Βίος Απολλωνίου του Τυανέως (Φιλόστρατος)/ζ
←Βιβλίον ς΄ | Βιβλίον ζ΄ Συγγραφέας: Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον |
Βιβλίον η΄→ |
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870. |
οἶδα καὶ τὰς τυραννίδας, ὡς ἔστιν ἀρίστη βάσανος ἀνδρῶν φιλοσοφούντων, καὶ ξυγχωρῶ σκοπεῖν, ὅ τι ἕκαστος ἑτέρου ἧττον ἢ μᾶλλον ἀνὴρ ἔδοξεν, ὁ λόγος δέ μοι ξυντείνει ἐς τόδε· κατὰ τοὺς χρόνους, οὓς Δομετιανὸς ἐτυράννευσε, περιέστησαν τὸν ἄνδρα κατηγορίαι καὶ γραφαί, ὅπως μὲν ἀρξάμεναι καὶ ὁπόθεν καὶ ὅ τι ἑκάστῃ ὄνομα, δηλώσω αὐτίκα, ἐπεὶ δὲ ἀνάγκη λέξαι, τί μὲν εἰπών, τίς δὲ εἶναι δόξας ἀπῆλθε τῆς κρίσεως ἑλὼν μᾶλλον τὸν τύραννον ἢ ἁλοὺς αὐτός, δοκεῖ μοι διελθεῖν πρὸ τούτων, ὁπόσα εὗρον ἀφηγήσεως ἄξια σοφῶν ἀνδρῶν πρὸς τυράννους ἔργα παραδεικνύειν τε αὐτὰ τοῖς Ἀπολλωνίου· χρὴ γάρ που τἀληθὲς οὕτω μαστεύειν.
Ζήνων μὲν τοίνυν ὁ Ἐλεάτης, διαλεκτικῆς δὲ οὗτος δοκεῖ ἄρξαι, τὴν Νεάρχου τοῦ Μυσοῦ καταλύων τυραννίδα ἥλω καὶ στρεβλωθεὶς τοὺς μὲν ἑαυτοῦ ξυνωμότας ἀπεσιώπησεν, οἳ δ᾽ ἦσαν τῷ τυράννῳ βέβαιοι, διαβαλὼν τούτους ὡς οὐ βεβαίους, οἱ μὲν ὡς ἐπ᾽ ἀληθέσι ταῖς αἰτίαις ἀπέθανον, ὁ δ᾽ ἐλεύθερα τὰ Μυσῶν ἤγαγε τὴν τυραννίδα περὶ ἑαυτῇ σφήλας. Πλάτων δὲ ὑπὲρ τῆς Σικελιωτῶν ἐλευθερίας ἀγῶνά φησιν ἄρασθαι συλλαβὼν τῆς διανοίας ταύτης Δίωνι. Φύτων δὲ Ῥηγίου ἐκπεσὼν κατέφυγε μὲν ἐπὶ Διονύσιον τὸν Σικελίας τύραννον, μειζόνων δὲ ἀξιωθεὶς ἢ τὸν φεύγοντα εἰκὸς ξυνῆκε μὲν τοῦ τυράννου καὶ ὅτι τοῦ Ῥηγίου ἐρῴη, Ῥηγίνοις δ᾽ ἐπιστέλλων ταῦτα ἥλω, καὶ ὁ μὲν τύραννος ἑνὸς τῶν μηχανημάτων ἀνάψας αὐτὸν ζῶντα προσήγαγε τοῖς τείχεσιν, ὡς μὴ βάλοιεν οἱ Ῥηγῖνοι τὸ μηχάνημα φειδοῖ τοῦ Φύτωνος, ὁ δὲ ἐβόα βάλλειν, σκοπὸς γὰρ αὐτοῖς ἐλευθερίας εἶναι. Ἡρακλείδης δὲ καὶ Πύθων οἱ Κότυν ἀποκτείναντες τὸν Θρᾷκα νεανία μὲν ἤστην ἄμφω, τὰς δὲ Ἀκαδημίους διατριβὰς ἐπαινοῦντες σοφώ τε ἐγενέσθην καὶ οὕτως ἐλευθέρω. τὰ δὲ Καλλισθένους τοῦ Ὀλυνθίου τίς οὐκ οἶδεν; ὃς ἐπὶ τῆς αὐτῆς ἡμέρας ἐπαινέσας τε καὶ διαβαλὼν Μακεδόνας, ὅτε μέγιστοι δυνάμει ἦσαν, ἀπέθανεν ἀηδὴς δόξας. Διογένης δὲ ὁ Σινωπεὺς καὶ Κράτης ὁ Θηβαῖος ὁ μὲν εὐθὺ Χαιρωνείας ἥκων ἐπέπληξεν ὑπὲρ Ἀθηναίων Φιλίππῳ περὶ ὧν Ἡρακλείδης εἶναι φάσκων ἀπώλλυ ὅπλοις τοὺς ὑπὲρ ἐκείνων ὅπλα ἠρμένους, ὁ δ᾽ ἀνοικιεῖν Θήβας Ἀλεξάνδρου δι᾽ αὐτὸν φήσαντος οὐκ ἂν ἔφη δεηθῆναι πατρίδος, ἣν κατασκάψει τις ὅπλοις ἰσχύσας. καὶ λέγοιτο μὲν ῾ἂν᾽ πολλὰ τοιαῦτα, ὁ λόγος δὲ οὐ ξυγχωρεῖ μῆκος τῷ γε ἀνάγκην ἔχοντι καὶ πρὸς ταῦτα ἀντειπεῖν οὐχ ὡς οὐ καλὰ ἢ οὐκ ἐν λόγῳ πᾶσιν, ἀλλ᾽ ὡς ἥττω τῶν
Ἀπολλωνίου, κἂν ἄριστα ἑτέρων φαίνηται· τὸ μὲν τοίνυν τοῦ Ἐλεάτου ἔργον καὶ οἱ τὸν Κότυν ἀπεκτονότες οὔπω ἀξιόλογα, Θρᾷκας γὰρ καὶ Γέτας δουλοῦσθαι μὲν ῥᾴδιον, ἐλευθεροῦν δὲ εὔηθες, οὐδὲ γὰρ τῇ ἐλευθερίᾳ χαίρουσιν, ἅτε, οἶμαι, οὐκ αἰσχρὸν ἡγούμενοι τὸ δουλεύειν. Πλάτων δὲ ὡς μὲν οὐ σοφόν τι ἔπαθε τὰ ἐν Σικελίᾳ διορθούμενος μᾶλλον ἢ τὰ Ἀθήνησιν, ἢ ὡς εἰκότως ἐπράθη σφαλείς τε καὶ σφήλας, οὐ λέγω διὰ τοὺς δυσχερῶς ἀκροωμένους. τὰ δὲ τοῦ Ῥηγίνου πρὸς Διονύσιον μὲν ἐτολμᾶτο τυραννεύοντα οὐ βεβαίως Σικελίας, ὁ δ᾽ ὑπ᾽ ἐκείνου πάντως ἀποθανὼν ἄν, εἰ καὶ μὴ ὑπὸ Ῥηγίνων ἐβλήθη, θαυμαστόν, οἶμαι, οὐδὲν ἔπραττε τὸν ὑπὲρ τῆς ἑτέρων ἐλευθερίας θάνατον μᾶλλον ἢ τὸν ὑπὲρ τῆς αὑτοῦ δουλείας αἱρούμενος. Καλλισθένης δὲ τὸ δόξαι κακὸς οὐδ᾽ ἂν νῦν διαφύγοι, τοὺς γὰρ αὐτοὺς ἐπαινέσας καὶ διαβαλὼν ἢ διέβαλεν, οὓς ἐνόμισεν ἐπαίνων ἀξίους, ἢ ἐπῄνεσεν, οὓς ἐχρῆν διαβάλλοντα φαίνεσθαι, καὶ ἄλλως ὁ μὲν καθιστάμενος ἐς τὸ λοιδορεῖσθαι τοῖς ἀγαθοῖς ἀνδράσιν οὐκ ἔχει ἀποδρᾶναι τὸ μὴ οὐ δόξαι βάσκανος, ὁ δὲ τοὺς πονηροὺς κολακεύων ἐπαίνοις αὐτὸς ἀποίσεται τὴν αἰτίαν τῶν ἁμαρτηθέντων σφίσιν, οἱ γὰρ κακοὶ κακίους ἐπαινούμενοι. Διογένης δὲ πρὸ Χαιρωνείας μὲν εἰπὼν ταῦτα πρὸς τὸν Φίλιππον κἂν ἐφύλαξε τὸν ἄνδρα καθαρὸν τῶν ἐπ᾽ Ἀθηναίους ὅπλων, εἰργασμένοις δ᾽ ἐπιστὰς ὠνείδιζε μέν, οὐ μὴν διωρθοῦτο. Κράτης δὲ καὶ αἰτίαν ἂν λάβοι πρὸς ἀνδρὸς φιλοπόλιδος μὴ ξυναράμενος Ἀλεξάνδρῳ τῆς βουλῆς, ᾗ ἐς τὸ ἀνοικίσαι τὰς Θήβας ἐχρῆτο. Ἀπολλώνιος δὲ οὔθ᾽ ὑπὲρ πατρίδος κινδυνευούσης δείσας οὔτε τοῦ σώματος ἀπογνοὺς οὔτ᾽ ἐς ἀνοήτους ὑπαχθεὶς λόγους οὔθ᾽ ὑπὲρ Μυσῶν ἢ Γετῶν οὔτε πρὸς ἄνδρα, ὃς ἦρχε νήσου μιᾶς ἢ χώρας οὐ μεγάλης, ἀλλ᾽ ὑφ᾽ ᾧ θάλαττά τε ἦν καὶ γῆ πᾶσα, πρὸς τοῦτον, ἐπειδὴ πικρῶς ἐτυράννευε, παρέταττεν ἑαυτὸν ὑπὲρ τοῦ τῶν ἀρχομένων κέρδους, χρησάμενος μὲν τῇ διανοίᾳ ταύτῃ καὶ πρὸς Νέρωνα, ἡγείσθω δ᾽ οὖν τις ἀκροβολισμοὺς
ἐκεῖνα, ἐπεὶ μὴ ὁμόσε χωρῶν, ἀλλὰ τὸν Βίνδικα ἐπιρρωννὺς καὶ τὸν Τιγελλῖνον ἐκπλήττων σαθροτέραν τὴν τυραννίδα ἐποίει, καί τις ἀναφύεται λόγος ἀλαζὼν ἐνταῦθα, ὡς οὐδὲν γενναῖον ἐπιθέσθαι Νέρωνι ψαλτρίας τινὸς ἢ αὐλητρίδος βίον ζῶντι· ἀλλὰ περί γε Δομετιανοῦ τί φήσουσιν; ὃς τὸ μὲν σῶμα ἔρρωτο, ἡδονὰς δὲ τὰς μὲν ἐξ ὀργάνων τε καὶ κτύπων τὰς τὸ θυμοειδὲς ἀπομαραινούσας παρῃτεῖτο, τὰ δὲ ἑτέρων ἄχη καὶ ὅ τι ὀλοφύραιτό τις, ἐς τὸ εὐφραῖνον εἷλκε, τὴν δ᾽ ἀπιστίαν δήμων μὲν ἐκάλει πρὸς τοὺς τυράννους φυλακτήριον, τυράννων δὲ πρὸς πάντας, τὴν δὲ νύκτα πάντων μὲν ἔργων ἠξίου παύειν βασιλέα, φόνων δὲ ἄρχειν, ὅθεν ἠκρωτηριάσθη μὲν ἡ βουλὴ τοὺς εὐδοκιμωτάτους, φιλοσοφία δὲ οὕτω τι ἔπτηξεν, ὡς ἀποβαλόντες τὸ σχῆμα οἱ μὲν ἀποδρᾶναι σφῶν ἐς τὴν Κελτῶν ἑσπέραν, οἱ δὲ ἐς τὰ ἔρημα Λιβύης τε καὶ Σκυθίας, ἔνιοι δ᾽ ἐς λόγους ἀπενεχθῆναι ξυμβούλους τῶν ἁμαρτημάτων. ὁ δ᾽, ὥσπερ τῷ Σοφοκλεῖ πεποίηται πρὸς τὸν Οἰδίπουν ὁ Τειρεσίας ὑπὲρ ἑαυτοῦ λέγων
- οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,
οὕτω τὴν σοφίαν δέσποιναν πεποιημένος ἐλεύθερος ἦν τῆς Δομετιανοῦ φορᾶς τὰ Τειρεσίου τε καὶ Σοφοκλέους ἑαυτῷ ἐπιθεσπίσας καὶ δεδιὼς μὲν οὐδὲν ἴδιον, ἃ δὲ ἑτέρους ἀπώλλυ, ἐλεῶν, ὅθεν ξυνίστη ἐπ᾽ αὐτὸν νεότητά τε, ὁπόσην ἡ βουλὴ εἶχε, καὶ ξύνεσιν, ὁπόση περὶ ἐνίους αὐτῶν ἑωρᾶτο, φοιτῶν ἐς τὰ ἔθνη καὶ φιλοσοφῶν πρὸς τοὺς ἡγεμόνας, ὡς οὔτε ἀθάνατος ἡ τῶν τυράννων ἰσχὺς αὐτῷ τε τῷ φοβεροὶ δοκεῖν ἁλίσκονται μᾶλλον. διῄει δὲ αὐτοῖς καὶ τὰ Παναθήναια τὰ Ἀττικά, ἐφ᾽ οἷς Ἁρμόδιός τε καὶ Ἀριστογείτων ᾄδονται, καὶ τὸ ἀπὸ Φυλῆς ἔργον, ὃ καὶ τριάκοντα ὁμοῦ τυράννους εἷλε, καὶ τὰ Ῥωμαίων δὲ αὐτῶν διῄει πάτρια, ὡς κἀκεῖνοι δῆμος τὸ ἀρχαῖον ὄντες τὰς τυραννίδας ἐώθουν ὅπλοις.
τραγῳδίας δὲ ὑποκριτοῦ παρελθόντος ἐς τὴν Ἔφεσον ἐπὶ τῇ Ἰνοῖ τῷ δράματι καὶ ἀκροωμένου τοῦ τῆς Ἀσίας ἄρχοντος, ὃς καίτοι νέος ὢν φανερὸς ἐν ὑπάτοις ἀτολμότερον ὑπὲρ τούτων διενοεῖτο, ὁ μὲν ὑποκριτὴς ἐπέραινεν ἤδη τὰ ἰαμβεῖα, ἐν οἷς ὁ Εὐριπίδης διὰ μακρῶν αὐξηθέντας τοὺς τυράννους ἁλίσκεσθαί φησιν ὑπὸ μικρῶν, ἀναπηδήσας δὲ ὁ Ἀπολλώνιος ‘ἀλλ᾽ ὁ δειλὸς’ ἔφη ‘οὗτος οὔτε Εὐριπίδου ξυνίησιν οὔτε ἐμοῦ.’
καὶ μὴν καὶ λόγου ἀφικομένου, ὡς λαμπρὰν κάθαρσιν εἴη Δομετιανὸς πεποιημένος τῆς Ῥωμαίων Ἑστίας, ἐπειδὴ τρεῖς τῶν Ἑστιάδων ἀπέκτεινεν ἐπ᾽ αἰτίᾳ τῆς ζώνης καὶ τῷ μὴ καθαρεῦσαι γάμων, ἃς ἁγνῶς τὴν Ἰλιάδα Ἀθηνᾶν καὶ τὸ ἐκεῖ πῦρ θεραπεύειν ἔδει, ‘εἰ γὰρ καὶ σὺ’ ἔφη ‘καθαρθείης, Ἥλιε, τῶν ἀδίκων φόνων, ὧν πᾶσα ἡ οἰκουμένη μεστὴ νῦν.’ καὶ οὐδὲ ἰδίᾳ ταῦτα, ὥσπερ οἱ δειλοί, ἀλλ᾽ ἐν τῷ ὁμίλῳ καὶ ἐς πάντας ἐκήρυττέ τε καὶ ηὔχετο.
ἐπεὶ δὲ Σαβῖνον ἀπεκτονὼς ἕνα τῶν ἑαυτοῦ ξυγγενῶν Ἰουλίαν ἤγετο, ἡ δὲ Ἰουλία γυνὴ μὲν ἦν τοῦ πεφονευμένου, Δομετιανοῦ δὲ ἀδελφιδῆ, μία τῶν Τίτου θυγατέρων, ἔθυε μὲν ἡ Ἔφεσος τοὺς γάμους, ἐπιστὰς δὲ τοῖς ἱεροῖς ὁ Ἀπολλώνιος ‘ὦ νὺξ’ ἔφη ‘τῶν πάλαι Δαναΐδων, ὡς μία ἦσθα.’ καὶ μὴν καὶ τὰ ἐν τῇ Ῥώμῃ ὧδε αὐτῷ ἐπράττετο·
ἀρχῇ πρέπειν ἐδόκει Νερούας, ἧς μετὰ Δομετιανὸν σωφρόνως ἥψατο, ἦν δὲ καὶ περὶ Ὄρφιτόν τε καὶ Ῥοῦφον ἡ αὐτὴ δόξα. τούτους Δομετιανὸς ἐπιβουλεύειν ἑαυτῷ φήσας οἱ μὲν ἐς νήσους καθείρχθησαν, Νερούᾳ δὲ προσέταξεν οἰκεῖν Τάραντα. ὢν δὲ ἐπιτήδειος αὐτοῖς ὁ Ἀπολλώνιος τὸν μὲν χρόνον, ὃν Τίτος ὁμοῦ τῷ πατρὶ καὶ μετὰ τὸν πατέρα ἦρχεν, ἀεί τι ὑπὲρ σωφροσύνης ἐπέστελλε τοῖς ἀνδράσι προσποιῶν αὐτοὺς τοῖς βασιλεῦσιν ὡς χρηστοῖς, Δομετιανοῦ δέ, ἐπεὶ χαλεπὸς ἦν, ἀφίστη τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας ἐρρώννυ. τὰς μὲν δὴ ἐπιστολιμαίους ξυμβουλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, πολλοὺς γὰρ τῶν ἐν δυνάμει καὶ δοῦλοι προὔδοσαν καὶ φίλοι καὶ γυναῖκες καὶ οὐδὲν ἀπόρρητον ἐχώρησε τότε οἰκία, τῶν δὲ αὑτοῦ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων ‘διάκονον’ εἶπεν ἂν ‘ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ· βαδίσαι δὲ χρὴ ἐς τὴν Ῥώμην παρὰ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ καὶ γενέσθαι πρὸς τὴν πειθὼ τοῦ ἀνδρὸς πᾶν ὅ τι ἐγώ.’ ἐπεὶ δὲ ἤκουσεν, ὅτι φεύγοιεν ὁρμῆς μὲν ἐνδειξάμενοί τι ἐπὶ τὸν τύραννον, ὄκνῳ δ᾽ ἐκπεσόντες ὧν διενοήθησαν, διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης περὶ τὸ νέμος τῆς Σμύρνης,
ἐν ᾧ ὁ Μέλης, εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐτίκα δὴ ἄρξοι, διῄει τὸν λόγον καὶ ὅτι μηδ᾽ οἱ τύραννοι τὰ ἐκ Μοιρῶν οἷοι βιάζεσθαι, χαλκῆς τε εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας ‘ἀνόητε,’ εἶπεν ‘ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον κἂν ἀποκτείνῃς, ἀναβιώσεται.’ ταῦτα ἐς Δομετιανὸν ἀφίκετο ἐκ διαβολῶν Εὐφράτου, καὶ ὑπὲρ ὅτου μὲν τῶν ἀνδρῶν ἐχρησμῴδει αὐτά, οὐδεὶς ξυνίει, τιθέμενος δὲ ὁ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον ὥρμησεν ἀποκτεῖναι τοὺς ἄνδρας· ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον ἀπολογησόμενον ὑπὲρ τῶν πρὸς αὐτοὺς ἀπορρήτων· ἢ γὰρ ἀφικομένου καταψηφισάμενος οὐδὲ ἀκρίτους ἀπεκτονέναι δόξειν, ἀλλ᾽ ἐν ἐκείνῳ ἑαλωκότας, ἢ εἰ σοφίᾳ τινὶ τοῦ φανεροῦ ὑπεξέλθοι, μᾶλλον ἤδη ἀπολεῖσθαι σφᾶς ὡς κατεψηφισμένους καὶ ὑπὸ τοῦ κοινωνοῦ τῆς αἰτίας.
