαλεῖτο ἡ Ἔφεσος· καὶ Καλλῖνός που οὕτως ὠνόμακεν αὐτήν͵ Σμυρναίους τοὺς Ἐφεσίους καλῶν ἐν τῶι πρὸς τὸν Δία λόγωι Σμυρναίους δ᾽ ἐλέησον καὶ πάλιν μνῆσαι δ᾽ εἴκοτέ τοι μηρία καλὰ βοῶν [Σμυρναῖοι κατέκηαν]. Σμύρνα δ᾽ ἦν Ἀμαζὼν ἡ κατασχοῦσα τὴν Ἔφεσον͵ ἀφ᾽ ἧς τοὔνομα καὶ τοῖς ἀνθρώποις καὶ τῆι πόλει͵ ὡς καὶ ἀπὸ Σισύρβης Σισυρβῖται τινὲς τῶν Ἐφεσίων ἐλέγοντο· καὶ τόπος δέ τις τῆς Ἐφέσου Σμύρνα ἐκαλεῖτο͵ ὡς δηλοῖ Ἱππῶναξ ὤικει δ᾽ ὄπισθε τῆς πόλιος ἐνὶ Σμύρνηι μεταξὺ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς. ἐκαλεῖτο γὰρ Λεπρὴ μὲν ἀκτὴ ὁ πρηὼν ὁ ὑπερκείμενος τῆς νῦν πόλεως͵ ἔχων μέρος τοῦ τείχους αὐτῆς· τὰ γοῦν ὄπισθεν τοῦ πρηῶνος κτήματα ἔτι νυνὶ λέγεται ἐν τῆι Ὀπισθολεπρίαι· Τραχεῖα δ᾽ ἐκαλεῖτο ἡ περὶ τὸν Κορησσὸν παρώρειος. ἡ δὲ πόλις ἦν τὸ παλαιὸν περὶ τὸ Ἀθήναιον τὸ νῦν ἔξω τῆς πόλεως ὂν κατὰ τὴν καλουμένην Ὑπέλαιον͵ ὥστε ἡ Σμύρνα ἦν κατὰ τὸ νῦν γυμνάσιον ὄπισθεν μὲν τῆς τότε πόλεως͵ μεταξὺ δὲ Τρηχείης τε καὶ Λεπρῆς ἀκτῆς. ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρατεύουσιν ἐπὶ τὸν τόπον͵ ἐν ὧι νῦν ἔστιν ἡ Σμύρνα͵ Λελέγων κατεχόντων· ἐκβαλόντες δ᾽ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους. ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα͵ καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν ἀπέλαβον· καθάπερ καὶ Μίμνερμος ἐν τῆι Ναννοῖ φράζει μνησθεὶς τῆς Σμύρνης ὅτι περιμάχητος ἀεί ἡμεῖς δηὖτε Πύλον Νηλήιον ἄστυ λιπόντες ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα· ἐς δ᾽ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες ἑζόμεθ᾽ ἀργαλέης ὕβριος ἡγεμόνες. κεῖθεν δ᾽ * ἀστήεντος ἀπορνύμενοι ποταμοῖο θεῶν βουλῆι Σμύρνην εἵλομεν Αἰολίδα. ταῦτα μὲν περὶ τούτων· ἐφοδευτέον δὲ πάλιν τὰ καθ᾽ ἕκαστα͵ τὴν ἀρχὴν ἀπὸ τῶν ἡγεμονικωτέρων τόπων ποιησαμένους͵ ἐφ᾽ ὧνπερ καὶ πρῶτον αἱ κτίσεις ἐγένοντο͵ λέγω δὲ τῶν περὶ Μίλητον καὶ Ἔφεσον· αὗται γὰρ ἄρισται πόλεις καὶ ἐνδοξόταται.

1.5

Μετὰ δὲ τὸ Ποσείδιον τὸ Μιλησίων ἑξῆς ἐστι τὸ μαντεῖον τοῦ Διδυμέως Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις ἀναβάντι ὅσον ὀκτωκαίδεκα σταδίους· ἐνεπρήσθη δ᾽ ὑπὸ Ξέρξου͵ καθάπερ καὶ τὰ ἄλλα ἱερὰ πλὴν τοῦ ἐν Ἐφέσωι· οἱ δὲ Βραγχίδαι τοὺς θησαυροὺς τοῦ θεοῦ παραδόντες τῶι Πέρσηι φεύγοντι συναπῆραν τοῦ μὴ τῖσαι δίκας τῆς ἱεροσυλίας καὶ τῆς προδοσίας. ὕστερον δ᾽ οἱ Μιλήσιοι μέγιστον νεὼν τῶν πάντων κατεσκεύασαν͵ διέμεινε δὲ χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος· κώμης γοῦν κατοικίαν ὁ τοῦ σηκοῦ περίβολος δέδεκται καὶ ἄλσος ἐντός τε καὶ ἐκτὸς πολυτελές· ἄλλοι δὲ σηκοὶ τὸ μαντεῖον καὶ τὰ ἱερὰ συνέχουσιν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Βράγχον καὶ τὸν ἔρωτα τοῦ Ἀπόλλωνος· κεκόσμηται δ᾽ ἀναθήμασι τῶν ἀρχαίων τεχνῶν πολυτελέστατα· ἐντεῦθεν δ᾽ ἐπὶ τὴν πόλιν οὐ πολλὴ ὁδός ἐστιν οὐδὲ πλοῦς.

1.6

Φησὶ δ᾽ Ἔφορος τὸ πρῶτον κτίσμα εἶναι Κρητικόν͵ ὑπὲρ τῆς θαλάττης τετειχισμένον͵ ὅπου νῦν ἡ πάλαι Μίλητος ἔστι͵ Σαρπηδόνος ἐκ Μιλήτου τῆς Κρητικῆς ἀγαγόντος οἰκήτορας καὶ θεμένου τοὔνομα τῆι πόλει τῆς ἐκεῖ πόλεως ἐπώνυμον͵ κατεχόντων πρότερον Λελέγων τὸν τόπον· τοὺς δὲ περὶ Νηλέα ὕστερον τὴν νῦν τειχίσαι πόλιν. ἔχει δὲ τέτταρας λιμένας ἡ νῦν͵ ὧν ἕνα καὶ στόλωι ἱκανόν. πολλὰ δὲ τῆς πόλεως ἔργα ταύτης͵ μέγιστον δὲ τὸ πλῆθος τῶν ἀποικιῶν· ὅ τε γὰρ Εὔξεινος πόντος ὑπὸ τούτων συνώικισται πᾶς καὶ ἡ Προποντὶς καὶ ἄλλοι πλείους τόποι. Ἀναξιμένης γοῦν ὁ Λαμψακηνὸς οὕτω φησὶν ὅτι καὶ Ἴκαρον τὴν νῆσον καὶ Λέρον Μιλήσιοι συνώικισαν καὶ περὶ Ἑλλήσποντον ἐν μὲν τῆι Χερρονήσωι Λίμνας͵ ἐν δὲ τῆι Ἀσίαι Ἄβυδον Ἄρισβαν Παισόν͵ ἐν δὲ τῆι Κυζικηνῶν νήσωι Ἀρτάκην Κύζικον͵ ἐν δὲ τῆι μεσογαίαι τῆς Τρωιάδος Σκῆψιν· ἡμεῖς δ᾽ ἐν τοῖς καθ᾽ ἕκαστα λέγομεν καὶ τὰς ἄλλας τὰς ὑπὸ τούτου παραλελειμμένας. Οὔλιον δ᾽ Ἀπόλλωνα καλοῦσί τινα καὶ Μιλήσιοι καὶ Δήλιοι͵ οἷον ὑγιαστικὸν καὶ παιωνικόν· τὸ γὰρ οὔλειν ὑγιαίνειν͵ ἀφ᾽ οὗ καὶ τὸ οὐλὴ καὶ τό οὖλέ τε καὶ μέγα χαῖρε. ἰατικὸς γὰρ ὁ Ἀπόλλων· καὶ ἡ Ἄρτεμις ἀπὸ τοῦ ἀρτεμέας ποιεῖν· καὶ ὁ ῞Ηλιος δὲ καὶ ἡ Σελήνη συνοικειοῦνται τούτοις͵ ὅτι τῆς περὶ τοὺς ἀέρας εὐκρασίας αἴτιοι· καὶ τὰ λοιμικὰ δὲ πάθη καὶ τοὺς αὐτομάτους θανάτους τούτοις ἀνάπτουσι τοῖς θεοῖς.

1.7

Ἄνδρες δ᾽ ἄξιοι μνήμης ἐγένοντο ἐν τῆι Μιλήτωι Θαλῆς τε εἷς τῶν ἑπτὰ σοφῶν͵ ὁ πρῶτος φυσιολογίας ἄρξας ἐν τοῖς Ἕλλησι καὶ μαθηματικῆς͵ καὶ ὁ τούτου μαθητὴς Ἀναξίμανδρος καὶ ὁ τούτου πάλιν Ἀναξιμένης͵ ἔτι δ᾽ Ἑκαταῖος ὁ τὴν ἱστορίαν συντάξας͵ καθ᾽ ἡμᾶς δὲ Αἰσχίνης ὁ ῥήτωρ͵ ὃς ἐν φυγῆι διετέλεσε͵ παρρησιασάμενος πέρα τοῦ μετρίου πρὸς Πομπήιον Μάγνον. ἠτύχησε δ᾽ ἡ πόλις ἀποκλείσασα Ἀλέξανδρον καὶ βίαι ληφθεῖσα͵ καθάπερ καὶ Ἁλικαρνασός· ἔτι δὲ πρότερον ὑπὸ Περσῶν· καί φησί γε Καλλισθένης ὑπ᾽ Ἀθηναίων χιλίαις δραχμαῖς ζημιωθῆναι Φρύνιχον τὸν τραγικόν͵ διότι δρᾶμα ἐποίησε Μιλήτου ἅλωσιν ὑπὸ Δαρείου.

1.8

Πρόκειται δ᾽ ἡ Λάδη νῆσος πλησίον καὶ τὰ περὶ τὰς Τραγαίας νησία ὑφόρμους ἔχοντα ληισταῖς. ἑξῆς δ᾽ ἐστὶν ὁ Λατμικὸς κόλπος͵ ἐν ὧι Ἡράκλεια ἡ ὑπὸ Λάτμωι λεγομένη͵ πολίχνιον ὕφορμον ἔχον· ἐκαλεῖτο δὲ πρότερον Λάτμος ὁμωνύμως τῶι ὑπερκειμένωι ὄρει͵ ὅπερ Ἑκαταῖος μὲν ἐμφαίνει τὸ αὐτὸ εἶναι νομίζων τῶι ὑπὸ τοῦ ποιητοῦ Φθειρῶν ὄρει λεγομένωι (ὑπὲρ γὰρ τῆς Λάτμου φησὶ τὸ Φθειρῶν ὄρος κεῖσθαι)͵ τινὲς δὲ τὸ Γρίον φασίν͵ ὡς ἂν παράλληλον τῶι Λάτμωι ἀνῆκον ἀπὸ τῆς Μιλησίας πρὸς ἕω διὰ τῆς Καρίας μέχρι Εὐρώμου καὶ Χαλκητόρων· ὑπέρκειται δὲ ταύτης ἐν ὄψει. μικρὸν δ᾽ ἄπωθεν διαβάντι ποταμίσκον πρὸς τῶι Λάτμωι δείκνυται τάφος Ἐνδυμίωνος ἔν τινι σπηλαίωι· εἶτα ἀφ᾽ Ἡρακλείας ἐπὶ Πύρραν πολίχνην πλοῦς ἑκατόν

1.9

που σταδίων. μικρὸν δὲ πλέον τὸ ἀπὸ Μιλήτου εἰς Ἡράκλειαν ἐγκολπίζοντι͵ εὐθυπλοίαι δ᾽ εἰς Πύρραν ἐκ Μιλήτου τριάκοντα· τοσαύτην ἔχει μακροπορίαν ὁ παρὰ γῆν πλοῦς. ἀνάγκη δ᾽ ἐπὶ τῶν ἐνδόξων τόπων ὑπομένειν τὸ περισκελὲς τῆς τοιαύτης γεωγραφίας.

1.10

Ἐκ δὲ Πύρρας ἐπὶ τὴν ἐκβολὴν τοῦ Μαιάνδρου πεντήκοντα· τεναγώδης δ᾽ ὁ τόπος καὶ ἑλώδης· ἀναπλεύσαντι δ᾽ ὑπηρετικοῖς σκάφεσι τριάκοντα σταδίους πόλις Μυοῦς͵ μία τῶν Ἰάδων τῶν δώδεκα͵ ἣ νῦν δι᾽ ὀλιγανδρίαν Μιλησίοις συμπεπόλισται. ταύτην ὄψον λέγεται Θεμιστοκλεῖ δοῦναι Ξέρξης͵ ἄρτον δὲ Μαγνησίαν͵ οἶνον δὲ Λάμψακον.

1.11

Ἔνθεν ἐν σταδίοις τέτταρσι κώμη Καρικὴ Θυμβρία͵ παρ᾽ ἣν ἄορνόν ἐστι σπήλαιον ἱερόν͵ Χαρώνιον λεγόμενον͵ ὀλεθρίους ἔχον ἀποφοράς. ὑπέρκειται δὲ Μαγνησία ἡ πρὸς Μαιάνδρωι͵ Μαγνήτων ἀποικία τῶν ἐν Θετταλίαι καὶ Κρητῶν͵ περὶ ἧς αὐτίκα ἐροῦμεν.

1.12

Μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Μαιάνδρου ὁ κατὰ Πριήνην ἐστὶν αἰγιαλός· ὑπὲρ αὐτοῦ δ᾽ ἡ Πριήνη καὶ Μυκάλη τὸ ὄρος εὔθηρον καὶ εὔδενδρον. ἐπίκειται δὲ τῆι Σαμίαι καὶ ποιεῖ πρὸς αὐτὴν ἐπέκεινα τῆς Τρωγιλίου καλουμένης ἄκρας ὅσον ἑπταστάδιον πορθμόν. λέγεται δ᾽ ὑπό τινων ἡ Πριήνη Κάδμη͵ ἐπειδὴ Φιλωτᾶς ὁ ἐπικτίσας αὐτὴν Βοιώτιος ὑπῆρχεν· ἐκ Πριήνης δ᾽ ἦν Βίας εἷς τῶν ἑπτὰ σοφῶν͵ περὶ οὗ φησιν οὕτως Ἱππῶναξ καὶ δικάσσασθαι Βίαντος τοῦ Πριηνέως κρέσσον.

1.13

Τῆς δὲ Τρωγιλίου πρόκειται νησίον ὁμώνυμον· ἐντεῦθεν δὲ τὸ ἐγγυτάτω δίαρμά ἐστιν ἐπὶ Σούνιον σταδίων χιλίων ἑξακοσίων͵ κατ᾽ ἀρχὰς μὲν Σάμον ἐν δεξιᾶι ἔχοντι καὶ Ἰκαρίαν καὶ Κορσίας͵ τοὺς δὲ Μελαντίους σκοπέλους ἐξ εὐωνύμων͵ τὸ λοιπὸν δὲ διὰ μέσων τῶν Κυκλάδων νήσων. καὶ αὐτὴ δ᾽ ἡ Τρωγίλιος ἄκρα πρόπους τις τῆς Μυκάλης ἐστί. τῆι Μυκάληι δ᾽ ὄρος ἄλλο πρόσκειται τῆς Ἐφεσίας Πακτύης· καὶ ἡ Μεσωγὶς δὲ εἰς αὐτὴν καταστρέφει.

1.14

Ἀπὸ δὲ τῆς Τρωγιλίου στάδιοι τετταράκοντα εἰς τὴν Σάμον· βλέπει δὲ πρὸς νότον καὶ αὐτὴ καὶ ὁ λιμὴν ἔχων ναύσταθμον. ἔστι δ᾽ αὐτῆς ἐν ἐπιπέδωι τὸ πλέον ὑπὸ τῆς θαλάττης κλυζόμενον͵ μέρος δέ τι καὶ εἰς τὸ ὄρος ἀνέχει τὸ ὑπερκείμενον. ἐν δεξιᾶι μὲν οὖν προσπλέουσι πρὸς τὴν πόλιν ἔστι τὸ Ποσείδιον ἄκρα ἡ ποιοῦσα πρὸς τὴν Μυκάλην τὸν ἑπταστάδιον πορθμόν͵ ἔχει δὲ νεὼν Ποσειδῶνος· πρόκειται δ᾽ αὐτοῦ νησίδιον ἡ Ναρθηκίς· ἐπ᾽ ἀριστερᾶι δὲ τὸ προάστειον τὸ πρὸς τῶι Ἡραίωι καὶ ὁ Ἴμβρασος ποταμὸς καὶ τὸ Ἡραῖον͵ ἀρχαῖον ἱερὸν καὶ νεὼς μέγας͵ ὃς νῦν πινακοθήκη ἐστί· χωρὶς δὲ τοῦ πλήθους τῶν ἐνταῦθα κειμένων πινάκων ἄλλαι πινακοθῆκαι καὶ ναΐσκοι τινές εἰσι πλήρεις τῶν ἀρχαίων τεχνῶν· τότε ὕπαιθρον ὁμοίως μεστὸν ἀνδριάντων ἐστὶ τῶν ἀρίστων· ὧν τρία Μύρωνος ἔργα κολοσσικὰ ἱδρυμένα ἐπὶ μιᾶς βάσεως͵ ἃ ἦρε μὲν Ἀντώνιος ἀνέθηκε δὲ πάλιν ὁ Σεβαστὸς Καῖσαρ εἰς τὴν αὐτὴν βάσιν τὰ δύο͵ τὴν Ἀθηνᾶν καὶ τὸν Ἡρακλέα͵ τὸν δὲ Δία εἰς τὸ Καπετώλιον μετήνεγκε κατασκευάσας αὐτῶι ναΐσκον.

1.15

Περίπλους δ᾽ ἐστὶ τῆς Σαμίων νήσου σταδίων ἑξακοσίων. ἐκαλεῖτο δὲ Παρθενία πρότερον οἰκούντων Καρῶν͵ εἶτα Ἀνθεμοῦς͵ εἶτα Μελάμφυλλος͵ εἶτα Σάμος͵ εἴτ᾽ ἀπό τινος ἐπιχωρίου ἥρωος εἴτ᾽ ἐξ Ἰθάκης καὶ Κεφαλληνίας ἀποικήσαντος. καλεῖται μὲν οὖν καὶ ἄκρα τις Ἄμπελος βλέπουσά πως πρὸς τὸ τῆς Ἰκαρίας Δρέπανον͵ ἀλλὰ καὶ τὸ ὄρος ἅπαν ὃ ποιεῖ τὴν ὅλην νῆσον ὀρεινὴν ὁμωνύμως λέγεται· ἔστι δ᾽ οὐκ εὔοινος͵ καίπερ εὐοινουσῶν τῶν κύκλωι νήσων͵ καὶ τῆς ἠπείρου σχεδόν τι τῆς προσεχοῦς πάσης τοὺς ἀρίστους ἐκφερούσης οἴνους· καὶ μὴν καὶ ὁ Ἐφέσιος καὶ Μητροπολίτης ἀγαθοί͵ ἥ τε Μεσωγὶς καὶ ὁ Τμῶλος καὶ ἡ Κατακεκαυμένη καὶ Κνίδος καὶ Σμύρνα καὶ ἄλλοι ἀσημότεροι τόποι διαφόρως χρηστοινοῦσιν ἢ πρὸς ἀπόλαυσιν ἢ πρὸς διαίτας ἰατρικάς. περὶ μὲν [οὖν] οἴνους οὐ πάνυ εὐτυχεῖ Σάμος͵ τὰ δ᾽ ἄλλα εὐδαίμων͵ ὡς δῆλον ἔκ τε τοῦ περιμάχητον γενέσθαι καὶ ἐκ τοῦ τοὺς ἐπαινοῦντας μὴ ὀκνεῖν ἐφαρμόττειν αὐτῆι τὴν λέγουσαν παροιμίαν ὅτι φέρει καὶ ὀρνίθων γάλα. τοῦτο δὲ καὶ τῶν τυραννίδων αἴτιον αὐτῆι κατέστη καὶ τῆς πρὸς Ἀθηναίους ἔχθρας.

1.16

Αἱ μὲν οὖν τυραννίδες ἤκμασαν κατὰ Πολυκράτη μάλιστα καὶ τὸν ἀδελφὸν αὐτοῦ Συλοσῶντα· ἦν δ᾽ ὁ μὲν καὶ τύχηι καὶ δυνάμει λαμπρὸς ὥστε καὶ θαλαττοκρατῆσαι· τῆς δ᾽ εὐτυχίας αὐτοῦ σημεῖον τιθέασιν ὅτι ῥίψαντος εἰς τὴν θάλατταν ἐπίτηδες τὸν δακτύλιον λίθου καὶ γλύμματος πολυτελοῦς͵ ἀνήνεγκε μικρὸν ὕστερον τῶν ἁλιέων τις τὸν καταπιόντα ἰχθὺν αὐτόν· ἀνατμηθέντος δ᾽ εὑρέθη ὁ δακτύλιος· πυθόμενον δὲ τοῦτο τὸν Αἰγυπτίων βασιλέα φασὶ μαντικῶς πως ἀποφθέγξασθαι ὡς ἐν βραχεῖ καταστρέψει τὸν βίον εἰς οὐκ εὐτυχὲς τέλος ὁ τοσοῦτον ἐξηρμένος ταῖς εὐπραγίαις· καὶ δὴ καὶ συμβῆναι τοῦτο· ληφθέντα γὰρ ἐξ ἀπάτης ὑπὸ τοῦ σατράπου τῶν Περσῶν κρεμασθῆναι. τούτωι συνεβίωσεν Ἀνακρέων ὁ μελοποιός· καὶ δὴ καὶ πᾶσα ἡ ποίησις πλήρης ἐστὶ τῆς περὶ αὐτοῦ μνήμης. ἐπὶ τούτου δὲ καὶ Πυθαγόραν ἱστοροῦσιν ἰδόντα φυομένην τὴν τυραννίδα ἐκλιπεῖν τὴν πόλιν καὶ ἀπελθεῖν εἰς Αἴγυπτον καὶ Βαβυλῶνα φιλομαθείας χάριν· ἐπανιόντα δ᾽ ἐκεῖθεν͵ ὁρῶντα ἔτι συμμένουσαν τὴν τυραννίδα͵ πλεύσαντα εἰς Ἰταλίαν ἐκεῖ διατελέσαι τὸν βίον. περὶ Πολυκράτους μὲν ταῦτα.

1.17

Συλοσῶν δ᾽ ἀπελείφθη μὲν ἰδιώτης ὑπὸ τοῦ ἀδελφοῦ͵ Δαρείωι δὲ τῶι Ὑστάσπεω χαρισάμενος ἐσθῆτα͵ ἧς ἐπεθύμησεν ἐκεῖνος φοροῦντα ἰδών͵ οὔπω δ᾽ ἐβασίλευε τότε͵ βασιλεύσαντος ἀντέλαβε δῶρον τὴν τυραννίδα. πικρῶς δ᾽ ἦρξεν͵ ὥστε καὶ ἐλειπάνδρησεν ἡ πόλις· κἀκεῖθεν ἐκπεσεῖν συνέβη τὴν παροιμίαν ἕκητι Συλοσῶντος εὐρυχωρίη.

1.18

Ἀθηναῖοι δὲ πρότερον μὲν πέμψαντες στρατηγὸν Περικλέα καὶ σὺν αὐτῶι Σοφοκλέα τὸν ποιητὴν πολιορκίαι κακῶς διέθηκαν ἀπειθοῦντας τοὺς Σαμίους͵ ὕστερον δὲ καὶ κληρούχους ἔπεμψαν δισχιλίους ἐξ ἑαυτῶν͵ ὧν ἦν καὶ Νεοκλῆς ὁ Ἐπικούρου τοῦ φιλοσόφου πατήρ͵ γραμματοδιδάσκαλος͵ ὥς φασι· καὶ δὴ καὶ τραφῆναί φασιν ἐνθάδε καὶ ἐν Τέωι καὶ ἐφηβεῦσαι Ἀθήνησι· γενέσθαι δ᾽ αὐτῶι συνέφηβον Μένανδρον τὸν κωμικόν· Σάμιος δ᾽ ἦν καὶ Κρεώφυλος͵ ὅν φασι δεξάμενον ξενίαι ποτὲ Ὅμηρον λαβεῖν δῶρον τὴν ἐπιγραφὴν τοῦ ποιήματος ὃ καλοῦσιν Οἰχαλίας ἅλωσιν. Καλλίμαχος δὲ τοὐναντίον ἐμφαίνει δι᾽ ἐπιγράμματός τινος͵ ὡς ἐκείνου μὲν ποιήσαντος λεγομένου δ᾽ Ὁμήρου διὰ τὴν λεγομένην ξενίαν τοῦ Σαμίου πόνος εἰμί͵ δόμωι ποτὲ θεῖον Ὅμηρον δεξαμένου· κλείω δ᾽ Εὔρυτον ὅσσ᾽ ἔπαθεν͵ καὶ ξανθὴν Ἰόλειαν· Ὁμήρειον δὲ καλεῦμαι γράμμα· Κρεωφύλωι͵ Ζεῦ φίλε͵ τοῦτο μέγα. τινὲς δὲ διδάσκαλον Ὁμήρου τοῦτόν φασιν͵ οἱ δ᾽ οὐ τοῦτον ἀλλ᾽ Ἀριστέαν τὸν Προκοννήσιον.

1.19

Παράκειται δὲ τῆι Σάμωι νῆσος Ἰκαρία ἀφ᾽ ἧς τὸ Ἰκάριον πέλαγος. αὕτη δ᾽ ἐπώνυμός ἐστιν Ἰκάρου παιδὸς τοῦ Δαιδάλου͵ ὅν φασι τῶι πατρὶ κοινωνήσαντα τῆς φυγῆς͵ ἡνίκα ἀμφότεροι πτερωθέντες ἀπῆραν ἐκ Κρήτης͵ πεσεῖν ἐνθάδε μὴ κρατήσαντα τοῦ δρόμου· μετεωρισθέντι γὰρ πρὸς τὸν ἥλιον ἐπὶ πλέον περιρρυῆναι τὰ πτερὰ τακέντος τοῦ κηροῦ. τριακοσίων δ᾽ ἐστὶ τὴν περίμετρον σταδίων ἡ νῆσος ἅπασα καὶ ἀλίμενος πλὴν ὑφόρμων͵ ὧν ὁ κάλλιστος Ἱστοὶ λέγονται· ἄκρα δ᾽ ἐστὶν ἀνατείνουσα πρὸς ζέφυρον. ἔστι δὲ καὶ Ἀρτέμιδος ἱερὸν καλούμενον Ταυροπόλιον ἐν τῆι νήσωι καὶ πολισμάτιον Οἰνόη͵ καὶ ἄλλο Δράκανον ὁμώνυμον τῆι ἄκραι ἐφ᾽ ἧι ἵδρυται͵ πρόσορμον ἔχον· ἡ δὲ ἄκρα διέχει τῆς Σαμίων ἄκρας τῆς Κανθαρίου καλουμένης ὀγδοήκοντα σταδίους͵ ὅπερ ἐστὶν ἐλάχιστον δίαρμα τὸ μεταξύ. νυνὶ μέντοι λειπανδροῦσαν Σάμιοι νέμονται τὰ πολλὰ βοσκημάτων χάριν.

1.20

Μετὰ δὲ τὸν Σάμιον πορθμὸν τὸν πρὸς Μυκάληι πλέουσιν εἰς Ἔφεσον ἐν δεξιᾶι ἐστιν ἡ Ἐφεσίων παραλία· μέρος δέ τι ἔχουσιν αὐτῆς καὶ οἱ Σάμιοι. πρῶτον δ᾽ ἐστὶν ἐν τῆι παραλίαι τὸ Πανιώνιον τρισὶ σταδίοις ὑπερκείμενον τῆς θαλάττης͵ ὅπου τὰ Πανιώνια͵ κοινὴ πανήγυρις τῶν Ἰώνων͵ συντελεῖται τῶι Ἑλικωνίωι Ποσειδῶνι καὶ θυσία· ἱερῶνται δὲ Πριηνεῖς· εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Πελοποννησιακοῖς. εἶτα Νεάπολις͵ ἣ πρότερον μὲν ἦν Ἐφεσίων νῦν δὲ Σαμίων διαλλαξαμένων πρὸς τὸ Μαραθήσιον͵ τὸ ἐγγυτέρω πρὸς τὸ ἀπωτέρω· εἶτα Πύγελα πολίχνιον͵ ἱερὸν ἔχον Ἀρτέμιδος Μουνυχίας͵ ἵδρυμα Ἀγαμέμνονος͵ οἰκούμενον ὑπὸ μέρους τῶν ἐκείνου λαῶν· πυγαλγίας γάρ τινας καὶ γενέσθαι καὶ κληθῆναι͵ κάμνοντας δ᾽ ὑπὸ τοῦ πάθους καταμεῖναι͵ καὶ τυχεῖν οἰκείου τοῦδε τοῦ ὀνόματος τὸν τόπον. εἶτα λιμὴν Πάνορμος καλούμενος ἔχων ἱερὸν τῆς Ἐφεσίας Ἀρτέμιδος· εἶθ᾽ ἡ πόλις. ἐν δὲ τῆι αὐτῆι παραλίαι μικρὸν ὑπὲρ τῆς θαλάττης ἐστὶ καὶ ἡ Ὀρτυγία͵ διαπρεπὲς ἄλσος παντοδαπῆς ὕλης͵ κυπαρίττου δὲ τῆς πλείστης. διαρρεῖ δὲ ὁ Κέγχριος ποταμός͵ οὗ φασι νίψασθαι τὴν Λητὼ μετὰ τὰς ὠδῖνας. ἐνταῦθα γὰρ μυθεύουσι τὴν λοχείαν καὶ τὴν τροφὸν τὴν Ὀρτυγίαν καὶ τὸ ἄδυτον ἐν ὧι ἡ λοχεία͵ καὶ τὴν πλησίον ἐλαίαν͵ ἧι πρῶτον ἐπαναπαύσασθαί φασι τὴν θεὸν ἀπολυθεῖσαν τῶν ὠδίνων. ὑπέρκειται δὲ τοῦ ἄλσους ὄρος ὁ Σολμισσός͵ ὅπου στάντας φασὶ τοὺς Κουρῆτας τῶι ψόφωι τῶν ὅπλων ἐκπλῆξαι τὴν ῞Ηραν ζηλοτύπως ἐφεδρεύουσαν͵ καὶ λαθεῖν συμπράξαντας τὴν λοχείαν τῆι Λητοῖ. ὄντων δ᾽ ἐν τῶι τόπωι πλειόνων ναῶν͵ τῶν μὲν ἀρχαίων τῶν δ᾽ ὕστερον γενομένων͵ ἐν μὲν τοῖς ἀρχαίοις ἀρχαῖά ἐστι ξόανα͵ ἐν δὲ τοῖς ὕστερον Σκόπα ἔργα· ἡ μὲν Λητὼ σκῆπτρον ἔχουσα͵ ἡ δ᾽ Ὀρτυγία παρέστηκεν ἑκατέραι τῆι χειρὶ παιδίον ἔχουσα. πανήγυρις δ᾽ ἐνταῦθα συντελεῖται κατ᾽ ἔτος͵ ἔθει δέ τινι οἱ νέοι φιλοκαλοῦσι μάλιστα περὶ τὰς ἐνταῦθα εὐωχίας λαμπρυνόμενοι· τότε δὲ καὶ τῶν Κουρήτων ἀρχεῖον συνάγει συμπόσια καί τινας μυστικὰς θυσίας ἐπιτελεῖ.