διανοουμένου δὲ αὐτοῦ ταῦτα καὶ γράφοντος ἤδη πρὸς τὸν τῆς Ἀσίας ἄρχοντα, ὡς ξυλληφθείη τε καὶ ἀναχθείη, προεῖδε μὲν ὁ Τυανεὺς πάντα δαιμονίως τε καὶ ὥσπερ εἰώθει, πρὸς δὲ τοὺς ἑταίρους εἰπὼν δεῖσθαι ἀποδημίας ἀπορρήτου, τοὺς μὲν ἐσῆλθεν Ἀβάριδος τοῦ ἀρχαίου δόξα, καὶ ὅτι ἐς τοιόνδε τι ὡρμήκοι, ὁ δὲ οὐδὲ τῷ Δάμιδι τὸν ἑαυτοῦ νοῦν ἐκφήνας ἐς Ἀχαιοὺς ξὺν αὐτῷ ἔπλει, Κορίνθου δὲ ἐπιβὰς καὶ τῷ Ἡλίῳ περὶ μεσημβρίαν ὁπόσα εἰώθει δράσας ἀφῆκεν ἐς τὸ Σικελῶν καὶ Ἰταλῶν ἔθνος ἅμα ἑσπέρᾳ. τυχὼν δὲ οὐρίου πνεύματος καί τινος εὐροίας ὑποδραμούσης τὸ πέλαγος ἀφίκετο ἐς Δικαιάρχιαν πεμπταῖος. Δημητρίῳ δὲ ἐντυχών, ὃς ἐδόκει θαρσαλεώτατος τῶν φιλοσόφων, ἐπεὶ μὴ πολὺ ἀπὸ τῆς Ῥώμης διῃτᾶτο, ξυνίει μὲν αὐτοῦ ἐξεστηκότος τῷ τυράννῳ, διατριβῆς δὲ ἕνεκα ‘εἴληφά σε’ εἶπε ‘τρυφῶντα καὶ τῆς εὐδαίμονος Ἰταλίας, εἰ δὴ εὐδαίμων, τὸ μακαριώτατον οἰκοῦντα, ἐν ᾧ λέγεται καὶ Ὀδυσσεὺς Καλυψοῖ ξυνὼν ἐκλαθέσθαι καπνοῦ Ἰθακησίου καὶ οἴκου.’ περιβαλὼν δ᾽ αὐτὸν ὁ Δημήτριος καί τι καὶ ἐπευφημήσας ‘ὦ θεοί,’ ἔφη ‘τί πείσεται φιλοσοφία κινδυνεύουσα περὶ ἀνδρὶ τοιούτῳ;’ ‘κινδυνεύει δὲ’ εἶπε ‘τί;’ ‘ἅ γε,’ ἔφη ‘προειδὼς ἥκεις· εἰ γὰρ τὸν σὸν ἀγνοῶ νοῦν, οὐδὲ τὸν ἐμαυτοῦ οἶδα. διαλεγώμεθα δὲ μὴ ἐνταῦθα, ἀλλ᾽ ἴωμεν οὗ μόνων ἡμῶν ἡ ξυνουσία ἔσται, παρατυγχανέτω δὲ καὶ ὁ Δάμις, ὃν ἐγώ, νὴ τὸν Ἡρακλέα, Ἰόλεων ἡγοῦμαι τῶν σῶν ἄθλων.’
ἄγει δὲ αὐτοὺς εἰπὼν ταῦτα ἐς τὸ Κικέρωνος τοῦ παλαιοῦ χωρίον, ἔστι δὲ τοῦτο πρὸς τῷ ἄστει. ἱζησάντων δὲ ὑπὸ πλατάνῳ οἱ μὲν τέττιγες ὑποψαλλούσης αὐτοὺς τῆς αὔρας ἐν ᾠδαῖς ἦσαν, ἀναβλέψας δὲ ἐς αὐτοὺς ὁ Δημήτριος ‘ὦ μακάριοι’ ἔφη ‘καὶ ἀτεχνῶς σοφοί, ὡς ἐδίδαξάν τε ὑμᾶς ᾠδὴν ἄρα Μοῦσαι μήπω ἐς δίκας ἢ διαβολὰς ὑπαχθεῖσαν, γαστρός τε κρείττους ἐποίησαν καὶ ἀνῴκισαν τοῦ ἀνθρωπείου φθόνου ἐς ταυτὶ τὰ δένδρα, ἐφ᾽ ὧν ὄλβιοι τὴν ἐφ᾽ ὑμῶν τε καὶ Μουσῶν εὐδαιμονίαν ᾄδετε.’ ὁ δὲ Ἀπολλώνιος ξυνίει μέν, οἷ τείνει ταῦτα, διαβαλὼν δ᾽ αὐτὰ ὡς ἀργότερα τῆς ἐπαγγελίας, ‘εἶτα’ εἶπε ‘τεττίγων βουληθεὶς διελθεῖν ἔπαινον οὐκ ἐς τὸ φανερὸν διῄεις αὐτόν, ἀλλ᾽ ἐνταῦθα πτήξας, ὥσπερ δημοσίᾳ κειμένου νόμου μηδένα ἐπαινεῖν τέττιγας;’ ‘οὐχ ὑπὲρ ἐπαίνου’ ἔφη ‘ταῦτα εἶπον, ἀλλ᾽ ἐνδεικνύμενος, ὅτι τούτοις μὲν ἀνεῖται τὰ αὐτῶν μουσεῖα, ἡμῖν δὲ οὐδὲ γρύξαι συγγνώμη, ἀλλ᾽ ἔγκλημα ἡ σοφία εὕρηται, καὶ ἡ μὲν Ἀνύτου καὶ Μελήτου γραφὴ ‘Σωκράτης’ φησὶν ‘ἀδικεῖ διαφθείρων τοὺς νέους καὶ δαιμόνια καινὰ ἐπεσάγων,’ ἡμᾶς δὲ οὑτωσὶ γράφονται· ἀδικεῖ ὁ δεῖνα σοφὸς ὢν καὶ δίκαιος καὶ ξυνιεὶς μὲν θεῶν, ξυνιεὶς δὲ ἀνθρώπων, νόμων τε πέρι πολλὰ εἰδώς. σὺ δ᾽, ὅσῳ περ ἡμῶν σοφώτατος, τοσούτῳ σοφωτέρα κατηγορία ἐπὶ σὲ εὕρηται· βούλεται γάρ σε Δομετιανὸς μετέχειν τῶν ἐγκλημάτων, ἐφ᾽ οἷς Νερούας τε καὶ οἱ ξὺν αὐτῷ φεύγουσι.’ ‘φεύγουσι δ᾽’ ἦδ᾽ ὃς ‘ἐπὶ τῷ;’ ‘ἐπὶ τῇ μεγίστῃ γε’ ἔφη ‘τῶν νῦν αἰτιῶν, ὡς δοκεῖ τῷ διώκοντι· φησὶ γὰρ αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν αὑτοῦ πηδῶντας ᾑρηκέναι, σὲ δὲ ἐξορμῆσαι τοὺς ἄνδρας ἐς ταῦτα παῖδα, οἶμαι, τεμόντα.’ ‘μῶν’ ἔφη ‘ὡς ὑπ᾽ εὐνούχου ἡ ἀρχὴ καταλυθείη;’ ‘οὐ τοῦτο’ ἔφη ‘συκοφαντούμεθα, φασὶ δ᾽ , ὡς παῖδα θύσαις ὑπὲρ μαντικῆς, ἣν τὰ νεαρὰ τῶν σπλάγχνων φαίνει, πρόσκειται δὲ τῇ γραφῇ καὶ περὶ ἀμπεχόνης καὶ διαίτης καὶ τὸ ἔστιν ὑφ᾽ ὧν προσκυνεῖσθαί σε. ταυτὶ γὰρ Τελεσίνου ἤκουον ἀνδρὸς ἐμοί τε καὶ σοὶ ἐπιτηδείου.’ ‘ἕρμαιον,’ εἶπεν ‘εἰ Τελεσίνῳ ἐντευξόμεθα, λέγεις γάρ που τὸν φιλόσοφον, ὃς ἐπὶ Νέρωνος ἐν ὑπάτοις ἦρξεν,’ ‘ἐκεῖνον μὲν οὖν’ ἔφη ‘λέγω, ξυγγένοιο δ᾽ ἂν αὐτῷ τίνα τρόπον; αἱ γὰρ τυραννίδες ὑποπτότεραι πρὸς τοὺς ἐν ἀξίᾳ πάντας, ἢν ἐς κοινὸν ἴωσι λόγον τοῖς ἐν οἵᾳ σὺ νῦν αἰτίᾳ, Τελεσῖνος δὲ καὶ τῷ κηρύγματι ὑπεξῆλθεν, ὃ κεκήρυκται νῦν ἐς φιλοσοφίαν πᾶσαν, ἀσπασάμενος μᾶλλον τὸ φεύγειν ὡς φιλόσοφος ἢ τὸ ὡς ὕπατος μένειν.’ ‘μὴ κινδυνευέτω’ εἶπεν ‘ὁ ἀνὴρ ἐμοῦγε ἕνεκα, ἱκανῶς γὰρ ὑπὲρ φιλοσοφίας κινδυνεύει. ἀλλ᾽ ἐκεῖνό μοι εἰπέ, Δημήτριε, τί δοκῶ σοι λέγων ἢ τί πράττων εὖ θήσεσθαι τὸν ἐμαυτοῦ φόβον;’ ‘μὴ παίζων,’ ἔφη ‘μηδέ, ἃ δέδιας, φοβεῖσθαι λέγων, εἰ γὰρ φοβερὰ ἡγοῦ ταῦτα, κἂν ᾤχου ἀποδρὰς τὸν ὑπὲρ αὐτῶν λόγον.’ ‘σὺ δ᾽ ἂν ἀπέδρας,’ εἶπεν ‘εἰ περὶ ὧν ἐγὼ ἐκινδύνευες;’
‘οὐκ ἄν,’ ἔφη ‘μὰ τὴν Ἀθηνᾶν, εἴ τις ἐδίκαζε, τὸ δ᾽ ἄνευ δίκης καὶ ὃ μηδ᾽, εἰ ἀπολογοίμην, ἀκροασόμενος ἢ ἀκροασόμενος μέν, ἀποκτενῶν δὲ καὶ μὴ ἀδικοῦντα. οὐκ ἂν ἔμοιγ᾽ οὖν ξυνεχώρησας ἑλέσθαι ποτὲ ψυχρὸν οὕτω καὶ ἀνδραποδώδη θάνατον ἀντὶ τοῦ φιλοσοφίᾳ προσήκοντος· φιλοσοφίᾳ δέ, οἶμαι, προσήκει ἢ πόλιν ἐλευθεροῦντα ἀποθανεῖν ἢ γονεῦσι τοῖς ἑαυτοῦ καὶ παισὶ καὶ ἀδελφοῖς καὶ τῇ ἄλλῃ ξυγγενείᾳ ἀμύνοντα ἢ ὑπὲρ φίλων ἀγωνιζόμενον, οἳ ξυγγενείας αἱρετώτεροι σοφοῖς ἀνδράσιν ἢ οἳ ἠμπολημένοι ἐξ ἔρωτος, τὸ δὲ μὴ ἐπ᾽ ἀληθέσι, κεκομψευμένοις δ᾽ ἀποθανεῖν καὶ παρασχεῖν τῷ τυράννῳ σοφῷ δόξαι πολλῷ βαρύτερον ἢ εἴ τις, ὥσπερ φασὶ τὸν Ἰξίονα, μετέωρος ἐπὶ τροχοῦ κνάμπτοιτο. σοὶ δὲ ἀγῶνος οἶμαι ἄρξειν αὐτὸ τὸ ἥκειν ἐνταῦθα, σὺ μὲν γὰρ τῷ τῆς γνώμης ὑγιαίνοντι προστίθης τοῦτο καὶ τῷ μὴ ἂν θαρρῆσαι τὴν δεῦρο ὁδόν, εἴ τι ἠδίκεις, Δομετιανῷ δὲ οὐ δόξεις, ἀλλ᾽ ἀπόρρητόν τινα ἰσχὺν ἔχων θρασέως ἐρρῶσθαι. τὸ γὰρ καλοῦντος μέν, οὔπω δ᾽ ἡμέραι δέκα, ὥς φασι, σὲ δ᾽ ἀφῖχθαι πρὸς τὴν κρίσιν οὐδ᾽ ἀκηκοότα πω, ὡς κριθήσῃ, νοῦν τῇ κατηγορίᾳ δώσει, προγιγνώσκων γὰρ ἂν φαίνοιο καὶ ὁ λόγος ὁ περὶ τοῦ παιδὸς ἰσχύσει. καὶ ὅρα, μὴ τὰ περὶ Μοιρῶν καὶ ἀνάγκης, ὑπὲρ ὧν ἐν Ἰωνίᾳ διειλέχθαι σέ φασιν, ἐπὶ σὲ ἥκῃ καὶ βουλομένης τι τῆς εἱμαρμένης ἄτοπον, σὺ δ᾽ ἠναγκασμένος χωρῇς ἐπ᾽ αὐτὸ οὐκ εἰδώς, ὡς σοφώτερον ἀεὶ τὸ φυλάττεσθαι. εἰ δὲ μὴ ἐκλέλησαι τῶν ἐπὶ Νέρωνος, οἶσθά που τοὐμὸν καὶ ὅτι μὴ ἀνελεύθερος ἐγὼ πρὸς θάνατον. ἀλλ᾽ εἶχέ τι ῥᾳστώνης ἐκεῖνα· Νέρωνα γὰρ ἡ κιθάρα τοῦ μὲν προσφόρου βασιλείᾳ σχήματος ἐδόκει ἐκκρούειν, τὰ δὲ ἄλλα οὐκ ἀηδῶς ἥρμοττεν, ἦγε γάρ τινας πολλάκις δἰ αὐτὴν ἐκεχειρίας, καὶ ἀπείχετο τῶν φόνων· ἐμὲ γοῦν οὐκ ἀπέκτεινε καίτοι τὸ ξίφος ἐπ᾽ ἐμαυτὸν ἕλκοντα διὰ τοὺς σούς τε κἀμοῦ λόγους, οὓς ἐπὶ τῷ βαλανείῳ διῆλθον, αἴτιον δ᾽ ἦν τοῦ μὴ ἀποκτεῖναι τὸ τὴν εὐφωνίαν αὐτῷ ἐπιδοῦναι τότε καὶ τό, ὡς ᾤετο, μελῳδίας λαμπρᾶς ἅψασθαι. νυνὶ δὲ τίνι μὲν εὐφωνίᾳ, τίνι δὲ κιθάρᾳ θύσομεν; ἄμουσα γὰρ καὶ μεστὰ χολῆς πάντα, καὶ οὔτ᾽ ἂν ὑφ᾽ ἑαυτοῦ ὅδε οὔτ᾽ ἂν ὑφ᾽ ἑτέρων θελχθείη. καίτοι Πίνδαρος ἐπαινῶν τὴν λύραν φησίν, ὡς καὶ τὸν τοῦ Ἄρεος θυμὸν θέλγει καὶ τῶν πολεμικῶν ἴσχει αὐτόν, οὑτοσὶ δὲ καίτοι μουσικὴν ἀγωνίαν καταστησάμενος ἐνταῦθα καὶ στεφανῶν δημοσίᾳ τοὺς νικῶντας ἔστιν οὓς καὶ ἀπέκτεινεν αὐτῶν, ὕστατά φασι μουσικὴν ἀγωνίαν αὐλήσαντάς τε καὶ ᾄσαντας. βουλευτέα δέ σοι καὶ ὑπὲρ τῶν ἀνδρῶν, προσαπολεῖς γὰρ κἀκείνους ἢ θρασὺς δόξας ἢ εἰπών, ἃ μὴ πείσεις. ἡ σωτηρία δέ σοι παρὰ πόδα· τῶν γὰρ νεῶν τούτων, πολλαὶ δ᾽ , ὡς ὁρᾷς, εἰσίν, αἱ μὲν ἐς Λιβύην ἀφήσουσιν, αἱ δ᾽ ἐς Αἴγυπτον, αἱ δ᾽ ἐς Φοινίκην καὶ Κύπρον, αἱ δ᾽ εὐθὺ Σαρδοῦς, αἱ δ᾽ ὑπὲρ Σαρδώ· μιᾶς ἐπιβάντι σοι κομίζεσθαι κράτιστον ἐς ὁτιδὴ τῶν ἐθνῶν τούτων, αἱ γὰρ τυραννίδες ἧττον χαλεπαὶ τοῖς φανεροῖς τῶν ἀνδρῶν, ἢν ἐπαινοῦντας αἴσθωνται τὸ μὴ ἐν φανερῷ ζῆν.’