1.21

Τὴν δὲ πόλιν ὤικουν μὲν Κᾶρές τε καὶ Λέλεγες͵ ἐκβαλὼν δ᾽ ὁ Ἄνδροκλος τοὺς πλείστους ὤικισεν ἐκ τῶν συνελθόντων αὐτῶι περὶ τὸ Ἀθήναιον καὶ τὴν Ὑπέλαιον͵ προσπεριλαβὼν καὶ τῆς περὶ τὸν Κορησσὸν παρωρείας. μέχρι μὲν δὴ τῶν κατὰ Κροῖσον οὕτως ὠικεῖτο͵ ὕστερον δ᾽ ἀπὸ τῆς παρωρείου καταβάντες περὶ τὸ νῦν ἱερὸν ὤικησαν μέχρι Ἀλεξάνδρου. Λυσίμαχος δὲ τὴν νῦν πόλιν τειχίσας͵ ἀηδῶς τῶν ἀνθρώπων μεθισταμένων͵ τηρήσας καταρράκτην ὄμβρον συνήργησε καὶ αὐτὸς καὶ τοὺς ῥινούχους ἐνέφραξεν ὥστε κατακλύσαι τὴν πόλιν· οἱ δὲ μετέστησαν ἄσμενοι. ἐκάλεσε δ᾽ Ἀρσινόην ἀπὸ τῆς γυναικὸς τὴν πόλιν͵ ἐπεκράτησε μέντοι τὸ ἀρχαῖον ὄνομα. ἦν δὲ γερουσία καταγραφομένη͵ τούτοις δὲ συνήιεσαν οἱ ἐπίκλητοι καλούμενοι καὶ διώικουν πάντα.

1.22

Τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν͵ εἶτ᾽ ἄλλος ἐποίησε μείζω· ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν͵ ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας͵ διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίονας· τούτων δὲ μαρτύριά ἐστι τὰ γενηθέντα τότε ψηφίσματα͵ ἅπερ ἀγνοοῦντά φησιν ὁ Ἀρτεμίδωρος τὸν Ταυρομενίτην Τίμαιον καὶ ἄλλως βάσκανον ὄντα καὶ συκοφάντην (διὸ καὶ Ἐπιτίμαιον κληθῆναι) λέγειν ὡς ἐκ τῶν Περσικῶν παρακαταθηκῶν ἐποιήσαντο τοῦ ἱεροῦ τὴν ἐπισκευήν· οὔτε δὲ ὑπάρξαι παρακαταθήκας τότε͵ εἴ τε ὑπῆρξαν͵ συνεμπεπρῆσθαι τῶι ναῶι· μετὰ δὲ τὴν ἔμπρησιν τῆς ὀροφῆς ἠφανισμένης͵ ἐν ὑπαίθρωι τῶι σηκῶι τίνα ἂν ἐθελῆσαι παρακαταθήκην κειμένην ἔχειν; Ἀλέξανδρον δὴ τοῖς Ἐφεσίοις ὑποσχέσθαι τὰ γεγονότα καὶ τὰ μέλλοντα ἀναλώματα͵ ἐφ᾽ ὧι τε τὴν ἐπιγραφὴν αὐτὸν ἔχειν͵ τοὺς δὲ μὴ ἐθελῆσαι͵ πολὺ μᾶλλον οὐκ ἂν ἐθελήσαντας ἐξ ἱεροσυλίας καὶ ἀποστερήσεως φιλοδοξεῖν· ἐπαινεῖ τε τὸν εἰπόντα τῶν Ἐφεσίων πρὸς τὸν βασιλέα͵ ὡς οὐ πρέποι θεῶι θεοῖς ἀναθήματα κατασκευάζειν.

1.23

Μετὰ δὲ τὴν τοῦ νεὼ συντέλειαν͵ ὅν φησιν εἶναι Δεινοκράτους ἔργον (τοῦ δ᾽ αὐτοῦ καὶ τὴν Ἀλεξανδρείας κτίσιν· τὸν δ᾽ αὐτὸν ὑποσχέσθαι Ἀλεξάνδρωι τὸν Ἄθω διασκευάσειν εἰς αὐτόν͵ ὡσανεὶ ἐκ πρόχου τινὸς εἰς φιάλην καταχέοντα σπονδήν͵ ποιήσοντα πόλεις δύο͵ τὴν μὲν ἐκ δεξιῶν τοῦ ὄρους τὴν δ᾽ ἐν ἀριστερᾶι͵ ἀπὸ δὲ τῆς ἑτέρας εἰς τὴν ἑτέραν ῥέοντα ποταμόν)͵ μετὰ δ᾽ οὖν τὸν νεὼν τὸ τῶν ἄλλων ἀναθημάτων πλῆθος εὑρέσθαι τῆι ἐκτιμήσει τῶν δημιουργῶν͵ τὸν δὲ δὴ βωμὸν εἶναι τῶν Πραξιτέλους ἔργων ἅπαντα σχεδόν τι πλήρη. ἡμῖν δ᾽ ἐδείκνυτο καὶ τῶν Θράσωνός τινα͵ οὗπερ καὶ τὸ Ἑκατήσιόν ἐστι καὶ ἡ κηρίνη Πηνελόπη καὶ ἡ πρεσβῦτις ἡ Εὐρύκλεια. ἱερέας δ᾽ εὐνούχους εἶχον οὓς ἐκάλουν Μεγαβύζους͵ καὶ ἀλλαχόθεν μετιόντες ἀεί τινας ἀξίους τῆς τοιαύτης προστασίας͵ καὶ ἦγον ἐν τιμῆι μεγάληι· συνιερᾶσθαι δὲ τούτοις ἐχρῆν παρθένους. νυνὶ δὲ τὰ μὲν φυλάττεται τῶν νομίμων τὰ δ᾽ ἧττον͵ ἄσυλον δὲ μένει τὸ ἱερὸν καὶ νῦν καὶ πρότερον· τῆς δ᾽ ἀσυλίας τοὺς ὅρους ἀλλαγῆναι συνέβη πολλάκις͵ Ἀλεξάνδρου μὲν ἐπὶ στάδιον ἐκτείναντος͵ Μιθριδάτου δὲ τόξευμα ἀφέντος ἀπὸ τῆς γωνίας τοῦ κεράμου καὶ δόξαντος ὑπερβαλέσθαι μικρὰ τὸ στάδιον͵ Ἀντωνίου δὲ διπλασιάσαντος τοῦτο καὶ συμπεριλαβόντος τῆι ἀσυλίαι μέρος τι τῆς πόλεως· ἐφάνη δὲ τοῦτο βλαβερὸν καὶ ἐπὶ τοῖς κακούργοις ποιοῦν τὴν πόλιν͵ ὥστ᾽ ἠκύρωσεν ὁ Σεβαστὸς Καῖσαρ.

1.24

Ἔχει δ᾽ ἡ πόλις καὶ νεώρια καὶ λιμένα· βραχύστομον δ᾽ ἐποίησαν οἱ ἀρχιτέκτονες͵ συνεξαπατηθέντες τῶι κελεύσαντι βασιλεῖ. οὗτος δ᾽ ἦν Ἄτταλος ὁ φιλάδελφος· οἰηθεὶς γὰρ οὗτος βαθὺν τὸν εἴσπλουν ὁλκάσι μεγάλαις ἔσεσθαι καὶ αὐτὸν τὸν λιμένα τεναγώδη ὄντα πρότερον διὰ τὰς ἐκ τοῦ Καΰστρου προχώσεις͵ ἐὰν παραβληθῆι χῶμα τῶι στόματι πλατεῖ τελέως ὄντι͵ ἐκέλευσε γενέσθαι τὸ χῶμα. συνέβη δὲ τοὐναντίον· ἐντὸς γὰρ ἡ χοῦς εἰργομένη τεναγίζειν μᾶλλον ἐποίησε τὸν λιμένα σύμπαντα μέχρι τοῦ στόματος· πρότερον δ᾽ ἱκανῶς αἱ πλημμυρίδες καὶ ἡ παλίρροια τοῦ πελάγους ἀφήιρει τὴν χοῦν καὶ ἀνέσπα πρὸς τὸ ἐκτός. ὁ μὲν οὖν λιμὴν τοιοῦτος· ἡ δὲ πόλις τῆι πρὸς τὰ ἄλλα εὐκαιρίαι τῶν τόπων αὔξεται καθ᾽ ἑκάστην ἡμέραν͵ ἐμπόριον οὖσα μέγιστον τῶν κατὰ τὴν Ἀσίαν τὴν ἐντὸς τοῦ Ταύρου.

1.25

Ἄνδρες δ᾽ ἀξιόλογοι γεγόνασιν ἐν αὐτῆι τῶν μὲν παλαιῶν Ἡράκλειτός τε ὁ σκοτεινὸς καλούμενος καὶ Ἑρμόδωρος͵ περὶ οὗ ὁ αὐτὸς οὗτός φησιν ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι͵ οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον͵ φάντες ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω͵ εἰ δὲ μή͵ ἄλληι τε καὶ μετ᾽ ἄλλων. δοκεῖ δ᾽ οὗτος ὁ ἀνὴρ νόμους τινὰς Ῥωμαίοις συγγράψαι. καὶ Ἱππῶναξ δ᾽ ἐστὶν ὁ ποιητὴς ἐξ Ἐφέσου καὶ Παρράσιος ὁ ζωγράφος καὶ Ἀπελλῆς͵ τῶν δὲ νεωτέρων [Ἀρτεμίδωρος καὶ] Ἀλέξανδρος ῥήτωρ ὁ Λύχνος προσαγορευθείς͵ ὃς καὶ ἐπολιτεύσατο καὶ συνέγραψεν ἱστορίαν καὶ ἔπη κατέλιπεν͵ ἐν οἷς τά τε οὐράνια διατίθεται καὶ τὰς ἠπείρους γεωγραφεῖ͵ καθ᾽ ἑκάστην ἐκδοὺς ποίημα.

1.26

Μετὰ δὲ τὴν ἐκβολὴν τοῦ Καΰστρου λίμνη ἐστὶν ἐκ τοῦ πελάγους ἀναχεομένη (καλεῖται δὲ Σελινουσία) καὶ ἐφεξῆς ἄλλη σύρρους αὐτῆι μεγάλας ἔχουσαι προσόδους͵ ἃς οἱ βασιλεῖς μὲν ἱερὰς οὔσας ἀφείλοντο τὴν θεόν͵ Ῥωμαῖοι δ᾽ ἀπέδοσαν· πάλιν δ᾽ οἱ δημοσιῶναι βιασάμενοι περιέστησαν εἰς ἑαυτοὺς τὰ τέλη͵ πρεσβεύσας δὲ ὁ Ἀρτεμίδωρος͵ ὥς φησι͵ τάς τε λίμνας ἀπέλαβε τῆι θεῶι καὶ τὴν Ἡρακλεῶτιν ἀφισταμένην ἐξενίκησε κριθεὶς ἐν Ῥώμηι· ἀντὶ δὲ τούτων εἰκόνα χρυσῆν ἀνέστησεν ἡ πόλις ἐν τῶι ἱερῶι. τῆς δὲ λίμνης ἐν τῶι κοιλοτάτωι βασιλέως ἐστὶν ἱερόν· φασὶ δ᾽ Ἀγαμέμνονος ἵδρυμα.

1.27

Εἶτα τὸ Γαλλήσιον ὄρος καὶ ἡ Κολοφὼν πόλις Ἰωνικὴ καὶ τὸ πρὸ αὐτῆς ἄλσος τοῦ Κλαρίου Ἀπόλλωνος͵ ἐν ὧι καὶ μαντεῖόν ἐστι παλαιόν. λέγεται δὲ Κάλχας ὁ μάντις μετ᾽ Ἀμφιλόχου τοῦ Ἀμφιαράου κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον πεζῆι δεῦρο ἀφικέσθαι͵ περιτυχὼν δ᾽ ἑαυτοῦ κρείττονι μάντει κατὰ τὴν Κλάρον͵ Μόψωι τῶι Μαντοῦς τῆς Τειρεσίου θυγατρός͵ διὰ λύπην ἀποθανεῖν. Ἡσίοδος μὲν οὖν οὕτω πως διασκευάζει τὸν μῦθον· προτεῖναι γάρ τι τοιοῦτο τῶι Μόψωι τὸν Κάλχαντα θαῦμά μ᾽ ἔχει κατὰ θυμόν͵ ὅσους ἐρινειὸς ὀλύνθους οὗτος ἔχει μικρός περ ἐών· εἴποις ἂν ἀριθμόν; τὸν δ᾽ ἀποκρίνασθαι μύριοί εἰσιν ἀριθμόν͵ ἀτὰρ μέτρον γε μέδιμνος· εἷς δὲ περισσεύει͵ τὸν ἐπενθέμεν οὔ κεδύναιο. ὣς φάτο· καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου. καὶ τότε δὴ Κάλχανθ᾽ * ὕπνος θανάτοιο κάλυψε. Φερεκύδης δέ φησιν ὗν προβαλεῖν ἔγκυον τὸν Κάλχαντα πόσους ἔχει χοίρους͵ τὸν δ᾽ εἰπεῖν ὅτι τρεῖς͵ ὧν ἕνα θῆλυν· ἀληθεύσαντος δ᾽ ἀποθανεῖν ὑπὸ λύπης. οἱ δὲ τὸν μὲν Κάλχαντα προβαλεῖν τὴν ὗν φασι τὸν δὲ ἐρινεόν͵ καὶ τὸν μὲν εἰπεῖν τἀληθὲς τὸν δὲ μή͵ ἀποθανεῖν δὲ ὑπὸ λύπης καὶ κατά τι λόγιον. λέγει δ᾽ αὐτὸ Σοφοκλῆς ἐν Ἑλένης ἀπαιτήσει ὡς εἱμαρμένον εἴη ἀποθανεῖν͵ ὅταν κρείττονι ἑαυτοῦ μάντει περιτύχηι· οὗτος δὲ καὶ εἰς Κιλικίαν μεταφέρει τὴν ἔριν καὶ τὸν θάνατον τοῦ Κάλχαντος. τὰ μὲν παλαιὰ τοιαῦτα.

1.28

Ἐκτήσαντο δέ ποτε καὶ ναυτικὴν ἀξιόλογον δύναμιν Κολοφώνιοι καὶ ἱππικήν͵ ἐν ἧι τοσοῦτον διέφερον τῶν ἄλλων ὥσθ᾽͵ ὅπου ποτὲ ἐν τοῖς δυσκαταλύτοις πολέμοις τὸ ἱππικὸν τῶν Κολοφωνίων ἐπικουρήσειε͵ λύεσθαι τὸν πόλεμον· ἀφ᾽ οὗ καὶ τὴν παροιμίαν ἐκδοθῆναι τὴν λέγουσαν τὸν Κολοφῶνα ἐπέθηκεν ὅταν τέλος ἐπιτεθῆι βέβαιον τῶι πράγματι. ἄνδρες δ᾽ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας͵ καὶ Ξενοφάνης ὁ φυσικός͵ ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων· λέγει δὲ Πίνδαρος καὶ Πολύμναστόν τινα τῶν περὶ τὴν μουσικὴν ἐλλογίμων φθέγμα μὲν πάγκοινον ἔγνωκας Πολυμνάστου Κολοφωνίου ἀνδρός. καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν. Εὐθυπλοίαι μὲν οὖν ἑβδομήκοντα στάδιοί εἰσιν ἐξ Ἐφέσου͵ ἐγκολπίζοντι δὲ ἑκατὸν καὶ εἴκοσι.

1.29

Μετὰ δὲ Κολοφῶνα ὄρος Κοράκιον καὶ νησίον ἱερὸν Ἀρτέμιδος͵ εἰς ὃ διανηχομένας τίκτειν τὰς ἐλάφους πεπιστεύκασιν. εἶτα Λέβεδος διέχουσα Κολοφῶνος ἑκατὸν καὶ εἴκοσιν· ἐνταῦθα τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἡ σύνοδος καὶ κατοικία τῶν ἐν Ἰωνίαι μέχρι Ἑλλησπόντου͵ ἐν ἧι πανήγυρίς τε καὶ ἀγῶνες κατ᾽ ἔτος συντελοῦνται τῶι Διονύσωι. ἐν Τέωι δὲ ὤικουν πρότερον τῆι ἐφεξῆς πόλει τῶν Ἰώνων͵ ἐμπεσούσης δὲ στάσεως εἰς Ἔφεσον κατέφυγον· Ἀττάλου δ᾽ εἰς Μυόννησον αὐτοὺς καταστήσαντος μεταξὺ Τέω καὶ Λεβέδου͵ πρεσβεύονται Τήιοι δεόμενοι Ῥωμαίων μὴ περιιδεῖν ἐπιτειχιζομένην σφίσι τὴν Μυόννησον͵ οἱ δὲ μετέστησαν εἰς Λέβεδον δεξαμένων τῶν Λεβεδίων ἀσμένως διὰ τὴν κατέχουσαν αὐτοὺς ὀλιγανδρίαν. καὶ Τέως δὲ Λεβέδου διέχει ἑκατὸν εἴκοσι͵ μεταξὺ δὲ νῆσος Ἀσπίς͵ οἱ δ᾽ Ἀρκόνησον καλοῦσι· καὶ ἡ Μυόννησος δὲ ἐφ᾽ ὕψους χερρονησίζοντος κατοικεῖται.

1.30

Καὶ ἡ Τέως δὲ ἐπὶ χερρονήσωι ἵδρυται λιμένα ἔχουσα· ἐνθένδ᾽ ἐστὶν Ἀνακρέων ὁ μελοποιός͵ ἐφ᾽ οὗ Τήιοι τὴν πόλιν ἐκλιπόντες εἰς Ἄβδηρα ἀπώικησαν Θραικίαν πόλιν͵ οὐ φέροντες τὴν τῶν Περσῶν ὕβριν͵ ἀφ᾽ οὗ καὶ τοῦτ᾽ εἴρηται Ἄβδηρα καλὴ Τηίων ἀποικίη. πάλιν δ᾽ ἐπανῆλθόν τινες αὐτῶν χρόνωι ὕστερον· εἴρηται δὲ καὶ περὶ Ἀπελλικῶντος ὅτι Τήιος ἦν κἀκεῖνος· γέγονε δὲ καὶ συγγραφεὺς Ἑκαταῖος ἐκ τῆς αὐτῆς πόλεως. ἔστι καὶ ἄλλος λιμὴν ὁ πρόσβορρος ἀπὸ τριάκοντα σταδίων τῆς πόλεως Γερραιίδαι.

1.31

Εἶτα Χαλκιδεῖς [καὶ] ὁ τῆς χερρονήσου ἰσθμὸς τῆς Τηίων καὶ Ἐρυθραίων· ἐντὸς μὲν οὖν τοῦ ἰσθμοῦ οἰκοῦσιν οὗτοι͵ ἐπ᾽ αὐτῶι δὲ τῶι ἰσθμῶι Τήιοι καὶ Κλαζομένιοι· τὸ μὲν γὰρ νότιον τοῦ ἰσθμοῦ πλευρὸν ἔχουσι Τήιοι τοὺς Χαλκιδέας͵ τὸ δὲ πρόσβορρον Κλαζομένιοι͵ καθ᾽ ὃ συνάπτουσι τῆι Ἐρυθραίαι. κεῖται δ᾽ Ὑπόκρημνος ὁ τόπος ἐπὶ τῆι ἀρχῆι τοῦ ἰσθμοῦ͵ ἐντὸς μὲν ἀπολαμβάνων τὴν Ἐρυθραίαν ἐκτὸς δὲ τὴν τῶν Κλαζομενίων. ὑπέρκειται δὲ τῶν Χαλκιδέων ἄλσος καθιερωμένον Ἀλεξάνδρωι τῶι Φιλίππου͵ καὶ ἀγὼν ὑπὸ τοῦ κοινοῦ τῶν Ἰώνων Ἀλεξάνδρεια καταγγέλλεται͵ συντελούμενος ἐνταῦθα. ἡ δ᾽ ὑπέρβασις τοῦ ἰσθμοῦ τοῦ ἀπὸ τοῦ Ἀλεξανδρείου καὶ τῶν Χαλκιδέων μέχρι τοῦ Ὑποκρήμνου πεντήκοντά εἰσι στάδιοι͵ ὁ δὲ περίπλους πλείους ἢ χίλιοι. κατὰ μέσον δέ που τὸν περίπλουν αἱ Ἐρυθραί͵ πόλις Ἰωνικὴ λιμένα ἔχουσα καὶ νησῖδας προκειμένας τέτταρας Ἵππους καλουμένας.

1.32

Πρὶν δ᾽ ἐλθεῖν ἐπὶ τὰς Ἐρυθράς͵ πρῶτον μὲν Ἔραι πολίχνιόν ἐστι Τηίων· εἶτα Κώρυκος ὄρος ὑψηλὸν καὶ λιμὴν ὑπ᾽ αὐτῶι Κασύστης καὶ ἄλλος Ἐρυθρᾶς λιμὴν καλούμενος καὶ ἐφεξῆς πλείους ἕτεροι. φασὶ δὲ τὸν παράπλουν τοῦ Κωρύκου πάντα ληιστήριον ὑπάρξαι τῶν Κωρυκαίων καλουμένων͵ εὑρομένων τρόπον καινὸν τῆς ἐπιβουλῆς τῶν πλοϊζομένων· κατεσπαρμένους γὰρ ἐν τοῖς λιμέσι τοῖς καθορμιζομένοις ἐμπόροις προσφοιτᾶν καὶ ὠτακουστεῖν τί φέροιεν καὶ ποῦ πλέοιεν͵ εἶτα συνελθόντας ἀναχθεῖσι τοῖς ἀνθρώποις ἐπιτίθεσθαι καὶ καθαρπάζειν· ἀφ᾽ οὗ δὴ πάντα τὸν πολυπράγμονα καὶ κατακούειν ἐπιχειροῦντα τῶν λάθρα καὶ ἐν ἀπορρήτωι διαλεγομένων Κωρυκαῖον καλοῦμεν͵ καὶ ἐν παροιμίαι φαμέν τοῦ δ᾽ ἆρ᾽ ὁ Κωρυκαῖος ἠκροάζετο͵ ὅταν δοκῆι τις πράττειν δι᾽ ἀπορρήτων ἢ λα λεῖν͵ μὴ λανθάνηι δὲ διὰ τοὺς κατασκοποῦντας καὶ φιλοπευστοῦντας τὰ μὴ προσήκοντα.

1.33

Μετὰ δὲ Κώρυκον Ἁλόννησος νησίον· εἶτα τὸ Ἄργεννον͵ ἄκρα τῆς Ἐρυθραίας πλησιάζουσα μάλιστα τῶι Χίων Ποσειδίωι ποιοῦντι πορθμὸν ὅσον ἑξήκοντα σταδίων. μεταξὺ δὲ τῶν Ἐρυθρῶν καὶ τοῦ Ὑποκρήμνου Μίμας ἐστὶν ὄρος ὑψηλὸν εὔθηρον πολύδενδρον· εἶτα κώμη Κυβέλεια καὶ ἄκρα Μέλαινα καλουμένη μύλων ἔχουσα λατόμιον.

1.34

Ἐκ δ᾽ Ἐρυθρῶν Σίβυλλά ἐστιν͵ ἔνθους καὶ μαν τικὴ γυνὴ τῶν ἀρχαίων τις· κατ᾽ Ἀλέξανδρον δὲ ἄλλη ἦν τὸν αὐτὸν τρόπον μαντική͵ καλουμένη Ἀθηναΐς͵ ἐκ τῆς αὐτῆς πόλεως· καὶ καθ᾽ ἡμᾶς Ἡρακλείδης Ἡροφίλειος ἰατρὸς συσχολαστὴς Ἀπολλωνίου τοῦ Μυός.

1.35

Ἡ δὲ Χίος τὸν μὲν περίπλουν ἐστὶ σταδίων ἐνακοσίων παρὰ γῆν φερομένωι͵ πόλιν δ᾽ ἔχει εὐλίμενον καὶ ναύσταθμον ναυσὶν ὀγδοήκοντα. ἐν δὲ τῶι περίπλωι δεξιὰν τὴν νῆσον ἔχοντι ἀπὸ τῆς πόλεως πρῶτον μέν ἐστι τὸ Ποσείδιον͵ εἶτα Φάναι λιμὴν βαθύς͵ καὶ νεὼς Ἀπόλλωνος καὶ ἄλσος φοινίκων· εἶτα Νότιον ὕφορμος αἰγιαλός· εἶτα Λαΐους͵ καὶ οὗτος ὕφορμος αἰγιαλός͵ ὅθεν εἰς τὴν πόλιν ἑξήκοντα σταδίων ἰσθμός· περίπλους δὲ τριακοσίων ἑξήκοντα ὃν ἐπήλθομεν. εἶτα Μέλαινα ἄκρα͵ καθ᾽ ἣν τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας͵ ὑψηλή͵ πόλιν ὁμώνυμον ἔχουσα· κύκλος δὲ τῆς νήσου τετταράκοντα στάδιοι. εἶθ᾽ ἡ Ἀριουσία χώρα τραχεῖα καὶ ἀλίμενος σταδίων ὅσον τριάκοντα͵ οἶνον ἄριστον φέρουσα τῶν Ἑλληνικῶν. εἶτα τὸ Πελιναῖον ὄρος ὑψηλότατον τῶν ἐν τῆι νήσωι. ἔχει δ᾽ ἡ νῆσος καὶ λατόμιον μαρμάρου λίθου. ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς καὶ Θεόκριτος ὁ σοφιστής· οὗτοι δὲ καὶ ἀντεπολιτεύσαντο ἀλλήλοις. ἀμφισβητοῦσι δὲ καὶ Ὁμήρου Χῖοι͵ μαρτύριον μέγα τοὺς Ὁμηρίδας καλουμένους ἀπὸ τοῦ ἐκείνου γένους προχειριζόμενοι͵ ὧν καὶ Πίνδαρος μέμνηται ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλ᾽ ἀοιδοί. ἐκέκτηντο δὲ καὶ ναυτικόν ποτε Χῖοι͵ καὶ ἀνθήπτοντο τῆς κατὰ θάλατταν ἀρχῆς καὶ ἐλευθερίας. ἐκ Χίου δ᾽ εἰς Λέσβον νότωι τετρακόσιοί που στάδιοι.

1.36

Ἐκ δὲ τοῦ Ὑποκρήμνου Χύτριόν ἐστι τόπος͵ ὅπου πρότερον ἵδρυντο Κλαζομεναί· εἶθ᾽ ἡ νῦν πόλις νησία ἔχουσα προκείμενα ὀκτὼ γεωργούμενα· Κλαζομένιος δ᾽ ἦν ἀνὴρ ἐπιφανὴς Ἀναξαγόρας ὁ φυσικός͵ Ἀναξιμένους ὁμιλητὴς τοῦ Μιλησίου· διήκουσαν δὲ τούτου Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητής. εἶθ᾽ ἱερὸν Ἀπόλλωνος καὶ θερμὰ ὕδατα καὶ ὁ Σμυρναίων κόλπος καὶ ἡ πόλις.

1.37

Ἑξῆς δὲ ἄλλος κόλπος͵ ἐν ὧι ἡ παλαιὰ Σμύρνα ἀπὸ εἴκοσι σταδίων τῆς νῦν. Λυδῶν δὲ κατασπασάντων τὴν Σμύρναν περὶ τετρακόσια ἔτη διετέλεσεν οἰκουμένη κωμηδόν· εἶτα ἀνήγειρεν αὐτὴν Ἀντίγονος͵ καὶ μετὰ ταῦτα Λυσίμαχος͵ καὶ νῦν ἐστι καλλίστη τῶν πασῶν͵ μέρος μέν τι ἔχουσα ἐπ᾽ ὄρει τετειχισμένον͵ τὸ δὲ πλέον ἐν πεδίωι πρὸς τῶι λιμένι καὶ πρὸς τῶι μητρώιωι καὶ πρὸς γυμνασίωι. ἔστι δ᾽ ἡ ῥυμοτομία διάφορος ἐπ᾽ εὐθειῶν εἰς δύναμιν καὶ αἱ ὁδοὶ λιθόστρωτοιστοαί τε μεγάλαι τετράγωνοι͵ ἐπίπεδοί τε καὶ ὑπερῶιοι· ἔστι δὲ καὶ βιβλιοθήκη καὶ τὸ Ὁμήρειον͵ στοὰ τετράγωνος͵ ἔχουσα νεὼν Ὁμήρου καὶ ξόανον· μεταποιοῦνται γὰρ καὶ οὗτοι διαφερόντως τοῦ ποιητοῦ͵ καὶ δὴ καὶ νόμισμά τι χαλκοῦν παρ᾽ αὐτοῖς Ὁμήρειον λέγεται. ῥεῖ δὲ πλησίον τοῦ τείχους ὁ Μέλης ποταμός. ἔστι δὲ πρὸς τῆι ἄλληι κατασκευῆι τῆς πόλεως καὶ λιμὴν κλειστός. ἓν δ᾽ ἐλάττωμα τῶν ἀρχιτεκτόνων οὐ μικρόν͵ ὅτι τὰς ὁδοὺς στορνύντες ὑπορρύσεις οὐκ ἔδωκαν αὐταῖς͵ ἀλλ᾽ ἐπιπολάζει τὰ σκύβαλα καὶ μάλιστα ἐν τοῖς ὄμβροις ἐπαφιεμένων τῶν ἀποσκευῶν. ἐνταῦθα Δολοβέλλας Τρεβώνιον ἐκπολιορκήσας ἀνεῖλεν͵ ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν͵ καὶ τῆς πόλεως παρέλυσε πολλὰ μέρη.