ἡττηθεὶς δ᾽ ὁ Δάμις τῶν τοῦ Δημητρίου λόγων ‘ἀλλὰ σύ γε’ ἔφη ‘φίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα, ἐμοῦ γὰρ σμικρὸς λόγος, εἰ ξυμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐς ὀρθὰ ξίφη, μηδ᾽ ἀναρριπτεῖν πρὸς τυραννίδα, ἧς οὐ χαλεπωτέρα ἐνομίσθη. τῆς γοῦν ὁδοῦ τῆς ἐνταῦθα, εἰ μή σοι ξυνέτυχον, οὐδὲ τὸν νοῦν ἐγίγνωσκον, ἕπομαι μὲν γὰρ αὐτῷ θᾶττον ἢ ἑαυτῷ τις, εἰ δὲ ἔροιό με, ποῖ πλέω ἢ ἐφ᾽ ὅ τι, καταγέλαστος ἐγὼ τοῦ πλοῦ Σικελικὰ μὲν πελάγη καὶ Τυρρηνοὺς κόλπους ἀναμετρῶν, οὐκ εἰδὼς δέ, ὑπὲρ ὅτου. καὶ εἰ μὲν ἐκ προρρήσεως ἐκινδύνευον, εἶχον ἂν πρὸς τοὺς ἐρωτῶντας λέγειν, ὡς Ἀπολλώνιος μὲν θανάτου ἐρᾷ, ἐγὼ δ᾽ ἀντεραστὴς ξυμπλέω, ἐπεὶ δ᾽ οὐδὲν οἶδα, ἐμὸν ἤδη λέγειν, ὑπὲρ ὧν οἶδα, λέξω δὲ αὐτὸ ὑπὲρ τοῦ ἀνδρός· εἰ μὲν γὰρ ἐγὼ ἀποθάνοιμι, οὔπω δεινὰ φιλοσοφία πείσεται, σκευοφόρῳ γὰρ εἴκασμαι στρατιώτου γενναίου λόγου ἀξιούμενος, ὅτι τοιῷδε ἕπομαι, εἰ δὲ ἔσται τις, ὃς ἀποκτενεῖ τοῦτον, εὔποροι δ᾽ αἱ τυραννίδες τὰ μὲν ξυνθεῖναι, τὰ δὲ ἐξᾶραι, τρόπαιον μὲν οἶμαι κατὰ φιλοσοφίας ἑστήξει σφαλείσης περὶ τῷ ἄριστα ἀνθρώπων φιλοσοφήσαντι, πολλοὶ δὲ Ἄνυτοι καθ᾽ ἡμῶν καὶ Μέλητοι, γραφαὶ δ᾽ αἱ μὲν ἔνθεν, αἱ δὲ ἐκεῖθεν ἐπὶ τοὺς Ἀπολλωνίῳ ξυγγενομένους, ὡς ὁ μέν τις ἐγέλασε καθαπτομένου τῆς τυραννίδος, ὁ δ᾽ ἐπέρρωσε λέγοντα, ὁ δ᾽ ἐνέδωκε λέξαι τι, ὁ δ᾽ ἀπῆλθε ξὺν ἐπαίνῳ ὧν ἤκουσεν. ἐγὼ δ᾽ ἀποθνήσκειν μὲν ὑπὲρ φιλοσοφίας οὕτω φημὶ δεῖν, ὡς ὑπὲρ ἱερῶν καὶ τειχῶν καὶ τάφων, ὑπὲρ σωτηρίας γὰρ τῶν τοιῶνδε πολλοὶ καὶ ὀνομαστοὶ ἄνδρες ἀποθανεῖν ἠσπάζοντο, ὡς δὲ ἀπολέσθαι φιλοσοφίαν μήτε ἐγὼ ἀποθάνοιμι μήτε ὅστις ἐκείνης τε καὶ Ἀπολλωνίου ἐρᾷ.’
πρὸς ταῦτα ὁ Ἀπολλώνιος ‘Δάμιδι μὲν ὑπὲρ τῶν παρόντων εὐλαβῶς διειλεγμένῳ ξυγγνώμην’ ἔφη ‘προσήκει ἔχειν, Ἀσσύριος γὰρ ὢν καὶ Μήδοις προσοικήσας, οὗ τὰς τυραννίδας προσκυνοῦσιν, οὐδὲν ὑπὲρ ἐλευθερίας ἐνθυμεῖται μέγα, σὺ δ᾽ οὐκ οἶδ᾽ ὅ τι πρὸς φιλοσοφίαν ἀπολογήσῃ, φόβους ὑποτιθείς, ὧν, εἴ τι καὶ ἀληθὲς ἐφαίνετο, ἀπάγειν ἐχρῆν μᾶλλον ἢ ἔσω καθιστάναι τοῦ φοβεῖσθαι τὸν μηδ᾽ ἃ παθεῖν εἰκὸς ἦν δεδιότα. σοφὸς δ᾽ ἀνὴρ ἀποθνησκέτω μὲν ὑπὲρ ὧν εἶπας, ἀποθάνοι δ᾽ ἄν τις ὑπὲρ τούτων καὶ μὴ σοφός, τὸ μὲν γὰρ ὑπὲρ ἐλευθερίας ἀποθνήσκειν νόμῳ προστέτακται, τὸ δ᾽ ὑπὲρ ξυγγενείας ἢ φίλων ἢ παιδικῶν φύσις ὥρισε, δουλοῦται δὲ ἅπαντας ἀνθρώπους φύσις καὶ νόμος, φύσις μὲν καὶ ἑκόντας, νόμος δὲ ἄκοντας· σοφοῖς δὲ οἰκειότερον τελευτᾶν ὑπὲρ ὧν ἐπετήδευσαν· ἃ γὰρ μὴ νόμου ἐπιτάξαντος, μηδὲ φύσεως ξυντεκούσης αὐτοὶ ὑπὸ ῥώμης τε καὶ θράσους ἐμελέτησαν, ὑπὲρ τούτων, εἰ καταλύοι τις αὐτά, ἴτω μὲν πῦρ ἐπὶ τὸν σοφόν, ἴτω δὲ πέλεκυς, ὡς νικήσει αὐτὸν οὐδὲν τούτων, οὐδὲ ἐς ὁτιοῦν περιελᾷ ψεῦδος, καθέξει δέ, ὁπόσα οἶδε, μεῖον οὐδὲν ἢ ἃ ἐμυήθη. ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὦν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς, τυράννοις δὲ οὐδέν. ὡς δὲ οὐχ ὑπὲρ ἀνοήτων ἥκω, σκοπεῖν ἔξεστιν· ἐγὼ γὰρ περὶ μὲν τῷ ἐμαυτοῦ σώματι κινδυνεύω οὐδέν, οὐδ᾽ ἀποθάνοιμ᾽ ἂν ὑπὸ τῆς τυραννίδος, οὐδ᾽ εἰ αὐτὸς βουλοίμην, ξυνίημι δὲ κινδυνεύων περὶ τοῖς ἀνδράσιν, ὧν εἴτε ἀρχὴν εἴτε προσθήκην ποιεῖταί με ὁ τύραννος, εἰμὶ πᾶν ὅ τι βούλεται. εἰ δὲ προὐδίδουν σφᾶς ἢ βραδύνων ἢ βλακεύων πρὸς τὴν αἰτίαν, τίς ἂν τοῖς σπουδαίοις ἔδοξα; τίς δ᾽ οὐκ ἂν ἀπέκτεινέ με εἰκότως, ὡς παίζοντα ἐς ἄνδρας, οἷς, ἃ παρὰ τῶν θεῶν ᾔτουν, ἀνετέθη; ὅτι δ᾽ οὐκ ἦν μοι διαφυγεῖν τὸ μὴ οὐ προδότης δόξαι, δηλῶσαι βούλομαι· τυραννίδων ἤθη διττά, αἱ μὲν γὰρ ἀκρίτους ἀποκτείνουσιν, αἱ δὲ ὑπαχθέντας δικαστηρίοις, ἐοίκασι δ᾽ αἱ μὲν τοῖς θερμοῖς τε καὶ ἑτοίμοις τῶν θηρίων, αἱ δὲ τοῖς μαλακωτέροις τε καὶ ληθάργοις. ὡς μὲν δὴ χαλεπαὶ ἄμφω, δῆλον πᾶσι παράδειγμα ποιουμένοις τῆς μὲν ὁρμώσης καὶ ἀκρίτου Νέρωνα, τῆς δὲ ὑποκαθημένης Τιβέριον, ἀπώλλυσαν γὰρ ὁ μὲν οὐδ᾽ οἰηθέντας, ὁ δ᾽ ἐκ πολλοῦ δείσαντας. ἐγὼ δ᾽ ἡγοῦμαι χαλεπωτέρας τὰς δικάζειν προσποιουμένας καὶ ψηφίζεσθαί τι ὡς ἐκ τῶν νόμων, πράττουσι μὲν γὰρ κατ᾽ αὐτοὺς οὐδέν, ψηφίζονται δ᾽, ἅπερ οἱ μηδὲν κρίναντες, ὄνομα τῷ διατρίβοντι τῆς ὀργῆς θέμενοι νόμον, τὸ δ᾽ ἀποθνήσκειν κατεψηφισμένους ἀφαιρεῖται τοὺς ἀθλίους καὶ τὸν παρὰ τῶν πολλῶν ἔλεον, ὃν ὥσπερ ἐντάφιον χρὴ ἐπιφέρειν τοῖς ἀδίκως ἀπελθοῦσι. δικαστικὸν μὲν δὴ τὸ τῆς τυραννίδος ταύτης ὁρῶ σχῆμα, τελευτᾶν δέ μοι δοκεῖ ἐς ἄκριτον, ὧν γὰρ πρὶν ἢ δικάσαι κατεψηφίσατο, τούτους ὡς μήπω δεδικασμένους ὑπάγει τῇ κρίσει, καὶ ὁ μὲν ψήφῳ ἁλοὺς ἐν αὐτῇ δῆλον ὡς ὑπὸ τοῦ μὴ κατὰ νόμους κρίναντος ἀπολωλέναι φησίν, ὁ δ᾽ ἐκλιπὼν τὸ δικάσασθαι πῶς ἂν διαφύγοι τὸ μὴ οὐκ ἐφ᾽ ἑαυτὸν ἐψηφίσθαι; τὸ δὲ καὶ τοιῶνδε ἀνδρῶν κειμένων ἐπ᾽ ἐμοὶ νῦν ἀποδρᾶναι τὸν ἐμαυτοῦ τε κἀκείνων ἀγῶνα ποῖ με τῆς γῆς ἐάσει καθαρὸν δόξαι; ἔστω γὰρ σὲ μὲν εἰρηκέναι ταῦτα, ἐμὲ δὲ ῾ὡσ᾽ ὀρθῶς εἰρημένοις πείθεσθαι, τοὺς δὲ ἀπεσφάχθαι, τίς μὲν ὑπὲρ εὐπλοίας εὐχὴ τῷ τοιῷδε; ποῖ δὲ ὁρμιεῖται; πορεύσεται δὲ παρὰ τίνα; ἐξαλλάττειν γὰρ χρὴ οἶμαι πάσης, ὁπόσης Ῥωμαῖοι ἄρχουσι, παρ᾽ ἄνδρας δὲ ἥκειν ἐπιτηδείους τε καὶ μὴ ἐν φανερῷ οἰκοῦντας, τουτὶ δ᾽ ἂν Φραώτης τε εἴη καὶ ὁ Βαβυλώνιος καὶ Ἰάρχας ὁ θεῖος καὶ Θεσπεσίων ὁ γενναῖος. εἰ μὲν δὴ ἐπ᾽ Αἰθιόπων στελλοίμην, τί ἄν, ὦ λῷστε, πρὸς Θεσπεσίωνα εἴποιμι; εἴτε γὰρ κρύπτοιμι ταῦτα, ψευδολογίας ἐραστὴς δόξω, μᾶλλον δὲ δοῦλος, εἴτε ἐς ἀπαγγελίαν αὐτῶν ἴοιμι, τοιῶνδέ που δεήσει λόγων· ἐμέ, ὦ Θεσπεσίων, Εὐφράτης πρὸς ὑμᾶς διέβαλεν, ἃ μὴ ἐμαυτῷ ξύνοιδα· ὁ μὲν γὰρ κομπαστὴν ἔφη καὶ τερατώδη με εἶναι καὶ ὑβριστὴν σοφίας, ὁπόση Ἰνδῶν, ἐγὼ δὲ ταυτὶ μὲν οὐκ εἰμί, προδότης δὲ τῶν ἐμαυτοῦ φίλων καὶ σφαγεὺς καὶ οὐδὲν πιστὸν καὶ τὰ τοιαῦτά εἰμι, στέφανόν τε ἀρετῆς, εἴ τις, στεφανωσόμενος ἥκω τοῦτον, ἐπειδὴ τοὺς μεγίστους τῶν κατὰ τὴν Ῥώμην οἴκων οὕτως ἀνεῖλον, ὡς μηδὲ οἰκήσεσθαι αὐτοὺς ἔτι. ἐρυθριᾷς, Δημήτριε, τούτων ἀκούων, ὁρῶ γάρ. τί οὖν, εἰ καὶ Φραώτην ἐνθυμηθείης κἀμὲ παρὰ τὸν ἄνδρα τοῦτον ἐς Ἰνδοὺς φεύγοντα, πῶς μὲν ἂν ἐς αὐτὸν βλέψαιμι; τί δ᾽ ἂν εἴποιμι ὑπὲρ ὧν φεύγω; μῶν ὡς ἀφικόμην μὲν καλὸς κἀγαθὸς πρότερον καὶ τὸν θάνατον τὸν ὑπὲρ φίλων οὐκ ἄθυμος, ἐπεὶ δὲ ξυνεγενόμην αὐτῷ, τὸ θειότατον τουτὶ τῶν κατὰ ἀνθρώπους ἄτιμον ἔρριψά σοι; ὁ δὲ Ἰάρχας οὐδὲ ἐρήσεται οὐδὲν ἥκοντα, ἀλλ᾽ ὥσπερ ὁ Αἴολός ποτε τὸν Ὀδυσσέα κακῶς χρησάμενον τῷ τῆς εὐπλοίας δώρῳ ἄτιμον ἐκέλευσε χωρεῖν τῆς νήσου, κἀμὲ δήπου ἀπελᾷ τοῦ ὄχθου, κακὸν εἰπὼν ἐς τὸ Ταντάλειον γεγονέναι πῶμα, βούλονται γὰρ τὸν ἐς αὐτὸ κύψαντα καὶ κινδύνων κοινωνεῖν τοῖς φίλοις. οἶδα, ὡς δεινὸς εἶ, Δημήτριε, λόγους ξυντεμεῖν πάντας, ὅθεν μοι δοκεῖς καὶ τοιοῦτό τι ἐρεῖν πρός με· ἀλλὰ μὴ παρὰ τούτους ἴθι, παρ᾽ ἄνδρας δέ, οἷς μήπω ἐπέμιξας, καὶ εὖ κείσεταί σοι τὸ ἀποδρᾶναι, ῥᾷον γὰρ ἐν οὐκ εἰδόσι λήσῃ. βασανιζέσθω δὲ καὶ ὅδε ὁ λόγος, ὅπη τοῦ πιθανοῦ ἔχει· δοκεῖ γάρ μοι περὶ αὐτοῦ τάδε· ἐγὼ ἡγοῦμαι τὸν σοφὸν μηδὲν ἰδίᾳ μηδ᾽ ἐφ᾽ ἑαυτοῦ πράττειν, μηδ᾽ ἂν ἐνθυμηθῆναί τι οὕτως ἀμάρτυρον, ὡς μὴ αὐτὸν γοῦν ἑαυτῷ παρεῖναι, καὶ εἴτε Ἀπόλλωνος αὐτοῦ τὸ Πυθοῖ γράμμα, εἴτε ἀνδρὸς ὑγιῶς ἑαυτὸν γνόντος καὶ διὰ τοῦτο γνώμην αὐτὸ ποιουμένου ἐς πάντας, δοκεῖ μοι ὁ σοφὸς ἑαυτὸν γιγνώσκων καὶ παραστάτην ἔχων τὸν ἑαυτοῦ νοῦν μήτ᾽ ἂν πτῆξαί τι ὧν οἱ πολλοί, μήτ᾽ ἂν θαρσῆσαί τι ὧν ἕτεροι μὴ ξὺν αἰσχύνῃ ἅπτονται· δοῦλοι γὰρ τῶν τυραννίδων ὄντες καὶ προδοῦναι αὐταῖς ποτε τοὺς φιλτάτους ὥρμησαν, τὰ μὲν μὴ φοβερὰ δείσαντες, ἃ δὲ χρὴ δεῖσαι μὴ φοβηθέντες. σοφία δὲ οὐ ξυγχωρεῖ ταῦτα· πρὸς γὰρ τῷ Πυθικῷ ἐπιγράμματι καὶ τὸ τοῦ Εὐριπίδου ἐπαινεῖ ξύνεσιν ἡγουμένου περὶ τοὺς ἀνθρώπους εἶναι τὴν ἀπολλῦσαν αὐτοὺς ῾νόσον᾽, ἐπειδὰν ἐνθυμηθῶσιν, ὡς κακὰ εἰργασμένοι εἰσίν. ἥδε γάρ που καὶ τῷ Ὀρέστῃ τὰ τῶν Εὐμενίδων εἴδη ἀνέγραφεν, ὅτε δὴ ἐμαίνετο ἐπὶ τῇ μητρί, νοῦς μὲν γὰρ τῶν πρακτέων κύριος, σύνεσις δὲ τῶν ἐκείνῳ δοξάντων. ἢν μὲν δὴ χρηστὰ ἕληται ὁ νοῦς, πέμπει ἤδη τὸν ἄνδρα ἡ ξύνεσις ἐς πάντα μὲν ἱερά, πάσας δὲ ἀγυιάς, πάντα δὲ τεμένη, πάντα δὲ ἀνθρώπων ἤθη κροτοῦσά τε καὶ ᾄδουσα, ἐφυμνήσει δὲ αὐτῷ καὶ καθεύδοντι, παριστᾶσα χορὸν εὔφημον ἐκ τοῦ τῶν ὀνείρων δήμου, ἢν δ᾽ ἐς φαῦλα ὀλίσθῃ ἡ τοῦ νοῦ στάσις, οὐκ ἐᾷ τοῦτον ἡ ξύνεσις οὔτε ὄμμα ὀρθὸν ἐς ἀνθρώπων τινὰ ἀφεῖναι οὔτε τὸ ἀπ᾽ ἐλευθέρας γλώττης φθέγμα, ἱερῶν τε ἀπελαύνει καὶ τοῦ εὔχεσθαι, οὐδὲ γὰρ χεῖρα αἴρειν ξυγχωρεῖ ἐς τὰ ἀγάλματα, ἀλλ᾽ ἐπικόπτει αἴροντας, ὥσπερ τοὺς ἐπανατεινομένους οἱ νόμοι, ἐξίστησι δὲ αὐτοὺς καὶ ὁμίλου παντὸς καὶ δειματοῖ καθεύδοντας, καὶ ἃ μὲν ὁρῶσι μεθ᾽ ἡμέραν καὶ εἰ δή τινα ἀκούειν ἢ λέγειν οἴονται, ὀνειρώδη καὶ ἀνεμιαῖα ποιεῖ τούτοις, τὰς δὲ ἀμυδρὰς καὶ φαντασιώδεις πτοίας ἀληθεῖς ἤδη καὶ πιθανὰς τῷ φόβῳ. ὡς μὲν δὴ ἐλέγξει με ἡ σύνεσις ἐς εἰδότας τε καὶ μὴ εἰδότας ἥκοντα, προδότης εἰ γενοίμην τῶν ἀνδρῶν, δεδεῖχθαί μοι σαφῶς οἶμαι καὶ ὡς φαίνει ἀλήθεια, προδώσω δὲ οὐδὲ ἐμαυτόν, ἀλλ᾽ ἀγωνιοῦμαι πρὸς τὸν τύραννον, τὸ τοῦ γενναίου Ὁμήρου ἐπειπών· ξυνὸς Ἐνυάλιος.’