1.38

Μετὰ δὲ Σμύρναν αἱ Λεῦκαι πολίχνιον͵ ὃ ἀπέστησεν Ἀριστόνικος μετὰ τὴν Ἀττάλου τοῦ φιλομήτορος τελευτήν͵ δοκῶν τοῦ γένους εἶναι τοῦ τῶν βασιλέων καὶ διανοούμενος εἰς ἑαυτὸν ποιεῖσθαι τὴν ἀρχήν· ἐντεῦθεν μὲν οὖν ἐξέπεσεν ἡττηθεὶς ναυμαχίαι περὶ τὴν Κυμαίαν ὑπὸ Ἐφεσίων͵ εἰς δὲ τὴν μεσόγαιαν ἀνιὼν ἤθροισε διὰ ταχέων πλῆθος ἀπόρων τε ἀνθρώπων καὶ δούλων ἐπ᾽ ἐλευθερίαι κατακεκλημένων͵ οὓς Ἡλιοπολίτας ἐκάλεσε. πρῶτον μὲν οὖν παρεισέπεσεν εἰς Θυάτειρα͵ εἶτ᾽ Ἀπολλωνίδα ἔσχεν͵ εἶτ᾽ ἄλλων ἐφίετο φρουρίων· οὐ πολὺν δὲ διεγένετο χρόνον͵ ἀλλ᾽ εὐθὺς αἵ τε πόλεις ἔπεμψαν πλῆθος͵ καὶ Νικομήδης ὁ Βιθυνὸς ἐπεκούρησε καὶ οἱ τῶν Καππαδόκων βασιλεῖς. ἔπειτα πρέσβεις Ῥωμαίων πέντε ἧκον͵ καὶ μετὰ ταῦτα στρατιὰ καὶ ὕπατος Πόπλιος Κράσσος͵ καὶ μετὰ ταῦτα Μάρκος Περπέρνας͵ ὃς καὶ κατέλυσε τὸν πόλεμον ζωγρίαι λαβὼν τὸν Ἀριστόνικον καὶ ἀναπέμψας εἰς Ῥώμην. ἐκεῖνος μὲν οὖν ἐν τῶι δεσμωτηρίωι κατέστρεψε τὸν βίον͵ Περπέρναν δὲ νόσος διέφθειρε͵ Κράσσος δὲ περὶ Λεύκας ἐπιθεμένων τινῶν ἔπεσεν ἐν μάχηι. Μάνιος δ᾽ Ἀκύλλιος ἐπελθὼν ὕπατος μετὰ δέκα πρεσβευτῶν διέταξε τὴν ἐπαρχίαν εἰς τὸ νῦν ἔτι συμμένον τῆς πολιτείας σχῆμα. Μετὰ δὲ Λεύκας Φώκαια ἐν κόλπωι· περὶ δὲ ταύτης εἰρήκαμεν ἐν τῶι περὶ Μασσαλίας λόγωι. εἶθ᾽ οἱ ὅροι τῶν Ἰώνων καὶ τῶν Αἰολέων· εἴρηται δὲ καὶ περὶ τούτων. ἐν δὲ τῆι μεσογαίαι τῆς Ἰωνικῆς παραλίας λοιπά ἐστι τὰ περὶ τὴν ὁδὸν τὴν ἐξ Ἐφέσου μέχρι Ἀντιοχείας καὶ τοῦ Μαιάνδρου. ἔστι δὲ καὶ τὰ χωρία ταῦτα Λυδοῖς καὶ Καρσὶν ἐπίμικτα καὶ τοῖς Ἕλλησι.

1.39

Πρώτη δ᾽ ἐστὶν ἐξ Ἐφέσου Μαγνησία πόλις Αἰολίς͵ λεγομένη δὲ ἐπὶ Μαιάνδρωι· πλησίον γὰρ αὐτοῦ ἵδρυται· πολὺ δὲ πλησιαίτερον ὁ Ληθαῖος ἐμβάλλων εἰς τὸν Μαίανδρον͵ τὴν δ᾽ ἀρχὴν ἔχων ἀπὸ Πακτύου τοῦ τῶν Ἐφεσίων ὄρους· ἕτερος δ᾽ ἐστὶ Ληθαῖος ὁ ἐν Γορτύνηι καὶ ὁ περὶ Τρίκκην͵ ἐφ᾽ ὧι ὁ Ἀσκληπιὸς γεννηθῆναι λέγεται͵ καὶ ἔτι ἐν τοῖς Ἑσπερίταις Λίβυσι. κεῖται δ᾽ ἐν πεδίωι πρὸς ὄρει καλουμένωι Θώρακι ἡ πόλις͵ ἐφ᾽ ὧι σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν λοιδορήσαντα τοὺς βασιλέας διὰ διστίχου πορφύρεοι μώλωπες͵ ἀπορρινήματα γάζης Λυσιμάχου͵ Λυδῶν ἄρχετε καὶ Φρυγίης. καὶ λόγιον δ᾽ ἐκπεσεῖν αὐτῶι λέγεται φυλάττεσθαι τὸν Θώρακα.

1.40

Δοκοῦσι δ᾽ εἶναι Μάγνητες Δελφῶν ἀπόγονοι τῶν ἐποικησάντων τὰ Δίδυμα ὄρη ἐν Θετταλίαι͵ περὶ ὧν φησιν Ἡσίοδος ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνούς͵ Δωτίωι ἐν πεδίωι πολυβότρυος ἄντ᾽ Ἀμύροιο͵ νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής. Ἐνταῦθα δ᾽ ἦν καὶ τὸ τῆς Δινδυμήνης ἱερὸν μητρὸς θεῶν· ἱεράσασθαι δ᾽ αὐτοῦ τὴν Θεμιστοκλέους γυναῖκα͵ οἱ δὲ θυγατέρα παραδιδόασι· νῦν δ᾽ οὐκ ἔστι τὸ ἱερὸν διὰ τὸ τὴν πόλιν εἰς ἄλλον μετωικίσθαι τόπον· ἐν δὲ τῆι νῦν πόλει τὸ τῆς Λευκοφρυήνης ἱερὸν ἔστιν Ἀρτέμιδος͵ ὃ τῶι μὲν μεγέθει τοῦ ναοῦ καὶ τῶι πλήθει τῶν ἀναθημάτων λείπεται τοῦ ἐν Ἐφέσωι͵ τῆι δ᾽ εὐρυθμίαι καὶ τῆι τέχνηι τῆι περὶ τὴν κατασκευὴν τοῦ σηκοῦ πολὺ διαφέρει· καὶ τῶι μεγέθει ὑπεραίρει πάντας τοὺς ἐν Ἀσίαι πλὴν δυεῖν͵ τοῦ ἐν Ἐφέσωι καὶ τοῦ ἐν Διδύμοις. καὶ τὸ παλαιὸν δὲ συνέβη τοῖς Μάγνησιν ὑπὸ Τρηρῶν ἄρδην ἀναιρεθῆναι͵ Κιμμερικοῦ ἔθνους͵ εὐτυχήσαντας πολὺν χρόνον͵ τὸ δ᾽ ἑξῆς τοὺς Ἐφεσίους κατασχεῖν τὸν τόπον. Καλλῖνος μὲν οὖν ὡς εὐτυχούντων ἔτι τῶν Μαγνήτων μέμνηται καὶ κατορθούντων ἐν τῶι πρὸς τοὺς Ἐφεσίους πολέμωι͵ Ἀρχίλοχος δὲ ἤδη φαίνεται γνωρίζων τὴν γενομένην αὐτοῖς συμφοράν κλαίει θάσων οὗ τὰ Μαγνήτων κακά. ἐξ οὗ καὶ [αὐ]τὸν νεώτερον εἶναι τοῦ Καλλίνου τεκμαίρεσθαι πάρεστιν. ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος ἐπὰν φῆι νῦν δ᾽ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν͵ ἐν ἧι τὴν Σάρδεων ἅλωσιν δηλοῖ.

1.41

Ἄνδρες δ᾽ ἐγένοντο γνώριμοι Μάγνητες Ἡγησίας τε ὁ ῥήτωρ͵ ὃς ἦρξε μάλιστα τοῦ Ἀσιανοῦ λεγομένου ζήλου παραφθείρας τὸ καθεστὼς ἔθος τὸ Ἀττικόν͵ καὶ Σῖμος ὁ μελοποιὸς παραφθείρας καὶ αὐτὸς τὴν τῶν προτέρων μελοποιῶν ἀγωγὴν καὶ τὴν σιμωιδίαν εἰσαγαγών (καθάπερ ἔτι μᾶλλον λυσιωιδοὶ καὶ μαγωιδοί)͵ καὶ Κλεόμαχος ὁ πύκτης͵ ὃς εἰς ἔρωτα ἐμπεσὼν κιναίδου τινὸς καὶ παιδίσκης ὑπὸ [τῶι] κιναίδωι τρεφομένης ἀπεμιμήσατο τὴν ἀγωγὴν τῶν παρὰ τοῖς κιναίδοις διαλέκτων καὶ τῆς ἠθοποιίας· ἦρξε δὲ Σωτάδης μὲν πρῶτος τοῦ κιναιδολογεῖν͵ ἔπειτα Ἀλέξανδρος ὁ Αἰτωλός· ἀλλ᾽ οὗτοι μὲν ἐν ψιλῶι λόγωι͵ μετὰ μέλους δὲ Λῦσις͵ καὶ ἔτι πρότερος τούτου ὁ Σῖμος. Ἀναξήνορα δὲ τὸν κιθαρωιδὸν ἐξῆρε μὲν καὶ τὰ θέατρα͵ ἀλλ᾽ ὅτι μάλιστα Ἀντώνιος͵ ὅς γε καὶ τεττάρων πόλεων ἀπέδειξε φορολόγον στρατιώτας αὐτῶι συστήσας. καὶ ἡ πατρὶς δ᾽ ἱκανῶς αὐτὸν ηὔξησε πορφύραν ἐνδύσασα ἱερωμένον τοῦ σωσιπόλιδος Διός͵ καθάπερ καὶ ἡ γραπτὴ εἰκὼν ἐμφανίζει ἡ ἐν τῆι ἀγορᾶι. ἔστι δὲ καὶ χαλκῆ εἰκὼν ἐν τῶι θεάτρωι ἐπιγραφὴν ἔχουσα ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδ᾽͵ οἷος ὅδ᾽ ἐστί͵ θεοῖς ἐναλίγκιος αὐδῆι. οὐ στοχασάμενος δὲ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπε τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος͵ ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν ἀμφιβολίαν τὴν περὶ τὴν γραφήν͵ εἴτε τὴν ὀνομαστικὴν δέχοιτο πτῶσιν τῆς ἐσχάτης προσηγορίας εἴτε τὴν δοτικήν· πολλοὶ γὰρ χωρὶς τοῦ ι γράφουσι τὰς δοτικάς͵ καὶ ἐκβάλλουσι δὲ τὸ ἔθος φυσικὴν αἰτίαν οὐκ ἔχον.

1.42

Μετὰ δὲ Μαγνησίαν ἡ ἐπὶ Τράλλεις ἐστὶν ὁδὸς ἐν ἀριστερᾶι μὲν τὴν Μεσωγίδα ἔχουσιν͵ ἐν αὐτῆι δὲ τῆι ὁδῶι καὶ ἐν δεξιᾶι τὸ Μαιάνδρου πεδίον͵ Λυδῶν ἅμα καὶ Καρῶν νεμομένων καὶ Ἰώνων Μιλησίων τε καὶ Μυησίων͵ ἔτι δὲ Αἰολέων τῶν ἐν Μαγνησίαι· ὁ δ᾽ αὐτὸς τρόπος τῆς τοποθεσίας καὶ μέχρι Νύσης καὶ Ἀντιοχείας. ἵδρυται δ᾽ ἡ μὲν τῶν Τραλλιανῶν πόλις ἐπὶ τραπεζίου τινὸς ἄκραν ἔχοντος ἐρυμνήν· καὶ τὰ κύκλωι δ᾽ ἱκανῶς εὐερκῆ· συνοικεῖται δὲ καλῶς εἴ τις ἄλλη τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ εὐπόρων ἀνθρώπων͵ καὶ ἀεί τινες ἐξ αὐτῆς εἰσιν οἱ πρωτεύοντες κατὰ τὴν ἐπαρχίαν͵ οὓς Ἀσιάρχας καλοῦσιν· ὧν Πυθόδωρός τε ἦν͵ ἀνὴρ Νυσαεὺς τὸ ἐξ ἀρχῆς͵ ἐκεῖσε δὲ μεταβεβηκὼς διὰ τὴν ἐπιφάνειαν καὶ ἐν τῆι πρὸς Πομπήιον φιλίαι διαπρέπων μετ᾽ ὀλίγων· περιεβέβλητο δὲ καὶ οὐσίαν βασιλικὴν πλειόνων ἢ δισχιλίων ταλάντων͵ ἣν ὑπὸ Καίσαρος τοῦ θεοῦ πραθεῖσαν διὰ τὴν πρὸς Πομπήιον φιλίαν ἐξωνησάμενος οὐχ ἥττω τοῖς παισὶ κατέλιπε· τούτου δ᾽ ἐστὶ θυγάτηρ Πυθοδωρὶς ἡ νῦν βασιλεύουσα ἐν τῶι Πόντωι͵ περὶ ἧς εἰρήκαμεν. οὗτός [τε] δὴ καθ᾽ ἡμᾶς ἤκμασε καὶ Μηνόδωρος͵ ἀνὴρ λόγιος καὶ ἄλλως σεμνὸς καὶ βαρύς͵ ἔχων τὴν ἱερωσύνην τοῦ Διὸς τοῦ * Λαρισαίου· κατεστασιάσθη δ᾽ ὑπὸ τῶν Δομετίου τοῦ Ἀηνοβάρβου φίλων͵ καὶ ἀνεῖλεν αὐτὸν ἐκεῖνος ὡς ἀφιστάντα τὸ ναυτικόν͵ πιστεύσας τοῖς ἐνδειξαμένοις. ἐγένοντο δὲ καὶ ῥήτορες ἐπιφανεῖς Διονυσοκλῆς τε καὶ μετὰ ταῦτα Δάμασος ὁ σκόμβρος. κτίσμα δέ φασιν εἶναι τὰς Τράλλεις Ἀργείων καί τινων Θραικῶν Τραλλίων͵ ἀφ᾽ ὧν τοὔνομα. τυραννηθῆναι δ᾽ ὀλίγον συνέπεσε χρόνον τὴν πόλιν ὑπὸ τῶν Κρατίππου παίδων κατὰ τὰ Μιθριδατικά.

1.43

Νῦσα δ᾽ ἵδρυται πρὸς τῆι Μεσωγίδι τὸ πλέον τῶι ὄρει προσανακεκλιμένη͵ ἔστι δ᾽ ὥσπερ δίπολις· διαιρεῖ γὰρ αὐτὴν χαράδρα τις ποιοῦσα φάραγγα͵ ἧς τὸ μὲν γέφυραν ἐπικειμένην ἔχει συνάπτουσαν τὰς δύο πόλεις͵ τὸ δ᾽ ἀμφιθεάτρωι κεκόσμηται κρυπτὴν ἔχοντι τὴν ὑπόρρυσιν τῶν χαραδρωδῶν ὑδάτων· τῶι δὲ θεάτρωι δύο ἄκραι͵ ὧν τῆι μὲν ὑπόκειται τὸ γυμνάσιον τῶν νέων͵ τῆι δ᾽ ἀγορὰ καὶ τὸ γεροντικόν· πρὸς δὲ νότον ὑποπέπτωκε τῆι πόλει τὸ πεδίον͵ καθάπερ καὶ ταῖς Τράλλεσιν.

1.44

Ἐν δὲ τῆι ὁδῶι τῆι μεταξὺ τῶν Τράλλεων καὶ τῆς Νύσης κώμη τῶν Νυσαέων ἐστὶν οὐκ ἄπωθεν τῆς πόλεως Ἀχάρακα͵ ἐν ἧι τὸ Πλουτώνιον ἔχον καὶ ἄλσος πολυτελὲς καὶ νεὼν Πλούτωνός τε καὶ Κόρης͵ καὶ τὸ Χαρώνιον ἄντρον ὑπερκείμενον τοῦ ἄλσους θαυμαστὸν τῆι φύσει· λέγουσι γὰρ δὴ τοὺς νοσώδεις καὶ προσέχοντας ταῖς τῶν θεῶν τούτων θεραπείαις φοιτᾶν ἐκεῖσε καὶ διαιτᾶσθαι ἐν τῆι κώμηι πλησίον τοῦ ἄντρου παρὰ τοῖς ἐμπείροις τῶν ἱερέων͵ οἳ ἐγκοιμῶνταί τε ὑπὲρ αὐτῶν καὶ διατάττουσιν ἐκ τῶν ὀνείρων τὰς θεραπείας. οὗτοι δ᾽ εἰσὶ καὶ οἱ ἐπικαλοῦντες τὴν τῶν θεῶν ἰατρείαν· ἄγουσι δὲ πολλάκις εἰς τὸ ἄντρον καὶ ἱδρύουσι μένοντας καθ᾽ ἡσυχίαν ἐκεῖ καθάπερ ἐν φωλεῶι σιτίων χωρὶς ἐπὶ πλείους ἡμέρας. ἔστι δ᾽ ὅτε καὶ ἰδίοις ἐνυπνίοις οἱ νοσηλευόμενοι προσέχουσι͵ μυσταγωγοῖς δ᾽ ὅμως καὶ συμβούλοις ἐκείνοις χρῶνται ὡς ἂν ἱερεῦσι· τοῖς δ᾽ ἄλλοις ἄδυτός ἐστιν ὁ τόπος καὶ ὀλέθριος. πανήγυρις δ᾽ ἐν τοῖς Ἀχαράκοις συντελεῖται κατ᾽ ἔτος͵ καὶ τότε μάλιστα ὁρᾶν ἔστι καὶ ἀκούειν περὶ τῶν νοσούντων τοὺς πανηγυρίζοντας· τότε δὲ καὶ περὶ τὴν μεσημβρίαν ὑπολαβόντες ταῦρον οἱ ἐκ τοῦ γυμνασίου νέοι καὶ ἔφηβοι γυμνοὶ λίπ᾽ ἀληλιμμένοι μετὰ σπουδῆς ἀνακομίζουσιν εἰς τὸ ἄντρον· ἀφεθεὶς δὲ μικρὸν προελθὼν πίπτει καὶ ἔκπνους γίνεται.

1.45

Ἀπὸ δὲ τριάκοντα σταδίων τῆς Νύσης ὑπερβᾶσι Τμῶλον τὸ ὄρος τὴν Μεσωγίδα ἐπὶ τὰ πρὸς νότον μέρη καλεῖται τόπος Λειμών͵ εἰς ὃν ἐξοδεύουσι πανηγυριοῦντες Νυσαεῖς τε καὶ οἱ κύκλωι πάντες· οὐ πόρρω δὲ τούτου στόμιόν ἐστιν ἱερὸν τῶν αὐτῶν θεῶν͵ ὅ φασι καθήκειν μέχρι τῶν Ἀχαράκων. τοῦτον δὲ τὸν λειμῶνα ὀνομάζειν τὸν ποιητήν φασιν ὅταν φῆι Ἀσίω ἐν λειμῶνι͵ δεικνύντες Καϋστρίου καὶ Ἀσίου τινὸς ἡρῶιον καὶ τὸν Κάυστρον πλησίον ἀπορρέοντα.

1.46

Ἱστοροῦσι δὲ τρεῖς ἀδελφούς͵ Ἄθυμβρόν τε καὶ Ἀθύμβραδον καὶ Ὕδρηλον͵ ἐλθόντας ἐκ Λακεδαίμονος τὰς ἐπωνύμους ἑαυτῶν κτίσαι πόλεις͵ λειπανδρῆσαι δ᾽ ὕστερον͵ ἐξ ἐκείνων δὲ συνοικισθῆναι τὴν Νῦσαν· καὶ νῦν Ἄθυμβρον ἀρχηγέτην νομίζουσιν οἱ Νυσαεῖς.

1.47

Περίκεινται δὲ ἀξιόλογοι κατοικίαι πέραν τοῦ Μαιάνδρου͵ Κοσκίνια καὶ Ὀρθωσία· ἐντὸς δὲ Βρίουλα Μάσταυρα Ἀχάρακα καὶ ὑπὲρ τῆς πόλεως ἐν τῶι ὄρει τὰ Ἄρομα͵ ὅθεν ἄριστος Μεσωγίτης οἶνος ὁ Ἀρομεύς.

1.48

Ἄνδρες δὲ γεγόνασιν ἔνδοξοι Νυσαεῖς Ἀπολλώνιός τε ὁ στωικὸς φιλόσοφος τῶν Παναιτίου γνωρίμων ἄριστος͵ καὶ Μενεκράτης Ἀριστάρχου μαθητής͵ καὶ Ἀριστόδημος ἐκείνου υἱός͵ οὗ διηκούσαμεν ἡμεῖς ἐσχατόγηρω νέοι παντελῶς ἐν τῆι Νύσηι· καὶ Σώστρατος δὲ ὁ ἀδελφὸς τοῦ Ἀριστοδήμου καὶ ἄλλος Ἀριστόδημος ἀνεψιὸς αὐτοῦ ὁ παιδεύσας Μάγνον Πομπήιον ἀξιόλογοι γεγόνασι γραμματικοί· ὁ δ᾽ ἡμέτερος καὶ ἐρρητόρευε καὶ ἐν τῆι Ῥόδωι καὶ ἐν τῆι πατρίδι δύο σχολὰς συνεῖχε͵ πρωὶ μὲν τὴν ῥητορικὴν δείλης δὲ τὴν γραμματικὴν σχολήν· ἐν δὲ τῆι Ῥώμηι τῶν Μάγνου παίδων ἐπιστατῶν ἠρκεῖτο τῆι γραμματικῆι σχολῆι.


Κεφάλαιον 2

2.1

Τὰ δὲ πέραν ἤδη τοῦ Μαιάνδρου τὰ λειπόμενα τῆς περιοδείας πάντ᾽ ἐστὶ Καρικά͵ οὐκέτι τοῖς Λυδοῖς ἐπιμεμιγμένων ἐνταῦθα τῶν Καρῶν ἀλλ᾽ ἤδη καθ᾽ αὑτοὺς ὄντων͵ πλὴν εἴ τι Μιλήσιοι καὶ Μυούσιοι τῆς παραλίας ἀποτέτμηνται. ἀρχὴ μὲν οὖν τῆς Καρίας ἐστὶν ἡ τῶν Ῥοδίων περαία πρὸς θαλάττης͵ τέλος δὲ τὸ Ποσείδιον τῶν Μιλησίων͵ ἐν δὲ τῆι μεσογαίαι τὰ ἄκρα τοῦ Ταύρου μέχρι Μαιάνδρου. λέγουσι γὰρ ἀρχὴν εἶναι τοῦ Ταύρου τὰ ὑπερκείμενα ὄρη τῶν Χελιδονίων καλουμένων νήσων͵ αἵπερ ἐν μεθορίωι τῆς Παμφυλίας καὶ τῆς Λυκίας πρόκεινται· ἐντεῦθεν γὰρ ἐξαίρεται πρὸς ὕψος ὁ Ταῦρος· τὸ δ᾽ ἀληθὲς καὶ τὴν Λυκίαν ἅπασαν ὀρεινὴ ῥάχις τοῦ Ταύρου διείργει πρὸς τὰ ἐκτὸς καὶ τὸ νότιον μέρος ἀπὸ τῶν Κιβυρατικῶν μέχρι τῆς περαίας τῶν Ῥοδίων. κἀνταῦθα δ᾽ ἐστὶ συνεχὴς ὀρεινή͵ πολὺ μέντοι ταπεινοτέρα καὶ οὐκέτι τοῦ Ταύρου νομίζεται͵ οὐδὲ τὰ μὲν ἐκτὸς αὐτοῦ τὰ δ᾽ ἐντός͵ διὰ τὸ σποράδας εἶναι τὰς ἐξοχὰς καὶ τὰς εἰσοχὰς ἐπίσης τε πλάτος καὶ μῆκος τῆς χώρας ἁπάσης καὶ μηδὲν ἔχειν ὅμοιον διατειχίσματι. ἔστι δ᾽ ἅπας μὲν ὁ περίπλους κατακολπίζοντι σταδίων τετρακισχιλίων ἐνακοσίων͵ αὐτὸς δὲ ὁ τῆς περαίας τῶν Ῥοδίων ἐγγὺς χιλίων καὶ πεντακοσίων.

2.2

Ἀρχὴ δὲ τὰ Δαίδαλα τῆς Ῥοδίας χωρίον͵ πέρας δὲ τὸ καλούμενον ὄρος Φοίνιξ͵ καὶ τοῦτο τῆς Ῥοδίας. πρόκειται δ᾽ Ἐλαιοῦσσα νῆσος διέχουσα τῆς Ῥόδου σταδίους ἑκατὸν εἴκοσι. μεταξὺ δὲ πρῶτον μὲν ἀπὸ Δαιδάλων πλέουσιν ἐπὶ τὴν δύσιν ἐπ᾽ εὐθείας τῆι ἐκ Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας παραλίαι κόλπος ἐστὶν εὐλίμενος Γλαῦκος καλούμενος͵ εἶτα τὸ Ἀρτεμίσιον ἄκρα καὶ ἱερόν͵ εἶτα τὸ Λητῶιον ἄλσος· ὑπὲρ αὐτοῦ δὲ καὶ τῆς θαλάττης ἐν ἑξήκοντα σταδίοις Κάλυνδα πόλις· εἶτα Καῦνος καὶ ποταμὸς πλησίον Κάλβις βαθὺς ἔχων εἰσαγωγήν͵ καὶ μεταξὺ Πίσιλις.

2.3

Ἔχει δ᾽ ἡ πόλις νεώρια καὶ λιμένα κλειστόν· ὑπέρκειται δὲ τῆς πόλεως ἐν ὕψει φρούριον Ἴμβρος. τῆς δὲ χώρας εὐδαίμονος οὔσης ἡ πόλις τοῦ θέρους ὁμολογεῖται παρὰ πάντων εἶναι δυσάερος καὶ τοῦ μετοπώρου .... διὰ τὰ καύματα καὶ τὴν ἀφθονίαν τῶν ὡραίων· καὶ δὴ καὶ τὰ τοιαῦτα διηγημάτια θρυλεῖται͵ ὅτι Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν * ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους͵ τοῦτ᾽ εἶναι ἔφη τὸ τοῦ ποιητοῦ οἵη περ φύλλων γενεή͵ τοιήδε καὶ ἀνδρῶν. μεμφομένων δὲ ὡς σκώπτοιτο αὐτῶι ἡ πόλις ὡς νοσερά ἐγώ ἔφη ταύτην θαρρήσαιμ᾽ ἂν λέγειν νοσεράν͵ ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν; ἀπέστησαν δέ ποτε Καύνιοι τῶν Ῥοδίων· κριθέντες δ᾽ ἐπὶ τῶν Ῥωμαίων ἀπελήφθησαν πάλιν· καὶ ἔστι λόγος Μόλωνος κατὰ Καυνίων. φασὶ δ᾽ αὐτοὺς ὁμογλώττους μὲν εἶναι τοῖς Καρσίν͵ ἀφῖχθαι δ᾽ ἐκ Κρήτης καὶ χρῆσθαι νόμοις ἰδίοις.

2.4

Ἑξῆς δὲ Φύσκος πολίχνη λιμένα ἔχουσα καὶ ἄλσος Λητῶιον· εἶτα Λώρυμα παραλία τραχεῖα͵ καὶ ὄρος ὑψηλότατον τῶν ταύτηι (ἐπ᾽ ἄκρωι δὲ φρούριον ὁμώνυμον τῶι ὄρει) Φοῖνιξ· πρόκειται δ᾽ ἡ Ἐλαιοῦσσα νῆσος ἐν τέτταρσι σταδίοις κύκλον ἔχουσα ὅσον ὀκτωστάδιον.