ὑπὸ τούτων ὁ Δάμις τῶν λόγων αὐτὸς μὲν οὕτω διατεθῆναί φησιν, ὡς ὁρμήν τε ἀναλαβεῖν καὶ θάρσος, τὸν Δημήτριον δὲ μὴ ἀπογνῶναι τοῦ ἀνδρός, ἀλλ᾽ ἐπαινέσαντα καὶ ξυνθέμενον οἷς εἶπεν ἐπιθειάσαι οἱ ὑπὲρ οὗ κινδυνεύει καὶ φιλοσοφίᾳ αὐτῇ, ὑπὲρ ἧς καρτερεῖ ταῦτα, ἡγεῖσθαί τε αὐτοῖς οὗ καταλύων ἐτύγχανε, τὸν δὲ Ἀπολλώνιον παραιτούμενον τοῦτο ‘δείλη ἤδη’ φάναι ‘καὶ χρὴ περὶ λύχνων ἁφὰς ἐς τὸν Ῥωμαίων λιμένα ἀφεῖναι, τουτὶ γὰρ ταῖς ναυσὶ ταύταις νόμιμον, ξυσσιτήσομεν δέ, ἐπειδὰν εὖ τἀμὰ ἔχῃ, νυνὶ γὰρ ἂν καὶ κατασκευασθείη τις αἰτία ἐπὶ σὲ ὡς ξυσσιτήσαντα τῷ τοῦ βασιλέως ἐχθρῷ, καὶ μηδὲ τὴν ἐπὶ τοῦ λιμένος μεθ᾽ ἡμῶν ἴθι, μὴ καὶ τὸ λόγου κεκοινωνηκέναι μοι διαβάλῃ σε ἐς ἀπορρήτους βουλάς.’ ξυνεχώρησε μὲν δὴ ὁ Δημήτριος καὶ περιβαλὼν αὐτοὺς ἀπῄει μεταστρεφόμενός τε καὶ τὰ δάκρυα ἀποψῶν, ὁ δὲ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν ‘εἰ μὲν ἔρρωσαι’ ἔφη ‘καὶ θαρσεῖς ἅπερ ἐγώ, βαδίσωμεν ἄμφω ἐπὶ τὴν ναῦν, εἰ δὲ ἀθύμως ἔχεις, ὥρα σοι καταμένειν ἐνταῦθα, Δημητρίῳ γὰρ ξυνέσῃ τὸν χρόνον τοῦτον ἀνδρὶ σοί τε κἀμοὶ ἐπιτηδείῳ.’ ὑπολαβὼν δὲ ὁ Δάμις ‘καὶ τίνα’ ἔφη ‘νομιῶ ἐμαυτόν, εἰ τοιαῦτά σου διειλεγμένου σήμερον ὑπὲρ φίλων καὶ κοινωνίας κινδύνων, οἳ ἐπ᾽ αὐτοὺς ἥκουσιν, ἐγὼ δ᾽ ἀνήκοος τοῦ λόγου φεύγοιμί σε καὶ ἀποκινδυνεύοιμί σου, μήπω πρότερον κακὸς ὑπὲρ σοῦ δόξας;’ ‘ὀρθῶς’ ἔφη ‘λέγεις καὶ ἴωμεν, ἐγὼ μέν, ὡς ἔχω, σὲ δὲ χρὴ μετασκευάζειν σαυτὸν ἐς τὸ δημοτικώτερον καὶ μήτε κομᾶν, ὡς γοῦν ἔχεις, τρίβωνά τε ἀνταλλάττεσθαι τουτουὶ τοῦ λίνου καὶ τὸ ὑπόδημα παραιτεῖσθαι τοῦτο· τί δὲ βούλεταί μοι ταῦτα, χρὴ διαλεχθῆναι. λῷον γὰρ καὶ πλείω καρτερῆσαι πρὸ τῆς δίκης· οὐ δὴ βούλομαι κοινωνῆσαί ῾σέ᾽ μοι τούτων ξυλληφθέντα, ξυλληφθείης γὰρ ἂν διαβεβλημένου τοῦ σχήματος, ἀλλ᾽ ὡς μὴ φιλοσοφοῦντα μέν, ἐπιτήδειον δὲ ἄλλως ὄντα μοι ξυνέπεσθαί τε καὶ παρατυγχάνειν οἷς πράττω. βεβλημένου αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα, οὐ γὰρ ὡς κακίων γε αὐτὸ μεθεῖναί φησιν, οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ ξυμφέρον τοῦ καιροῦ.’
ἀποπλεύσαντες δὲ τῆς Δικαιαρχίας τριταῖοι κατῆραν ἐς τὰς ἐκβολὰς τοῦ Θύμβριδος, ἀφ᾽ ὧν ξύμμετρος ἐς τὴν Ῥώμην ἀνάπλους. τὸ μὲν δὴ βασίλειον ξίφος ἦν ἐπ᾽ Αἰλιανῷ τότε, ὁ δ᾽ ἀνὴρ οὗτος πάλαι τοῦ Ἀπολλωνίου ἤρα ξυγγεγονώς ποτε αὐτῷ κατ᾽ Αἴγυπτον καὶ φανερὸν μὲν οὐδὲν ὑπὲρ αὐτοῦ πρὸς τὸν Δομετιανὸν ἔλεγεν, οὐ γὰρ ξυνεχώρει ἡ ἀρχή, τὸν γὰρ δοκοῦντα τῷ βασιλεῖ ἀπηχθῆσθαι πῶς μὲν ἂν πρὸς αὐτὸν ἐπῄνεσε, πῶς δ᾽ ἂν ὡς ἐπιτήδειον ἑαυτῷ παρῃτήσατο; τέχναι μὴν ὁπόσαι εἰσὶν ἀφανῶς ἀμύνουσαι, πάσαις ὑπὲρ αὐτοῦ ἐχρῆτο, ὅς γε καὶ τὸν χρόνον, ὅν, πρὶν ἥκειν, διεβάλλετο ‘ὦ βασιλεῦ,’ ἔφη ‘κουφολόγον οἱ σοφισταὶ χρῆμα καὶ ἀλαζὼν ἡ τέχνη, καὶ ἐπεὶ μηδὲν χρηστὸν τοῦ εἶναι ἀπολαύουσι, θανάτου γλίχονται, καὶ οὐ περιμένουσιν αὐτοῦ τὸ αὐτόματον, ἀλλ᾽ ἐπισπῶνται τὸν θάνατον ἐκκαλούμενοι τοὺς ἔχοντας ξίφη. ταῦθ᾽ ἡγοῦμαι καὶ Νέρωνα ἐνθυμηθέντα μὴ ὑπαχθῆναι ὑπὸ Δημητρίου ἀποκτεῖναι αὐτόν, ἐπεὶ γὰρ θανατῶντα ᾔσθετο, οὐ κατὰ ξυγγνώμην ἐπανῆκεν αὐτῷ τὸν θάνατον, ἀλλὰ καθ᾽ ὑπεροψίαν τοῦ κτεῖναι. καὶ μὴν καὶ Μουσώνιον τὸν Τυρρηνὸν πολλὰ τῇ ἀρχῇ ἐναντιωθέντα τῇ νήσῳ ξυνέσχεν, ᾗ ὄνομα Γύαρα, καὶ οὕτω τι τῶν σοφιστῶν τούτων ἥττους Ἕλληνες, ὡς τότε μὲν κατὰ ξυνουσίαν αὐτοῦ ἐσπλεῖν πάντας, νυνὶ δὲ κατὰ ἱστορίαν τῆς κρήνης· ἐν γὰρ τῇ νήσῳ ἀνύδρῳ οὔσῃ πρότερον εὕρημα Μουσωνίου κρήνη ἐγένετο, ἣν ᾄδουσιν Ἕλληνες, ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου.’
τούτοις μὲν δὴ διῆγεν ὁ Αἰλιανὸς τὸν βασιλέα, πρὶν ἥκειν Ἀπολλώνιον, ἀφικομένου δὲ σοφωτέρων ἥπτετο, κελεύει μὲν γὰρ ξυλληφθέντα αὐτὸν ἀναχθῆναί οἱ, λοιδορουμένου δ᾽ αὐτῷ τοῦ τὴν κατηγορίαν ξυνθέντος ὡς γόητι καὶ ἱκανῷ τὴν τέχνην ὁ μὲν Αἰλιανὸς ‘τῷ βασιλείῳ δικαστηρίῳ’ ἔφη ‘σαυτόν τε καὶ τὰ τούτου φύλαττε,’ ὁ δ᾽ Ἀπολλώνιος ‘εἰ μὲν γόης’ ἔφη ‘ἐγώ, πῶς κρίνομαι; εἰ δὲ κρίνομαι, πῶς γόης εἰμί; εἰ μὴ ἄρα τὸ συκοφαντεῖν ἰσχυρὸν οὕτως εἶναί φησιν, ὡς μηδὲ τῶν γοητευόντων ἡττᾶσθαι αὐτό.’ βουλομένου δὲ τοῦ κατηγόρου λέγειν τι ἀμαθέστερον, ἐκκρούων αὐτὸν ὁ Αἰλιανὸς ‘ἐμοὶ’ εἶπεν ‘ἄφες τὸν καιρὸν τὸν πρὸ τῆς δίκης, ἔλεγχον γὰρ ποιήσομαι τῆς τοῦ σοφιστοῦ γνώμης ἰδίᾳ καὶ οὐκ ἐν ὑμῖν, κἂν μὲν ὁμολογῇ ἀδικεῖν, ξυντετμήσονταί οἱ ἐν τῷ δικαστηρίῳ λόγοι καὶ σὺ ἄπει εἰρηνικῶς, εἰ δὲ ἀντιλέγει, δικάσει ὁ βασιλεύς.’ παρελθὼν οὖν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν ᾧ τὰ μεγάλα καὶ ἐλέγχεται καὶ σιωπᾶται ‘χωρεῖτε’ ἔφη ‘ἐνθένδε καὶ μηδεὶς ἐπακροάσθω, δοκεῖ γὰρ τῷ βασιλεῖ τοῦτο.’
ὡς δὲ ἐγένοντο αὐτοί, ‘ἐγώ,’ ἔφη ‘ὦ Ἀπολλώνιε, μειράκιον ἦν κατὰ τοὺς χρόνους, οὓς ὁ πατὴρ τοῦ βασιλέως ἐπ᾽ Αἴγυπτον ἦλθε τοῖς μὲν θεοῖς θύσων, χρησόμενος δ᾽ ὑπὲρ τῶν ἑαυτοῦ σοί, καὶ χιλίαρχον μὲν ὁ βασιλεὺς ἦγεν ἤδη τῶν πολεμικῶν εἰδότα, σὺ δ᾽ οὕτω τι μοι ἐπιτηδείως εἶχες, ὡς χρηματίζοντος τοῦ βασιλέως ταῖς πόλεσιν ἀπολαβών με ἰδίᾳ ποδαπός τε εἴην λέγειν καὶ ὅ τι μοι τὸ ὄνομα καὶ ὡς ἔχω τοῦ πατρός, προὔλεγες δέ μοι καὶ τὴν ἀρχὴν ταύτην, ἣ τοῖς μὲν πολλοῖς μεγίστη δοκεῖ καὶ μείζων ἢ πάντα ὁμοῦ τὰ ἀνθρώπων, ἐμοὶ δὲ ὄχλος καὶ κακοδαιμονία φαίνεται, τυραννίδος γὰρ φύλαξ χαλεπῆς εἰμι, κἂν μὲν σφήλω αὐτήν, δέδοικα τὰ ἐκ τῶν θεῶν, σοὶ δ᾽ ὅπως εὔνους εἰμί, δεδήλωκα, ὁ γὰρ εἰπὼν ἀφ᾽ ὧν εἴρηκά που τὸ μηδ᾽ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστ᾽ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι τὸ δὲ ἰδίᾳ ἐθελῆσαι ἐρέσθαι σε, ὑπὲρ ὧν ὁ κατήγορος ξυντέθεικε, σόφισμα οὐ φαῦλον ὑπὲρ ξυνουσίας ἐμοὶ τῆς πρὸς σὲ γέγονεν, ὅπως θαρροίης μὲν τὰ ἐπ᾽ ἐμοὶ ὄντα, προγνοίης δὲ τὰ ἐπὶ τῷ βασιλεῖ· ὅ τι μὲν γὰρ ψηφιεῖται ἐπὶ σοί, οὐκ οἶδα, διάκειται δέ, ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπ᾽ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ἀνδρῶν ὑπάτων ποιεῖταί σε, βούλεται μὲν γάρ, ἃ μὴ δεῖ, πράττει δ᾽ αὐτὰ καταρρυθμίζων ἐς τὴν τοῦ δικαίου δόξαν. δεῖ δὴ κἀμοὶ πλάσματος καὶ ὁρμῆς ἐπὶ σέ, εἰ γὰρ ὑπόψεταί με ὡς ἀνιέντα, οὐκ οἶδ᾽ ὁπότερος ἡμῶν ἀπολεῖται θᾶττον.’
πρὸς ταῦτα ὁ Ἀπολλώνιος ‘ἐπεὶ ὑγιῶς’ ἔφη ‘διαλεγόμεθα καὶ ὁπόσα καρδία ἴσχει σύ τε εἴρηκας ἐμοί τε εἰπεῖν δίκαιον, φιλοσοφεῖς τε ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων, ὡς οἱ σφόδρα μοι ξυνδιατρίψαντες, καί, νὴ Δία, οὕτω φιλανθρώπως πρὸς ἡμᾶς ἔχεις, ὡς ξυγκινδυνεύειν ἡγεῖσθαί μοι, λέξω τὸν ἐμαυτοῦ νοῦν· ἐμοὶ γὰρ ἀποδρᾶναι μὲν ἦν ὑμᾶς ἐς πολλὰ μέρη τῆς γῆς, ἃ μὴ ὑμῶν ἀκροᾶται, παρ᾽ ἄνδρας τε ἀφικέσθαι σοφοὺς καὶ σοφωτέρους ἢ ἐγώ, θεούς τε θεραπεύειν ξὺν ὀρθῷ λόγῳ βαδίσαντι ἐς ἤθη ἀνθρώπων θεοφιλεστέρων ἢ οἱ ἐνταῦθα, παρ᾽ οἷς οὔτε ἔνδειξις οὔτε γραφὴ οὐδεμία, δἰ αὐτὸ γὰρ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι δικαστηρίων οὐ δέονται, δείσας δὲ προδότου λαβεῖν αἰτίαν, εἰ φύγοιμι μὲν αὐτὸς τὴν ἀπολογίαν, ἀπόλοιντο δὲ οἱ δι᾽ ἐμοῦ κινδυνεύοντες, ἥκω ἀπολογησόμενος. ὑπὲρ δὲ ὧν ἀπολογεῖσθαί με δεῖ, φράζε.’
‘αἱ μὲν ἰδέαι τῆς γραφῆς ποικίλαι τε’ ἔφη ‘καὶ πλείους, καὶ γὰρ τὴν ἐσθῆτα διαβάλλουσι καὶ τὴν ἄλλην δίαιταν καὶ τό ἐστιν ὑφ᾽ ὧν προσκυνεῖσθαί σε καὶ τὸ ἐν Ἐφέσῳ ποτὲ ὑπὲρ λοιμοῦ χρῆσαι, διειλέχθαι δὲ καὶ κατὰ τοῦ βασιλέως τὰ μὲν ἀφανῶς, τὰ δ᾽ ἐκφάνδην, τὰ δ᾽ ὡς θεῶν ἀκούσαντα, τὸ δὲ ἐμοὶ μὲν ἀπιθανώτατον, γιγνώσκω γάρ, ὅτι μηδὲ τὸ τῶν ἱερῶν αἷμα ἀνέχῃ, τῷ δὲ βασιλεῖ πιθανώτατον διαβάλλεται· φασὶν ἐς ἀγρὸν βαδίσαντά σε παρὰ Νερούαν τεμεῖν αὐτῷ παῖδα Ἀρκάδα θυομένῳ ἐπὶ τὸν βασιλέα καὶ ἐπᾶραι αὐτὸν τοῖς ἱεροῖς τούτοις, πεπρᾶχθαι δὲ ταῦτα νύκτωρ φθίνοντος ἤδη τοῦ μηνός. τοῦτο δὲ τὸ κατηγόρημα, ἐπειδὴ πολλῷ μεῖζον, μὴ ἕτερόν τι παρ᾽ ἐκεῖνο ἡγώμεθα, ὁ γὰρ λαμβανόμενος τοῦ σχήματος καὶ τῆς διαίτης καὶ τοῦ προγιγνώσκειν ἐς τοῦτο δήπου ξυντείνει καὶ ταῦτά γε καὶ τὴν παρανομίαν τὴν ἐς αὐτὸν δοῦναί σοί φησι καὶ τὸ ἐς τὴν θυσίαν θάρσος. χρὴ οὖν παρεσκευάσθαι τὴν ὑπὲρ τούτων ἀπολογίαν, ἔστω δέ σοι ὁ λόγος μὴ ὑπερορῶν τοῦ βασιλέως.’ καὶ ὁ Ἀπολλώνιος ‘τοῦ μὲν μὴ ὑπερορᾶν ἔστω τεκμήριόν σοι τὸ ὑπὲρ ἀπολογίας ἀφῖχθαί με, εἰ δὲ καὶ θρασέως οὕτω τἀμὰ εἶχεν, ὡς ὑπὲρ τυραννίδας αἴρεσθαι, ἀλλὰ σοί γε ὑπέσχον ἐμαυτὸν τοιῷδε ὄντι καὶ ἀγαπῶντί με. τὸ μὲν γὰρ ἐχθρῷ πονηρὸν δόξαι δεινὸν οὔπω, οἱ γὰρ ἐχθροὶ μισοῦσιν οὐκ ἀφ᾽ ὧν δημοσίᾳ διαβέβληταί τις, ἀλλ᾽ ἀφ᾽ ὧν ἰδίᾳ προσκέκρουκε, τὸ δὲ πρὸς ἀνδρὸς φίλου λαβεῖν αἰτίαν, ὡς κακὸς φαίνοιτο, βαρύτερον τοῦτο ἢ τὰ ἐχθρῶν ὁμοῦ πάντα, οὐ γὰρ ἂν διαφύγοι τὸ μὴ οὐ κἀκείνοις, δι᾽ ἃ κακὸς ἦν, ἀπηχθῆσθαι.’