2.5

Ἡ δὲ τῶν Ῥοδίων πόλις κεῖται μὲν ἐπὶ τοῦ ἑωθινοῦ ἀκρωτηρίου͵ λιμέσι δὲ καὶ ὁδοῖς καὶ τείχεσι καὶ τῆι ἄλληι κατασκευῆι τοσοῦτον διαφέρει τῶν ἄλλων ὥστ᾽ οὐκ ἔχομεν εἰπεῖν ἑτέραν ἀλλ᾽ οὐδὲ πάρισον͵ μή τί γε κρείττω ταύτης τῆς πόλεως. θαυμαστὴ δὲ καὶ ἡ εὐνομία καὶ ἡ ἐπιμέλεια πρός τε τὴν ἄλλην πολιτείαν καὶ τὴν περὶ τὰ ναυτικά͵ ἀφ᾽ ἧς ἐθαλαττοκράτησε πολὺν χρόνον καὶ τὰ ληιστήρια καθεῖλε καὶ Ῥωμαίοις ἐγένετο φίλη καὶ τῶν βασιλέων τοῖς φιλορωμαίοις τε καὶ φιλέλλησιν· ἀφ᾽ ὧν αὐτόνομός τε διετέλεσε καὶ πολλοῖς ἀναθήμασιν ἐκοσμήθη͵ ἃ κεῖται τὰ μὲν πλεῖστα ἐν τῶι Διονυσίωι καὶ τῶι γυμνασίωι͵ ἄλλα δ᾽ ἐν ἄλλοις τόποις. ἄριστα δὲ ὅ τε τοῦ Ἡλίου κολοσσός͵ ὅν φησιν ὁ ποιήσας τὸ ἰαμβεῖον ὅτι ἑπτάκις δέκα Χάρης ἐποίει πηχέων ὁ Λίνδιος. κεῖται δὲ νῦν ὑπὸ σεισμοῦ πεσὼν περικλασθεὶς ἀπὸ τῶν γονάτων· οὐκ ἀνέστησαν δ᾽ αὐτὸν κατά τι λόγιον. τοῦτό τε δὴ τῶν ἀναθημάτων κράτιστον (τῶν γοῦν ἑπτὰ θεαμάτων ὁμολογεῖται) καὶ αἱ τοῦ Πρωτογένους γραφαί͵ ὅ τε Ἰάλυσος καὶ ὁ Σάτυρος παρεστὼς στύλωι͵ ἐπὶ δὲ τῶι στύλωι πέρδιξ ἐφειστήκει͵ πρὸς ὃν οὕτως ἐκεχήνεσαν ὡς ἔοικεν οἱ ἄνθρωποι νεωστὶ ἀνακειμένου τοῦ πίνακος͵ ὥστ᾽ ἐκεῖνον ἐθαύμαζον͵ ὁ δὲ Σάτυρος παρεωρᾶτο καίτοι σφόδρα κατωρθωμένος· ἐξέπληττον δ᾽ ἔτι μᾶλλον οἱ περδικοτρόφοι κομίζοντες τοὺς τιθασοὺς καὶ τιθέντες καταντικρύ· ἐφθέγγοντο γὰρ πρὸς τὴν γραφὴν οἱ πέρδικες καὶ ὠχλαγώγουν. ὁρῶν δὲ ὁ Πρωτογένης τὸ ἔργον πάρεργον γεγονὸς ἐδεήθη τῶν τοῦ τεμένους προεστώτων ἐπιτρέψαι παρελθόντα ἐξαλεῖψαι τὸν ὄρνιν καὶ ἐποίησε. δημοκηδεῖς δ᾽ εἰσὶν οἱ Ῥόδιοι καίπερ οὐ δημοκρατούμενοι͵ συνέχειν δ᾽ ὅμως βουλόμενοι τὸ τῶν πενήτων πλῆθος. σιταρχεῖται δὴ ὁ δῆμος καὶ οἱ εὔποροι τοὺς ἐνδεεῖς ὑπολαμβάνουσιν ἔθει τινὶ πατρίωι͵ λειτουργίαι τέ τινές εἰσιν ὀψωνιαζόμενοι͵ ὥσθ᾽ ἅμα τόν τε πένητα ἔχειν τὴν διατροφὴν καὶ τὴν πόλιν τῶν χρειῶν μὴ καθυστερεῖν καὶ μάλιστα πρὸς τὰς ναυστολίας. τῶν δὲ ναυστάθμων τινὰ καὶ κρυπτὰ ἦν καὶ ἀπόρρητα τοῖς πολλοῖς͵ τῶι δὲ κατοπτεύσαντι ἢ παρελθόντι εἴσω θάνατος ὥριστο ἡ ζημία. κἀνταῦθα δὲ ὥσπερ ἐν Μασσαλίαι καὶ Κυζίκωι τὰ περὶ τοὺς ἀρχιτέκτονας καὶ τὰς ὀργανοποιίας καὶ θησαυροὺς ὅπλων τε καὶ τῶν ἄλλων ἐσπούδασται διαφερόντως͵ καὶ ἔτι γε τῶν παρ᾽ ἄλλοις μᾶλλον.

2.6

Δωριεῖς δ᾽ εἰσὶν ὥσπερ καὶ Ἁλικαρνασεῖς καὶ Κνίδιοι καὶ Κῶιοι. οἱ γὰρ Δωριεῖς οἱ τὰ Μέγαρα κτίσαντες μετὰ τὴν Κόδρου τελευτὴν οἱ μὲν ἔμειναν αὐτόθι͵ οἱ δὲ σὺν Ἀλθαιμένει τῶι Ἀργείωι τῆς εἰς Κρήτην ἀποικίας ἐκοινώνησαν͵ οἱ δ᾽ εἰς τὴν Ῥόδον καὶ τὰς λεχθείσας ἀρτίως πόλεις ἐμερίσθησαν. ταῦτα δὲ νεώτερα τῶν ὑφ᾽ Ὁμήρου λεγομένων ἐστί· Κνίδος μὲν γὰρ καὶ Ἁλικαρνασὸς οὐδ᾽ ἦν πω͵ Ῥόδος δ᾽ ἦν καὶ Κῶς͵ ἀλλ᾽ ὠικεῖτο ὑφ᾽ Ἡρακλειδῶν. Τληπόλεμος μὲν οὖν ἀνδρωθεὶς αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα͵ Λικύμνιον. αἶψα δὲ νῆας ἔπηξε͵ πολὺν δ᾽ ὅγε λαὸν ἀγείρας βῆ φεύγων. εἶτά φησιν εἰς Ῥόδον ἷξεν ἀλώμενος͵ τριχθὰ δὲ ὤικηθεν καταφυλαδόν. καὶ τὰς πόλεις ὀνομάζει τὰς τότε Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον͵ τῆς Ῥοδίων πόλεως οὔπω συνωικισμένης. οὐδαμοῦ δὴ ἐνταῦθα Δωριέας ὀνομάζει͵ ἀλλ᾽ εἰ ἄρα Αἰολέας ἐμφαίνει καὶ Βοιωτούς͵ εἴπερ ἐκεῖ ἡ κατοικία τοῦ Ἡρακλέους καὶ τοῦ Λικυμνίου· εἰ δ᾽ ὥσπερ καὶ ἄλλοι φασίν͵ ἐξ Ἄργους καὶ Τίρυνθος ἀπῆρεν ὁ Τληπόλεμος͵ οὐδ᾽ οὕτω Δωρικὴ γίνεται ἡ ἐκεῖθεν ἀποικία· πρὸ γὰρ τῆς Ἡρακλειδῶν καθόδου γεγένηται. καὶ τῶν Κώιων δὲ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην͵ Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος͵ καὶ οὗτοι τὸ Αἰολικὸν μᾶλλον ἢ τὸ Δωρικὸν γένος ἐμφαίνοντες.

2.7

Ἐκαλεῖτο δ᾽ ἡ Ῥόδος πρότερον Ὀφιοῦσσα καὶ Σταδία͵ εἶτα Τελχινὶς ἀπὸ τῶν οἰκησάντων Τελχίνων τὴν νῆσον͵ οὓς οἱ μὲν βασκάνους φασὶ καὶ γόητας * θείωι καταρρέοντας τὸ τῆς Στυγὸς ὕδωρ ζώων τε καὶ φυτῶν ὀλέθρου χάριν͵ οἱ δὲ τέχναις διαφέροντας τοὐναντίον ὑπὸ τῶν ἀντιτέχνων βασκανθῆναι καὶ τῆς δυσφημίας τυχεῖν ταύτης͵ ἐλθεῖν δ᾽ ἐκ Κρήτης εἰς Κύπρον πρῶτον͵ εἶτ᾽ εἰς Ῥόδον͵ πρώτους δ᾽ ἐργάσασθαι σίδηρόν τε καὶ χαλκόν͵ καὶ δὴ καὶ τὴν ἅρπην τῶι Κρόνωι δημιουργῆσαι. εἴρηται μὲν οὖν καὶ πρότερον περὶ αὐτῶν͵ ἀλλὰ ποιεῖ τὸ πολύμυθον ἀναλαμβάνειν πάλιν ἀναπληροῦντας εἴ τι παρελίπομεν.

2.8

Μετὰ δὲ τοὺς Τελχῖνας οἱ Ἡλιάδαι μυθεύονται κατασχεῖν τὴν νῆσον͵ ὧν ἑνὸς Κερκάφου καὶ Κυδίππης γενέσθαι παῖδας τοὺς τὰς πόλεις κτίσαντας ἐπωνύμους αὑτῶν Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. ἔνιοι δὲ τὸν Τληπόλεμον κτίσαι φασί͵ θέσθαι δὲ τὰ ὀνόματα ὁμωνύμως τῶν Δαναοῦ θυγατέρων τισίν.

2.9

Ἡ δὲ νῦν πόλις ἐκτίσθη κατὰ τὰ Πελοποννησιακὰ ὑπὸ τοῦ αὐτοῦ ἀρχιτέκτονος͵ ὥς φασιν͵ ὑφ᾽ οὗ καὶ ὁ Πειραιεύς· οὐ συμμένει δ᾽ ὁ Πειραιεύς͵ κακωθεὶς ὑπό τε Λακεδαιμονίων πρότερον τῶν τὰ σκέλη καθελόντων καὶ ὑπὸ Σύλλα τοῦ Ῥωμαίων ἡγεμόνος.

2.10

Ἱστοροῦσι δὲ καὶ ταῦτα περὶ τῶν Ῥοδίων͵ ὅτι οὐ μόνον ἀφ᾽ οὗ χρόνου συνώικισαν τὴν νῦν πόλιν εὐτύχουν κατὰ θάλατταν͵ ἀλλὰ καὶ πρὸ τῆς Ὀλυμπικῆς θέσεως συχνοῖς ἔτεσιν ἔπλεον πόρρω τῆς οἰκείας ἐπὶ σωτηρίαι τῶν ἀνθρώπων· ἀφ᾽ οὗ καὶ μέχρι Ἰβηρίας ἔπλευσαν͵ κἀκεῖ μὲν τὴν Ῥόδην ἔκτισαν ἣν ὕστερον Μασσαλιῶται κατέσχον͵ ἐν δὲ τοῖς Ὀπικοῖς τὴν Παρθενόπην͵ ἐν δὲ Δαυνίοις μετὰ Κώιων Ἐλπίας. τινὲς δὲ μετὰ τὴν ἐκ Τροίας ἄφοδον τὰς Γυμνησίας νήσους ὑπ᾽ αὐτῶν κτισθῆναι λέγουσιν͵ ὧν τὴν μείζω φησὶ Τίμαιος μεγίστην εἶναι μετὰ τὰς ἑπτά͵ Σαρδὼ Σικελίαν Κύπρον Κρήτην Εὔβοιαν Κύρνον Λέσβον͵ οὐ τἀληθῆ λέγων· πολὺ γὰρ ἄλλαι μείζους. τινὲς δὲ τῶν Ῥοδίων καὶ περὶ Σύβαριν ὤικησαν κατὰ τὴν Χωνίαν. ἔοικε δὲ καὶ ὁ ποιητὴς μαρτυρεῖν τὴν ἐκ παλαιοῦ παροῦσαν τοῖς Ῥοδίοις εὐδαιμονίαν εὐθὺς ἀπὸ τῆς πρώτης κτίσεως τῶν τριῶν πόλεων τριχθὰ δὲ ὤικηθεν καταφυλαδόν͵ ἠδ᾽ ἐφίληθεν ἐκ Διός͵ ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει͵ καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. οἱ δ᾽ εἰς μῦθον ἀνήγαγον τὸ ἔπος καὶ χρυσὸν ὑσθῆναί φασιν ἐν τῆι νήσωι κατὰ τὴν Ἀθηνᾶς γένεσιν ἐκ τῆς κεφαλῆς τοῦ Διός͵ ὡς εἴρηκε Πίνδαρος. ἡ δὲ νῆσος κύκλον ἔχει σταδίων ἐνακοσίων εἴκοσιν.

2.11

Ἔστι δὲ πρώτη μὲν Λίνδος ἀπὸ τῆς πόλεως πλέουσιν ἐν δεξιᾶι ἔχουσι τὴν νῆσον͵ πόλις ἐπὶ ὄρους ἱδρυμένη͵ πολὺ πρὸς μεσημβρίαν ἀνατείνουσα καὶ πρὸς Ἀλεξάνδρειαν μάλιστα· ἱερὸν δέ ἐστιν Ἀθηνᾶς Λινδίας αὐτόθι ἐπιφανὲς τῶν Δαναΐδων ἵδρυμα. πρότερον μὲν οὖν καθ᾽ αὑτοὺς ἐπολιτεύοντο οἱ Λίνδιοι͵ καθάπερ καὶ Καμειρεῖς καὶ Ἰαλύσιοι͵ μετὰ ταῦτα δὲ συνῆλθον ἅπαντες εἰς τὴν Ῥόδον. ἐντεῦθεν δ᾽ ἐστὶν εἷς τῶν ἑπτὰ σοφῶν Κλεόβουλος

2.12

Μετὰ δὲ Λίνδον Ἰξία χωρίον καὶ Μνασύριον· εἶθ᾽ ὁ Ἀτάβυρις͵ ὄρος τῶν ἐνταῦθα ὑψηλότατον͵ ἱερὸν Διὸς Ἀταβυρίου· εἶτα Κάμειρος· εἶτ᾽ Ἰαλυσὸς κώμη͵ καὶ ὑπὲρ αὐτὴν ἀκρόπολίς ἐστιν Ὀχύρωμα καλουμένη· εἶθ᾽ ἡ τῶν Ῥοδίων πόλις ἐν ὀγδοήκοντά που σταδίοις. μεταξὺ δ᾽ ἐστὶ τὸ Θοάντειον ἀκτή τις͵ ἧς μάλιστα πρόκεινται αἱ Σποράδες αἱ περὶ τὴν Χαλκίαν͵ ὧν ἐμνήσθημεν πρότερον.

2.13

Ἄνδρες δ᾽ ἐγένοντο μνήμης ἄξιοι πολλοὶ στρατηλάται τε καὶ ἀθληταί͵ ὧν εἰσι καὶ οἱ Παναιτίου τοῦ φιλοσόφου πρόγονοι· τῶν δὲ πολιτικῶν καὶ τῶν περὶ λόγους καὶ φιλοσοφίαν ὅ τε Παναίτιος αὐτὸς καὶ Στρατοκλῆς καὶ Ἀνδρόνικος ὁ ἐκ τῶν περιπάτων καὶ Λεωνίδης ὁ στωικός͵ ἔτι δὲ πρότερον Πραξιφάνης καὶ Ἱερώνυμος καὶ Εὔδημος. Ποσειδώνιος δ᾽ ἐπολιτεύσατο μὲν ἐν Ῥόδωι καὶ ἐσοφίστευσεν͵ ἦν δ᾽ Ἀπαμεὺς ἐκ τῆς Συρίας͵ καθάπερ καὶ Ἀπολλώνιος ὁ μαλακὸς καὶ Μόλων͵ ἦσαν δὲ Ἀλαβανδεῖς͵ Μενεκλέους μαθηταὶ τοῦ ῥήτορος. ἐπεδήμησε δὲ πρότερον Ἀπολλώνιος͵ ὀψὲ δ᾽ ἧκεν ὁ Μόλων͵ καὶ ἔφη πρὸς αὐτὸν ἐκεῖνος ὀψὲ μολών ἀντὶ τοῦ ἐλθών· καὶ Πείσανδρος δ᾽ ὁ τὴν Ἡράκλειαν γράψας ποιητὴς Ῥόδιος͵ καὶ Σιμμίας ὁ γραμματικὸς καὶ Ἀριστοκλῆς ὁ καθ᾽ ἡμᾶς· Διονύσιος δὲ ὁ Θρᾶιξ καὶ Ἀπολλώνιος ὁ τοὺς Ἀργοναύτας ποιήσας Ἀλεξανδρεῖς μέν͵ ἐκαλοῦντο δὲ Ῥόδιοι. περὶ μὲν Ῥόδου ἀποχρώντως εἴρηται.

2.14

Πάλιν δὲ τῆς Καρικῆς παραλίας τῆς μετὰ τὴν Ῥόδον ἀπὸ Ἐλαιοῦντος καὶ τῶν Λωρύμων καμπτήρ τις ἐπὶ τὰς ἄρκτους ἐστί͵ καὶ λοιπὸν ἐπ᾽ εὐθείας ὁ πλοῦς μέχρι τῆς Προποντίδος͵ ὡς ἂν μεσημβρινήν τινα ποιῶν γραμμὴν ὅσον πεντακισχιλίων σταδίων ἢ μικρὸν ἀπολείπουσαν. ἐνταῦθα δ᾽ ἐστὶν ἡ λοιπὴ τῆς Καρίας καὶ Ἴωνες καὶ Αἰολεῖς καὶ Τροία καὶ τὰ περὶ Κύζικον καὶ Βυζάντιον. Μετὰ δ᾽ οὖν τὰ Λώρυμα τὸ Κυνὸς σῆμα ἔστι καὶ Σύμη νῆσος.

2.15

εἶτα Κνίδος δύο λιμένας ἔχουσα͵ ὧν τὸν ἕτερον κλειστὸν τριηρικὸν καὶ ναύσταθμον ναυσὶν εἴκοσι. πρόκειται δὲ νῆσος ἑπταστάδιός πως τὴν περίμετρον ὑψηλὴ θεατροειδὴς συναπτομένη χώμασι πρὸς τὴν ἤπειρον καὶ ποιοῦσα δίπολιν τρόπον τινὰ τὴν Κνίδον· πολὺ γὰρ αὐτῆς μέρος οἰκεῖ τὴν νῆσον σκεπάζουσαν ἀμφοτέρους τοὺς λιμένας. κατ᾽ αὐτὴν δ᾽ ἔστιν ἡ Νίσυρος πελαγία. ἄνδρες δ᾽ ἀξιόλογοι Κνίδιοι πρῶτον μὲν Εὔδοξος ὁ μαθηματικὸς τῶν Πλάτωνος ἑταίρων͵ εἶτ᾽ Ἀγαθαρχίδης ὁ ἐκ τῶν περιπάτων͵ ἀνὴρ συγγραφεύς͵ καθ᾽ ἡμᾶς δὲ Θεόπομπος͵ ὁ Καίσαρος τοῦ θεοῦ φίλος τῶν μέγα δυναμένων͵ καὶ υἱὸς Ἀρτεμίδωρος. ἐντεῦθεν δὲ καὶ Κτησίας ὁ ἰατρεύσας μὲν Ἀρταξέρξην͵ συγγράψας δὲ τὰ Ἀσσυρικὰ καὶ τὰ Περσικά. εἶτα μετὰ Κνίδον Κέραμος καὶ Βάργασα πολίχνια ὑπὲρ θαλάττης.

2.16

Εἶθ᾽ Ἁλικαρνασός͵ τὸ βασίλειον τῶν τῆς Καρίας δυναστῶν͵ Ζεφυρία καλουμένη πρότερον. ἐνταῦθα δ᾽ ἐστὶν ὅ τε τοῦ Μαυσώλου τάφος͵ [ἓν] τῶν ἑπτὰ θεαμάτων͵ .... ἔργον͵ ὅπερ Ἀρτεμισία τῶι ἀνδρὶ κατεσκεύασε͵ καὶ ἡ Σαλμακὶς κρήνη͵ διαβεβλημένη οὐκ οἶδ᾽ ὁπόθεν ὡς μαλακίζουσα τοὺς πιόντας ἀπ᾽ αὐτῆς. ἔοικε δ᾽ ἡ τρυφὴ τῶν ἀνθρώπων αἰτιᾶσθαι τοὺς ἀέρας ἢ τὰ ὕδατα· τρυφῆς δ᾽ αἴτια οὐ ταῦτα͵ ἀλλὰ πλοῦτος καὶ ἡ περὶ τὰς διαίτας ἀκολασία. ἔχει δ᾽ ἀκρόπολιν ἡ Ἁλικαρνασός· πρόκειται δ᾽ αὐτῆς ἡ Ἀρκόνησος. οἰκισταὶ δ᾽ αὐτῆς ἐγένοντο ἄλλοι τε καὶ Ἄνθης μετὰ Τροιζηνίων. ἄνδρες δὲ γεγόνασιν ἐξ αὐτῆς Ἡρόδοτός τε ὁ συγγραφεύς͵ ὃν ὕστερον Θούριον ἐκάλεσαν διὰ τὸ κοινωνῆσαι τῆς εἰς Θουρίους ἀποικίας͵ καὶ Ἡράκλειτος ὁ ποιητὴς ὁ Καλλιμάχου ἑταῖρος͵ καὶ καθ᾽ ἡμᾶς Διονύσιος ὁ συγγραφεύς.

2.17

Ἔπταισε δὲ καὶ αὕτη ἡ πόλις βίαι ληφθεῖσα ὑπὸ Ἀλεξάνδρου. Ἑκατόμνω γὰρ τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ τρεῖς͵ Μαύσωλος καὶ Ἱδριεὺς καὶ Πιξώδαρος͵ καὶ θυγατέρες δύο͵ ὧν τῆι πρεσβυτέραι Ἀρτεμισίαι Μαύσωλος συνώικησεν ὁ πρεσβύτατος τῶν ἀδελφῶν͵ ὁ δὲ δεύτερος Ἱδριεὺς Ἄδαι τῆι ἑτέραι ἀδελφῆι· ἐβασίλευσε δὲ Μαύσωλος· τελευτῶν δ᾽ ἄτεκνος τὴν ἀρχὴν κατέλιπε τῆι γυναικί͵ ὑφ᾽ ἧς αὐτῶι κατεσκευάσθη ὁ λεχθεὶς τάφος· φθίσει δ᾽ ἀποθανούσης διὰ πένθος τοῦ ἀνδρὸς Ἱδριεὺς ἦρξε· καὶ τοῦτον ἡ γυνὴ Ἄδα διεδέξατο νόσωι τελευτήσαντα· ἐξέβαλε δὲ ταύτην Πιξώδαρος͵ ὁ λοιπὸς τῶν Ἑκατόμνω παίδων· περσίσας δὲ μεταπέμπεται σατράπην ἐπὶ κοινωνίαι τῆς ἀρχῆς· ἀπελθόντος δ᾽ ἐκ τοῦ ζῆν καὶ τούτου κατεῖχεν ὁ σατράπης τὴν Ἁλικαρνασὸν ἔχων Ἄδαν γυναῖκα͵ ἥτις θυγάτηρ ἦν Πιξωδάρου ἐξ Ἀφνηίδος Καππαδοκίσσης γυναικός. ἐπελθόντος δὲ Ἀλεξάνδρου πολιορκίαν ὑπέμεινεν͵ ἡ δὲ τοῦ Ἑκατόμνω θυγάτηρ Ἄδα͵ ἣν ὁ Πιξώδαρος ἐξέβαλεν͵ ἱκετεύει τὸν Ἀλέξανδρον καὶ πείθει κατάγειν αὐτὴν εἰς τὴν ἀφαιρεθεῖσαν βασιλείαν ὑποσχομένη ἐπὶ τὰ ἀφεστῶτα συμπράξειν αὐτῶι· τοὺς γὰρ ἔχοντας οἰκείους ὑπάρχειν αὐτῆι· παρεδίδου δὲ καὶ τὰ Ἄλινδα͵ ἐν ὧι διέτριβεν αὐτή· ἐπαινέσας δὲ καὶ βασίλισσαν ἀναδείξας͵ ἁλούσης τῆς πόλεως πλὴν τῆς ἄκρας (διττὴ δ᾽ ἦν)͵ ἐκείνηι πολιορκεῖν ἔδωκεν· ἑάλω δὲ ὀλίγωι ὕστερον καὶ ἡ ἄκρα͵ πρὸς ὀργὴν ἤδη καὶ ἀπέχθειαν τῆς πολιορκίας γενομένης.

2.18

Ἑξῆς δ᾽ ἐστὶν ἄκρα Τερμέριον Μυνδίων͵ καθ᾽ ἣν ἀντίκειται τῆς Κώιας ἄκρα Σκανδαρία διέχουσα τῆς ἠπείρου σταδίους τετταράκοντα· ἔστι δὲ καὶ χωρίον Τέρμερον ὑπὲρ τῆς ἄκρας.

2.19

Ἡ δὲ τῶν Κώιων πόλις ἐκαλεῖτο τὸ παλαιὸν Ἀστυπάλαια͵ καὶ ὠικεῖτο ἐν ἄλλωι τόπωι ὁμοίως ἐπὶ θαλάττηι· ἔπειτα διὰ στάσιν μετώικησαν εἰς τὴν νῦν πόλιν περὶ τὸ Σκανδάριον͵ καὶ μετωνόμασαν Κῶν ὁμωνύμως τῆι νήσωι. ἡ μὲν οὖν πόλις οὐ μεγάλη͵ κάλλιστα δὲ πασῶν συνωικισμένη καὶ ἰδέσθαι τοῖς καταπλέουσιν ἡδίστη. τῆς δὲ νήσου τὸ μέγεθος ὅσον πεντακοσίων σταδίων καὶ πεντήκοντα· εὔκαρπος δὲ πᾶσα͵ οἴνωι δὲ καὶ ἀρίστη͵ καθάπερ Χίος καὶ Λέσβος· ἔχει δὲ πρὸς νότον μὲν ἄκραν τὸν Λακητῆρα (ἀφ᾽ οὗ ἑξήκοντα εἰς Νίσυρον)͵ πρὸς δὲ τῶι Λακητῆρι χωρίον Ἁλίσαρνα͵ ἀπὸ δύσεως δὲ τὸ Δρέκανον καὶ κώμην καλουμένην Στομαλίμνην· τοῦτο μὲν οὖν ὅσον διακοσίους τῆς πόλεως διέχει σταδίους· ὁ δὲ Λακητὴρ προσλαμβάνει πέντε καὶ τριάκοντα τῶι μήκει τοῦ πλοῦ. ἐν δὲ τῶι προαστείωι τὸ Ἀσκληπιεῖον ἔστι͵ σφόδρα ἔνδοξον καὶ πολλῶν ἀναθημάτων μεστόν͵ ἐν οἷς ἐστι καὶ ὁ Ἀπελλοῦ Ἀντίγονος. ἦν δὲ καὶ ἡ ἀναδυομένη Ἀφροδίτη͵ ἣ νῦν ἀνάκειται τῶι θεῶι Καίσαρι ἐν Ῥώμηι͵ τοῦ Σεβαστοῦ ἀναθέντος τῶι πατρὶ τὴν ἀρχηγέτιν τοῦ γένους αὐτοῦ· φασὶ δὲ τοῖς Κώιοις ἀντὶ τῆς γραφῆς ἑκατὸν ταλάντων ἄφεσιν γενέσθαι τοῦ προσταχθέντος φόρου. φασὶ δ᾽ Ἱπποκράτην μάλιστα ἐκ τῶν ἐνταῦθα ἀνακειμένων θεραπειῶν γυμνάσασθαι τὰ περὶ τὰς διαίτας· οὗτός τε δή ἐστι τῶν ἐνδόξων Κῶιος ἀνὴρ καὶ Σῖμος ὁ ἰατρός͵ Φιλητᾶς τε ποιητὴς ἅμα καὶ κριτικός͵ καὶ καθ᾽ ἡμᾶς Νικίας ὁ καὶ τυραννήσας Κώιων͵ καὶ Ἀρίστων ὁ ἀκροασάμενος τοῦ περιπατητικοῦ καὶ κληρονομήσας ἐκεῖνον· ἦν δὲ καὶ Θεόμνηστος ὁ ψάλτης ἐν ὀνόματι͵ ὃς καὶ ἀντεπολιτεύσατο τῶι Νικίαι.

2.20

Ἐν δὲ τῆι παραλίαι τῆς ἠπείρου κατὰ τὴν Μυνδίαν Ἀστυπάλαιά ἐστιν ἄκρα καὶ Ζεφύριον· εἶτ᾽ εὐθὺς ἡ Μύνδος λιμένα ἔχουσα͵ καὶ μετὰ ταύτην Βαργύλια͵ καὶ αὕτη πόλις· ἐν δὲ τῶι μεταξὺ Καρύανδα λιμὴν καὶ νῆσος ὁμώνυμος͵ ἣν ὤικουν Καρυανδεῖς. ἐντεῦθεν δ᾽ ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύς. πλησίον δ᾽ ἐστὶ τῶν Βαργυλίων τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς Κινδυάδος͵ ὃ πεπιστεύκασι περιύεσθαι· ἦν δέ ποτε καὶ χωρίον Κινδύη. ἐκ δὲ τῶν Βαργυλίων ἀνὴρ ἐλλόγιμος ἦν ὁ Ἐπικούρειος Πρώταρχος͵ ὁ Δημητρίου καθηγησάμενος τοῦ Λάκωνος προσαγορευθέντος.

2.21

Εἶτ᾽ Ἰασὸς ἐπὶ νήσωι κεῖται προσκειμένη τῆι ἠπείρωι· ἔχει δὲ λιμένα͵ καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης· εὐοψεῖ γὰρ χώραν τ᾽ ἔχει παράλυπρον. καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν· κιθαρωιδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας· ὡς δ᾽ ὁ κώδων ὁ κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε͵ καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου· τὸν οὖν κιθαρωιδὸν προσιόντα εἰπεῖν ὅτι ὦ ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας· οἱ μὲν γὰρ ἄλλοι ἅμα τῶι κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται. ὁ δέ τί λέγεις; ἔφη ἤδη γὰρ ὁ κώδων ἐψόφηκεν; εἰπόντος δέ εὖ σοι εἴη ἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός. ἐντεῦθεν δ᾽ ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς͵ κατ᾽ ἀρχὰς μὲν ψευδῶς· Ἀπολλώνιος γὰρ ἐκαλεῖτο ὁ Κρόνος͵ ὁ ἐπιστατήσας ἐκείνου· μετήνεγκαν δ᾽ ἐπ᾽ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατ᾽ ἀλήθειαν Κρόνου.

2.22

Μετὰ δ᾽ Ἰασὸν τὸ τῶν Μιλησίων Ποσείδιον ἔστιν. ἐν δὲ τῆι μεσογαίαι τρεῖς εἰσι πόλεις ἀξιόλογοι͵ Μύλασα Στρατονίκεια Ἀλάβανδα· αἱ δὲ ἄλλαι περιπόλιοι τούτων ἢ τῶν παραλίων͵ ὧν εἰσιν Ἀμυζὼν Ἡράκλεια Εὔρωμος Χαλκήτορες· τούτων μὲν οὖν ἐλάττων λόγος.

2.23

Τὰ δὲ Μύλασα ἵδρυται ἐν πεδίωι σφόδρα εὐδαίμονι· ὑπέρκειται δὲ κατὰ κορυφὴν ὄρος αὐτοῦ͵ λατόμιον λευκοῦ λίθου κάλλιστον ἔχον· τοῦτο μὲν οὖν ὄφελός ἐστιν οὐ μικρόν͵ τὴν λιθείαν πρὸς τὰς οἰκοδομίας ἄφθονον καὶ ἐγγύθεν ἔχον καὶ μάλιστα πρὸς τὰς τῶν ἱερῶν καὶ τῶν ἄλλων δημοσίων ἔργων κατασκευάς· τοιγάρτοι στοαῖς τε καὶ ναοῖς εἴ τις ἄλλη κεκόσμηται παγκάλως. θαυμάζειν δ᾽ ἔστι τῶν ὑποβαλόντων οὕτως ἀλόγως τὸ κτίσμα ὀρθίωι καὶ ὑπερδεξίωι κρημνῶι· καὶ δὴ τῶν ἡγεμόνων τις εἰπεῖν λέγεται θαυμάσας τὸ πρᾶγμα ταύτην γάρ ἔφη τὴν πόλιν ὁ κτίσας͵ εἰ μὴ ἐφοβεῖτο͵ ἆρ᾽ οὐδ᾽ ἠισχύνετο; ἔχουσι δ᾽ οἱ Μυλασεῖς ἱερὰ δύο τοῦ Διός͵ τοῦ τε Ὀσογῶα καλουμένου καὶ Λαβραυνδηνοῦ͵ τὸ μὲν ἐν τῆι πόλει͵ τὰ δὲ Λάβραυνδα κώμη ἐστὶν ἐν τῶι ὄρει κατὰ τὴν ὑπέρθεσιν τὴν ἐξ Ἀλαβάνδων εἰς τὰ Μύλασα ἄπωθεν τῆς πόλεως· ἐνταῦθα νεώς ἐστιν ἀρχαῖος καὶ ξόανον Διὸς Στρατίου· τιμᾶται δὲ ὑπὸ τῶν κύκλωι καὶ ὑπὸ τῶν Μυλασέων͵ ὁδός τε ἔστρωται σχεδόν τι καὶ ἑξήκοντα σταδίων μέχρι τῆς πόλεως ἱερὰ καλουμένη͵ δι᾽ ἧς πομποστολεῖται τὰ ἱερά· ἱερῶνται δ᾽ οἱ ἐπιφανέστατοι τῶν πολιτῶν ἀεὶ διὰ βίου. ταῦτα μὲν οὖν ἴδια τῆς πόλεως. τρίτον δ᾽ ἐστὶν ἱερὸν τοῦ Καρίου Διὸς κοινὸν ἁπάντων Καρῶν͵ οὗ μέτεστι καὶ Λυδοῖς καὶ Μυσοῖς ὡς ἀδελφοῖς. ἱστορεῖται δὲ κώμη ὑπάρξαι τὸ παλαιόν͵ πατρὶς δὲ καὶ βασίλειον τῶν Καρῶν τῶν περὶ τὸν Ἑκατόμνω· πλησιάζει δὲ μάλιστα τῆι κατὰ Φύσκον θαλάττηι ἡ πόλις͵ καὶ τοῦτ᾽ ἐστὶν αὐτοῖς ἐπίνειον.

2.24

Ἀξιολόγους δ᾽ ἔσχεν ἄνδρας καθ᾽ ἡμᾶς τὰ Μύλασα͵ ῥήτοράς τε ἅμα καὶ δημαγωγοὺς τῆς πόλεως͵ Εὐθύδημόν τε καὶ Ὑβρέαν. ὁ μὲν οὖν Εὐθύδημος ἐκ προγόνων παραλαβὼν οὐσίαν τε μεγάλην καὶ δόξαν͵ προσθεὶς καὶ τὴν δεινότητα͵ οὐκ ἐν τῆι πατρίδι μόνον μέγας ἦν ἀλλὰ καὶ ἐν τῆι Ἀσίαι τῆς πρώτης ἠξιοῦτο τιμῆς· Ὑβρέαι δ᾽ ὁ πατήρ͵ ὡς αὐτὸς διηγεῖτο ἐν τῆι σχολῆι καὶ παρὰ τῶν πολιτῶν ὡμολόγητο͵ ἡμίονον κατέλιπε ξυλοφοροῦντα καὶ ἡμιονηγόν· διοικούμενος δ᾽ ὑπὸ τούτων ὀλίγον χρόνον͵ Διοτρέφους τοῦ Ἀντιοχέως ἀκροασάμενος ἐπανῆλθε καὶ τῶι ἀγορανομίωι παρέδωκεν αὑτόν· ἐνταῦθα δὲ κυλινδηθεὶς καὶ χρηματισάμενος μικρὰ ὥρμησεν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τοῖς ἀγοραίοις συνακολουθεῖν͵ ταχὺ δὲ αὔξησιν ἔσχε καὶ ἐθαυμάσθη ἔτι μὲν καὶ Εὐθυδήμου ζῶντος͵ ἀλλὰ τελευτήσαντος μάλιστα͵ κύριος γενόμενος τῆς πόλεως. ζῶν δ᾽ ἐπεκράτει πολὺ ἐκεῖνος͵ δυνατὸς ὢν ἅμα καὶ χρήσιμος τῆι πόλει͵ ὥστ᾽ εἰ καί τι τυραννικὸν προσῆν͵ τοῦτ᾽ ἀπελύετο τῶι παρακολουθεῖν τὸ χρήσιμον. ἐπαινοῦσι γοῦν τοῦτο τοῦ Ὑβρέου ὅπερ δημηγορῶν ἐπὶ τελευτῆς εἶπεν Εὐθύδημε͵ κακὸν εἶ τῆς πόλεως ἀναγκαῖον· οὔτε γὰρ μετὰ σοῦ δυνάμεθα ζῆν οὔτ᾽ ἄνευ σοῦ. αὐξηθεὶς οὖν ἐπὶ πολὺ καὶ δόξας καὶ πολίτης ἀγαθὸς εἶναι καὶ ῥήτωρ ἔπταισεν ἐν τῆι πρὸς Λαβιηνὸν ἀντιπολιτείαι. οἱ μὲν γὰρ ἄλλοι μεθ᾽ ὅπλων ἐπιόντι καὶ Παρθικῆς συμμαχίας͵ ἤδη τῶν Παρθυαίων τὴν Ἀσίαν ἐχόντων͵ εἶξαν ἅτε ἄοπλοι καὶ εἰρηνικοί· Ζήνων δ᾽ ὁ Λαοδικεὺς καὶ Ὑβρέας οὐκ εἶξαν͵ ἀμφότεροι ῥήτορες͵ ἀλλὰ ἀπέστησαν τὰς ἑαυτῶν πόλεις· ὁ δ᾽ Ὑβρέας καὶ προσπαρώξυνε φωνῆι τινι μειράκιον εὐερέθιστον καὶ ἀνοίας πλῆρες. ἐκείνου γὰρ ἀνειπόντος ἑαυτὸν Παρθικὸν αὐτοκράτορα οὐκοῦν ἔφη κἀγὼ λέγω ἐμαυτὸν Καρικὸν αὐτοκράτορα. ἐκ τούτου δὲ ἐπὶ τὴν πόλιν ὥρμησε τάγματα ἔχων ἤδη συντεταγμένα Ῥωμαίων τῶν ἐν τῆι Ἀσίαι· αὐτὸν μὲν οὖν οὐ κατέλαβε παραχωρήσαντα εἰς Ῥόδον͵ τὴν δ᾽ οἰκίαν αὐτοῦ διελυμήνατο πολυτελεῖς ἔχουσαν κατασκευὰς καὶ διήρπασεν· ὡς δ᾽ αὕτως καὶ τὴν πόλιν ὅλην ἐκάκωσεν. ἐκλιπόντος δ᾽ ἐκείνου τὴν Ἀσίαν ἐπανῆλθε καὶ ἀνέλαβεν ἑαυτόν τε καὶ τὴν πόλιν. περὶ μὲν οὖν Μυλάσων ταῦτα.

2.25

Στρατονίκεια δ᾽ ἐστὶ κατοικία Μακεδόνων· ἐκοσμήθη δὲ καὶ αὕτη κατασκευαῖς πολυτελέσιν ὑπὸ τῶν βασιλέων. ἔστι δ᾽ ἐν τῆι χώραι τῶν Στρατονικέων δύο ἱερά͵ ἐν μὲν Λαγίνοις τὸ τῆς Ἑκάτης ἐπιφανέστατον πανηγύρεις μεγάλας συνάγον κατ᾽ ἐνιαυτόν͵ ἐγγὺς δὲ τῆς πόλεως τὸ τοῦ Χρυσαορέως Διὸς κοινὸν ἁπάντων Καρῶν͵ εἰς ὃ συνίασι θύσοντές τε καὶ βουλευσόμενοι περὶ τῶν κοινῶν· καλεῖται δὲ τὸ σύστημα αὐτῶν Χρυσαορέων͵ συνεστηκὸς ἐκ κωμῶν· οἱ δὲ πλείστας παρεχόμενοι κώμας προέχουσι τῆι ψήφωι͵ καθάπερ Κεραμιῆται· καὶ Στρατονικεῖς δὲ τοῦ συστήματος μετέχουσιν οὐκ ὄντες τοῦ Καρικοῦ γένους͵ ἀλλ᾽ ὅτι κώμας ἔχουσι τοῦ Χρυσαορικοῦ συστήματος. κἀνταῦθα δ᾽ ἀνὴρ ἀξιόλογος γεγένηται ῥήτωρ Μένιππος κατὰ τοὺς πατέρας ἡμῶν Κοτοκᾶς ἐπικαλούμενος͵ ὃν μάλιστα ἐπαινεῖ τῶν κατὰ τὴν Ἀσίαν ῥητόρων ὧν ἠκροάσατο Κικέρων͵ ὥς φησιν ἔν τινι γραφῆι αὐτὸς συγκρίνων Ξενοκλεῖ καὶ τοῖς κατ᾽ ἐκεῖνον ἀκμάζουσιν. ἔστι δὲ καὶ ἄλλη Στρατονίκεια ἡ πρὸς τῶι Ταύρωι καλουμένη͵ πολίχνιον προσκείμενον τῶι ὄρει.

2.26

Ἀλάβανδα δὲ καὶ αὐτὴ μὲν ὑπόκειται λόφοις δυσὶ συγκειμένοις οὕτως ὥστ᾽ ὄψιν παρέχεσθαι κανθηλίου κατεστρωμένου. καὶ δὴ καὶ ὁ μαλακὸς Ἀπολλώνιος σκώπτων τὴν πόλιν εἴς τε ταῦτα καὶ εἰς τὸ τῶν σκορπίων πλῆθος͵ ἔφη αὐτὴν εἶναι σκορπίων κανθήλιον κατεστρωμένον· μεστὴ δ᾽ ἐστὶ καὶ αὕτη καὶ ἡ τῶν Μυλασέων πόλις τῶν θηρίων τούτων καὶ ἡ μεταξὺ πᾶσα ὀρεινή. τρυφητῶν δ᾽ ἐστὶν ἀνθρώπων καὶ καπυριστῶν ἔχουσα ψαλτρίας πολλάς. ἄνδρες δ᾽ ἐγένοντο λόγου ἄξιοι δύο ῥήτορες ἀδελφοὶ Ἀλαβανδεῖς͵ Μενεκλῆς τε οὗ ἐμνήσθημεν μικρὸν ἐπάνω καὶ Ἱεροκλῆς͵ καὶ οἱ μετοικήσαντες εἰς τὴν Ῥόδον ὅ τε Ἀπολλώνιος καὶ ὁ Μόλων.

2.27

Πολλῶν δὲ λόγων εἰρημένων περὶ Καρῶν ὁ μάλισθ᾽ ὁμολογούμενός ἐστιν οὗτος ὅτι οἱ Κᾶρες ὑπὸ Μίνω ἐτάττοντο͵ τότε Λέλεγες καλούμενοι͵ καὶ τὰς νήσους ὤικουν· εἶτ᾽ ἠπειρῶται γενόμενοι πολλὴν τῆς παραλίας καὶ τῆς μεσογαίας κατέσχον τοὺς προκατέχοντας ἀφελόμενοι· καὶ οὗτοι δ᾽ ἦσαν οἱ πλείους Λέλεγες καὶ Πελασγοί· πάλιν δὲ τούτους ἀφείλοντο μέρος οἱ Ἕλληνες͵ Ἴωνές τε καὶ Δωριεῖς. τοῦ δὲ περὶ τὰ στρατιωτικὰ ζήλου τά τε ὄχανα ποιοῦνται τεκμήρια καὶ τὰ ἐπίσημα καὶ τοὺς λόφους· ἅπαντα γὰρ λέγεται Καρικά· Ἀνακρέων μέν γε φησίν διὰ δηὖτε καρικοεργέος ὀχάνου χεῖρα τιθέμεναι͵ ὁ δ᾽ Ἀλκαῖος λόφον τε σείων Καρικόν.

2.28

Τοῦ ποιητοῦ δ᾽ εἰρηκότος οὑτωσί Μάσθλης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων͵ οὐκ ἔχει λόγον πῶς τοσαῦτα εἰδὼς ἔθνη βάρβαρα μόνους εἴρηκε βαρβαροφώνους τοὺς Κᾶρας͵ βαρβάρους δ᾽ οὐδένας· οὔτ᾽ οὖν Θουκυδίδης ὀρθῶς· οὐδὲ γὰρ λέγεσθαί φησι βαρβάρους διὰ τὸ μηδὲ Ἕλληνάς πω ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι· τό τε γὰρ μηδὲ Ἕλληνάς πω ψεῦδος αὐτὸς ὁ ποιητὴς ἀπελέγχει ἀνδρός͵ τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος. καὶ πάλιν εἴτ᾽ ἐθέλεις τραφθῆναι ἀν᾽ Ἑλλάδα καὶ μέσον Ἄργος. μὴ λεγομένων τε βαρβάρων πῶς ἔμελλεν εὖ λεχθήσεσθαι τὸ βαρβαροφώνων; οὔτε δὴ οὗτος εὖ οὔτ᾽ Ἀπολλόδωρος ὁ γραμματικός͵ ὅτι τῶι κοινῶι ὀνόματι ἰδίως καὶ λοιδόρως ἐχρῶντο οἱ Ἕλληνες κατὰ τῶν Καρῶν͵ καὶ μάλιστα οἱ Ἴωνες μισοῦντες αὐτοὺς διὰ τὴν ἔχθραν καὶ τὰς συνεχεῖς στρατείας· ἐχρῆν γὰρ οὕτως βαρβάρους ὀνομάζειν. ἡμεῖς δὲ ζητοῦμεν διὰ τί βαρβαροφώνους καλεῖ͵ βαρβάρους δ᾽ οὐδ᾽ ἅπαξ. ὅτι φησί τὸ πληθυντικὸν εἰς τὸ μέτρον οὐκ ἐμπίπτει͵ διὰ τοῦτ᾽ οὐκ εἴρηκε βαρβάρους. ἀλλ᾽ αὕτη μὲν ἡ πτῶσις οὐκ ἐμπί πτει͵ ἡ δ᾽ ὀρθὴ οὐ διαφέρει τῆς Δάρδανοι Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι. τοιοῦτον δὲ καὶ τό οἷοι Τρώιοι ἵπποι. οὐδέ γε ὅτι τραχυτάτη ἡ γλῶττα τῶν Καρῶν· οὐ γάρ ἐστιν ἀλλὰ καὶ πλεῖστα Ἑλληνικὰ ὀνόματα ἔχει καταμεμιγμένα͵ ὥς φησι Φίλιππος ὁ τὰ Καρικὰ γράψας. οἶμαι δὲ τὸ βάρβαρον κατ᾽ ἀρχὰς ἐκπεφωνῆσθαι οὕτως κατ᾽ ὀνοματοποιίαν ἐπὶ τῶν δυσεκφόρως καὶ σκληρῶς καὶ τραχέως λαλούντων͵ ὡς τὸ βατταρίζειν καὶ τραυλίζειν καὶ ψελλίζειν. εὐφυέστατοι γάρ ἐσμεν τὰς φωνὰς ταῖς ὁμοίαις φωναῖς κατονομάζειν διὰ τὸ ὁμογενές· ἧι δὴ καὶ πλεονάζουσιν ἐνταῦθα αἱ ὀνοματοποιίαι͵ οἷον τὸ κελαρύζειν καὶ κλαγγὴ δὲ καὶ ψόφος καὶ βοὴ καὶ κρότος͵ ὧν τὰ πλεῖστα ἤδη καὶ κυρίως ἐκφέρεται· πάντων δὴ τῶν παχυστομούντων οὕτως βαρβάρων λεγομένων͵ ἐφάνη τὰ τῶν ἀλλοεθνῶν στόματα τοιαῦτα͵ λέγω δὲ τὰ τῶν μὴ Ἑλλήνων. ἐκείνους οὖν ἰδίως ἐκάλεσαν βαρβάρους͵ ἐν ἀρχαῖς μὲν κατὰ τὸ λοίδορον͵ ὡς ἂν παχυστόμους ἢ τραχυστόμους͵ εἶτα κατεχρησάμεθα ὡς ἐθνικῶι κοινῶι ὀνόματι ἀντιδιαιροῦντες πρὸς τοὺς Ἕλληνας. καὶ γὰρ δὴ τῆι πολλῆι συνηθείαι καὶ ἐπιπλοκῆι τῶν βαρβάρων οὐκέτι ἐφαίνετο κατὰ παχυστομίαν καὶ ἀφυΐαν τινὰ τῶν φωνητηρίων ὀργάνων τοῦτο συμβαῖνον͵ ἀλλὰ κατὰ τὰς τῶν διαλέκτων ἰδιότητας. ἄλλη δέ τις ἐν τῆι ἡμετέραι διαλέκτωι ἀνεφάνη κακοστομία καὶ οἷον βαρβαροστομία͵ εἴ τις ἑλληνίζων μὴ κατορθοίη͵ ἀλλ᾽ οὕτω λέγοι τὰ ὀνόματα ὡς οἱ βάρβαροι οἱ εἰσαγόμενοι εἰς τὸν ἑλληνισμὸν οὐκ ἰσχύοντες ἀρτιστομεῖν͵ ὡς οὐδ᾽ ἡμεῖς ἐν ταῖς ἐκείνων διαλέκτοις. τοῦτο δὲ μάλιστα συνέβη τοῖς Καρσί· τῶν γὰρ ἄλλων οὔτ᾽ ἐπιπλεκομένων πω σφόδρα τοῖς Ἕλλησιν͵ οὔτ᾽ ἐπιχειρούντων ἑλληνικῶς ζῆν ἢ μανθάνειν τὴν ἡμετέραν διάλεκτον͵ πλὴν εἴ τινες σπάνιοι καὶ κατὰ τύχην ἐπεμίχθησαν καὶ κατ᾽ ἄνδρα ὀλίγοις τῶν Ἑλλήνων τισίν· οὗτοι δὲ καθ᾽ ὅλην ἐπλανήθησαν τὴν Ἑλλάδα μισθοῦ στρατεύοντες. ἤδη οὖν τὸ βαρβαρόφωνον ἐπ᾽ ἐκείνων πυκνὸν ἦν ἀπὸ τῆς εἰς τὴν Ἑλλάδα αὐτῶν στρατείας· καὶ μετὰ ταῦτα ἐπεπόλασε πολὺ μᾶλλον͵ ἀφ᾽ οὗ τάς τε νήσους μετὰ τῶν Ἑλλήνων ὤικησαν͵ κἀκεῖθεν εἰς τὴν Ἀσίαν ἐκπεσόντες οὐδ᾽ ἐνταῦθα χωρὶς Ἑλλήνων οἰκεῖν ἠδύναντο͵ ἐπιδιαβάντων τῶν Ἰώνων καὶ τῶν Δωριέων. ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τὸ βαρβαρίζειν λέγεται· καὶ γὰρ τοῦτο ἐπὶ τῶν κακῶς ἑλληνιζόντων εἰώθαμεν λέγειν͵ οὐκ ἐπὶ τῶν καριστὶ λαλούντων. οὕτως οὖν καὶ τὸ βαρβαροφωνεῖν καὶ τοὺς βαρβαροφώνους δεκτέον τοὺς κακῶς ἑλληνίζοντας· ἀπὸ δὲ τοῦ καρίζειν καὶ τὸ βαρβαρίζειν μετήνεγκαν εἰς τὰς περὶ ἑλληνισμοῦ τέχνας καὶ τὸ σολοικίζειν͵ εἴτ᾽ ἀπὸ Σόλων εἴτ᾽ ἄλλως τοῦ ὀνόματος τούτου πεπλασμένου.

2.29

Φησὶ δὲ Ἀρτεμίδωρος ἀπὸ Φύσκου τῆς Ῥοδίων περαίας ἰοῦσιν εἰς Ἔφεσον μέχρι μὲν Λαγίνων ὀκτακοσίους εἶναι καὶ πεντήκοντα σταδίους͵ ἐντεῦθεν δ᾽ εἰς Ἀλάβανδα πεντήκοντα ἄλλους καὶ διακοσίους͵ εἰς δὲ Τράλλεις ἑκατὸν ἑξήκοντα· ἀλλ᾽ ἡ εἰς Τράλλεις ἐστὶ διαβάντι τὸν Μαίανδρον κατὰ μέσην που τὴν ὁδὸν ὅπου τῆς Καρίας οἱ ὅροι· γίνονται δ᾽ οἱ πάντες ἀπὸ Φύσκου ἐπὶ τὸν Μαίανδρον κατὰ τὴν εἰς Ἔφεσον ὁδὸν χίλιοι ἑκατὸν ὀγδοήκοντα. πάλιν ἀπὸ τοῦ Μαιάνδρου τῆς Ἰωνίας ἐφεξῆς μῆκος ἐπιόντι κατὰ τὴν αὐτὴν ὁδὸν ἀπὸ μὲν τοῦ ποταμοῦ εἰς Τράλλεις ὀγδοήκοντα͵ εἶτ᾽ εἰς Μαγνησίαν ἑκατὸν τετταράκοντα͵ εἰς Ἔφεσον δ᾽ ἑκατὸν εἴκοσιν͵ εἰς δὲ Σμύρναν τριακόσιοι εἴκοσιν͵ εἰς δὲ Φώκαιαν καὶ τοὺς ὅρους τῆς Ἰωνίας ἐλάττους τῶν διακοσίων͵ ὥστε τὸ ἐπ᾽ εὐθείας μῆκος τῆς Ἰωνίας εἴη ἂν κατ᾽ αὐτὸν μικρῶι πλέον τῶν ὀκτακοσίων. ἐπεὶ δὲ κοινή τις ὁδὸς τέτριπται ἅπασι τοῖς ἐπὶ τὰς ἀνατολὰς ὁδοιποροῦσιν ἐξ Ἐφέσου͵ καὶ ταύτην ἔπεισιν. ἐπὶ μὲν τὰ Κάρουρα τῆς Καρίας ὅριον πρὸς τὴν Φρυγίαν διὰ Μαγνησίας καὶ Τραλλέων Νύσης Ἀντιοχείας ὁδὸς ἑπτακοσίων καὶ τετταράκοντα σταδίων· ἐντεῦθεν δὲ ἡ Φρυγία διὰ Λαοδικείας καὶ Ἀπαμείας καὶ Μητροπόλεως καὶ Χελιδονίων· ἐπὶ μὲν οὖν τὴν ἀρχὴν τῆς Παρωρείου͵ τοὺς Ὅλμους͵ στάδιοι περὶ ἐνακοσίους καὶ εἴκοσιν ἐκ τῶν Καρούρων· ἐπὶ δὲ τὸ πρὸς τῆι Λυκαονίαι πέρας τῆς Παρωρείου τὸ Τυριαῖον διὰ Φιλομηλίου μικρῶι πλείους τῶν πεντακοσίων͵ εἶθ᾽ ἡ Λυκαονία μέχρι Κοροπασσοῦ διὰ Λαοδικείας τῆς κατακεκαυμένης ὀκτακόσιοι τετταράκοντα͵ ἐκ δὲ Κοροπασσοῦ τῆς Λυκαονίας εἰς Γαρσάουρα͵ πολίχνιον τῆς Καππαδοκίας ἐπὶ τῶν ὅρων αὐτῆς ἱδρυμένον͵ ἑκατὸν εἴκοσιν· ἐντεῦθεν δ᾽ εἰς Μάζακα τὴν μητρόπολιν τῶν Καππαδόκων διὰ Σοάνδου καὶ Σαδακόρων ἑξακόσιοι ὀγδοήκοντα· ἐντεῦθεν δ᾽ ἐπὶ τὸν Εὐφράτην μέχρι Τομίσων χωρίου τῆς Σωφηνῆς διὰ Ἡρφῶν πολίχνης χίλιοι τετρακόσιοι τετταράκοντα. τὰ δ᾽ ἐπ᾽ εὐθείας τούτοις μέχρι τῆς Ἰνδικῆς τὰ αὐτὰ κεῖται καὶ παρὰ τῶι Ἀρτεμιδώρωι ἅπερ καὶ παρὰ τῶι Ἐρατοσθένει. λέγει δὲ καὶ Πολύβιος περὶ τῶν ἐκεῖ μάλιστα δεῖν πιστεύειν ἐκείνωι. ἄρχεται δὲ ἀπὸ Σαμοσάτων τῆς Κομμαγηνῆς͵ ἣ πρὸς τῆι διαβάσει καὶ τῶι Ζεύγματι κεῖται· εἰς δὲ Σαμόσατα ἀπὸ τῶν ὅρων τῆς Καππαδοκίας τῶν περὶ Τόμισα ὑπερθέντι τὸν Ταῦρον σταδίους εἴρηκε τετρακοσίους καὶ πεντήκοντα.


Κεφάλαιον 3

3.1

Μετὰ δὲ τὴν Ῥοδίων περαίαν ἧς ὅριον τὰ Δαίδαλα ἐφεξῆς πλέουσι πρὸς ἀνίσχοντα ἥλιον ἡ Λυκία κεῖται μέχρι Παμφυλίας͵ εἶθ᾽ ἡ Παμφυλία μέχρι Κιλίκων τῶν τραχέων͵ εἶθ᾽ ἡ τούτων μέχρι τῶν ἄλλων Κιλίκων τῶν περὶ τὸν Ἰσσικὸν κόλπον· ταῦτα δ᾽ ἐστὶ μέρη μὲν τῆς χερρονήσου͵ ἧς τὸν ἰσθμὸν ἔφαμεν τὴν ἀπὸ Ἰσσοῦ ὁδὸν μέχρι Ἀμισοῦ ἢ Σινώπης͵ ὥς τινες͵ ἐκτὸς δὲ τοῦ Ταύρου ἐν στενῆι παραλίαι τῆι ἀπὸ Λυκίας μέχρι τῶν περὶ Σόλους τόπων͵ τὴν νῦν Πομπηιόπολιν· ἔπειτα ἤδη εἰς πεδία ἀναπέπταται ἡ κατὰ τὸν Ἰσσικὸν κόλπον παραλία ἀπὸ Σόλων καὶ Ταρσοῦ ἀρξαμένη. ταύτην οὖν ἐπελθοῦσιν ὁ πᾶς περὶ τῆς χερρονήσου λόγος ἔσται περιωδευμένος· εἶτα μεταβησόμεθα ἐπὶ τὰ ἄλλα μέρη τῆς Ἀσίας τὰ ἐκτὸς τοῦ Ταύρου. τελευταῖα δ᾽ ἐκθήσομεν τὰ περὶ τὴν Λιβύην.

3.2

Μετὰ τοίνυν Δαίδαλα τὰ τῶν Ῥοδίων ὄρος ἐστὶ τῆς Λυκίας ὁμώνυμον αὐτοῖς Δαίδαλα͵ ἀφ᾽ οὗ λαμβάνει τὴν ἀρχὴν ὁ παράπλους ἅπας ὁ Λυκιακός͵ σταδίων μὲν ὢν χιλίων ἑπτακοσίων εἴκοσι͵ τραχὺς δὲ καὶ χαλεπός͵ ἀλλ᾽ εὐλίμενος σφόδρα καὶ ὑπὸ ἀνθρώπων συνοικούμενος σωφρόνων· ἐπεὶ ἥ γε τῆς χώρας φύσις παραπλησία καὶ τοῖς Παμφύλοις ἐστὶ καὶ τοῖς Τραχειώταις Κίλιξιν· ἀλλ᾽ ἐκεῖνοι μὲν ὁρμητηρίοις ἐχρήσαντο τοῖς τόποις πρὸς τὰ ληιστήρια͵ αὐτοὶ πειρατεύοντες ἢ τοῖς πειραταῖς λαφυροπώλια καὶ ναύσταθμα παρέχοντες· ἐν Σίδηι γοῦν πόλει τῆς Παμφυλίας τὰ ναυπήγια συνίστατο τοῖς Κίλιξιν͵ ὑπὸ κήρυκά τε ἐπώλουν ἐκεῖ τοὺς ἁλόντας ἐλευθέρους ὁμολογοῦντες· Λύκιοι δ᾽ οὕτω πολιτικῶς καὶ σωφρόνως ζῶντες διετέλεσαν ὥστ᾽ ἐκείνων διὰ τὰς εὐτυχίας θαλαττοκρατησάντων μέχρι τῆς Ἰταλίας ὅμως ὑπ᾽ οὐδενὸς ἐξήρθησαν αἰσχροῦ κέρδους͵ ἀλλ᾽ ἔμειναν ἐν τῆι πατρίωι διοικήσει τοῦ Λυκιακοῦ συστήματος.

3.3

Εἰσὶ δὲ τρεῖς καὶ εἴκοσι πόλεις αἱ τῆς ψήφου μετέχουσαι· συνέρχονται δὲ ἐξ ἑκάστης πόλεως εἰς κοινὸν συνέδριον͵ ἣν ἂν δοκιμάσωσι πόλιν ἑλόμενοι· τῶν δὲ πόλεων αἱ μέγισται μὲν τριῶν ψήφων ἐστὶν ἑκάστη κυρία͵ αἱ δὲ μέσαι δυεῖν͵ αἱ δ᾽ ἄλλαι μιᾶς· ἀνὰ λόγον δὲ καὶ τὰς εἰσφορὰς εἰσφέρουσι καὶ τὰς ἄλλας λειτουργίας. ἓξ δὲ τὰς μεγίστας ἔφη ὁ Ἀρτεμίδωρος͵ Ξάνθον Πάταρα Πίναρα Ὄλυμπον Μύρα Τλῶν κατὰ τὴν [ὑπέρ]θεσιν τὴν εἰς Κιβύραν κειμένην. ἐν δὲ τῶι συνεδρίωι πρῶτον μὲν Λυκιάρχης αἱρεῖται͵ εἶτ᾽ ἄλλαι ἀρχαὶ αἱ τοῦ συστήματος· δικαστήριά τε ἀποδείκνυται κοινῆι· καὶ περὶ πολέμου δὲ καὶ εἰρήνης καὶ συμμαχίας ἐβουλεύοντο πρότερον͵ νῦν δ᾽ οὐκ εἰκός͵ ἀλλ᾽ ἐπὶ τοῖς Ῥωμαίοις ταῦτ᾽ ἀνάγκη κεῖσθαι͵ πλὴν εἰ ἐκείνων ἐπιτρεψάντων͵ ἢ ὑπὲρ αὐτῶν εἴη χρήσιμον· ὁμοίως δὲ καὶ δικασταὶ καὶ ἄρχοντες ἀνὰ λόγον ταῖς ψήφοις ἐξ ἑκάστης προχειρίζονται πόλεως. οὕτω δ᾽ εὐνομουμένοις αὐτοῖς συνέβη παρὰ Ῥωμαίοις ἐλευθέροις διατελέσαι τὰ πάτρια νέμουσι͵ τοὺς δὲ ληιστὰς ἐπιδεῖν ἄρδην ἠφανισμένους͵ πρότερον μὲν ὑπὸ Σερουιλίου τοῦ Ἰσαυρικοῦ͵ καθ᾽ ὃν χρόνον καὶ τὰ Ἴσαυρα ἐκεῖνος καθεῖλεν͵ ὕστερον δὲ Πομπηίου τοῦ Μάγνου͵ πλείω τῶν χιλίων καὶ τριακοσίων σκαφῶν ἐμπρήσαντος τὰς δὲ κατοικίας ἐκκόψαντος͵ τῶν δὲ περιγενομένων ἀνθρώπων ἐν ταῖς μάχαις τοὺς μὲν καταγαγόντος εἰς Σόλους͵ ἣν ἐκεῖνος Πομπηιόπολιν ὠνόμασε͵ τοὺς δ᾽ εἰς Δύμην λειπανδρήσασαν͵ ἣν νυνὶ Ῥωμαίων ἀποικία νέμεται. οἱ ποιηταὶ δὲ μάλιστα οἱ τραγικοὶ συγχέοντες τὰ ἔθνη͵ καθάπερ τοὺς Τρῶας καὶ τοὺς Μυσοὺς καὶ τοὺς Λυδοὺς Φρύγας προσαγορεύουσιν͵ οὕτω καὶ τοὺς Λυκίους Κᾶρας.