ἐδόκει τῷ Αἰλιανῷ εὖ λέγειν, καὶ παρακελευσάμενος αὐτῷ θαρρεῖν ἑαυτοῦ ἐλάβετο ὡς μὴ ἂν ἐκπλαγέντος τοῦ ἀνδρός, μηδ᾽ ἂν ῾εἰ Γοργείη κεφαλὴ ἐπ᾽ αὐτὸν αἴροιτο. καλέσας οὖν τοὺς προστεταγμένους τὰ τοιαῦτα ‘κελεύω’ ἔφη ‘ξυνέχειν τοῦτον, ἔστ᾽ ἂν ὁ βασιλεὺς ἥκοντά τε αὐτὸν μάθῃ καὶ λέγοντα ὁπόσα εἴρηκε,’ καὶ ἐῴκει τοῖς μάλα ὠργισμένοις. παρελθὼν δὲ ἐς τὰ βασίλεια τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττεν. ἐνταῦθα ὁ Δάμις ἀπομνημονεύει ἔργου ὁμοίου τε καὶ ἀνομοίου τῷ ἐπ᾽ Ἀριστείδου ποτὲ Ἀθήνησιν· ὀστράκῳ μὲν γὰρ τὸν Ἀριστείδην ἐλαύνειν ἐπ᾽ ἀρετῇ, ἔξω δὲ τείχους ἤδη ὄντι προσελθόντα τῶν ἀγροίκων τινὰ δεῖσθαι αὐτοῦ γράφειν τι αὐτῷ ἐπ᾽ Ἀριστείδην ὄστρακον. ἐκεῖνος μὲν οὔτε τὸν ἄνδρα εἰδὼς οὔτ᾽ αὐτὸ τὸ γράφειν, ἀλλὰ μόνον τὸν ὑπὲρ τοῦ δικαίου φθόνον, χιλίαρχος δὲ τῶν σφόδρα γιγνωσκόντων τὸν Ἀπολλώνιον προσειπὼν αὐτὸν ἤρετο κατὰ ὕβριν, ὑπὲρ ὅτου κινδυνεύοι, τοῦ δὲ οὐκ εἰδέναι φήσαντος ‘ἀλλ᾽ ἐγὼ’ ἔφη ‘οἶδα· τὸ γὰρ προσκυνεῖσθαί σε ὑπὸ τῶν ἀνθρώπων διαβέβληκεν ὡς ἴσων ἀξιούμενον τοῖς θεοῖς.’ ‘καὶ τίς’ εἶπεν ‘ὁ προσκυνήσας ἐμέ;’ ‘ἐγὼ’ ἔφη ‘ἐν Ἐφέσῳ παῖς ἔτι ὤν, ὁπότε ἡμᾶς ἰάσω τοῦ λοιμοῦ.’ ‘καλῶς ποιῶν’ εἶπεν ‘αὐτός τε σὺ καὶ ἡ σωθεῖσα Ἐφεσίων πόλις.’ ‘διὰ ταῦτ᾽ οὖν’ ἔφη ‘καὶ ἀπολογίαν ὑπὲρ σοῦ παρεσκεύακα, ἥ σε ἀπαλλάξει τῆς αἰτίας· ἴωμεν γὰρ ἔξω τείχους καὶ ἢν μὲν ἀποκόψω σου τὸν αὐχένα τῷ ξίφει, διαβέβληται ἡ αἰτία καὶ ἀφεῖσαι, ἢν δὲ ἐκπλήξῃς με καὶ μεθῶ τὸ ξίφος, θεῖόν τε ἀνάγκη νομίζεσθαί σε καὶ ὡς ἐπ᾽ ἀληθέσι κρίνεσθαι.’ τοσῷδε μὲν δὴ ἀγροικότερος οὗτος τοῦ τὸν Ἀριστείδην ἐλαύνοντος, ἔλεγε δὲ ταῦτα μασώμενός τε καὶ ξὺν γέλωτι, ὁ δ᾽ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν ὑπὲρ τοῦ Δέλτα, περὶ ᾧ φασι τὸν Νεῖλον σχίζεσθαι.
ἐπεὶ δὲ καλέσας αὐτὸν ὁ Αἰλιανὸς ἐκέλευσε τὸ ἐλευθέριον οἰκεῖν δεσμωτήριον ‘ἔστ᾽ ἂν γένηται σχολὴ’ ἔφη ‘τῷ βασιλεῖ, ξυγγενέσθαι γάρ σοι ἰδίᾳ πρότερον βούλεται,’ ἀπῆλθε μὲν τοῦ δικαστηρίου καὶ παρελθὼν ἐς τὸ δεσμωτήριον ‘διαλεγώμεθα,’ ἔφη ‘Δάμι, τοῖς ἐνταῦθα· τί γὰρ ἂν ἄλλο πράττοι τις ῾ἐσ᾽ τὸν χρόνον τοῦτον, ὃν διαλέξεταί μοι ὁ τύραννος ὑπὲρ ὧν δεῖται;’ ‘ἀδολέσχας’ εἶπεν ‘ἡγήσονται ἡμᾶς, ἢν ἐκκρούωμεν αὐτοὺς ὧν ἀπολογήσονται, καὶ ἄλλως ἄτοπον περιπατεῖν ἐς ἀνθρώπους ἀθύμως ἔχοντας.’ ‘καὶ μὴν τούτοις μάλιστα δεῖ’ ἔφη ‘τοῦ διαλεξομένου τε καὶ θεραπεύσοντος· εἰ γὰρ ἐνθυμηθείης τὰ τοῦ Ὁμήρου ἔπη, ἐν οἷς Ὅμηρος τὴν Ἑλένην φησὶ τὰ ἐξ Αἰγύπτου φάρμακα οἰνοχοεῖν ἐς τὸν κρατῆρα, ὡς τὰ ἄχη τῆς ψυχῆς ἀποβρέχοιτο, δοκῶ μοι τὴν Ἑλένην λόγους Αἰγυπτίους ἐκμαθοῦσαν ἐπᾴδειν τοῖς ἀθύμοις ἐν τῷ κρατῆρι, ἰωμένην αὐτοὺς λόγῳ τε ἀναμὶξ καὶ οἴνῳ.’ ‘καὶ εἰκὸς μέν,’ εἶπεν ‘εἴπερ ἐς Αἴγυπτόν τε ἦλθε καὶ ὡμίλησε τῷ Πρωτεῖ, ἢ ὡς Ὁμήρῳ δοκεῖ, Πολυδάμνῃ ξυνεγένετο τῇ τοῦ Θῶνος· νυνὶ δὲ ἀναβεβλήσθων οὗτοι, δέομαι γάρ τι ἐρέσθαι σε.’ ‘οἶδα,’ ἔφη ‘ὅ με ἐρήσῃ, τοὺς γάρ τοι λόγους, οἳ γεγόνασί μοι πρὸς τὸν ἄνδρα καὶ ἅττα εἶπε καὶ εἰ φοβερὸς ἦν ἢ πρᾷος, βούλει ἀκοῦσαί μου·’ καὶ διῆλθε πάντας. προσκυνήσας οὖν ὁ Δάμις ‘οὐκ ἀπιστῶ,’ ἔφη ‘καὶ τὴν Λευκοθέαν ποτὲ κρήδεμνον τῷ Ὀδυσσεῖ δοῦναι μετὰ τὴν ναῦν, ἧς ἐκπεσὼν ἀνεμέτρει ταῖς ἑαυτοῦ χερσὶ τὸ πέλαγος· καὶ γὰρ ἡμῶν ἐς ἀμήχανά τε καὶ φοβερὰ ἐμβεβηκότων θεῶν τις ὑπερέχει, οἶμαι, χεῖρα, ὡς μὴ ἐκπέσοιμεν σωτηρίας πάσης.’ ἐπιπλήττων δ᾽ ὁ Ἀπολλώνιος τῷ λόγῳ ‘ποῖ παρατενεῖς,’ ἔφη ‘δεδιὼς ταῦτα καὶ μήπω γιγνώσκων, ὅτι σοφία μὲν τὰ ξυνιέντα ἑαυτῆς ἐκπλήττει πάντα, αὐτὴ δ᾽ ὑπ᾽ οὐδενὸς ἐκπλήττεται;’ ‘ἀλλ᾽ ἡμεῖς’ εἶπε ‘παρὰ ἀξύνετον ἥκομεν καὶ οὐ μόνον οὐκ ἐκπληττόμενον ἡμᾶς, ἀλλ᾽ οὐδὲ ἀξιοῦντα εἶναί τι, ὃ ἐκπλήξει αὐτόν.’ ‘ξυνίης οὖν,’ ἔφη ‘ὦ Δάμι, ὅτι τετύφωται καὶ ἀνοήτως ἔχει;’ ‘ξυνίημι, τί δ᾽ οὐ μέλλω;’ εἶπε. ‘καὶ σοὶ δὲ’ ἔφη ‘καταφρονητέα τοῦ τυράννου τοσούτῳ μᾶλλον, ὅσῳ καὶ γιγνώσκεις αὐτόν.’
διαλεγομένοις δ᾽ αὐτοῖς ταῦτα προσελθών τις, οἶμαι, Κίλιξ ‘ἐγώ,’ ἔφη ‘ἄνδρες, ὑπὲρ πλούτου κινδυνεύω.’ καὶ ὁ Ἀπολλώνιος ‘εἰ μὲν ἀφ᾽ ὧν οὐ θεμιτόν’ ἔφη ‘πλουτῶν, οἷον λῃστείας ἢ φαρμάκων, ἃ δὴ ἀνδροφόνα, ἢ τάφους κινήσας, ὅσοι τῶν πάλαι βασιλέων εἰσίν, οἳ πολύχρυσοί τε καὶ θησαυρώδεις, οὐ κρίνεσθαί σε χρὴ μόνον, ἀλλὰ καὶ ἀπολωλέναι, ταυτὶ γὰρ πλοῦτος μέν, ἀλλ᾽ ἐπίρρητός τε καὶ ὠμός, εἰ δὲ κληρονομήσας ἢ διδούσης ἐμπορίας ἐλευθερίου τε καὶ μὴ καπήλου, τίς οὕτω βαρύς, ὡς ἀφελέσθαι σε νόμου σχήματι τὰ κτηθέντα σοι κατὰ νόμους;’ ‘τὰ μὲν ὄντα μοι παρὰ πλειόνων’ ἔφη ‘ξυγγενῶν ἐστιν, ἐς μίαν δ᾽ οἰκίαν τὴν ἐμὴν ἥκει, χρῶμαι δ᾽ αὐτοῖς οὔθ᾽ ὡς ἑτέρων, ἐμὰ γάρ, οὔθ᾽ ὡς ἐμοῖς, κοινὰ γὰρ πρὸς τοὺς ἀγαθούς ἐστί μοι· διαβάλλουσι δ᾽ ἡμᾶς οἱ συκοφάνται μὴ ἐπ᾽ ἀγαθῷ τῆς τυραννίδος ἐκτῆσθαι τὸν πλοῦτον, ἐμοῦ τε γὰρ νεώτερα πειρωμένου πράττειν ἐφόδιον ἂν γενέσθαι αὐτόν, ἑτέρῳ τε, ὅτῳ προσθείμην, ῥοπὴν ἂν οὐ σμικρὰν τἀμὰ εἶναι. μεμαντευμέναι δ᾽ ἤδη καθ᾽ ἡμῶν αἰτίαι, ὡς ὕβριν μὲν τίκτει πᾶς ὁ ὑπὲρ τὸ μέτρον πλοῦτος, ὁ δ᾽ ὑπὲρ τοὺς πολλοὺς τὸν αὐχένα ἵστησι καὶ τὸ φρόνημα ἐγείρει νόμοις τε οὐκ ἐᾷ πείθεσθαι καὶ τοὺς ἄρχοντας, οἳ ἐς τὰ ἔθνη φοιτῶσι, μόνον οὐκ ἐπὶ κόρρης παίει δουλουμένους τοῖς χρήμασιν ἢ ὑπερορῶντας αὐτῶν διὰ τὴν ἰσχὺν τοῦ πλούτου. ἐγὼ δὲ μειράκιον μὲν ὤν, πρὶν οὐσίαν ἑκατὸν ταλάντων ἐκτῆσθαι, κατάγελων ἡγούμην πάντα καὶ σμικρὰ ὑπὲρ τῶν ὄντων ἐδεδίειν, ἐπεὶ δὲ τάλαντά μοι πεντακόσια ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τελευτήσαντος ἐπ᾽ ἐμοὶ τοῦ πρὸς πατρὸς θείου, τοσοῦτον ἡ γνώμη μετέβαλεν, ὅσον οἱ καταρτύοντες τῶν ἵππων καὶ μεταβάλλοντες τοῦ ἀπαιδεύτου τε καὶ ἀκολάστου ἤθους. ἐπιδιδόντος δέ μοι τοῦ πλούτου καὶ τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐκ θαλάττης φέροντος, οὕτω τι ἐδουλώθην ὑπὸ τοῦ περὶ αὐτὸν δέους, ὡς ἀπαντλεῖν τῆς οὐσίας τὸ μὲν ἐς τοὺς συκοφάντας, οὓς ἔδει μειλίττεσθαι τῇ ἀπομαγδαλιᾷ ταύτῃ, τὸ δὲ ἐς τοὺς ἄρχοντας, ὡς ἰσχὺς πρὸς τοὺς ἐπιβουλεύοντας εἴη μοι, τὸ δὲ ἐς τοὺς ξυγγενεῖς, ὡς μὴ φθονοῖεν τῷ πλούτῳ, τὸ δὲ ἐς τοὺς δούλους, ὡς μὴ κακίους γίγνοιντο ἀμελεῖσθαι φάσκοντες, ἐβουκολεῖτο δέ μοι καὶ ἀγέλη φίλων λαμπρά· προορῶντες γὰρ οὗτοί μου τὰ μὲν αὐτοὶ ἔδρων, τὰ δέ μοι προὔλεγον. ἀλλ᾽ ὅμως οὕτω μὲν χαρακώσαντες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι κινδυνεύομεν περὶ αὐτῷ νῦν, καὶ οὔπω δῆλον οὐδ᾽ εὶ τὸ σῶμα ἀθῶοι μενοῦμεν.’ καὶ ὁ Ἀπολλώνιος, ‘θάρρει,’ ἔφη ‘τὸν γὰρ πλοῦτον τοῦ σώματος ἐγγυητὴν ἔχεις· δέδεσαι μὲν γὰρ δι᾽ αὐτόν, ἀνήσει δέ σε ἀπολυόμενον οὐ μόνον τοῦ δεσμωτηρίου τοῦδε, ἀλλὰ καὶ τοῦ θεραπεύειν τοὺς συκοφάντας τε καὶ τοὺς δούλους, οἷς δι᾽ αὐτὸν ὑπέκεισο.’
ἑτέρου δ᾽ αὖ φήσαντος γραφὴν φεύγειν, ἐπειδὴ θύων ἐν Τάραντι, οὗ ἦρχε, μὴ προσέθηκε ταῖς δημοσίαις εὐχαῖς, ὅτι Δομετιανὸς Ἀθηνᾶς εἴη παῖς ‘σὺ μὲν ᾠήθης’ ἔφη ‘μὴ ἂν τὴν Ἀθηνᾶν τεκεῖν παρθένον οὖσαν τὸν ἀεὶ χρόνον, ἠγνόεις δ᾽, οἶμαι, ὅτι ἡ θεὸς αὕτη Ἀθηναίοις ποτὲ δράκοντα ἔτεκε.’
καθεῖρκτό τις καὶ ἐπὶ τοιᾷδε αἰτίᾳ· χωρίον ἐν Ἀκαρνανίᾳ περὶ τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ἔχων περιέπλει τὰς Ἐχινάδας ἐν ἀκατίῳ μικρῷ, διασκεψάμενος δὲ αὐτῶν μίαν, ἣ ξυνῆπτεν ἤδη τῇ ἠπείρῳ, δένδρεσί τε ὡραίοις διεφύτευσε καὶ ἀμπέλοις ἡδυοίνοις δίαιτάν τε ἱκανὴν τῷ σώματι κατεσκευάσατο ἐν αὐτῇ, καὶ γάρ τι καὶ ὕδωρ ὲκ τῆς ἠπείρου ἐσήγετο ἀποχρῶν τῇ νήσῳ· ἐκ τούτου ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι ὁ Ἀκαρνὰν οὗτος, ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν ὡς μεμιασμένης ἑαυτῷ, τὴν δ᾽ Ἀλκμαίωνος τοῦ Ἀμφιάρεω λύσιν, δι᾽ ἣν τὰς ἐκβολὰς τοῦ Ἀχελῴου μετὰ τὴν μητέρα ᾤκησεν, ᾑρῆσθαι αὐτόν, εἰ μὴ καὶ ἐφ᾽ ὁμοίοις, ἀλλ᾽ ἐπὶ σχετλίοις ἴσως καὶ οὐ πόρρω ἐκείνων, ὁ δ᾽ οὐ τοῦτ᾽ ἔφασκεν, ἀλλὰ ἀπραγμοσύνης ἐρῶν ἐκεῖ οἰκῆσαι, τὸ δὲ ἄρα ἐς δίκας αὐτῷ περιστῆναι, δι᾽ ἃς καὶ εἷρχθαι αὐτόν.
προσιόντων δὲ τῷ Ἀπολλωνίῳ πλειόνων ἔνδον καὶ ὀλοφυρομένων τοιαῦτα, πεντήκοντα γάρ που εἶναι οἱ ἐν τῷ δεσμωτηρίῳ τούτῳ καὶ οἱ μὲν νοσεῖν αὐτῶν, οἱ δὲ ἀθύμως παρεῖσθαι, οἱ δὲ ἐγκαρτερεῖν τὸν θάνατον, οἱ δ᾽ ἐπιβοᾶσθαι τέκνα καὶ γονέας τοὺς αὐτῶν καὶ γάμους ‘ὦ Δάμι,’ ἔφη ‘δοκοῦσί μοι τοῦ φαρμάκου δεῖσθαι οἱ ἄνδρες, οὗ καταρχὰς ἐπεμνήσθην. εἴτ᾽ οὖν Αἰγύπτιον τοῦτο, εἴτ᾽ ἐν πάσῃ τῇ γῇ φύεται ῥιζοτομούσης αὐτὸ σοφίας ἐκ τῶν ἑαυτῆς κήπων, προσδῶμεν αὐτοῦ τοῖς ἀθλίοις τούτοις, μὴ προανέλῃ σφᾶς ἡ γνώμη.’ ‘προσδῶμεν’ ἦ δ᾽ ὃς ὁ Δάμις ‘ἐοίκασι γὰρ δεομένοις.’ ξυγκαλέσας οὖν αὐτοὺς ὁ Ἀπολλώνιος ‘ἄνδρες,’ εἶπεν ‘οἱ κοινωνοῦντες ἐμοὶ ταυτησὶ τῆς στέγης, ἐλεῶ ὑμᾶς, ὡς ὑφ᾽ αὑτῶν ἀπόλλυσθε, οὔπω εἰδότες, εἰ κατηγορία ἀπολεῖ ὑμᾶς· δοκεῖτε γάρ μοι προαποκτιννύντες αὑτοὺς τοῦ καταψηφισθέντος ἂν ὑμῶν, ὡς οἴεσθε, θανάτου, καὶ θαρρεῖν μὲν ἃ δέδιτε, δεδιέναι δ᾽ ἃ θαρρεῖτε. οὐ μὴν προσήκει γε, ἀλλ᾽ ἐνθυμηθέντας τὸν Ἀρχιλόχου τοῦ Παρίου λόγον, ὃς τὴν ἐπὶ τοῖς λυπηροῖς καρτερίαν τλημοσύνην καλῶν θεῶν αὐτήν φησιν ῾εἶναἰ εὕρημα οὖσαν, ἀναφέρειν τῶν σχετλίων τούτων, ὥσπερ οἱ τέχνῃ τοῦ ῥοθίου ὑπεραίροντες, ἐπειδὰν τὸ κῦμα ὑπὲρ τὴν ναῦν ἱστῆται, μηδ᾽ ἡγεῖσθαι χαλεπὰ ταῦτα, ἐφ᾽ ἃ ὑμεῖς μὲν ἄκοντες, ἐγὼ δὲ ἑκὼν ἥκω. εἰ μὲν γὰρ ξυντίθεσθε ταῖς αἰτίαις, ὀλοφυρτέα ἡ ἡμέρα μᾶλλον, ἐν ᾗ ὁ λογισμὸς ἐς ἄδικά τε καὶ ὠμὰ ὁρμήσας ὑμᾶς ἔσφηλεν, εἰ δ᾽ οὔτε σὺ τὴν ἐν τῷ Ἀχελῴῳ νῆσον ὑπὲρ ὧν ὁ κατήγορός φησιν ἐρεῖς ᾠκηκέναι, οὔτε σὺ τὸν σεαυτοῦ πλοῦτον ἔφεδρόν ποτε τῇ βασιλείᾳ στήσασθαι, οὔθ᾽ ἑκὼν σὺ τοῦ μὴ πρὸς Ἀθηνᾶς δοκεῖν ἀφῃρῆσθαι τὸν ἄρχοντα, οὔθ᾽ ὑπὲρ ὧν ἀφῖχθε κινδυνεύων ἕκαστος, ἀληθῆ ταῦτα εἶναι φήσει, τί βούλεταί’ φησιν ‘ὁ ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος; ὅσῳ γὰρ τοὺς οἰκειοτάτους ἐπιβοᾶσθε, τοσῷδε χρὴ ἐρρῶσθαι μᾶλλον, ἆθλα γάρ που τῆς τλημοσύνης ταύτης ἐκεῖνα. ἢ τὸ καθεῖρχθαι δεῦρο δεινὸν εἶναί φατε καὶ τὸ ἐν τῷ δεσμωτηρίῳ ζῆν; ἢ ἀρχὴν ὧν πείσεσθαι ἡγεῖσθε; ἢ καὶ καθ᾽ αὑτὸ τιμωρίαν, εἰ καὶ μηδὲν ἐπ᾽ αὐτῷ πάθοιτε; ἀλλ᾽ ἔγωγε τὴν ἀνθρωπείαν εἰδὼς φύσιν ἀναδιδάξω λόγον ὑμᾶς οὐδὲν ἐοικότα τοῖς τῶν ἰατρῶν σιτίοις, καὶ γὰρ ἰσχὺν ἐντίθησι καὶ ἀποθανεῖν οὐκ ἐάσει· οἱ ἄνθρωποι ἐν δεσμωτηρίῳ ἐσμὲν τὸν χρόνον τοῦτον, ὃς δὴ ὠνόμασται βίος· αὕτη γὰρ ἡ ψυχὴ σώματι φθαρτῷ ἐνδεθεῖσα πολλὰ μὲν καρτερεῖ, δουλεύει δὲ πᾶσιν, ὁπόσα ἐπ᾽ ἄνθρωπον φοιτᾷ, οἰκία τε οἷς ἐπενοήθη πρῶτον, ἀγνοῆσαί μοι δοκοῦσιν ἄλλο δεσμωτήριον αὑτοῖς περιβάλλοντες, καὶ γὰρ δὴ καὶ ὁπόσοι τὰ βασίλεια οἰκοῦσιν, ἀσφαλῶς ἐν αὐτοῖς κατεσκευασμένοι, δεδέσθαι μᾶλλον τούτους ἡγώμεθα ἢ οὓς αὐτοὶ δήσουσι. πόλεις δ᾽ ἐνθυμουμένῳ μοι καὶ τείχη δοκεῖ ταῦτα δεσμωτήρια εἶναι κοινά, ὡς δεδέσθαι μὲν ἀγοράζοντας, δεδέσθαι δὲ ἐκκλησιάζοντας καὶ θεωμένους αὖ καὶ πομπὰς πέμποντας. καὶ Σκυθῶν ὁπόσοι ἁμαξεύουσιν, οὐ μεῖον ἡμῶν δέδενται, Ἴστροι τε γὰρ αὐτοὺς ὁρίζουσι καὶ Θερμώδοντες καὶ Τανάιδες οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆναι, ἢν μὴ ὑπὸ τοῦ κρυμοῦ στῶσιν, οἰκίας τε ἐπὶ τῶν ἁμαξῶν πέπανται καὶ φέρονται μέν, ἀλλ᾽ ἐν αὐταῖς ἐπτηχότες. εἰ δὲ μὴ μειρακιώδης ὁ λόγος, φασὶ καὶ τὸν Ὠκεανὸν δεσμοῦ ἕνεκα τῇ γῇ περιβεβλῆσθαι. ἴτε, ὦ ποιηταί, ταυτὶ γὰρ ὑμέτερα, καὶ ῥαψῳδεῖτε πρὸς τούτους τοὺς ἀθύμους, ὡς Κρόνος μέν ποτε ἐδέθη βουλαῖς τοῦ Διός, Ἄρης δὲ ὁ πολεμικώτατος ἐν οὐρανῷ μὲν ὑπὸ Ἡφαίστου πρότερον, ἐν γῇ δὲ ὑπὸ τῶν τοῦ Ἀλωέως. ταῦτ᾽ ἐνθυμούμενοι καὶ πολλοὺς τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν, οὓς δῆμοι ἀσελγεῖς ἔδησαν, τυραννίδες δὲ προὐπηλάκισαν, δεχώμεθα καὶ ταῦτα, ὡς μὴ τῶν δεξαμένων αὐτὰ λειποίμεθα.’ οὕτω τοὺς ἐν τῷ δεσμωτηρίῳ τὰ ῥηθέντα μετέβαλεν, ὡς σίτου τε οἱ πολλοὶ ἅψασθαι καὶ ἀπελθεῖν τῶν δακρύων βῆναί τε ἐπ᾽ ἐλπίδος μηδ᾽ ἂν παθεῖν μηδὲν ἐκείνῳ ξυνόντες.
τῆς δ᾽ ὑστεραίας διελέγετο μὲν ἐς τὸν αὐτὸν νοῦν ξυντείνων, ἐσπέμπεται δέ τις ἀκροατὴς τῶν διαλέξεων ὑπὸ τοῦ Δομετιανοῦ καθειμένος, τὸ μὲν δὴ σχῆμα αὐτοῦ, κατηφὴς ἐδόκει καὶ κινδυνεύειν τι, ὡς ἔφασκε, μέγα, γλώττης τε οὐκ ἀνεπιτηδεύτως εἶχεν, οἷοι τῶν συκοφαντικῶν οἱ συνειλοχότες ὀκτὼ ῥήματα ἢ δέκα, ὁ δὲ Ἀπολλώνιος ξυνιεὶς τῆς τέχνης διελέγετο, ἃ μὴ ἐκείνῳ προὔβαινε, ποταμῶν τε γὰρ πρὸς αὐτοὺς ἐμέμνητο καὶ ὀρῶν καὶ θηρία διῄει καὶ δένδρα, ὑφ᾽ ὧν οἱ μὲν διήγοντο, ὁ δ᾽ οὐδὲν ἐπέραινεν. ὡς δὲ καὶ ἀπάγειν αὐτὸν ἐς λοιδορίας τοῦ τυράννου ἐπειρᾶτο ‘ὦ τᾶν,’ ἔφη ‘σὺ μέν, ὅ τι βούλει, λέγε, οὐ γὰρ διαβεβλήσῃ γε ὑπ᾽ ἐμοῦ, ἐγὼ δὲ ὁπόσα μέμφομαι τὸν βασιλέα, πρὸς αὐτὸν λέξω.’
ἐγένετο καὶ ἕτερα ἐν τῷ δεσμωτηρίῳ τούτῳ ἐπεισόδια, τὰ μὲν ἐπιβεβουλευμένα, τὰ δέ, ὡς ξυνέπεσεν, οὔπω μεγάλα, οὐδ᾽ ἄξια ἐμοὶ σπουδάσαι, Δάμις δέ, οἶμαι, ὑπὲρ τοῦ μὴ παραλελοιπέναι τι αὐτῶν ἐπεμνήσθη, τὰ δὲ λόγου ἐχόμενα· ἑσπέρα μὲν ἦν, καθεῖρκτο δὲ ἡμέραν ἤδη πέμπτην, παρελθὼν δέ τις ἐς τὸ δεσμωτήριον Ἑλληνικὸς τὴν φωνὴν ‘ποῦ’ ἔφη ‘ὁ Τυανεύς;’ καὶ ἀπολαβὼν αὐτὸν ‘αὔριον’ ἔφη ‘διαλέξεταί σοι ὁ βασιλεύς· Αἰλιανοῦ δὲ ταῦτα ἀκηκοέναι δόκει.’ ‘ξυνίημι’ ἦ δ᾽ ὃς ‘τοῦ ἀπορρήτου, μόνου γὰρ δὴ ἐκείνου εἰδέναι αὐτό.’ ‘καὶ μὴν καὶ τῷ ἐπὶ τοῦ δεσμωτηρίου προείρηται’ ἔφη ‘πᾶν, εἴ τι βούλοιο, ἐπιτηδείῳ σοι εἶναι.’ ‘καλῶς μὲν ποιοῦντες ὑμεῖς,’ εἶπεν ‘ἐγὼ δὲ καὶ τὸν ἐνταῦθα βίον καὶ τὸν ἔξω ταυτὸν πράττω, διαλέγομαι μὲν γὰρ ὑπὲρ τῶν παραπιπτόντων, δέομαι δ᾽ οὐδενός.’ ‘οὐδὲ τοῦ ξυμβουλεύσοντος,’ ἔφη ‘Ἀπολλώνιε, ὡς διαλέξῃ τῷ βασιλεῖ;’ ‘νὴ Δί᾽’ εἶπεν ‘εἰ μὴ κολακεύειν πείθοι.’ ‘τί δ᾽, εἰ μὴ ὑπερορᾶν,’ ἔφη, ‘μηδ᾽ ὑπερφρονεῖν αὐτοῦ;’ ‘ἄριστα’ εἶπε ‘ξυμβουλεύσει καὶ ὡς ἐμαυτὸν πέπεικα.’ ‘ὑπὲρ τούτων μὲν ἥκω’ ἔφη ‘καὶ χαίρω παρεσκευασμένον σε ὁρῶν ξυμμέτρως, δεῖ δὲ καὶ πρὸς τὸ φθέγμα τοῦ βασιλέως παρεσκευάσθαι σε καὶ πρὸς τὸ δύστροπον τοῦ προσώπου, φθέγγεται μὲν γὰρ βαρύ, κἂν πρᾴως διαλέγηται, ἡ δ᾽ ὀφρὺς ἐπίκειται τῷ τοῦ ὀφθαλμοῦ ἤθει, μεστὴ δ᾽ ἡ παρειὰ χολῆς, τουτὶ γὰρ μάλιστα ἐπιφαίνει. ταῦτα, ὦ Τυανεῦ, μὴ ἐκπληττώμεθα, ἔστι γὰρ φύσεως μᾶλλον καὶ ἀεὶ ὅμοια.’ καὶ ὁ Ἀπολλώνιος ‘Ὀδυσσεὺς μέντοι’ ἔφη ‘παριὼν ἐς τὸ τοῦ Πολυφήμου ἄντρον καὶ μήτε ὁπόσος ἐστί, προακηκοὼς πρότερον, μηδ᾽ οἷα σιτεῖται, μηδ᾽ ὡς βροντᾷ ἡ φωνή, ἐθάρρησέ τε αὐτὸν καίτοι ἐν ἀρχῇ δείσας καὶ ἀπῆλθε τοῦ ἄντρου ἀνὴρ δόξας, ἐμοὶ δὲ ἐξελθεῖν αὔταρκες ἐμαυτόν τε σώσαντα καὶ τοὺς ἑταίρους, ὑπὲρ ὧν κινδυνεύω.’ τοιαῦτα διαλεχθεὶς πρὸς τὸν ἥκοντα καὶ ἀπαγγείλας αὐτὰ πρὸς τὸν Δάμιν ἐκάθευδεν.
περὶ δὲ ὄρθρον γραμματεύς τις ἥκων τῶν βασιλείων δικῶν ‘κελεύει σε ὁ βασιλεὺς,’ ἔφη ‘ὦ Ἀπολλώνιε, περὶ πλήθουσαν ἀγορὰν ἐς τὴν αὐλὴν ἥκειν, οὔπω ἀπολογησόμενον, ἀλλ᾽ ἰδεῖν τέ σε, ὅστις ὢν τυγχάνεις, βούλεται καὶ ξυγγενέσθαι μόνῳ.’ ‘τί οὖν’ εἶπεν ‘ὑπὲρ τούτων ἐμοὶ διαλέγῃ;’ ‘οὐ γὰρ σὺ’ ἔφη ‘Ἀπολλώνιος;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ὁ Τυανεύς γε.’ ‘πρὸς τίνα οὖν’ ἔφη ‘ταῦτα εἴπω;’ ‘πρὸς τοὺς ἄξοντάς με,’ εἶπε ‘χρὴ γάρ που ὡς ἐκ δεσμωτηρίου φοιτᾶν.’ ‘προστέτακται’ ἔφη ‘προτέροις γε ἐκείνοις ταῦτα, κἀγὼ δὲ ἀφίξομαι τοῦ καιροῦ, νυνὶ δὲ παραγγελῶν ἦλθον, ταυτὶ γὰρ μάλα ἑσπέρας προστέτακται.’
ὁ μὲν δὴ ἀπῆλθεν, ὁ δ᾽ Ἀπολλώνιος ἀναπαύσας ἑαυτὸν ἐπὶ τῆς κλίνης ‘ὕπνου’ ἔφη ‘δέομαι, Δάμι, χαλεπὴ γάρ μοι ἡ νὺξ γέγονεν ἀναμνησθῆναι βουλομένῳ ὧν Φραώτου ποτὲ ἤκουσα.’ ‘καὶ μὴν ἐγρηγορέναι τε’ εἶπεν ‘ἐχρῆν μᾶλλον καὶ ξυντάττειν ἑαυτὸν ἐς τὸ παρηγγελμένον μέγα οὕτως ὄν.’ ‘καὶ πῶς ἂν ξυνταττοίμην’ ἔφη ‘μηδέ, τί ἐρήσεται, εἰδώς;’ ‘αὐτοσχεδιάσεις οὖν’ εἶπεν ‘ὑπὲρ τοῦ βίου;’ ‘νὴ Δί᾽,’ ἔφη ‘ὦ Δάμι, αὐτοσχεδίῳ γὰρ αὐτῷ χρῶμαι. ἀλλ᾽ ὅ γε ἀνεμνήσθην τοῦ Φραώτου βούλομαι διελθεῖν πρὸς σέ, χρηστὸν γὰρ ἐς τὰ παρόντα καὶ σοὶ δόξει· τοὺς λέοντας, οὓς τιθασεύουσιν ἄνθρωποι, κελεύει Φραώτης μήτε παίειν, μνησικακεῖν γὰρ αὐτούς, εἰ παίοιντο, μήτε θεραπεύειν, ἀγερώχους γὰρ ἐκ τούτου γίγνεσθαι, ξὺν ἀπειλῇ δὲ μᾶλλον καταψῶντας ἐς εὐάγωγα ἤθη ἄγειν. τοῦτο δὲ οὐχ ὑπὲρ τῶν λεόντων εἶπεν, οὐ γὰρ ὑπὲρ θηρίων ἀγωγῆς ἐσπουδάζομεν, ἀλλ᾽ ἡνίαν ἐπὶ τοὺς τυράννους διδούς, ᾗ χρωμένους οὐκ ἂν ἐκπεσεῖν ἡγεῖτο τοῦ ξυμμέτρου.’ ‘ἄριστα μὲν’ ἔφη ‘ὁ λόγος οὗτος ἐς τὰ τυράννων ἤθη εἴρηται, ἀλλ᾽ ἔστι τις καὶ παρὰ τῷ Αἰσώπῳ λέων ὁ ἐν τῷ σπηλαίῳ, φησὶ δ᾽ αὐτὸν ὁ Αἴσωπος οὐ νοσεῖν μέν, δοκεῖν δέ, καὶ τῶν θηρίων, ἃ ἐφοίτα παρ᾽ αὐτόν, ἅπτεσθαι, τὴν δὲ ἀλώπεκα τί τούτῳ χρησόμεθα, εἰπεῖν, παρ᾽ οὗ μηδὲ ἀναλύει τις, μηδὲ δείκνυταί τι τῶν ἐξιόντων ἴχνος;’ καὶ ὁ Ἀπολλώνιος ‘ἀλλ᾽ ἐγὼ’ ἔφη ‘σοφωτέραν τὴν ἀλώπεκα ἡγούμην ἄν, εἰ παρελθοῦσα ἔσω μὴ ἥλω, ἀλλ᾽ ἐξῆλθε τοῦ σπηλαίου τὰ ἴχνη τὰ ἑαυτῆς δεικνῦσα.’