3.4

Μετὰ δ᾽ οὖν τὰ Δαίδαλα τὸ τῶν Λυκίων ὄρος πλησίον ἐστὶ Τελεμησσὸς πολίχνη Λυκίων͵ καὶ Τελεμησσὶς ἄκρα λιμένα ἔχουσα. ἔλαβε δὲ τὸ χωρίον τοῦτο παρὰ Ῥωμαίων Εὐμένης ἐν τῶι Ἀντιοχικῶι πολέμωι͵ καταλυθείσης δὲ τῆς βασιλείας ἀπέλαβον πάλιν οἱ Λύκιοι.

3.5

Εἶθ᾽ ἑξῆς ὁ Ἀντίκραγος͵ ὄρθιον ὄρος͵ ἐφ᾽ ὧι Καρμυλησσὸς χωρίον ἐν φάραγγι ὠικημένον͵ καὶ μετὰ τοῦτον ὁ Κράγος͵ ἔχων ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώνυμον. περὶ ταῦτα μυθεύεται τὰ ὄρη τὰ περὶ τῆς Χιμαίρας· ἔστι δ᾽ οὐκ ἄπωθεν καὶ ἡ Χίμαιρα φάραγξ τις ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα. ὑπόκειται δὲ τῶι Κράγωι Πίναρα ἐν μεσογαίαι͵ τῶν μεγίστων οὖσα πόλεων ἐν τῆι Λυκίαι. ἐνταῦθα δὲ Πάνδαρος τιμᾶται͵ τυχὸν ἴσως * ὁμώνυμος τῶι Τρωικῶι· καὶ γὰρ τοῦτον ἐκ Λυκίας φασίν.

3.6

Εἶθ᾽ ὁ Ξάνθος ποταμός͵ ὃν Σίρβιν ἐκάλουν τὸ πρότερον· ἀναπλεύσαντι δ᾽ ὑπηρετικοῖς δέκα σταδίους τὸ Λητῶιον ἔστιν· ὑπὲρ δὲ τοῦ ἱεροῦ προελθόντι ἑξήκοντα ἡ πόλις ἡ τῶν Ξανθίων ἐστὶ μεγίστη τῶν ἐν Λυκίαι. μετὰ δὲ τὴν Ξάνθον Πάταρα͵ καὶ αὕτη μεγάλη πόλις λιμένα ἔχουσα καὶ ἱερὰ Ἀπόλλωνος͵ κτίσμα Πατάρου. Πτολεμαῖος δ᾽ ὁ φιλάδελφος ἐπισκευάσας Ἀρσινόην ἐκάλεσε τὴν ἐν Λυκίαι͵ ἐπεκράτησε δὲ τὸ ἐξ ἀρχῆς ὄνομα.

3.7

Εἶτα Μύρα ἐν εἴκοσι σταδίοις ὑπὲρ τῆς θαλάττης ἐπὶ μετεώρου λόφου. εἶθ᾽ ἡ ἐκβολὴ τοῦ Λιμύρου ποταμοῦ καὶ ἀνιόντι πεζῆι σταδίους εἴκοσι τὰ Λίμυρα πολίχνη. μεταξὺ δ᾽ ἐν τῶι λεχθέντι παράπλωι νησία πολλὰ καὶ λιμένες͵ ὧν καὶ Μεγίστη νῆσος καὶ πόλις ὁμώνυμος͵ * ἡ Κισθήνη. ἐν δὲ τῆι μεσογαίαι χωρία Φελλὸς καὶ Ἀντίφελλος καὶ ἡ Χίμαιρα͵ ἧς ἐμνήσθημεν ἐπάνω.

3.8

Εἶθ᾽ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι͵ πάρισοι τὸ μέγεθος͵ ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι· τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον· μία δ᾽ αὐτῶν καὶ πρόσορμον ἔχει. ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῆι θαλάττηι κρασπέδου δίκην. τὸ δ᾽ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ἡ ὀρεινή͵ καλεῖται δὲ καὶ αὕτη Ταῦρος. δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν· τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων. ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά· ἐν τούτοις δ᾽ ἐστὶν ἥ τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον͵ ὃ καὶ Φοινικοῦς καλεῖται· εἶτα Κώρυκος ὁ αἰγιαλός.

3.9

Εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας͵ πόλις ἀξιόλογος καὶ λίμνη. ὑπέρκειται δ᾽ αὐτῆς τὰ Σόλυμα ὄρος καὶ Τερμησσὸς Πισιδικὴ πόλις͵ ἐπικειμένη τοῖς στενοῖς δι᾽ ὧν ὑπέρβασίς ἐστιν εἰς τὴν Μιλυάδα. καὶ ὁ Ἀλέξανδρος διὰ τοῦτο ἐξεῖλεν αὐτὴν ἀνοῖξαι βουλόμενος τὰ στενά. περὶ Φασήλιδα δ᾽ ἐστὶ τὰ κατὰ θάλατταν στενά͵ δι᾽ ὧν Ἀλέξανδρος παρήγαγε τὴν στρατιάν. ἔστι δ᾽ ὄρος Κλῖμαξ καλούμενον͵ ἐπίκειται δὲ τῶι Παμφυλίωι πελάγει͵ στενὴν ἀπολεῖπον πάροδον ἐπὶ τῶι αἰγιαλῶι ταῖς μὲν νηνεμίαις γυμνουμένην ὥστε εἶναι βάσιμον τοῖς ὁδεύουσι͵ πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλυπτομένην ἐπὶ πολύ· ἡ μὲν οὖν διὰ τοῦ ὄρους ὑπέρβασις περίοδον ἔχει καὶ προσάντης ἐστί͵ τῶι δ᾽ αἰγιαλῶι χρῶνται κατὰ τὰς εὐδίας. ὁ δὲ Ἀλέξανδρος εἰς χειμέριον ἐμπεσὼν καιρὸν καὶ τὸ πλέον ἐπιτρέπων τῆι τύχηι πρὶν ἀνεῖναι τὸ κῦμα ὥρμησε͵ καὶ ὅλην τὴν ἡμέραν ἐν ὕδατι γενέσθαι τὴν πορείαν συνέβη μέχρι ὀμφαλοῦ βαπτιζομένων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ πόλις Λυκιακὴ ἐπὶ τῶν ὅρων ἱδρυμένη τῶν πρὸς Παμφυλίαν͵ τοῦ δὲ κοινοῦ τῶν Λυκίων οὐ μετέχει͵ καθ᾽ αὑτὴν δὲ συνέστηκεν.

3.10

Ὁ μὲν οὖν ποιητὴς ἑτέρους τῶν Λυκίων ποιεῖ τοὺς Σολύμους· ὑπὸ γὰρ τοῦ τῶν Λυκίων βασιλέως πεμφθεὶς ὁ Βελλεροφόντης ἐπὶ δεύτερον τοῦτον ἆθλον Σολύμοισι μαχέσσατο κυδαλίμοισιν. οἱ δὲ τοὺς Λυκίους πρότερον καλεῖσθαι Σολύμους φάσκοντες͵ ὕστερον δὲ Τερμίλας ἀπὸ τῶν ἐκ Κρήτης συγκατελθόντων τῶι Σαρπηδόνι͵ μετὰ δὲ ταῦτα Λυκίους ἀπὸ Λύκου τοῦ Πανδίονος͵ ὃν ἐκπεσόντα τῆς οἰκείας ἐδέξατο Σαρπηδὼν ἐπὶ μέρει τῆς ἀρχῆς͵ οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρωι· βελτίους δ᾽ οἱ φάσκοντες λέγεσθαι Σολύμους ὑπὸ τοῦ ποιητοῦ τοὺς νῦν Μιλύας προσαγορευομένους͵ περὶ ὧν εἰρήκαμεν.


Κεφάλαιον 4

4.1

Μετὰ Φασήλιδα δ᾽ ἔστιν ἡ Ὁλβία͵ τῆς Παμφυλίας ἀρχή͵ μέγα ἔρυμα͵ καὶ μετὰ ταύτην ὁ Καταράκτης λεγόμενος ἀφ᾽ ὑψηλῆς πέτρας καταράττων ποταμὸς πολὺς καὶ χειμαρρώδης ὥστε πόρρωθεν ἀκούεσθαι τὸν ψόφον. εἶτα πόλις Ἀττάλεια͵ ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου καὶ οἰκίσαντος εἰς Κώρυκον͵ πολίχνιον ὅμορον͵ ἄλλην κατοικίαν καὶ μείζω περίβολον περιθέντος. φασὶ δ᾽ ἐν τῶι μεταξὺ Φασήλιδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν͵ ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους͵ ὡς εἴρηκε Καλλισθένης.

4.2

Εἶθ᾽ ὁ Κέστρος ποταμός͵ ὃν ἀναπλεύσαντι σταδίους ἑξήκοντα Πέργη πόλις καὶ πλησίον ἐπὶ μετεώρου τόπου τὸ τῆς Περγαίας Ἀρτέμιδος ἱερόν͵ ἐν ὧι πανήγυρις κατ᾽ ἔτος συντελεῖται. εἶθ᾽ ὑπὲρ τῆς θαλάττης ὅσον τετταράκοντα Σύλλιον πόλις ἐστὶν ὑψηλὴ τοῖς ἐκ Πέργης ἔποπτος· εἶτα λίμνη εὐμεγέθης Καπρία καὶ μετὰ ταῦτα ὁ Εὐρυμέδων ποταμός͵ ὃν ἀναπλεύσαντι ἑξήκοντα σταδίους Ἄσπενδος πόλις εὐανδροῦσα ἱκανῶς͵ Ἀργείων κτίσμα· ὑπέρκειται δὲ ταύτης Πετνηλισσός· εἶτ᾽ ἄλλος ποταμὸς καὶ νησία προκείμενα πολλά· εἶτα Σίδη Κυμαίων ἄποικος· ἔχει δ᾽ Ἀθηνᾶς ἱερόν. πλησίον δ᾽ ἐστὶ καὶ ἡ Κιβυρατῶν παραλία τῶν μικρῶν· εἶθ᾽ ὁ Μέλας ποταμὸς καὶ ὕφορμος· εἶτα Πτολεμαῒς πόλις· καὶ μετὰ ταῦθ᾽ οἱ ὅροι τῆς Παμφυλίας καὶ τὸ Κορακήσιον͵ ἀρχὴ τῆς τραχείας Κιλικίας. ὁ δὲ παράπλους ἅπας ὁ Παμφύλιος στάδιοί εἰσιν ἑξακόσιοι τεσσαράκοντα.

4.3

Φησὶ δ᾽ Ἡρόδοτος τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων· τοὺς μὲν δὴ πολλοὺς ἐνθάδε καταμεῖναι͵ τινὰς δὲ σκεδασθῆναι πολλαχοῦ τῆς γῆς. Καλλῖνος δὲ τὸν μὲν Κάλχαντα ἐν Κλάρωι τελευτῆσαι τὸν βίον φησί͵ τοὺς δὲ λαοὺς μετὰ Μόψου τὸν Ταῦρον ὑπερθέντας τοὺς μὲν ἐν Παμφυλίαι μεῖναι τοὺς δ᾽ ἐν Κιλικίαι μερισθῆναι καὶ Συρίαι μέχρι καὶ Φοινίκης.


Κεφάλαιον 5

5.1

Τῆς Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς· τραχεῖα μέν͵ ἧς ἡ παραλία στενή ἐστι καὶ οὐδὲν ἢ σπανίως ἔχει τι χωρίον ἐπίπεδον͵ καὶ ἔτι ἧς ὑπέρκειται ὁ Ταῦρος οἰκούμενος κακῶς μέχρι καὶ τῶν προσβόρρων πλευρῶν τῶν περὶ Ἴσαυρα καὶ τοὺς Ὁμοναδέας μέχρι τῆς Πισιδίας· καλεῖται δ᾽ ἡ αὐτὴ καὶ Τραχειῶτις καὶ οἱ ἐνοικοῦντες Τραχειῶται· πεδιὰς δ᾽ ἡ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι Ἰσσοῦ͵ καὶ ἔτι ἧς ὑπέρκεινται κατὰ τὸ πρόσβορρον τοῦ Ταύρου πλευρὸν Καππάδοκες· αὕτη γὰρ ἡ χώρα τὸ πλέον πεδίων εὐπορεῖ καὶ χώρας ἀγαθῆς. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστιν ἐντὸς τοῦ Ταύρου τὰ δ᾽ ἐκτός͵ περὶ μὲν τῶν ἐντὸς εἴρηται͵ περὶ δὲ τῶν ἐκτὸς λέγωμεν ἀπὸ τῶν Τραχειωτῶν ἀρξάμενοι.

5.2

Πρῶτον τοίνυν ἐστὶ τῶν Κιλίκων φρούριον τὸ Κορακήσιον ἱδρυμένον ἐπὶ πέτρας ἀπορρῶγος͵ ὧι ἐχρήσατο Διόδοτος ὁ Τρύφων προσαγορευθεὶς ὁρμητηρίωι καθ᾽ ὃν καιρὸν ἀπέστησε τὴν Συρίαν τῶν βασιλέων καὶ διεπολέμει πρὸς ἐκείνους͵ τοτὲ μὲν κατορθῶν τοτὲ δὲ πταίων. τοῦτον μὲν οὖν Ἀντίοχος ὁ Δημητρίου κατακλείσας εἴς τι χωρίον ἠνάγκασε διεργάσασθαι τὸ σῶμα· τοῖς δὲ Κίλιξιν ἀρχὴν τοῦ τὰ πειρατικὰ συνίστασθαι Τρύφων αἴτιος κατέστη καὶ ἡ τῶν βασιλέων οὐδένεια τῶν τότε ἐκ διαδοχῆς ἐπιστατούντων τῆς Συρίας ἅμα καὶ τῆς Κιλικίας· τῶι γὰρ ἐκείνου νεωτερισμῶι συνενεωτέρισαν καὶ ἄλλοι͵ διχοστατοῦντές τε ἀδελφοὶ πρὸς ἀλλήλους ὑποχείριον ἐποίουν τὴν χώραν τοῖς ἐπιτιθεμένοις. ἡ δὲ τῶν ἀνδραπόδων ἐξαγωγὴ προὐκαλεῖτο μάλιστα εἰς τὰς κακουργίας ἐπικερδεστάτη γενομένη· καὶ γὰρ ἡλίσκοντο ῥαιδίως͵ καὶ τὸ ἐμπόριον οὐ παντελῶς ἄπωθεν ἦν μέγα καὶ πολυχρήματον͵ ἡ Δῆλος͵ δυναμένη μυριάδας ἀνδραπόδων αὐθημερὸν καὶ δέξασθαι καὶ ἀποπέμψαι͵ ὥστε καὶ παροιμίαν γενέσθαι διὰ τοῦτο ἔμπορε͵ κατάπλευσον͵ ἐξελοῦ͵ πάντα πέπραται. αἴτιον δ᾽ ὅτι πλούσιοι γενόμενοι Ῥωμαῖοι μετὰ τὴν Καρχηδόνος καὶ Κορίνθου κατασκαφὴν οἰκετείαις ἐχρῶντο πολλαῖς· ὁρῶντες δὲ τὴν εὐπέτειαν οἱ ληισταὶ ταύτην ἐξήνθησαν ἀθρόως͵ αὐτοὶ καὶ ληιζόμενοι καὶ σωματεμποροῦντες. συνήργουν δ᾽ εἰς ταῦτα καὶ οἱ τῆς Κύπρου καὶ οἱ τῆς Αἰγύπτου βασιλεῖς ἐχθροὶ τοῖς Σύροις ὄντες· οὐδ᾽ οἱ Ῥόδιοι δὲ φίλοι ἦσαν αὐτοῖς ὥστ᾽ οὐδὲν ἐβοήθουν· ἅμα δὲ καὶ οἱ ληισταὶ προσποιούμενοι σωματεμπορεῖν ἄλυτον τὴν κακουργίαν εἶχον. ἀλλ᾽ οὐδὲ Ῥωμαῖοί πω τοσοῦτον ἐφρόντιζον τῶν ἔξω τοῦ Ταύρου͵ ἀλλ᾽ ἔπεμψαν μὲν καὶ Σκιπίωνα τὸν Αἰμιλιανὸν ἐπισκεψόμενον τὰ ἔθνη καὶ τὰς πόλεις καὶ πάλιν ἄλλους τινάς͵ ἔγνωσαν δὲ κακίαι τῶν ἀρχόντων συμβαῖνον τοῦτο͵ εἰ καὶ τὴν κατὰ γένος διαδοχὴν τὴν ἀπὸ Σελεύκου τοῦ Νικάτορος αὐτοὶ κεκυρωκότες ἠιδοῦντο ἀφαιρεῖσθαι. τοῦτο δὲ συμβὰν τῆς μὲν χώρας ἐποίησε κυρίους Παρθυαίους͵ οἳ τὰ πέραν τοῦ Εὐφράτου κατέσχον͵ τὸ τελευταῖον δὲ καὶ Ἀρμενίους͵ οἳ καὶ τὴν ἐκτὸς τοῦ Ταύρου προσέλαβον μέχρι καὶ Φοινίκης͵ καὶ τοὺς βασιλέας κατέλυσαν εἰς δύναμιν καὶ τὸ γένος αὐτῶν σύμπαν͵ τὴν δὲ θάλατταν τοῖς Κίλιξι παρέδωκαν. εἶτ᾽ αὐξηθέντας ἠναγκάσθησαν καταλύειν Ῥωμαῖοι πολέμωι καὶ μετὰ στρατιᾶς οὓς αὐξομένους οὐκ ἐκώλυσαν. ὀλιγωρίαν μὲν οὖν αὐτῶν χαλεπὸν καταγνῶναι· πρὸς ἑτέροις δὲ ὄντες τοῖς ἐγγυτέρω καὶ κατὰ χεῖρα μᾶλλον οὐχ οἷοί τε ἦσαν τὰ ἀπωτέρω σκοπεῖν. ταῦτα μὲν οὖν ἔδοξεν ἡμῖν ἐν παρεκβάσει διὰ βραχέων εἰπεῖν.

5.3

Μετὰ δὲ τὸ Κορακήσιον Ἀρσινόη πόλις͵ εἶθ᾽ Ἁμαξία ἐπὶ βουνοῦ κατοικία τις ὕφορμον ἔχουσα͵ ὅπου κατάγεται ἡ ναυπηγήσιμος ὕλη. κέδρος δ᾽ ἐστὶν ἡ πλείστη͵ καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῆι τοιαύτηι ξυλείαι· καὶ διὰ τοῦτ᾽ Ἀντώνιος Κλεοπάτραι τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς. εἶτα Λαέρτης φρούριον ἐπὶ λόφου μαστοειδοῦς ὕφορμον ἔχον· εἶτα Σελινοῦς πόλις· εἶτα Κράγος πέτρα περίκρημνος πρὸς θαλάττηι· εἶτα Χαραδροῦς ἔρυμα καὶ αὐτὸ ὕφορμον ἔχον (ὑπέρκειται δ᾽ ὄρος Ἄνδρικλος) καὶ παράπλους τραχὺς Πλατανιστῆς καλούμενος· εἶτ᾽ Ἀνεμούριον ἄκρα καθ᾽ ἣν ἡ ἤπειρος ἐγγυτάτω τῆς Κυπρίας ἐστὶν ἐπὶ Κρομμύου ἄκραν ἐν διάρματι σταδίων τριακοσίων πεντήκοντα. εἰς μὲν οὖν τὸ Ἀνεμούριον ἀπὸ τῶν ὅρων τῆς Παμφυλίας ὁ Κιλίκιος παράπλους σταδίων ἐστὶν ὀκτακοσίων εἴκοσι͵ λοιπὸς δ᾽ ἐστὶ μέχρι Σόλων ὅσον πεντακοσίων παράπλους σταδίων. τούτου δ᾽ ἐστὶ Νάγιδος πρώτη μετὰ τὸ Ἀνεμούριον πόλις· εἶτ᾽ Ἀρσινόη πρόσορμον ἔχουσα· εἶτα τόπος Μελανία καὶ Κελένδερις πόλις λιμένα ἔχουσα. τινὲς δὲ ταύτην ἀρχὴν τίθενται τῆς Κιλικίας͵ οὐ τὸ Κορακήσιον͵ ὧν ἐστι καὶ ὁ Ἀρτεμίδωρος· καί φησιν ἀπὸ μὲν τοῦ Πηλουσιακοῦ στόματος εἶναι τρισχιλίους ἑξακοσίους σταδίους εἰς Ὀρθωσίαν͵ ἐπὶ δὲ τὸν Ὀρόντην ποταμὸν χίλια ἑκατὸν τριάκοντα͵ ἐπὶ δὲ τὰς πύλας ἑξῆς πεντακόσια εἰκοσιπέντε͵ ἐπὶ δὲ τοὺς ὅρους τῶν Κιλίκων χίλια ἐνακόσια εἴκοσιν.

5.4

Εἶθ᾽ Ὅλμοι͵ ὅπου πρότερον ὤικουν οἱ νῦν Σελευκεῖς͵ κτισθείσης δ᾽ ἐπὶ τῶι Καλυκάδνωι τῆς Σελευκείας ἐκεῖ μετωικίσθησαν. εὐθὺς γάρ ἐστιν ἡ τοῦ Καλυκάδνου ἐκβολὴ κάμψαντι ἠιόνα ποιοῦσαν ἄκραν ἣ καλεῖται Σαρπηδών. πλησίον δ᾽ ἐστὶ τοῦ Καλυκάδνου καὶ τὸ Ζεφύριον καὶ αὕτη ἄκρα· ἔχει δὲ ὁ ποταμὸς ἀνάπλουν εἰς τὴν Σελεύκειαν πόλιν εὖ συνοικουμένην καὶ πολὺ ἀφεστῶσαν τοῦ Κιλικίου καὶ Παμφυλίου τρόπου. ἐνταῦθα ἐγένοντο καθ᾽ ἡμᾶς ἄνδρες ἀξιόλογοι τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀθήναιός τε καὶ Ξέναρχος͵ ὧν ὁ μὲν Ἀθήναιος καὶ ἐπολιτεύσατο καὶ ἐδημαγώγησε χρόνον τινὰ ἐν τῆι πατρίδι͵ εἶτ᾽ ἐμπεσὼν εἰς τὴν Μουρήνα φιλίαν ἐκείνωι συνεάλω φεύγων φωραθείσης τῆς κατὰ Καίσαρος τοῦ Σεβαστοῦ συσταθείσης ἐπιβουλῆς· ἀναίτιος δὲ φανεὶς ἀφείθη ὑπὸ Καίσαρος. ὡς δ᾽ ἐπανιόντα ἐκ Ῥώμης ἠσπάζοντο καὶ ἐπυνθάνοντο οἱ πρῶτοι ἐντυγχάνοντες͵ τὸ Εὐριπίδου ἔφη ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών. ὀλίγον δ᾽ ἐπιβιοὺς χρόνον ἐν συμπτώσει τῆς οἰκίας ἐν ἧι ὤικει διεφθάρη νύκτωρ γενομένηι͵ Ξέναρχος δέ͵ οὗ ἠκροασάμεθα ἡμεῖς͵ ἐν οἴκωι μὲν οὐ πολὺ διέτριψεν͵ ἐν Ἀλεξανδρείαι δὲ καὶ Ἀθήνησι καὶ τὸ τελευταῖον ἐν Ῥώμηι͵ τὸν παιδευτικὸν βίον ἑλόμενος· χρησάμενος δὲ καὶ τῆι Ἀρείου φιλίαι καὶ μετὰ ταῦτα τῆι Καίσαρος τοῦ Σεβαστοῦ διετέλεσε μέχρι γήρως ἐν τιμῆι ἀγόμενος· μικρὸν δὲ πρὸ τῆς τελευτῆς πηρωθεὶς τὴν ὄψιν κατέστρεψε νόσωι τὸν βίον.

5.5

Μετὰ δὲ τὸν Καλύκαδνον ἡ Ποικίλη λεγομένη πέτρα κλίμακα ἔχουσα λατομητὴν ἐπὶ Σελεύκειαν ἄγουσαν. εἶτ᾽ Ἀνεμούριον ἄκρα ὁμώνυμος τῆι προτέραι͵ καὶ Κράμβουσα νῆσος καὶ Κώρυκος ἄκρα͵ ὑπὲρ ἧς ἐν εἴκοσι σταδίοις ἐστὶ τὸ Κωρύκιον ἄντρον͵ ἐν ὧι ἡ ἀρίστη κρόκος φύεται. ἔστι δὲ κοιλὰς μεγάλη κυκλοτερὴς ἔχουσα περικειμένην ὀφρὺν πετρώδη πανταχόθεν ἱκανῶς ὑψηλήν· καταβάντι δ᾽ εἰς αὐτὴν ἀνώμαλόν ἐστιν ἔδαφος καὶ τὸ πολὺ πετρῶδες͵ μεστὸν δὲ τῆς θαμνώδους ὕλης ἀειθαλοῦς τε καὶ ἡμέρου· παρέσπαρται δὲ καὶ τὰ ἐδάφη τὰ φέροντα τὴν κρόκον. ἔστι δὲ καὶ ἄντρον αὐτόθι ἔχον πηγὴν μεγάλην ποταμὸν ἐξιεῖσαν καθαροῦ τε καὶ διαφανοῦς ὕδατος͵ εὐθὺς καταπίπτοντα ὑπὸ γῆς· ἐνεχθεὶς δ᾽ ἀφανὴς ἔξεισιν εἰς τὴν θάλατταν· καλοῦσι δὲ πικρὸν ὕδωρ.

5.6

Εἶθ᾽ ἡ Ἐλαιοῦσσα νῆσος μετὰ τὴν Κώρυκον͵ προσκειμένη τῆι ἠπείρωι͵ ἣν συνώικισεν Ἀρχέλαος καὶ κατεσκευάσατο βασίλειον λαβὼν τὴν Τραχειῶτιν Κιλικίαν ὅλην πλὴν Σελευκείας͵ καθ᾽ ὃν τρόπον καὶ Ἀμύντας πρότερον εἶχε καὶ ἔτι πρότερον Κλεοπάτρα. εὐφυοῦς γὰρ ὄντος τοῦ τόπου πρὸς τὰ ληιστήρια καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν (κατὰ γῆν μὲν διὰ τὸ μέγεθος τῶν ὀρῶν καὶ τῶν ὑπερκειμένων ἐθνῶν͵ πεδία καὶ γεώργια ἐχόντων μεγάλα καὶ εὐκατατρόχαστα͵ κατὰ θάλατταν δὲ διὰ τὴν εὐπορίαν τῆς τε ναυπηγησίμου ὕλης καὶ τῶν λιμένων καὶ ἐρυμάτων καὶ ὑποδυτηρίων)͵ ἐδόκει πρὸς ἅπαν τὸ τοιοῦτο βασιλεύεσθαι μᾶλλον τοὺς τόπους ἢ ὑπὸ τοῖς Ῥωμαίοις ἡγεμόσιν εἶναι τοῖς ἐπὶ τὰς κρίσεις πεμπομένοις͵ οἳ μήτ᾽ ἀεὶ παρεῖναι ἔμελλον μήτε μεθ᾽ ὅπλων. οὕτω μὲν Ἀρχέλαος ἔλαβε πρὸς τῆι Καππαδοκίαι τὴν τραχεῖαν Κιλικίαν. εἰσὶ δ᾽ ὅροι ταύτης μεταξὺ Σόλων τε καὶ Ἐλαιούσσης ὁ Λάμος ποταμὸς καὶ κώμη ὁμώνυμος.

5.7

Κατὰ δὲ τὰς ἀκρωρείας τοῦ Ταύρου τὸ Ζηνικέτου πειρατήριόν ἐστιν ὁ Ὄλυμπος ὄρος τε καὶ φρούριον ὁμώνυμον͵ ἀφ᾽ οὗ κατοπτεύεται πᾶσα Λυκία καὶ Παμφυλία καὶ Πισιδία καὶ Μιλυάς· ἁλόντος δὲ τοῦ ὄρους [ὑπὸ] τοῦ Ἰσαυρικοῦ͵ ἐνέπρησεν ἑαυτὸν πανοίκιον. τούτου δ᾽ ἦν καὶ ὁ Κώρυκος καὶ ἡ Φάσηλις καὶ πολλὰ τῶν Παμφύλων χωρία· πάντα δ᾽ εἷλεν ὁ Ἰσαυρικός.

5.8

Μετὰ δὲ Λάμον Σόλοι πόλις ἀξιόλογος͵ τῆς ἄλλης Κιλικίας ἀρχὴ τῆς περὶ τὸν Ἰσσόν͵ Ἀχαιῶν καὶ Ῥοδίων κτίσμα τῶν ἐκ Λίνδου· εἰς ταύτην λειπανδρήσασαν Πομπήιος Μάγνος κατώικισε τοὺς περιγενομένους τῶν πειρατῶν͵ οὓς μάλιστα ἔγνω σωτηρίας καὶ προνοίας τινὸς ἀξίους͵ καὶ μετωνόμασε Πομπηιόπολιν. γεγόνασι δ᾽ ἄνδρες ἐνθένδε τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ στωικὸς φιλόσοφος πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος͵ καὶ Φιλήμων ὁ κωμικὸς ποιητής͵ καὶ Ἄρατος ὁ τὰ φαινόμενα συγγράψας ἐν ἔπεσιν.