ταῦτα εἰπὼν ὕπνου ἔσπασε κομιδῇ βραχὺ καὶ ὅσον ἐπ᾽ ὀφθαλμοὺς ἦλθεν, ἡμέρα δ᾽ ὡς ἐγένετο, προσευξάμενος τῷ Ἡλίῳ, ὡς ἐν δεσμωτηρίῳ εἰκός, διελέγετο τοῖς προσιοῦσιν, ὁπόσα ἠρώτων, καὶ οὕτως ἀγορᾶς πληθούσης ἀφικνεῖται γραμματεὺς κελεύων ἐπὶ θύρας ἤδη εἶναι ‘μὴ καὶ θᾶττον’ ἔφη ‘ἐσκληθῶμεν.’ ὁ δὲ εἰπὼν ‘ἴωμεν’ ξὺν ὁρμῇ προῆλθε. πορευομένῳ δ᾽ αὐτῷ δορυφόροι ἐπηκολούθουν τέτταρες πλέον ἀπέχοντες ἢ οἱ φυλακῆς ἕνεκα ὁμαρτοῦντες, ἐφείπετο δὲ καὶ ὁ Δάμις δεδιὼς μέν, ξυννοοῦντι δ᾽ ὅμοιος. ἑώρων μὲν δὴ ἐς τὸν Ἀπολλώνιον ἅπαντες, αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπεβλέπετο καὶ θεία ἐδόκει ἡ περὶ τῷ εἴδει ἔκπληξις, καὶ αὐτὸ δὲ τὸ ἥκειν ὑπὲρ ἀνδρῶν κινδυνεύσοντα καὶ τοὺς βασκαίνοντας αὐτῷ πρότερον ἐπιτηδείους ἐποίει τότε. προσεστὼς δὲ τοῖς βασιλείοις καὶ τοὺς μὲν θεραπευομένους ὁρῶν, τοὺς δὲ θεραπεύοντας, ἐσιόντων τε καὶ ἐξιόντων κτύπον ‘δοκεῖ μοι,’ ἔφη ‘ὦ Δάμι, βαλανείῳ ταῦτα εἰκάσθαι, τοὺς μὲν γὰρ ἔξω ἔσω ὁρῶ σπεύδοντας, τοὺς δὲ ἔσω ἔξω, παραπλήσιοι δέ εἰσιν οἱ μὲν ἐκλελουμένοις, οἱ δ᾽ ἀλούτοις.’ τὸν λόγον τοῦτον ἄσυλον κελεύω φυλάττειν καὶ μὴ τῷ δεῖνι ἢ τῷ δεῖνι προσγράφειν αὐτὸν οὕτω τι Ἀπολλωνίου ὄντα, ὡς καὶ ἐς ἐπιστολὴν αὐτῷ ἀναγεγράφθαι. ἰδὼν δέ τινα μάλα πρεσβύτην ἐπιθυμοῦντα μὲν ἄρχειν, δι᾽ αὐτὸ δὲ τοῦτο ἀρχόμενον καὶ θεραπεύοντα τὸν βασιλέα ‘τοῦτον,’ ἔφη ‘ὦ Δάμι, οὐδὲ Σοφοκλῆς πω πέπεικε τὸν λυττῶντά τε καὶ ἄγριον δεσπότην ἀποφυγεῖν.’ ‘ὃν ἡμεῖς,’ εἶπεν ‘Ἀπολλώνιε, καὶ αὐτοὶ ᾑρήμεθα· ταῦτά τοι καὶ προσεστήκαμεν θύραις τοιαύταις.’ ‘δοκεῖς μοι’ ἔφη ‘ὦ Δάμι, καὶ τὸν Αἰακόν, ὅσπερ ἐν Αἵδου λέγεται, φρουρὸν ἡγεῖσθαι τουτωνὶ τῶν πυλῶν εἶναι, τεθνεῶτι γὰρ δὴ ἔοικας.’ ‘οὐ τεθνεῶτι,’ ἔφη ‘τεθνηξομένῳ δέ.’ καὶ ὁ Ἀπολλώνιος, ‘ἀφυής,’ εἶπεν ‘ὦ Δάμι, πρὸς τὸν θάνατον εἶναί μοι φαίνῃ, καίτοι ξυνών μοι χρόνον, ἐκ μειρακίου φιλοσοφῶν, ἐγὼ δὲ ᾤμην παρεσκευάσθαι τέ σε πρὸς αὐτὸν καὶ τὴν ἐν ἐμοὶ τακτικὴν εἰδέναι πᾶσαν, ὥσπερ γὰρ τοῖς μαχομένοις καὶ ὁπλιτεύουσιν οὐκ εὐψυχίας δεῖ μόνον, ἀλλὰ καὶ τάξεως ἑρμηνευούσης τοὺς καιροὺς τῆς μάχης, οὕτω καὶ τοῖς φιλοσοφοῦσιν ἐπιμελητέα τῶν καιρῶν, ἐν οἷς ἀποθανοῦνται, ὡς μὴ ἄτακτοι, μηδὲ θανατῶντες, ξὺν ἀρίστῃ δ᾽ αἱρέσει ἐς αὐτοὺς φέροιντο. ὅτι δὲ ἄριστά τε καὶ κατὰ τὸν προσήκοντα φιλοσοφίᾳ καιρὸν εἱλόμην ἀποθνήσκειν, εἴ τις ἀποκτείνειν βούλοιτο, ἑτέροις τε ἀπολελόγημαι σοῦ παρόντος, αὐτόν τε σὲ διδάσκων ἀπείρηκα.’
ἐπὶ τοσοῦτον μὲν δὴ ταῦτα, ἐπεὶ δὲ σχολὴ τῷ βασιλεῖ ἐγένετο τὰ ἐν ποσὶ διωσαμένῳ πάντα ἐς λόγους ἀφικέσθαι τῷ ἀνδρί, παρῆγον μὲν αὐτὸν ἐς τὰ βασίλεια οἱ ἐπιμεληταὶ τῶν τοιούτων οὐ ξυγχωρήσαντες τῷ Δάμιδι ἐπισπέσθαι οἱ, θαλλοῦ δὲ στέφανον ἔχων ὁ βασιλεὺς ἄρτι μὲν τῇ Ἀθηνᾷ τεθυκὼς ἐτύγχανεν ἐν αὐλῇ Ἀδώνιδος, ἡ δὲ αὐλὴ ἀνθέων ἐτεθήλει κήποις, οὓς Ἀδώνιδι Ἀσσύριοι ποιοῦνται ὑπὲρ ὀργίων ὁμωροφίους αὐτοὺς φυτεύοντες. πρὸς δὲ τοῖς ἱεροῖς ὢν μετεστράφη καὶ ἐκπλαγεὶς ὑπὸ τοῦ εἴδους τοῦ ἀνδρὸς ‘Αἰλιανέ,’ εἶπε ‘δαίμονά μοι ἐπεσήγαγες.’ ἀλλ᾽ οὔτε ἐκπλαγεὶς ὁ Ἀπολλώνιος καθαπτόμενός τε ὧν ἤκουσεν ‘ἐγὼ δὲ’ ἔφη ‘τὴν Ἀθηνᾶν ᾤμην ἐπιμεμελῆσθαί σου, βασιλεῦ, τρόπον, ὃν καὶ τοῦ Διομήδους ποτὲ ἐν Τροίᾳ, τὴν γάρ τοι ἀχλύν, ὑφ᾽ ἧς οἱ ἄνθρωποι χεῖρον βλέπουσιν, ἀφελοῦσα τῶν τοῦ Διομήδους ὀφθαλμῶν ἔδωκεν αὐτῷ θεούς τε διαγιγνώσκειν καὶ ἄνδρας, σὲ δ᾽ οὔπω ἡ θεὸς ἐκάθηρεν, ὦ βασιλεῦ, τὴν κάθαρσιν ταύτην· ἦ μὴν ἔδει γε, ὡς αὐτὴν τὴν Ἀθηνᾶν ὁρῴης ἄμεινον τούς τε ἄνδρας μὴ ἐς τὰ τῶν δαιμόνων εἴδη τάττοις.’ ‘σὺ δέ,’ εἶπεν ‘ὦ φιλόσοφε, πότε τὴν ἀχλὺν ἐκαθήρω ταύτην;’ ‘πάλαι’ ἔφη ‘κἀξ ὅτου φιλοσοφῶ.’ ‘πῶς οὖν’ εἶπε ‘τοὺς ἐμοὶ πολεμιωτάτους ἄνδρας θεοὺς ἐνόμισας;’ ‘καὶ τίς’ ἔφη ‘πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς, οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;’ ‘μὴ ἄπαγε ἐς Ἰνδούς,’ εἶπεν ‘ἀλλ᾽ ὑπὲρ τοῦ φιλτάτου σοι Νερούα καὶ τῶν κοινωνούντων αὐτῷ τῆς αἰτίας λέγε.’ ‘ἀπολογῶμαι ὑπὲρ αὐτοῦ’ ἔφη ‘τι ἢ’ — ‘μὴ ἀπολογοῦ’ εἶπεν ‘ἀδικῶν γὰρ εἴληπται, ἀλλ᾽ οὐχ ὡς αὐτὸς ἀδικεῖς ξυνειδὼς ἐκείνῳ τοιαῦτα, τοῦτό με ἀναδίδασκε.’ ‘εἰ, ἃ ξύνοιδα,’ ἔφη ‘ἀκοῦσαι βούλει, ἄκουε, τί γὰρ ἂν τἀληθῆ κρύπτοιμι;’ ὁ μὲν δὴ βασιλεὺς ἀπορρήτων τε λαμπρῶν ἀκροάσασθαι ᾤετο καὶ ἐς τὸ ξυντεῖνον τῆς ἀπωλείας τῶν ἀνδρῶν ἥκειν πάντα, ὁ δ᾽ ὡς μετέωρον αὐτὸν ὑπὸ τῆς δόξης ταύτης
εἶδεν, ‘ἐγὼ’ ἔφη ‘Νερούαν σωφρονέστατον ἀνθρώπων οἶδα καὶ πρᾳότατον καὶ σοὶ ἐπιτηδειότατον καὶ ἄρχοντα μὲν ἀγαθόν, εὐλαβῆ δ᾽ οὕτω πρὸς ὄγκον πραγμάτων, ὡς καὶ τὰς τιμὰς δεδιέναι, οἱ δὲ ἀμφ᾽ αὐτόν, Ῥοῦφον γάρ που λέγεις καὶ Ὄρφιτον, σώφρονες μὲν καὶ οἵδε οἱ ἄνδρες, ὁπόσα οἶδα, καὶ διαβεβλημένοι πρὸς πλοῦτον, νωθροὶ δὲ πράττειν ὁπόσα ἔξεστι, νεώτερα δὲ οὔτ᾽ ἂν αὐτοὶ ἐνθυμηθεῖεν οὔτ᾽ ἂν ἑτέρῳ ἐνθυμηθέντι ξυνάραιντο.’ ἀνοιδήσας δ᾽ ὁ βασιλεὺς ὑφ᾽ ὧν ἤκουσε ‘συκοφάντην με οὖν’ εἶπεν ‘ἐπ᾽ αὐτοῖς εἴληφας, ἵν᾽ οὓς ἐγὼ μιαρωτάτους ἀνθρώπων καὶ τοῖς ἐμοῖς ἐπιπηδῶντας εὗρον, σὺ δ᾽, ὡς χρηστοί τέ εἰσι ῾λέγεισ᾽ καὶ νωθροί; καὶ γὰρ ἂν κἀκείνους ἡγοῦμαι ὑπὲρ σοῦ ἐρωτωμένους μήθ᾽ ὡς γόης εἶ, φάναι, μήθ᾽ ὡς ἴτης μήθ᾽ ὡς ἀλαζὼν μήθ᾽ ὡς φιλοχρήματος μήθ᾽ ὡς φρονῶν ὑπὲρ τοὺς νόμους. οὕτως, ὦ μιαραὶ κεφαλαί, κακῶς ξυντέταχθε. ἐλέγξει δ᾽ ἡ κατηγορία πάντα· καὶ γὰρ ὁπόσα ὀμώμοται ὑμῖν καὶ ὑπὲρ ὧν καὶ ὁπότε καὶ τί θύσασιν, οὐδὲν μεῖον οἶδα, ἢ εἰ παρετύγχανόν τε καὶ ἐκοινώνουν.’ ὁ δὲ οὐδὲ ταῦτα ἐκπλαγεὶς ‘αἰσχρόν,’ ἔφη ‘βασιλεῦ, καὶ οὐκ ἐκ τῶν νόμων ἢ δικάζειν ὑπὲρ ὧν πέπεισαι ἢ πεπεῖσθαι ὑπὲρ ὧν μὴ ἐδίκασας. εἰ δ᾽ οὕτως ἔχει, ξυγχώρησον ἐνθένδε μοι τῆς ἀπολογίας ἄρξασθαι· κακῶς, ὦ βασιλεῦ, περὶ ἐμοῦ φρονεῖς, καὶ πλείω με ἀδικεῖς ἢ ὁ συκοφάντης, ἃ γὰρ ἐκεῖνος διδάξειν ἔφη, σὺ πρὶν ἀκοῦσαι πέπεισαι.’ ‘τῆς μὲν ἀπολογίας’ εἶπεν ‘ὁπόθεν βούλει, ἄρχου, ἐγὼ δὲ καὶ ἐς ὅ τι παύσομαι οἶδα καὶ ὁπόθεν ἤδη προσήκει ἄρξασθαι.’
ἄρχεται τὸ ἐνθένδε τῆς ἐς τὸν ἄνδρα ὕβρεως γενείων τε ἀποκείρας αὐτὸν καὶ χαίτης ἔν τε τοῖς κακουργοτάτοις δήσας, ὁ δ᾽ ὑπὲρ μὲν τῆς κουρᾶς ‘ἐλελήθειν, ὦ βασιλεῦ,’ ἔφη ‘περὶ ταῖς θριξὶ κινδυνεύων,’ ὑπὲρ δὲ τῶν δεσμῶν ‘εἰ μὲν γόητά με ἡγῇ,’ ἔφη ‘πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;’ ‘καὶ ἀνήσω γε οὐ πρότερον,’ εἶπεν ‘ἢ ὕδωρ γενέσθαι σε ἤ τι θηρίον ἢ δένδρον.’ ‘ταυτὶ μὲν’ ἔφη ‘οὐδ᾽ εἰ δυναίμην, γενοίμην ἄν, ὡς μὴ προδοίην ποτὲ τοὺς οὐδεμιᾷ δίκῃ κινδυνεύοντας, ὢν δ᾽, ὅσπερ εἰμί, πᾶσιν ὑποθήσω ἐμαυτὸν οἷς ἂν περὶ τὸ σῶμα τουτὶ πράττῃς, ἔστ᾽ ἂν ὑπὲρ τῶν ἀνδρῶν ἀπολογήσωμαι.’ ‘ὑπὲρ δὲ σοῦ’ εἶπε ‘τίς ὁ ἀπολογησόμενος ἔσται;’ ‘χρόνος’ ἔφη ‘καὶ θεῶν πνεῦμα καὶ σοφίας ἔρως, ᾗ ξύνειμι.’