5.9

Εἶτα Ζεφύριον ὁμώνυμον τῶι πρὸς Καλύδνωι· εἶτ᾽ Ἀγχιάλη μικρὸν ὑπὲρ τῆς θαλάττης͵ κτίσμα Σαρδαναπάλλου͵ φησὶν Ἀριστόβουλος· ἐνταῦθα δ᾽ εἶναι μνῆμα τοῦ Σαρδαναπάλλου καὶ τύπον λίθινον συμβάλλοντα τοὺς τῆς δεξιᾶς χειρὸς δακτύλους ὡς ἂν ἀποκροτοῦντα͵ καὶ ἐπιγραφὴν εἶναι Ἀσσυρίοις γράμμασι τοιάνδε Σαρδανάπαλλος ὁ Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρηι μιῆι. ἔσθιε πῖνε παῖζε͵ ὡς τἆλλα τούτου οὐκ ἄξια͵ τοῦ ἀποκροτήματος. μέμνηται δὲ καὶ Χοιρίλος τούτων· καὶ δὴ καὶ περιφέρεται τὰ ἔπη ταυτί ταῦτ᾽ ἔχω͵ ὅσσ᾽ ἔφαγον καὶ ἀφύβρισα͵ καὶ μετ᾽ ἔρωτος τέρπν᾽ ἔπαθον͵ τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.

5.10

Ὑπέρκειται δὲ τὰ Κύινδα τῆς Ἀγχιάλης ἔρυμα͵ ὧι ἐχρήσαντό ποτε οἱ Μακεδόνες γαζοφυλακίωι· ἦρε δὲ τὰ χρήματα Εὐμένης ἀποστὰς Ἀντιγόνου. ἔτι δ᾽ ὕπερθεν τούτου τε καὶ τῶν Σόλων ὀρεινή ἐστιν͵ ἐν ἧι Ὄλβη πόλις Διὸς ἱερὸν ἔχουσα͵ Αἴαντος ἵδρυμα τοῦ Τεύκρου· καὶ ὁ ἱερεὺς δυνάστης ἐγίνετο τῆς Τραχειώτιδος· εἶτ᾽ ἐπέθεντο τῆι χώραι τύραννοι πολλοί͵ καὶ συνέστη τὰ ληιστήρια. μετὰ δὲ τὴν τούτων κατάλυσιν ἐφ᾽ ἡμῶν ἤδη τὴν τοῦ Τεύκρου δυναστείαν ταύτην ἐκάλουν͵ τὴν δ᾽ αὐτὴν καὶ ἱερωσύνην· καὶ οἱ πλεῖστοί γε τῶν ἱερασαμένων ὠνομάζοντο Τεῦκροι ἢ Αἴαντες. εἰσιοῦσα δὲ Ἄβα κατ᾽ ἐπιγαμίαν εἰς τὸν οἶκον τοῦτον͵ ἡ Ζηνοφάνους θυγάτηρ ἑνὸς τῶν τυράννων͵ αὐτὴ κατέσχε τὴν ἀρχὴν προλαβόντος τοῦ πατρὸς ἐν ἐπιτρόπου σχήματι· ὕστερον δὲ καὶ Ἀντώνιος καὶ Κλεοπάτρα κατεχαρίσαντο ἐκείνηι θεραπείαις ἐκλιπαρηθέντες· ἔπειθ᾽ ἡ μὲν κατελύθη τοῖς δ᾽ ἀπὸ τοῦ γένους διέμεινεν ἡ ἀρχή. μετὰ δὲ τὴν Ἀγχιάλην αἱ τοῦ Κύδνου ἐκβολαὶ κατὰ τὸ Ῥῆγμα καλούμενον. ἔστι δὲ λιμνάζων τόπος ἔχων καὶ παλαιὰ νεώρια͵ εἰς ὃν ἐκπίπτει ὁ Κύδνος ὁ διαρρέων μέσην τὴν Ταρσὸν τὰς ἀρχὰς ἔχων ἀπὸ τοῦ ὑπερκειμένου τῆς πόλεως Ταύρου· καὶ ἔστιν ἐπίνειον ἡ λίμνη τῆς Ταρσοῦ.

5.11

Μέχρι μὲν δὴ δεῦρο ἡ παραλία πᾶσα ἀπὸ τῆς Ῥοδίων περαίας ἀρξαμένη πρὸς ἰσημερινὰς ἀνατολὰς ἀπὸ τῶν ὁμωνύμων ἐκτείνεται δύσεων͵ εἶτ᾽ ἐπὶ τὴν χειμερινὴν ἀνατολὴν ἐπιστρέφει μέχρι Ἰσσοῦ͵ κἀντεῦθεν ἤδη καμπὴν λαμβάνει πρὸς νότον μέχρι Φοινίκης͵ τὸ δὲ λοιπὸν πρὸς δύσιν μέχρι στηλῶν τελευτᾶι. τὸ μὲν οὖν ἀληθὲς ὁ ἰσθμὸς τῆς περιωδευμένης χερρονήσου οὗτός ἐστιν ὁ ἀπὸ Ταρσοῦ καὶ τῆς ἐκβολῆς τοῦ Κύδνου μέχρι Ἀμισοῦ· τὸ γὰρ ἐλάχιστον ἐξ Ἀμισοῦ διάστημα ἐπὶ τοὺς Κιλίκων ὅρους τοῦτ᾽ ἔστιν· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσίν εἰσιν εἰς Ταρσὸν στάδιοι͵ κἀκεῖθεν οὐ πλείους ἐπὶ τὴν ἐκβολὴν τοῦ Κύδνου. καὶ μὴν ἐπί γε Ἰσσὸν καὶ τὴν κατ᾽ αὐτὴν θάλατταν οὔτ᾽ ἄλλη ὁδὸς συντομωτέρα ἐστὶν ἐξ Ἀμισοῦ τῆς διὰ Ταρσοῦ͵ οὔτ᾽ ἐκ Ταρσοῦ ἐπὶ Ἰσσὸν ἐγγυτέρω ἐστὶν ἢ ἐπὶ Κύδνον͵ ὥστε δῆλον ὅτι ταῖς μὲν ἀληθείαις οὗτος ἂν εἴη ὁ ἰσθμός͵ λέγεται δ᾽ ὅμως ὁ μέχρι τοῦ Ἰσσικοῦ κόλπου͵ παρακλεπτόντων διὰ τὸ σημειῶδες. διὰ δὲ τοῦτ᾽ αὐτὸ καὶ τὴν ἐκ τῆς Ῥοδίας γραμμήν͵ ἣν μέχρι τοῦ Κύδνου κατηγάγομεν͵ τὴν αὐτὴν ἀποφαίνομεν τῆι μέχρι Ἰσσοῦ͵ οὐδὲν παρὰ τοῦτο ποιούμενοι͵ καὶ τὸν Ταῦρόν φαμεν διήκειν ἐπ᾽ εὐθείας τῆιδε τῆι γραμμῆι μέχρι τῆς Ἰνδικῆς.

5.12

Ἡ δὲ Ταρσὸς κεῖται μὲν ἐν πεδίωι κτίσμα δ᾽ ἐστὶ τῶν μετὰ Τριπτολέμου πλανηθέντων Ἀργείων κατὰ ζήτησιν Ἰοῦς· διαρρεῖ δ᾽ αὐτὴν μέσην ὁ Κύδνος παρ᾽ αὐτὸ τὸ γυμνάσιον τῶν νέων· ἅτε δὲ τῆς πηγῆς οὐ πολὺ ἄπωθεν οὔσης͵ καὶ τοῦ ῥείθρου διὰ φάραγγος βαθείας ἰόντος͵ εἶτ᾽ εὐθὺς εἰς τὴν πόλιν ἐκπίπτοντος͵ ψυχρόν τε καὶ τραχὺ τὸ ῥεῦμά ἐστιν͵ ὅθεν καὶ τοῖς παχυνευροῦσι * ῥοϊζομένοις καὶ κτήνεσι καὶ ἀνθρώποις ἐπικουρεῖ.

5.13

Τοσαύτη δὲ τοῖς ἐνθάδε ἀνθρώποις σπουδὴ πρός τε φιλοσοφίαν καὶ τὴν ἄλλην παιδείαν ἐγκύκλιον ἅπασαν γέγονεν ὥσθ᾽ ὑπερβέβληνται καὶ Ἀθήνας καὶ Ἀλεξάνδρειαν καὶ εἴ τινα ἄλλον τόπον δυνατὸν εἰπεῖν͵ ἐν ὧι σχολαὶ καὶ διατριβαὶ φιλοσόφων γεγόνασι. διαφέρει δὲ τοσοῦτον ὅτι ἐνταῦθα μὲν οἱ φιλομαθοῦντες ἐπιχώριοι πάντες εἰσί͵ ξένοι δ᾽ οὐκ ἐπιδημοῦσι ῥαιδίως· οὐδ᾽ αὐτοὶ οὗτοι μένουσιν αὐτόθι͵ ἀλλὰ καὶ τελειοῦνται ἐκδημήσαντες καὶ τελειωθέντες ξενιτεύουσιν ἡδέως͵ κατέρχονται δ᾽ ὀλίγοι. ταῖς δ᾽ ἄλλαις πόλεσιν ἃς ἀρτίως εἶπον πλὴν Ἀλεξανδρείας συμβαίνει τἀναντία· φοιτῶσι γὰρ εἰς αὐτὰς πολλοὶ καὶ διατρίβουσιν αὐτόθι ἄσμενοι͵ τῶν δ᾽ ἐπιχωρίων οὐ πολλοὺς οὔτ᾽ ἂν ἔξω φοιτῶντας ἴδοις κατὰ φιλομάθειαν͵ οὔτ᾽ αὐτόθι περὶ τοῦτο σπουδάζοντας· Ἀλεξανδρεῦσι δ᾽ ἀμφότερα συμβαίνει· καὶ γὰρ δέχονται πολλοὺς τῶν ξένων καὶ ἐκπέμπουσι τῶν ἰδίων οὐκ ὀλίγους ..... καὶ εἰσὶ σχολαὶ παρ᾽ αὐτοῖς παντοδαπαὶ τῶν περὶ λόγους τεχνῶν͵ καὶ τἆλλα δ᾽ εὐανδρεῖ καὶ πλεῖστον δύναται τὸν τῆς μητροπόλεως ἐπέχουσα λόγον.

5.14

Ἄνδρες δ᾽ ἐξ αὐτῆς γεγόνασι τῶν μὲν στωικῶν Ἀντίπατρός τε καὶ Ἀρχέδημος καὶ Νέστωρ͵ ἔτι δ᾽ Ἀθηνόδωροι δύο͵ ὧν ὁ μὲν Κορδυλίων καλούμενος συνεβίωσε Μάρκωι Κάτωνι καὶ ἐτελεύτα παρ᾽ ἐκείνωι͵ ὁ δὲ τοῦ Σάνδωνος͵ ὃν καὶ Κανανίτην φασὶν ἀπὸ κώμης τινός͵ Καίσαρος καθηγήσατο καὶ τιμῆς ἔτυχε μεγάλης͵ κατιών τε εἰς τὴν πατρίδα ἤδη γηραιὸς κατέλυσε τὴν καθεστῶσαν πολιτείαν κακῶς φερομένην ὑπό τε ἄλλων καὶ Βοήθου͵ κακοῦ μὲν ποιητοῦ κακοῦ δὲ πολίτου͵ δημοκοπίαις ἰσχύσαντος τὸ πλέον. ἐπῆρε δ᾽ αὐτὸν καὶ Ἀντώνιος κατ᾽ ἀρχὰς ἀποδεξάμενος τὸ γραφὲν εἰς τὴν ἐν Φιλίπποις νίκην ἔπος͵ καὶ ἔτι μᾶλλον ἡ εὐχέρεια ἡ ἐπιπολάζουσα παρὰ τοῖς Ταρσεῦσιν ὥστ᾽ ἀπαύστως σχεδιάζειν παρὰ χρῆμα πρὸς τὴν δεδομένην ὑπόθεσιν· καὶ δὴ καὶ γυμνασιαρχίαν ὑποσχόμενος Ταρσεῦσι τοῦτον ἀντὶ γυμνασιάρχου κατέστησε͵ καὶ τὰ ἀναλώματα ἐπίστευσεν αὐτῶι. ἐφωράθη δὲ νοσφισάμενος τά τε ἄλλα καὶ τοὔλαιον· ἐλεγχόμενος δ᾽ ὑπὸ τῶν κατηγόρων ἐπὶ τοῦ Ἀντωνίου παρηιτεῖτο τὴν ὀργήν͵ σὺν ἄλλοις καὶ ταῦτα λέγων ὅτι ὥσπερ Ὅμηρος ἐξύμνησεν Ἀχιλλέα καὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα͵ οὕτως ἐγὼ σέ· οὐ δίκαιος οὖν εἰμι εἰς τοιαύτας ἄγεσθαι διαβολὰς ἐπὶ σοῦ. παραλαβὼν οὖν ὁ κατήγορος τὸν λόγον ἀλλ᾽ Ὅμηρος μέν ἔφη ἔλαιον Ἀγαμέμνονος οὐκ ἔκλεψεν͵ ἀλλ᾽ οὐδὲ Ἀχιλλέως͵ σὺ δέ· ὥστε δώσεις δίκην. διακρουσάμενος δ᾽ οὖν θεραπείαις τισὶ τὴν ὀργὴν οὐδὲν ἧττον διετέλεσιν ἄγων καὶ φέρων τὴν πόλιν μέχρι τῆς καταστροφῆς τοῦ Ἀντωνίου. τοιαύτην δὲ τὴν πόλιν καταλαβὼν ὁ Ἀθηνόδωρος τέως μὲν ἐπεχείρει λόγωι μετάγειν κἀκεῖνον καὶ τοὺς συστασιώτας· ὡς δ᾽ οὐκ ἀπείχοντο ὕβρεως οὐδεμιᾶς͵ ἐχρήσατο τῆι δοθείσηι ὑπὸ τοῦ Καίσαρος ἐξουσίαι καὶ ἐξέβαλεν αὐτοὺς καταγνοὺς φυγήν. οἱ δὲ πρῶτον μὲν κατετοιχογράφησαν αὐτοῦ τοιαῦτα ἔργα νέων͵ βουλαὶ δὲ μέσων͵ πορδαὶ δὲ γερόντων. ἐπεὶ δ᾽ ἐκεῖνος ἐν παιδιᾶς μέρει δεξάμενος ἐκέλευσε παρεπιγράψαι βρονταὶ δὲ γερόντων͵ καταφρονήσας τις τοῦ ἐπιεικοῦς εὔλυτον τὸ κοιλίδιον ἔχων προσέρρανε πολὺ τῆι θύραι καὶ τῶι τοίχωι νύκτωρ παριὼν τὴν οἰκίαν· ὁ δὲ τῆς στάσεως κατηγορῶν ἐν ἐκκλησίαι τὴν νόσον τῆς πόλεως ἔφη καὶ τὴν καχεξίαν πολλαχόθεν σκοπεῖν ἔξεστι͵ καὶ δὴ καὶ ἐκ τῶν διαχωρημάτων. οὗτοι μὲν στωικοὶ ἄνδρες· ἀκαδημαϊκὸς δὲ Νέστωρ ὁ καθ᾽ ἡμᾶς͵ ὁ Μαρκέλλου καθηγησάμενος τοῦ Ὀκταουίας παιδός͵ τῆς Καίσαρος ἀδελφῆς. καὶ οὗτος δὲ προέστη τῆς πολιτείας διαδεξάμενος τὸν Ἀθηνόδωρον͵ καὶ διετέλεσε τιμώμενος παρά τε τοῖς ἡγεμόσι καὶ ἐν τῆι πόλει.

5.15

Τῶν δ᾽ ἄλλων φιλοσόφων οὕς κεν ἐὺ γνοίην καί τ᾽ οὔνομα μυθησαίμην͵ Πλουτιάδης τε ἐγένετο καὶ Διογένης τῶν περιπολιζόντων καὶ σχολὰς διατιθεμένων εὐφυῶς· ὁ δὲ Διογένης καὶ ποιήματα ὥσπερ ἀπεφοίβαζε τεθείσης ὑποθέσεως͵ τραγικὰ ὡς ἐπὶ πολύ· γραμματικοὶ δὲ ὧν καὶ συγγράμματα ἔστιν͵ Ἀρτεμίδωρός τε καὶ Διόδωρος· ποιητὴς δὲ τραγωιδίας ἄριστος τῶν τῆς Πλειάδος καταριθμουμένων Διονυσίδης. μάλιστα δ᾽ ἡ Ῥώμη δύναται διδάσκειν τὸ πλῆθος τῶν ἐκ τῆσδε τῆς πόλεως φιλολόγων· Ταρσέων γὰρ καὶ Ἀλεξανδρέων ἐστὶ μεστή. τοιαύτη μὲν ἡ Ταρσός.

5.16

Μετὰ δὲ τὸν Κύδνον ὁ Πύραμος ἐκ τῆς Καταονίας ῥέων͵ οὗπερ καὶ πρότερον ἐμνήσθημεν· φησὶ δ᾽ Ἀρτεμίδωρος ἐντεῦθεν εἰς Σόλους εὐθυπλοίαι σταδίους εἶναι πεντακοσίους. πλησίον δὲ καὶ Μαλλὸς ἐφ᾽ ὕψους κειμένη͵ κτίσμα Ἀμφιλόχου καὶ Μόψου τοῦ Ἀπόλλωνος καὶ Μαντοῦς͵ περὶ ὧν πολλὰ μυθολογεῖται· καὶ δὴ καὶ ἡμεῖς ἐμνήσθημεν αὐτῶν ἐν τοῖς περὶ Κάλχαντος λόγοις καὶ τῆς ἔριδος ἣν ἤρισαν περὶ τῆς μαντικῆς ὅ τε Κάλχας καὶ ὁ Μόψος· ταύτην τε γὰρ τὴν ἔριν μεταφέρουσιν ἔνιοι͵ καθάπερ καὶ Σοφοκλῆς͵ εἰς τὴν Κιλικίαν͵ καλέσας ἐκεῖνος αὐτὴν Παμφυλίαν τραγικῶς͵ καθάπερ καὶ τὴν Λυκίαν Καρίαν καὶ τὴν Τροίαν καὶ Λυδίαν Φρυγίαν· καὶ τὸν θάνατον δὲ τοῦ Κάλχαντος ἐνταῦθα παραδιδόασιν ἄλλοι τε καὶ Σοφοκλῆς. οὐ μόνον δὲ τὴν περὶ τῆς μαντικῆς ἔριν μεμυθεύκασιν ἀλλὰ καὶ τῆς ἀρχῆς. τὸν γὰρ Μόψον φασὶ καὶ τὸν Ἀμφίλοχον ἐκ Τροίας ἐλθόντας κτίσαι Μαλλόν· εἶτ᾽ Ἀμφίλοχον εἰς Ἄργος ἀπελθεῖν͵ δυσαρεστήσαντα δὲ τοῖς ἐκεῖ πάλιν ἀναστρέψαι δεῦρο͵ ἀποκλειόμενον δὲ τῆς κοινωνίας συμβαλεῖν εἰς μονομαχίαν πρὸς τὸν Μόψον͵ πεσόντας δ᾽ ἀμφοτέρους ταφῆναι μὴ ἐν ἐπόψει ἀλλήλοις· καὶ νῦν οἱ τάφοι δείκνυνται περὶ Μάγαρσα τοῦ Πυράμου πλησίον. ἐντεῦθεν δ᾽ ἦν Κράτης ὁ γραμματικός͵ οὗ φησι γενέσθαι μαθητὴς Παναίτιος.

5.17

Ὑπέρκειται δὲ τῆς παραλίας ταύτης Ἀλήιον πεδίον͵ δι᾽ οὗ Φιλωτᾶς διήγαγεν Ἀλεξάνδρωι τὴν ἵππον͵ ἐκείνου τὴν φάλαγγα ἀγαγόντος ἐκ τῶν Σόλων διὰ τῆς παραλίας καὶ τῆς Μαλλώτιδος ἐπί τε Ἰσσὸν καὶ τὰς Δαρείου δυνάμεις. φασὶ δὲ καὶ ἐναγίσαι τῶι Ἀμφιλόχωι τὸν Ἀλέξανδρον διὰ τὴν ἐξ Ἄργους συγγένειαν. Ἡσίοδος δ᾽ ἐν Σόλοις ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Ἀμφίλοχόν φησιν͵ οἱ δὲ περὶ τὸ Ἀλήιον πεδίον͵ οἱ δ᾽ ἐν Συρίαι͵ ἀπὸ τοῦ Ἀληίου ἀπιόντα διὰ τὴν ἔριν.

5.18

Μετὰ δὲ Μαλλὸν Αἰγαῖαι πολίχνιον ὕφορμον ἔχον· εἶτ᾽ Ἀμανίδες πύλαι ὕφορμον ἔχουσαι͵ εἰς ἃς τελευτᾶι τὸ Ἀμανὸν ὄρος ἀπὸ τοῦ Ταύρου καθῆκον͵ ὃ τῆς Κιλικίας ὑπέρκειται κατὰ τὸ πρὸς ἕω μέρος͵ ἀεὶ μὲν ὑπὸ πλειόνων δυναστευόμενον τυράννων ἐχόντων ἐρύματα· καθ᾽ ἡμᾶς δὲ κατέστη κύριος πάντων ἀνὴρ ἀξιόλογος καὶ βασιλεὺς ὑπὸ Ῥωμαίων ὠνομάσθη διὰ τὰς ἀνδραγαθίας Ταρκονδίμοτος͵ καὶ τὴν διαδοχὴν τοῖς μετ᾽ αὐτὸν παρέδωκε.

5.19

Μετὰ δὲ Αἰγαίας Ἰσσὸς πολίχνιον ὕφορμον ἔχον καὶ ποταμὸς Πίναρος. ἐνταῦθα ὁ ἀγὼν συνέπεσεν Ἀλεξάνδρωι καὶ Δαρείωι· καὶ ὁ κόλπος εἴρηται Ἰσσικός· ἐν αὐτῶι δὲ πόλις Ῥωσὸς καὶ Μυρίανδρος πόλις καὶ Ἀλεξάνδρεια καὶ Νικόπολις καὶ Μοψουεστία καὶ [αἱ] πύλαι λεγόμεναι͵ ὅριον Κιλίκων τε καὶ Σύρων. ἐν δὲ τῆι Κιλικίαι ἐστὶ καὶ τὸ τῆς Σαρπηδονίας Ἀρτέμιδος ἱερὸν καὶ μαντεῖον͵ τοὺς δὲ χρησμοὺς ἔνθεοι προθεσπίζουσιν.

5.20

Μετὰ δὲ τὴν Κιλικίαν πρώτη πόλις ἐστὶ τῶν Σύρων Σελεύκεια ἡ ἐν Πιερίαι͵ καὶ πλησίον Ὀρόντης ἐκδίδωσι ποταμός. ἔστι δ᾽ ἀπὸ Σελευκείας εἰς Σόλους ἐπ᾽ εὐθείας πλοῦς ὀλίγον ἀπολείπων τῶν χιλίων σταδίων.

5.21

Τῶν δ᾽ ἐν Τροίαι Κιλίκων ὧν Ὅμηρος μέμνηται πολὺ διεστώτων ἀπὸ τῶν ἔξω τοῦ Ταύρου Κιλίκων͵ οἱ μὲν ἀποφαίνουσιν ἀρχηγέτας τοὺς ἐν τῆι Τροίαι τούτων καὶ δεικνύουσί τινας τόπους κἀνταῦθα͵ ὥσπερ ἐν τῆι Παμφυλίαι Θήβην καὶ Λυρνησσόν͵ οἱ δ᾽ ἔμπαλιν καὶ Ἀλήιόν τι πεδίον κἀκεῖ δεικνύουσι. περιωδευμένων δὲ καὶ τῶν ἔξω τοῦ Ταύρου μερῶν τῆς προειρημένης χερρονήσου͵ προσθετέον ἐστὶ καὶ ταῦτα.

5.22

Ὁ γὰρ Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ἔτι καὶ τοιαῦτα λέγει· τοὺς γὰρ ἐκ τῆς Ἀσίας ἐπικούρους τῶν Τρώων ἅπαντας καταριθμεῖσθαί φησιν ὑπὸ τοῦ ποιητοῦ τῆς χερρονήσου κατοίκους ὄντας͵ ἧς ὁ στενώτατος ἰσθμός ἐστι τὸ μεταξὺ τοῦ κατὰ Σινώπην μυχοῦ καὶ Ἰσσοῦ· αἱ δ᾽ ἐκτὸς πλευραί φησί τριγωνοειδοῦς οὔσης͵ εἰσὶ μὲν ἄνισοι͵ παρήκουσι δὲ ἡ μὲν ἀπὸ Κιλικίας ἐπὶ Χελιδονίας͵ ἡ δ᾽ ἐνθένδε ἐπὶ τὸ στόμα τοῦ Εὐξείνου͵ ἡ δ᾽ ἐπὶ Σινώπην πάλιν ἐνθένδε. τὸ μὲν οὖν μόνους τοὺς ἐν τῆι χερρονήσωι διὰ τῶν αὐτῶν ἐλέγχοιτ᾽ ἂν ψεῦδος ὂν δι᾽ ὧν ἠλέγξαμεν πρότερον μὴ μόνους τοὺς ἐντὸς Ἅλυος. οἱ γὰρ περὶ Φαρνακίαν τόποι ἐν οἷς τοὺς Ἁλιζώνους ἔφαμεν͵ ὥσπερ ἔξω τοῦ Ἅλυός εἰσιν͵ οὕτω καὶ ἔξω τοῦ ἰσθμοῦ͵ εἴπερ καὶ τῶν στενῶν τῶν μεταξὺ Σινώπης καὶ Ἰσσοῦ͵ καὶ οὐ τούτων γε μόνων ἀλλὰ καὶ τῶν κατ᾽ ἀλήθειαν στενῶν τῶν μεταξὺ Ἀμισοῦ τε καὶ Ἰσσοῦ· οὐδὲ γὰρ ἐκεῖνος ὀρθῶς ἀφώρισται τὸν ἰσθμὸν καὶ τὰ κατ᾽ αὐτὸν στενά͵ ἐκεῖνα ἀντὶ τούτων τιθείς. πάντων δ᾽ εὐηθέστατον τὸ τὴν χερρόνησον τριγωνοειδῆ φήσαντα τρεῖς ἀποφήνασθαι τὰς ἔξω πλευράς· ὁ γὰρ τὰς ἔξω λέγων πλευρὰς ἔοικεν ὑπεξαιρουμένωι τὴν κατὰ τὰ στενά͵ ὡς καὶ ταύτην οὖσαν πλευράν͵ οὐκ ἔξω δὲ οὐδ᾽ ἐπὶ θαλάττηι. εἰ μὲν τοίνυν τὰ στενὰ ταῦτα οὕτως ἦν συνηγμένα ὥστε μικρὸν ἀπολείπειν τοῦ συνάπτειν ἐπ᾽ ἀλλήλαις τήν τε ἐπὶ Ἰσσὸν καὶ τὴν ἐπὶ Σινώπην πίπτουσαν πλευράν͵ συνεχώρει ἂν τριγωνοειδῆ λέγεσθαι τὴν χερρόνησον· νῦν δέ γε τρισχιλίους σταδίους ἀπολειπόντων μεταξὺ τῶν ὑπ᾽ αὐτοῦ λεγομένων στενῶν͵ ἀμαθία τὸ λέγειν τριγωνοειδὲς τὸ τοιοῦτον τετράπλευρον͵ οὐδὲ χωρογραφικόν. ὁ δὲ καὶ χωρογραφίαν ἐξέδωκεν ἐν κωμικῶι μέτρωι γῆς περίοδον ἐπιγράψας. μένει δ᾽ ἡ αὐτὴ ἀμαθία κἂν εἰς τοὐλάχιστον καταγάγηι διάστημά τις τὸν ἰσθμόν͵ ὅσον εἰρήκασιν οἱ πλεῖστον ψευσάμενοι τὸ ἥμισυ τοῦ παντός͵ ὅσον εἴρηκε καὶ Ἀρτεμίδωρος͵ χιλίους καὶ πεντακοσίους σταδίους· οὐδὲ γὰρ τοῦτο συναγωγήν πω τριγωνοειδοῦς ποιεῖ σχήματος. ἀλλ᾽ οὐδὲ τὰς πλευρὰς ὀρθῶς διήιρηται τὰς ἔξω τὴν ἀπὸ Ἰσσοῦ μέχρι Χελιδονίων εἰπών· λοιπὴ γάρ ἐστιν ὅλη ἐπ᾽ εὐθείας ἡ Λυκιακὴ παραλία ταύτηι͵ καὶ ἡ τῶν Ῥοδίων περαία μέχρι Φύσκου· ἐντεῦθεν δὲ καμπὴν λαβοῦσα ἡ ἤπειρος ἄρχεται τὴν δευτέραν καὶ δυσμικὴν ποιεῖν πλευρὰν ἄχρι Προποντίδος καὶ Βυζαντίου.

5.23

Φήσαντος δὲ τοῦ Ἐφόρου διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη͵ τρία μὲν Ἑλληνικὰ τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων͵ ἐπὶ θαλάττηι μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες͵ Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῆι μεσογαίαι͵ διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν͵ ὃ νεώτερόν ἐστι τοῦ Ἐφόρου͵ τῶν δ᾽ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατωικίσθαι͵ τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον· καταλέγεσθαι δ᾽ ὑπὸ τοῦ ποιητοῦ τό τε τῶν Τρώων καὶ τῶν νῦν ὀνομαζομένων Παφλαγόνων καὶ Μυσῶν καὶ Φρυγῶν καὶ Καρῶν καὶ Λυκίων͵ Μήιονάς [τε] ἀντὶ Λυδῶν καὶ ἄλλους ἀγνῶτας͵ οἷον Ἁλιζῶνας καὶ Καύκωνας· ἐκτὸς δὲ τοῦ καταλόγου Κητείους τε καὶ Σολύμους καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου καὶ Λέλεγας· Παμφύλους δὲ καὶ Βιθυνοὺς καὶ Μαριανδυνοὺς καὶ Πισίδας καὶ Χάλυβας καὶ Μιλύας καὶ Καππάδοκας μηδ᾽ ὠνομάσθαι͵ τοὺς μὲν διὰ τὸ μηδέπω τοὺς τόπους κατωικηκέναι τούτους͵ τοὺς δὲ διὰ τὸ ἑτέροις γένεσι περιέχεσθαι͵ ὡς Ἰδριεῖς μὲν καὶ Τερμίλαι Καρσί͵ Δολίονες δὲ καὶ Βέβρυκες Φρυξί.

5.24

Φαίνεται δ᾽ οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος. Ἐφόρου τε γὰρ τοῦτο πρῶτον ἀπαιτεῖν ἐχρῆν͵ τί δὴ τοὺς Χάλυβας τίθησιν ἐντὸς τῆς χερρονήσου τοσοῦτον ἀφεστῶτας καὶ Σινώπης καὶ Ἀμισοῦ πρὸς ἕω; οἱ γὰρ λέγοντες τὸν ἰσθμὸν τῆς χερρονήσου ταύτης τὴν ἀπὸ Ἰσσοῦ γραμμὴν ἐπὶ τὸν Εὔξεινον͵ ὡς ἂν μεσημβρινήν τινα τιθέασι ταύτην͵ [ἣν] οἱ μὲν εἶναι νομίζουσι τὴν ἐπὶ Σινώπης οἱ δὲ τὴν ἐπ᾽ Ἀμισοῦ͵ ἐπὶ δὲ τῶν Χαλύβων οὐδείς· λοξὴ γάρ ἐστι τελέως. ὁ γὰρ δὴ διὰ Χαλύβων μεσημβρινὸς διὰ τῆς μικρᾶς Ἀρμενίας γράφοιτ᾽ ἂν καὶ τοῦ Εὐφράτου τὴν Καππαδοκίαν ὅλην ἐντὸς ἀπολαμβάνων καὶ τὴν Κομμαγηνὴν καὶ τὸν Ἀμανὸν καὶ τὸν Ἰσσικὸν κόλπον. εἰ δ᾽ οὖν καὶ τὴν λοξὴν γραμμὴν ὁρίζειν τὸν ἰσθμὸν συγχωρήσαιμεν͵ τὰ πλεῖστά γε τούτων καὶ μάλιστα ἡ Καππαδοκία ἐντὸς ἀπολαμβάνοιτ᾽ ἂν καὶ ὁ νῦν ἰδίως λεγόμενος Πόντος τῆς Καππαδοκίας μέρος ὢν τὸ πρὸς τῶι Εὐξείνωι͵ ὥστ᾽ εἰ τοὺς Χάλυβας τῆς χερρονήσου θετέον μέρος͵ πολὺ μᾶλλον τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους καὶ Λυκάονας δέ͵ οὓς καὶ αὐτοὺς παρῆκε. διὰ τί δ᾽ ἐν τοῖς μεσογαίοις ἔταξε τοὺς Χάλυβας͵ οὓς ὁ ποιητὴς Ἁλιζῶνας ἐκάλεσεν͵ ὥσπερ καὶ ἡμεῖς ἀπεδείξαμεν; ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῆι θαλάττηι φάναι τοὺς δὲ ἐν τῆι μεσογαίαι· ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας. ὁ δὲ τὴν μὲν οὐδ᾽ ὠνόμακε͵ τοὺς Κίλικας δὲ τοὺς ἐπὶ τῆι θαλάττηι μόνον εἴρηκεν. οἱ οὖν ἐπ᾽ Ἀντιπάτρωι τῶι Δερβήτηι καὶ οἱ Ὁμοναδεῖς καὶ ἄλλοι πλείους οἱ συνάπτοντες τοῖς Πισίδαις͵ οἳ οὐκ ἴσασι θάλατταν ἀνέρες͵ οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσι τίνα λάβωσι τάξιν; ἀλλ᾽ οὐδὲ Λυδοὺς οὐδὲ Μήιονας εἴρηκεν͵ εἴτε δύο εἴθ᾽ οἱ αὐτοί εἰσι͵ καὶ εἴτε καθ᾽ ἑαυτοὺς εἴτ᾽ ἐν ἑτέρωι γένει περιεχομένους. οὕτω γὰρ ἐπίσημον ἔθνος οὐκ ἀποκρύψαι δυνατόν͵ ὅ τε μὴ λέγων περὶ αὐτοῦ μηδὲν οὐκ ἂν δόξειε παραλιπεῖν τι τῶν κυριωτάτων;

5.25

Τίνες δ᾽ εἰσὶν οἱ μιγάδες; οὐ γὰρ ἂν ἔχοιμεν εἰπεῖν παρὰ τοὺς λεχθέντας τόπους ἢ ὠνομάσθαι ὑπ᾽ αὐτοῦ ἢ παραλελεῖφθαι ἄλλους οὓς ἀποδώσομεν τοῖς μιγάσιν͵ οὐδέ γε αὐτῶν τινας τούτων ὧν ἢ εἶπεν ἢ παρέλιπε. καὶ γὰρ εἰ κατεμίχθησαν͵ ἀλλ᾽ ἡ ἐπικράτεια πεποίηκεν ἢ Ἕλληνας ἢ βαρβάρους· τρίτον δὲ γένος οὐδὲν ἴσμεν τὸ μικτόν.

5.26

Πῶς δὲ τρία γένη τῶν Ἑλλήνων ἐστὶ τὰ τὴν χερρόνησον οἰκοῦντα; εἰ γάρ͵ ὅτι τὸ παλαιὸν οἱ αὐτοὶ ἦσαν Ἴωνες καὶ Ἀθηναῖοι. λεγέσθωσαν καὶ οἱ Δωριεῖς καὶ οἱ Αἰολεῖς οἱ αὐτοί͵ ὥστε δύο ἔθνη γίνοιτ᾽ ἄν· εἰ δὲ διαιρετέον κατὰ τὰ ὕστερα ἔθη͵ καθάπερ καὶ τὰς διαλέκτους͵ τέτταρα ἂν εἴη καὶ τὰ ἔθνη͵ καθάπερ καὶ αἱ διάλεκτοι. οἰκοῦσι δὲ τὴν χερρόνησον ταύτην͵ καὶ μάλιστα κατὰ τὸν τοῦ Ἐφόρου διορισμόν͵ οὐκ Ἴωνες μόνον ἀλλὰ καὶ Ἀθηναῖοι͵ καθάπερ ἐν τοῖς καθ᾽ ἕκαστα δεδήλωται. τοιαῦτα μὲν δὴ πρὸς τὸν Ἔφορον διαπορεῖν ἄξιον· Ἀπολλόδωρος δὲ τούτων μὲν ἐφρόντισεν οὐδέν͵ τοῖς δὲ ἑκκαίδεκα ἔθνεσι προστίθησιν ἑπτακαιδέκατον͵ τὸ τῶν Γαλατῶν͵ ἄλλως μὲν χρήσιμον λεχθῆναι͵ πρὸς δὲ τὴν δίαιταν τῶν ὑπὸ τοῦ Ἐφόρου λεγομένων ἢ παραλειπομένων οὐ δέον· εἴρηκε δὲ τὴν αἰτίαν αὐτός͵ ὅτι ταῦτα πάντα νεώτερα τῆς ἐκείνου ἡλικίας.

5.27

Μεταβὰς δ᾽ ἐπὶ τὸν ποιητὴν τοῦτο μὲν ὀρθῶς λέγει͵ διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωικῶν εἰς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν. οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει δι᾽ ἣν οὐ μέμνηταί τινων ὁ ποιητής· ἢ τῶι μήπω τότ᾽ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου͵ ἢ τῶι ἐν ἑτέρωι γένει περιέχεσθαι. τὴν γὰρ Καππαδοκίαν οὐκ εἴρηκεν͵ οὐδὲ τὴν Καταονίαν͵ ὡς δ᾽ αὕτως τὴν Λυκαονίαν͵ δι᾽ οὐδέτερον τούτων· οὐ γὰρ ἔχομεν τοιαύτην ἱστορίαν ἐπ᾽ αὐτῶν οὐδεμίαν. γελοῖόν τε τὸ τοὺς Καππάδοκας καὶ Λυκάονας διὰ τί μὲν Ὅμηρος παρέλιπε φροντίσαι καὶ ἀπολογήσασθαι͵ διὰ τί δ᾽ Ἔφορος παρῆλθε παρελθεῖν καὶ αὐτόν͵ καὶ ταῦτα παραθέμενον πρὸς αὐτὸ τοῦτο τὴν ἀπόφασιν τἀνδρός͵ πρὸς τὸ ἐξετάσαι καὶ διαιτῆσαι· καὶ διότι μὲν Μήιονας ἀντὶ Λυδῶν Ὅμηρος εἶπε διδάξαι͵ ὅτι δ᾽ οὔτε Λυδοὺς οὔτε Μήιονας εἴρηκεν Ἔφορος μὴ ἐπισημήνασθαι.

5.28

Φήσας δὲ ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν͵ Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητείους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου͵ τοὺς δ᾽ Ἁλιζῶνας αὐτὸς πλάττει͵ μᾶλλον δ᾽ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες τίνες εἰσί͵ καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα͵ ἐκλελειμμένα ἅπαντα. πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας͵ ἃς ὁ Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν͵ οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο· ὁ δὲ Κάδμου [ἐκ τῶν] περὶ Θράικην καὶ τὸ Παγγαῖον ὄρος· ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων͵ ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται· πολλὴ δ᾽ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος· ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίαι .... * τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνη ἐρήμη ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.

5.29

Ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου͵ ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς Ὁμηρικὰς ἀποφάσεις͵ εἰωθὼς ταῦτ᾽ ἐλέγχειν ἐπὶ πλέον͵ ἐνταῦθα οὐκ ὠλιγώρηκε μόνον͵ ἀλλὰ καὶ τἀναντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα. ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς μετὰ τὰ Τρωικά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου͵ ἀγαγεῖν δ᾽ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας. ἐπιλέγει δὲ τούτοις ὁ Ἀπολλόδωρος͵ ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος ἧς ὁ Ξάνθος Φόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ᾽ ἐξ Ἀσκανίης. ἀλλ᾽ εἰ οὕτως ἔχει͵ ἡ μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωικῶν γεγονυῖα͵ ἐν δὲ τοῖς Τρωικοῖς τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ ἐπικουρικὸν ἧκεν ἐκ τῆς περαίας ἐκ τῶν Βερεκύντων καὶ τῆς Ἀσκανίας. τίνες οὖν Φρύγες ἦσαν οἵ ῥα τότ᾽ ἐστρατόωντο παρ᾽ ὄχθας Σαγγαρίοιο͵ ὅτε ὁ Πρίαμος ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμην φησί; πῶς δὲ ἐκ μὲν Βερεκύντων μετεπέμπετο Φρύγας ὁ Πρίαμος͵ πρὸς οὓς οὐδὲν ἦν αὐτῶι συμβόλαιον͵ τοὺς δ᾽ ὁμόρους καὶ οἷς αὐτὸς πρότερον ἐπεκούρησε παρέλιπεν; οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις· λέγεσθαι γάρ φησι καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώνυμον͵ ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν͵ οὗ μνημονεύει καὶ Εὐφορίων Μυσοῖος παρ᾽ ὕδασιν Ἀσκανίοιο. καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος οἳ καὶ ἐπ᾽ Ἀσκανίωι δώματ᾽ ἔχουσι ῥόωι͵ λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν· ἔνθα Δολίων υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης. καλοῦσι δέ͵ φησί͵ Δολιονίδα καὶ Μυσίαν τὴν περὶ Κύζικον ἰόντι εἰς Μιλητούπολιν. εἰ οὖν οὕτως ἔχει ταῦτα͵ καὶ ἐκμαρτυρεῖται ὑπὸ τῶν δεικνυμένων νῦν καὶ ὑπὸ τῶν ποιητῶν͵ τί ἐκώλυε τὸν Ὅμηρον ταύτης μεμνῆσθαι τῆς Ἀσκανίας͵ ἀλλὰ μὴ τῆς ὑπὸ Ξάνθου λεγομένης; εἴρηται δὲ καὶ πρότερον περὶ τούτων ἐν τῶι περὶ Μυσῶν καὶ Φρυγῶν λόγωι͵ ὥστε ἐχέτω πέρας.


Κεφάλαιον 6

6.1

Λοιπὸν δὲ τὴν πρὸς νότου παρακειμένην τῆι χερρονήσωι ταύτηι περιοδεῦσαι νῆσον τὴν Κύπρον. εἴρηται δ᾽ ὅτι ἡ περιεχομένη θάλαττα ὑπὸ τῆς Αἰγύπτου καὶ Φοινίκης καὶ Συρίας καὶ τῆς λοιπῆς παραλίας μέχρι τῆς Ῥοδίας σύνθετός πώς ἐστιν ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ κατὰ τὸν Ἰσσικὸν κόλπον. ἐν δὲ ταύτηι ἐστὶν ἡ Κύπρος͵ τὰ μὲν προσάρκτια μέρη συνάπτοντα ἔχουσα τῆι Τραχείαι Κιλικίαι͵ καθ᾽ ἃ δὴ καὶ προσεχεστάτη τῆι ἠπείρωι ἐστί͵ τὰ δὲ ἑῶια τῶι Ἰσσικῶι κόλπωι͵ τὰ δ᾽ ἑσπέρια τῶι Παμφυλίωι κλυζόμενα πελάγει͵ τὰ δὲ νότια τῶι Αἰγυπτίωι. τοῦτο μὲν οὖν σύρρουν ἐστὶν ἀπὸ τῆς ἑσπέρας τῶι Λιβυκῶι καὶ τῶι Καρπαθίωι πελάγει͵ ἀπὸ δὲ τῶν νοτίων καὶ τῶν ἑώιων μερῶν ἥ τε Αἴγυπτός ἐστι καὶ ἡ ἐφεξῆς παραλία μέχρι Σελευκείας τε καὶ Ἰσσοῦ͵ πρὸς ἄρκτον δ᾽ ἥ τε Κύπρος καὶ τὸ Παμφύλιον πέλαγος. τοῦτο δὲ ἀπὸ μὲν τῶν ἄρκτων περιέχεται τοῖς τε ἄκρος τῆς Τραχείας Κιλικίας καὶ τῆς Παμφυλίας καὶ Λυκίας μέχρι τῆς Ῥοδίας͵ ἀπὸ δὲ τῆς δύσεως τῆι Ῥοδίων νήσωι͵ ἀπὸ δὲ τῆς ἀνατολῆς τῆι Κύπρωι τῆι κατὰ Πάφον καὶ τὸν Ἀκάμαντα͵ ἀπὸ δὲ τῆς μεσημβρίας σύρρουν ἐστὶ τῶι Αἰγυπτίωι πελάγει.

6.2

Ἔστι δ᾽ ὁ μὲν κύκλος τῆς Κύπρου σταδίων τρισχιλίων καὶ τετρακοσίων εἴκοσι κατακολπίζοντι· μῆκος δὲ ἀπὸ Κλειδῶν ἐπὶ τὸν Ἀκάμαντα πεζῆι σταδίων χιλίων τετρακοσίων ὁδεύοντι ἀπ᾽ ἀνατολῆς ἐπὶ δύσιν. εἰσὶ δὲ αἱ μὲν Κλεῖδες νησία δύο προσκείμενα τῆι Κύπρωι κατὰ τὰ ἑωθινὰ μέρη τῆς νήσου͵ τὰ διέχοντα τοῦ Πυράμου σταδίους ἑπτακοσίους· ὁ δ᾽ Ἀκάμας ἐστὶν ἄκρα δύο μαστοὺς ἔχουσα καὶ ὕλην πολλήν͵ κείμενος μὲν ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν͵ ἀνατείνων δὲ πρὸς ἄρκτους͵ ἐγγυτάτω μὲν πρὸς Σελινοῦντα τῆς Τραχείας Κιλικίας ἐν διάρματι χιλίων σταδίων͵ πρὸς Σίδην δὲ τῆς Παμφυλίας χιλίων καὶ ἑξακοσίων͵ πρὸς δὲ Χελιδονίας χιλίων ἐνακοσίων. ἔστι δὲ ἑτερόμηκες τὸ ὅλον τῆς νήσου σχῆμα͵ καί που καὶ ἰσθμοὺς ποιεῖ κατὰ τὰς τὸ πλάτος διοριζούσας πλευράς· ἔχει δὲ καὶ τὰ καθ᾽ ἕκαστα ὡς ἐν βραχέσιν εἰπεῖν οὕτως͵ ἀρξαμένοις ἀπὸ τοῦ προσεχεστάτου σημείου τῆι ἠπείρωι.

6.3

Ἔφαμεν δέ που κατὰ τὸ Ἀνεμούριον ἄκραν τῆς Τραχείας Κιλικίας ἀντικεῖσθαι τὸ τῶν Κυπρίων ἀκρωτήριον τὴν Κρομμύου ἄκραν ἐν τριακοσίοις καὶ πεντήκοντα σταδίοις· ἐντεῦθεν δ᾽ ἤδη δεξιὰν τὴν νῆσον ἔχουσιν͵ ἐν ἀριστερᾶι δὲ τὴν ἤπειρον͵ πρὸς ἄρκτον ὁ πλοῦς ἐστι καὶ πρὸς ἕω καὶ πρὸς τὰς Κλεῖδας εὐθυπλοίαι σταδίων ἑπτακοσίων. ἐν δὲ τῶι μεταξὺ Λάπαθός τέ ἐστι πόλις ὕφορμον ἔχουσα καὶ νεώρια͵ Λακώνων κτίσμα καὶ Πραξάνδρου͵ καθ᾽ ἣν ἡ Νάγιδος· εἶτ᾽ Ἀφροδίσιον͵ καθ᾽ ὃ στενὴ ἡ νῆσος· εἰς γὰρ Σαλαμῖνα ὑπέρβασις σταδίων ἑβδομήκοντα· εἶτ᾽ Ἀχαιῶν ἀκτή͵ ὅπου Τεῦκρος προσωρμίσθη πρῶτον ὁ κτίσας Σαλαμῖνα τὴν ἐν Κύπρωι͵ ἐκβληθείς͵ ὥς φασιν͵ ὑπὸ τοῦ πατρὸς Τελαμῶνος· εἶτα Καρπασία πόλις λιμένα ἔχουσα͵ κεῖται δὲ κατὰ τὴν ἄκραν τὴν Σαρπηδόνα· ἐκ δὲ τῆς Καρπασίας ὑπέρβασίς ἐστιν ἰσθμοῦ τριάκοντα σταδίων πρὸς τὰς νήσους τὰς Καρπασίας καὶ τὸ νότιον πέλαγος· εἶτ᾽ ἄκρα καὶ ὄρος· ἡ δ᾽ ἀκρώρεια καλεῖται Ὄλυμπος͵ ἔχουσα Ἀφροδίτης Ἀκραίας ναόν͵ ἄδυτον γυναιξὶ καὶ ἀόρατον. πρόκεινται δὲ πλησίον αἱ Κλεῖδες καὶ ἄλλαι δὲ πλείους͵ εἶθ᾽ αἱ Καρπασίαι νῆσοι͵ καὶ μετὰ ταῦτα ἡ Σαλαμίς͵ ὅθεν ἦν Ἄριστος ὁ συγγραφεύς· εἶτ᾽ Ἀρσινόη πόλις καὶ λιμήν· εἶτ᾽ ἄλλος λιμὴν Λεύκολλα· εἶτ᾽ ἄκρα Πηδάλιον͵ ἧς ὑπέρκειται λόφος τραχὺς ὑψηλὸς τραπεζοειδής͵ ἱερὸς Ἀφροδίτης͵ εἰς ὃν ἀπὸ Κλειδῶν στάδιοι ἑξακόσιοι ὀγδοήκοντα· εἶτα κολπώδης καὶ τραχὺς παράπλους ὁ πλείων εἰς Κίτιον ... ἔχει δὲ λιμένα κλειστόν· ἐντεῦθέν ἐστι Ζήνων τε ὁ τῆς στωικῆς αἱρέσεως ἀρχηγέτης καὶ Ἀπολλώνιος ἰατρός· ἐντεῦθεν εἰς Βηρυτὸν στάδιοι χίλιοι πεντακόσιοι. εἶτ᾽ Ἀμαθοῦς πόλις καὶ μεταξὺ πολίχνη Παλαιὰ καλουμένη͵ καὶ ὄρος μαστοειδὲς Ὄλυμπος· εἶτα Κουριὰς [ἄκρα] χερρονησώδης͵ εἰς ἣν ἀπὸ Θρόνων στάδιοι ἑπτακόσιοι. εἶτα πόλις Κούριον ὅρμον ἔχουσα͵ Ἀργείων κτίσμα. ἤδη οὖν πάρεστι σκοπεῖν τὴν ῥαιθυμίαν τοῦ ποιήσαντος τὸ ἐλεγεῖον τοῦτο οὗ ἡ ἀρχή ἱραὶ τῶι Φοίβωι͵ πολλὸν διὰ κῦμα θέουσαι͵ ἤλθομεν αἱ ταχιναὶ τόξα φυγεῖν ἔλαφοι͵ εἴθ᾽ Ἡδύλος ἐστὶν εἴθ᾽ ὁστισοῦν· φησὶ μὲν γὰρ ὁρμηθῆναι τὰς ἐλάφους Κωρυκίης ἀπὸ δειράδος͵ ἐκ δὲ Κιλίσσης ἠιόνος εἰς ἀκτὰς διανήξασθαι Κουριάδας͵ καὶ ἐπιφθέγγεται διότι μυρίον ἀνδράσι θαῦμα νοεῖν πάρα͵ πῶς ἀνόδευτον χεῦμα δί᾽ εἰαρινῶι ἐδράμομεν ζεφύρωι. ἀπὸ γὰρ Κωρύκου περίπλους μέν ἐστιν εἰς Κουριάδα ἀκτήν͵ οὐ ζεφύρωι δὲ οὔτε ἐν δεξιᾶι ἔχοντι τὴν νῆσον οὔτ᾽ ἐν ἀριστερᾶι͵ δίαρμα δ᾽ οὐδέν. ἀρχὴ δ᾽ οὖν τοῦ δυσμικοῦ παράπλου τὸ Κούριον τοῦ βλέποντος πρὸς Ῥόδον͵ καὶ εὐθύς ἐστιν ἄκρα ἀφ᾽ ἧς ῥίπτουσι τοὺς ἁψαμένους τοῦ βωμοῦ τοῦ Ἀπόλλωνος· εἶτα Τρήτα καὶ Βοόσουρα καὶ Παλαίπαφος͵ ὅσον ἐν δέκα σταδίοις ὑπὲρ τῆς θαλάττης ἱδρυμένη͵ ὕφορμον ἔχουσα καὶ ἱερὸν ἀρχαῖον τῆς Παφίας Ἀφροδίτης· εἶτ᾽ ἄκρα Ζεφυρία πρόσορμον ἔχουσα͵ καὶ ἄλλη Ἀρσινόη ὁμοίως πρόσορμον ἔχουσα καὶ ἱερὸν καὶ ἄλσος· μικρὸν δ᾽ ἀπὸ τῆς θαλάττης καὶ ἡ Ἱεροκηπία. εἶθ᾽ ἡ Πάφος͵ κτίσμα Ἀγαπήνορος καὶ λιμένα ἔχουσα καὶ ἱερὰ εὖ κατεσκευασμένα· διέχει δὲ πεζῆι σταδίους ἑξήκοντα τῆς Παλαιπάφου͵ καὶ πανηγυρίζουσι διὰ τῆς ὁδοῦ ταύτης κατ᾽ ἔτος ἐπὶ τὴν Παλαίπαφον ἄνδρες ὁμοῦ γυναιξὶν συνιόντες καὶ ἐκ τῶν ἄλλων πόλεων. φασὶ δ᾽ εἰς Ἀλεξάνδρειάν τινες ἐκ Πάφου σταδίους εἶναι τρισχιλίους ἑξακοσίους. εἶθ᾽ ὁ Ἀκάμας ἐστὶ μετὰ Πάφον· εἶτα πρὸς ἕω μετὰ τὸν Ἀκάμαντα πλοῦς εἰς Ἀρσινόην πόλιν καὶ τὸ τοῦ Διὸς ἄλσος· εἶτα Σόλοι πόλις λιμένα ἔχουσα καὶ ποταμὸν καὶ ἱερὸν Ἀφροδίτης καὶ Ἴσιδος· κτίσμα δ᾽ ἐστὶ Φαλήρου καὶ Ἀκάμαντος Ἀθηναίων· οἱ δ᾽ ἐνοικοῦντες Σόλιοι καλοῦνται. ἐντεῦθεν ἦν Στασάνωρ τῶν Ἀλεξάνδρου ἑταίρων͵ ἀνὴρ ἡγεμονίας ἠξιωμένος· ὑπέρκειται δ᾽ ἐν μεσογαίαι Λιμενία πόλις· εἶθ᾽ ἡ Κρομμύου ἄκρα.

6.4

Τί δὲ δεῖ τῶν ποιητῶν θαυμάζειν͵ καὶ μάλιστα τῶν τοιούτων οἷς ἡ πᾶσα περὶ τὴν φράσιν ἐστὶ σπουδή͵ τὰ τοῦ Δαμάστου συγκρίνοντας͵ ὅστις τῆς νήσου τὸ μῆκος ἀπὸ τῶν ἄρκτων πρὸς μεσημβρίαν ἀποδίδωσιν͵ ἀπὸ Ἱεροκηπίας͵ ὥς φησιν͵ εἰς Κλεῖδας; οὐδὲ ὁ Ἐρατοσθένης εὖ· αἰτιώμενος γὰρ τοῦτον οὐκ ἀπ᾽ ἄρκτων φησὶν εἶναι τὴν Ἱεροκηπίαν͵ ἀλλ᾽ ἀπὸ νότου· οὐδὲ γὰρ ἀπὸ νότου͵ ἀλλ᾽ ἀπὸ δύσεως͵ εἴπερ ἐν τῆι δυσμικῆι πλευρᾶι κεῖται͵ ἐν ἧι καὶ ἡ Πάφος καὶ ὁ Ἀκάμας.

6.5

Διάκειται μὲν οὕτως ἡ Κύπρος τῆι θέσει. κατ᾽ ἀρετὴν δ᾽ οὐδεμιᾶς τῶν νήσων λείπεται· καὶ γὰρ εὔοινός ἐστι καὶ εὐέλαιος σίτωι τε αὐτάρκει χρῆται· μέταλλά τε χαλκοῦ ἐστιν ἄφθονα τὰ ἐν Ταμασσῶι͵ ἐν οἷς τὸ χαλκανθὲς γίνεται καὶ ὁ ἰὸς τοῦ χαλκοῦ͵ πρὸς τὰς ἰατρικὰς δυνάμεις χρήσιμα. φησὶ δ᾽ Ἐρατοσθένης τὸ παλαιὸν ὑλομανούντων τῶν πεδίων ὥστε κατέχεσθαι δρυμοῖς καὶ μὴ γεωργεῖσθαι͵ μικρὰ μὲν ἐπωφελεῖν πρὸς τοῦτο τὰ μέταλλα δενδροτομούντων πρὸς τὴν καῦσιν τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου͵ προσγενέσθαι δὲ καὶ τὴν ναυπηγίαν τῶν στόλων ἤδη πλεομένης ἀδεῶς τῆς θαλάττης καὶ μετὰ δυνάμεων· ὡς δ᾽ οὐκ ἐξενίκων͵ ἐπιτρέψαι τοῖς βουλομένοις καὶ δυναμένοις ἐκκόπτειν καὶ ἔχειν ἰδιόκτητον καὶ ἀτελῆ τὴν διακαθαρθεῖσαν γῆν.

6.6

Πρότερον μὲν οὖν κατὰ πόλεις ἐτυραννοῦντο οἱ Κύπριοι͵ ἀφ᾽ οὗ δ᾽ οἱ Πτολεμαϊκοὶ βασιλεῖς κύριοι τῆς Αἰγύπτου κατέστησαν͵ εἰς ἐκείνους καὶ ἡ Κύπρος περιέστη συμπραττόντων πολλάκις καὶ τῶν Ῥωμαίων. ἐπεὶ δ᾽ ὁ τελευταῖος ἄρξας Πτολεμαῖος͵ ἀδελφὸς τοῦ Κλεοπάτρας πατρὸς τῆς καθ᾽ ἡμᾶς βασιλίσσης͵ ἔδοξε πλημμελής τε εἶναι καὶ ἀχάριστος εἰς τοὺς εὐεργέτας͵ ἐκεῖνος μὲν κατελύθη͵ Ῥωμαῖοι δὲ κατέσχον τὴν νῆσον͵ καὶ γέγονε στρατηγικὴ ἐπαρχία καθ᾽ αὑτήν. μάλιστα δ᾽ αἴτιος τοῦ ὀλέθρου κατέστη τῶι βασιλεῖ Πόπλιος Κλαύδιος Ποῦλχερ· ἐμπεσὼν γὰρ εἰς τὰ ληιστήρια͵ τῶν Κιλίκων ἀκμαζόντων τότε͵ λῦτρον αἰτούμενος ἐπέστειλε τῶι βασιλεῖ δεόμενος πέμψαι καὶ ῥύσασθαι αὐτόν· ὁ δ᾽ ἔπεμψε μὲν μικρὸν δὲ τελέως ὥστε καὶ τοὺς ληιστὰς αἰδεσθῆναι λαβεῖν ἀλλὰ ἀναπέμψαι πάλιν͵ τὸν δ᾽ ἄνευ λύτρων ἀπολῦσαι. σωθεὶς δ᾽ ἐκεῖνος ἀπεμνημόνευσεν ἀμφοτέροις τὴν χάριν͵ καὶ γενόμενος δήμαρχος ἴσχυσε τοσοῦτον ὥστε ἐπέμφθη Μάρκος Κάτων ἀφαιρησόμενος τὴν Κύπρον τὸν κατέχοντα. ἐκεῖνος μὲν οὖν ἔφθη διαχειρισάμενος αὑτόν͵ Κάτων δ᾽ ἐπελθὼν παρέλαβε τὴν Κύπρον καὶ τὴν βασιλικὴν οὐσίαν διέθετο καὶ τὰ χρήματα εἰς τὸ δημόσιον ταμιεῖον τῶν Ῥωμαίων ἐκόμισεν· ἐξ ἐκείνου δ᾽ ἐγένετο ἐπαρχία ἡ νῆσος καθάπερ καὶ νῦν ἐστι στρατηγική· ὀλίγον δὲ χρόνον τὸν μεταξὺ Ἀντώνιος Κλεοπάτραι καὶ τῆι ἀδελφῆι αὐτῆς Ἀρσινόηι παρέδωκε͵ καταλυθέντος δὲ ἐκείνου συγκατελύθησαν καὶ αἱ διατάξεις αὐτοῦ πᾶσαι.