τὸν μὲν δὴ προάγωνα τῆς ἀπολογίας, ὃς δὴ ἐγένετο αὐτῷ πρὸς Δομετιανὸν ἰδίᾳ, τοιόνδε διαγράφει ὁ Δάμις, οἱ δὲ βασκάνως ταῦτα ξυνθέντες ἀπολελογῆσθαι μὲν αὐτόν φασι πρότερον, δεδέσθαι δὲ μετὰ ταῦτα, ὅτε δὴ κείρασθαι, καί τινα ἐπιστολὴν ἀνέπλασαν ξυγκειμένην μὲν ἰωνικῶς, τὸ δὲ μῆκος ἄχαρι, ἐν ᾗ βούλονται τὸν Ἀπολλώνιον ἱκέτην τοῦ Δομετιανοῦ γίγνεσθαι παραιτούμενον ἑαυτὸν τῶν δεσμῶν. Ἀπολλώνιος δὲ τὰς μὲν διαθήκας τὰς ἑαυτοῦ τὸν Ἰώνιον ἑρμηνεύει τρόπον, ἐπιστολῇ δὲ ἰαστὶ ξυγκειμένῃ οὔπω Ἀπολλωνίου προσέτυχον, καίτοι ξυνειλοχὼς αὐτοῦ πλείστας, οὐδὲ μακρηγορίαν πω τοῦ ἀνδρὸς ἐν ἐπιστολῇ εὗρον, βραχεῖαι γὰρ καὶ ἀπὸ σκυτάλης πᾶσαι. καὶ μὴν καὶ νικῶν τὴν αἰτίαν ἀπῆλθε τοῦ δικαστηρίου, καὶ πῶς ἄν ποτε ἐδέθη μετὰ τὴν ἀφεῖσαν ψῆφον; ἀλλὰ μήπω τὰ ἐν τῷ δικαστηρίῳ· ἔτι καὶ τὰ ἐπὶ τῇ κουρᾷ καὶ ἅττα διελέχθη, λεγέσθω πρότερον, ἄξια γὰρ σπουδάσαι·
δυοῖν γὰρ ἡμέραιν δεδεμένου τοῦ ἀνδρὸς ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προσελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν· ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ γλῶττα, καθεῖτο δ᾽, ὥσπερ ὁ πρότερος, ἀλλ᾽ ὑπὲρ πιθανωτέρων οὗτος. ὁ μὲν γὰρ πόρρωθεν, ὁ δ᾽ ἐκ τῶν παρόντων ἑλὼν ‘ὦ θεοί,’ ἔφη ‘τίς ἂν ᾠήθη δεθῆναι Ἀπολλώνιον;’ ‘ὁ δήσας,’ εἶπεν ‘οὐ γὰρ ἄν, εἰ μὴ ᾠήθη, ἔδησε.’ ‘τίς δ᾽ ἂν τὰς ἀμβροσίας ποτὲ ἀποτμηθῆναι χαίτας;’ ‘ἐγὼ’ εἶπεν ‘ὁ κομῶν.’ ‘φέρεις δὲ πῶς ταῦτα;’ ‘ὥς γε εἰκὸς’ εἶπε ‘τὸν μήθ᾽ ἑκουσίως μήτ᾽ ἀκουσίως ἐς αὐτὰ ἥκοντα.’ ‘τὸ δὲ σκέλος πῶς’ ἔφη ‘καρτερεῖ;’ ‘οὐκ οἶδα,’ εἶπεν ‘ὁ γὰρ νοῦς πρὸς ἑτέροις ἐστί.’ ‘καὶ μὴν πρὸς τῷ ἀλγοῦντι’ ἔφη ‘ὁ νοῦς.’ ‘οὐ μὲν οὖν,’ εἶπε ‘νοῦς μὲν γὰρ ὅ γ᾽ ἐν ἀνδρὶ τοιῷδε ἢ οὐκ ἀλγήσει ἢ τὸ ἀλγοῦν παύσει.’ ‘τί δὲ δὴ ἐνθυμεῖται ὁ νοῦς;’ ‘αὐτὸ’ εἶπε ‘τὸ μὴ ἐννοεῖν ταῦτα.’ πάλιν δ᾽ αὐτοῦ τὰς χαίτας ἀνακαλοῦντος καὶ περιάγοντος ἐς αὐτὰς τὸν λόγον, ‘ὤνησαι,’ ἔφη ‘νεανίσκε, μὴ τῶν ἐν Τροίᾳ ποτὲ Ἀχαιῶν εἷς γενόμενος, ὡς σφόδρα ἄν μοι δοκεῖς τὰς Ἀχιλλείους κόμας ὀλοφύρασθαι Πατρόκλῳ τμηθείσας, εἰ δὴ ἐτμήθησαν, καὶ λειποθυμῆσαι δ᾽ ἂν ἐπ᾽ αὐταῖς· ὃς γὰρ τὰς ἐμάς, ἐν αἷς πολιαί τε ἦσαν καὶ αὐχμός, ἐλεεῖν φάσκεις, τί οὐκ ἂν πρὸς ἐκείνας ἔπαθες τὰς ἠσκημένας τε καὶ ξανθάς;’ τῷ δὲ ἄρα ξὺν ἐπιβουλῇ ταῦτα ἐλέγετο, ἵν᾽ ὑπὲρ ὧν ἀλγεῖ μάθοι, καὶ νὴ Δία, εἰ λοιδορεῖται τῷ βασιλεῖ ὑπὲρ ὧν πέπονθεν· ἀνακοπεὶς δ᾽ ὑφ᾽ ὧν ἤκουσε ‘διαβέβλησαι,’ ἔφη ‘πρὸς τὸν βασιλέα περὶ πλειόνων, μάλιστα δ᾽ ὑπὲρ ὧν οἱ περὶ Νερούαν ὡς ἀδικοῦντες φεύγουσιν, ἀφίκοντο μὲν γάρ τινες ἐς αὐτὸν διαβολαὶ καὶ περὶ τῶν ἐν Ἰωνίᾳ λόγων, οὓς ἀντιξόως τε αὐτῷ καὶ ἀπηχθημένως εἶπας, καταφρονεῖ δὲ τούτων, ὥς φασιν, ἐπειδὴ πρὸς τὰ μείζω παρώξυνται, καίτοι τοῦ κἀκεῖνα διαβάλλοντος ἀνδρὸς ὑψοῦ προήκοντος τῆς δόξης.’ ‘οἷον’ ἔφη ‘Ὀλυμπιονίκην εἴρηκας, εἰ δόξης φησὶν ἅπτεσθαι διαβολαῖς ἰσχύων. ξυνίημι δ᾽, ὡς ἔστιν Εὐφράτης, ὃν ἐγὼ οἶδα πάντ᾽ ἐπ᾽ ἐμὲ πράττοντα, ἠδίκημαι δ᾽ ὑπ᾽ αὐτοῦ καὶ μείζω ἕτερα· αἰσθόμενος γάρ ποτε φοιτήσειν μέλλοντα παρὰ τοὺς ἐν Αἰθιοπίᾳ Γυμνοὺς ἐς διαβολάς μου πρὸς αὐτοὺς κατέστη, καὶ εἰ μὴ τῆς ἐπιβουλῆς ξυνῆκα, τάχ᾽. ἂν ἀπῆλθον μηδ᾽ ἰδὼν τοὺς ἄνδρας.’ θαυμάσας οὖν ὁ Συρακούσιος τὸν λόγον ‘εἶτ᾽’ ἔφη ‘τοῦ διαβληθῆναι βασιλεῖ μεῖζον ἡγῇ τὸ τοῖς Γυμνοῖς μὴ χρηστὸς ἂν ἐξ ὧν Εὐφράτης καθίει δόξαι;’ ‘νὴ Δί᾽,’ εἶπεν ‘ἐκεῖ μὲν γὰρ μαθησόμενος ἦα, ἐνταῦθα δὲ ὑπὲρ διδασκαλίας ἥκω.’ ‘τῆς τί’ ἔφη ‘διδασκούσης;’ ‘τὸ εἶναί με’ εἶπε ‘καλὸν κἀγαθόν, τουτὶ δὲ ὁ βασιλεὺς οὔπω οἶδεν.’ ‘ἀλλ᾽ ἔστιν’ ἔφη ‘τὰ σεαυτοῦ εὖ θέσθαι διδαξαμένῳ αὐτόν, ἃ καὶ πρὶν ἐνταῦθα ἥκειν λέξας οὐδ᾽ ἂν ἐδέθης.’ ξυνιεὶς οὖν τοῦ Συρακουσίου ξυνελαύνοντος αὐτὸν ἐς τὸν ὅμοιον τῷ βασιλεῖ λόγον οἰομένου τε, ὡς ἀπαγορεύων πρὸς τὰ δεσμὰ ψεύσεταί τι κατὰ τῶν ἀνδρῶν ‘ὦ βέλτιστε,’ εἶπεν ‘εἰ τἀληθῆ πρὸς Δομετιανὸν εἰπὼν ἐδέθην, τί πείσομαι μὴ ἀληθεύσας; ἐκείνῳ μὲν γὰρ τἀληθὲς δοκεῖ δεσμῶν ἄξιον, ἐμοὶ δὲ τὸ ψεῦδος.’
ὁ μὲν δὴ Συρακούσιος ἀγασθεὶς αὐτὸν ὡς ὑπερφιλοσοφοῦντα, ταυτὶ γὰρ εἰπὼν ἀπῆλθεν, ἐχώρει ἐκ τοῦ δεσμωτηρίου, ὁ δ᾽ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν ‘ξυνίης’ ἔφη ‘τοῦ Πύθωνος τούτου;’ ‘ξυνίημι μὲν’ εἶπε ‘ὑποκαθημένου τε καὶ ὑπαγομένου σε, τί δ᾽ ὁ Πύθων βούλεταί σοι καὶ τίς ὁ τοῦ ὀνόματος νοῦς, οὐκ οἶδα.’ ‘ἐγένετο’ ἔφη ‘Πύθων ὁ Βυζάντιος ἀγαθός, φασί, ῥήτωρ τὰ κακὰ πείθειν· οὗτος ὑπὲρ Φιλίππου τοῦ Αμύντου πρεσβεύων παρὰ τοὺς Ἕλληνας ὑπὲρ τῆς δουλείας αὐτῶν τοὺς μὲν ἄλλους εἴα, ἀλλ᾽ ἐν Ἀθηναίοις γε αὐτοῖς, ὅτε δὴ μάλιστά γε ῥητορικῇ ἔρρωντο, ἀδικεῖσθαί τε ὑπ᾽ αὐτῶν ἔφασκε τὸν Φίλιππον καὶ δεινὰ πράττειν Ἀθηναίους τὸ Ἑλληνικὸν ἐλευθεροῦντας. ὁ Πύθων ταῦτα ῾πολὺσ᾽ ῥέων, ὥς φασιν, ἀλλὰ Δημοσθένης ὁ Παιανιεὺς ἀντειπὼν θρασυνομένῳ μόνος, τὸ ἀνασχεῖν αὐτὸν τάττει ἐν τοῖς ἑαυτοῦ ἄθλοις. ἐγὼ δὲ τὸ μὴ ὑπαχθῆναι ἐς ἃ ἐδόκει τούτῳ οὐκ ἄν ποτε ἆθλον ἐμαυτοῦ φαίην, Πύθωνι δ᾽ αὐτὸν ταὐτὸν πράττειν ἔφην, ἐπειδὴ τυράννου τε μισθωτὸς ἀφίκετο καὶ ἀτόπων ξύμβουλος.’
διαλέγεσθαι μὲν δὴ τὸν Ἀπολλώνιον πλείω τοιαῦτα, ἑαυτὸν δὲ ὁ Δάμις ἀπορεῖν μὲν ὑπὲρ τῶν παρόντων φησί, λύσιν δὲ αὐτῶν ὁρᾶν οὐδεμίαν, πλὴν ὅσαι παρὰ τῶν θεῶν εὐξαμένοις τισὶ κἀκ πολλῷ χαλεπωτέρων ἦλθον, ὀλίγον δὲ πρὸ μεσημβρίας ‘ὦ Τυανεῦ,’ φάναι, σφόδρα γὰρ δὴ χαίρειν αὐτὸν τῇ προσρήσει ‘τί πεισόμεθα;’ ‘ὅ γε ἐπάθομεν,’ ἔφη ‘πέρα δ᾽ οὐδέν, οὐδὲ ἀποκτενεῖ ἡμᾶς οὐδείς.’ ‘καὶ τίς’ εἶπεν ‘οὕτως ἄτρωτος; λυθήσῃ δὲ πότε;’ ‘τὸ μὲν ἐπὶ τῷ δικάσαντι’ ἔφη ‘τήμερον, τὸ δὲ ἐπ᾽ ἐμοὶ ἄρτι.’ καὶ εἰπὼν ταῦτα ἐξήγαγε τὸ σκέλος τοῦ δεσμοῦ καὶ πρὸς τὸν Δάμιν ἔφη ‘ἐπίδειξιν πεποίημαί σοι τῆς ἐλευθερίας τῆς ἐμαυτοῦ καὶ θάρρει.’ τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντα, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδ᾽ εὐξάμενόν τι, μηδὲ εἰπόντα καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὖ τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.
οἱ δὲ εὐηθέστεροι τῶν ἀνθρώπων ἐς τοὺς γόητας ἀναφέρουσι ταῦτα, πεπόνθασι δ᾽ αὐτὸ ἐς πολλὰ τῶν ἀνθρωπείων· δέονται μὲν γὰρ αὐ̔τῶν̓τῆς ῾τέχνησ᾽ ἀθληταί, δέονται δὲ ἀγωνισταὶ πάντες διὰ τὸ νικᾶν γλίχεσθαι, καὶ ξυλλαμβάνει μὲν αὐτοῖς ἐς τὴν νίκην οὐδέν, ἃ δὲ ἀπὸ τύχης νικῶσι, ταῦθ᾽ οἱ κακοδαίμονες αὑτοὺς ἀφελόμενοι λογίζονται τῇ τέχνῃ ταύτῃ, ἀπιστοῦσι δ᾽ αὐτῇ οὐδ᾽ οἱ ἡττώμενοι σφῶν, ‘εἰ γὰρ τὸ δεῖνα ἔθυσα καὶ τὸ δεῖνα ἐθυμίασα, οὐκ ἂν διέφυγέ με ἡ νίκη’ τοιαῦτα λέγουσι καὶ τοιαῦτα οἴονται. φοιτᾷ δὲ καὶ ἐπὶ θύρας ἐμπόρων κατὰ ταὐτά, καὶ γὰρ δὴ κἀκείνους εὕροιμεν ἂν τὰ μὲν εὐτυχήματα τῆς ἐμπορίας λογιζομένους τῷ γόητι, τὰ δὲ ἄτοπα τῇ αὑτῶν φειδοῖ καὶ τῷ μὴ ὁπόσα ἔδει θῦσαι. ἀνῆπται δὲ ἡ τέχνη τοὺς ἐρῶντας μάλιστα, νοσοῦντες γὰρ εὐπαράγωγον οὕτω νόσον, ὡς καὶ γραιδίοις ὑπὲρ αὐτῆς διαλέγεσθαι, θαυμαστόν, οἶμαι, οὐδὲν πράττουσι προσιόντες τοῖς σοφισταῖς τούτοις καὶ ἀκροώμενοι σφῶν τὰ τοιαῦτα, οἳ κεστόν τε αὐτοῖς φέρειν διδοῦσι καὶ λίθους, τοὺς μὲν ἐκ τῶν τῆς γῆς ἀπορρήτων, τοὺς δὲ ἐκ σελήνης τε καὶ ἀστέρων ἀρώματά τε ὁπόσα ἡ Ἰνδικὴ κηπεύει, καὶ χρήματα μὲν αὐτοὺς λαμπρὰ ὑπὲρ τούτων πράττονται, ξυνδρῶσι δὲ οὐδέν. ἢν μὲν γὰρ παθόντων τι τῶν παιδικῶν πρὸς τοὺς ἐρῶντας ἢ δώροις ὑπαχθέντων προβαίνῃ τὰ ἐρωτικά, ὑμνεῖται ἡ τέχνη ὡς ἱκανὴ πάντα, εἰ δ᾽ ἀποτυγχάνοι ἡ πεῖρα, ἐς τὸ ἐλλειφθὲν ἡ ἀναφορά, μὴ γὰρ τὸ δεῖνα θυμιᾶσαι, μηδὲ θῦσαι ἢ τῆξαι, τουτὶ δὲ μέγα εἶναι καὶ ἄπορον. οἱ μὲν οὖν τρόποι, καθ᾽ οὓς καὶ διοσημίας καὶ ἕτερα πλείω τερατεύονται καὶ ἀναγεγράφαταί τισιν, οἳ ἐγέλασαν πλατὺ ἐς τὴν τέχνην, ἐμοὶ δ᾽ ἀποπεφάνθω μηδ᾽ ἐκείνοις ὁμιλεῖν τοὺς νέους, ἵνα μηδὲ παίζειν τὰ τοιαῦτα ἐθίζοιντο. ἀποχρῶσα ἡ ἐκτροπὴ τοῦ λόγου· τί γὰρ ἂν πλείω καθαπτοίμην τοῦ πράγματος, ὃ καὶ φύσει διαβέβληται καὶ νόμῳ;
Ἐνδειξαμένου δὲ τοῦ Ἀπολλωνίου τῷ Δάμιδι ἑαυτὸν καὶ πλείω διαλεχθέντος, ἐπέστη τις περὶ μεσημβρίαν σημαίνων ἀπὸ γλώττης τοσαῦτα· ‘ἀφίησί σε ὁ βασιλεύς, Ἀπολλώνιε, τούτων τῶν δεσμῶν Αἰλιανοῦ ξυμβουλεύσαντος, τὸ δὲ ἐλευθέριον δεσμωτήριον ξυγχωρεῖ οἰκεῖν, ἔστ᾽ ἄν ᾖ ἡ ἀπολογία, ἐς ἡμέραν δὲ ἴσως ἀπολογήσῃ πέμπτην.’ ‘τίς οὖν’ ἔφη ‘ὁ μετασκευάσων με ἐνθένδε;’ ‘ἐγώ,’ εἶπε ‘καὶ ἕπου.’ καὶ ἰδόντες αὐτὸν οἱ ἐν τῷ ἐλευθερίῳ δεσμωτηρίῳ περιέβαλλον πάντες, ὡς οὐδ᾽ οἰηθεῖσιν αὐτοῖς ἐπανήκοντα. ὃν γὰρ δὴ πόθον ἴσχουσι πατρὸς παῖδες ἐς νουθετήσεις καθισταμένου σφίσιν ἡδείας τε καὶ ξυμμέτρους ἢ τὰ ἐφ᾽ ἡλικίας ἀφερμηνεύοντος, τὸν αὐτὸν κἀκεῖνοι τοῦ Ἀπολλωνίου εἶχον καὶ ὡμολόγουν ταῦτα, ὁ δ᾽ οὐκ ἐπαύετο ἀεί τι ξυμβουλεύων.
καλέσας δὲ τῆς ὑστεραίας τὸν Δάμιν ‘ἐμοὶ μὲν’ ἔφη ‘τὰ τῆς ἀπολογίας ἐς τὴν προειρημένην ἡμέραν ἔσται, σὺ δὲ τὴν ἐπὶ Δικαιαρχίας βάδιζε, λῷον γὰρ πεζῇ ἰέναι, κἂν προσείπῃς Δημήτριον, στρέφου περὶ τὴν θάλατταν, ἐν ᾗ ἐστιν ἡ Καλυψοῦς νῆσος, ἐπιφανέντα γάρ με ἐκεῖ ὄψει.’ ‘ζῶντα’ ἔφη ὁ Δάμις ‘ἢ τί;’ γελάσας δὲ ὁ Ἀπολλώνιος ‘ὡς μὲν ἐγὼ οἶμαι, ζῶντα,’ εἶπεν ‘ὡς δὲ σὺ οἴει, ἀναβεβιωκότα.’ ὁ μὲν δὴ ἀπελθεῖν φησιν ἄκων καὶ μήτ᾽ ἀπογιγνώσκων ὡς ἀπολουμένου μήτ᾽ εὔελπις ὡς οὐκ ἀπολεῖται. καὶ τριταῖος μὲν ἐλθεῖν ἐς Δικαιαρχίαν, ἀκοῦσαι δὲ καὶ περὶ τοῦ χειμῶνος, ὃς περὶ τὰς ἡμέρας ἐκείνας ἐγένετο, ὅτι πνεῦμα ὕπομβρον καταῤῥαγὲν τῆς θαλάσσης τὰς μὲν κατέδυσε τῶν νεῶν, αἳ ἐκεῖσε ἔπλεον, τὰς δὲ ἐς Σικελίαν τε καὶ τὸν πορθμὸν ἀπεώσατο, καὶ ξυνεῖναι τότε ὑπὲρ ὅτου ἐκέλευσεν αὐτὸν πεζῇ κομίζεσθαι.
τὰ ἐπὶ τούτοις ἀναγράφει Δάμις ἐξ ὧν Ἀπολλωνίου φησὶν ἀκηκοέναι πρὸς Δημήτριόν τε καὶ πρὸς αὐτὸν εἰπόντος. μειράκιον μὲν γὰρ ἐκ Μεσσήνης τῆς ἐν Ἀρκαδίᾳ περίβλεπτον ὥρᾳ ἀφικέσθαι ἐς τὴν Ῥώμην, ἐρᾶν δ᾽ αὐτοῦ πολλοὺς μέν, Δομετιανὸν δὲ παρὰ πάντας, τοὺς δ᾽ οὕτως ἐρᾶν, ὡς μηδὲ τὸ ἀντερᾶν ἐκείνῳ δεδιέναι. ἀλλ᾽ ἐσωφρόνει τὸ μειράκιον καὶ ἐφείδετο τῆς ἑαυτοῦ ὥρας. εἰ μὲν δὴ χρυσοῦ κατεφρόνησεν ἢ χρημάτων ἢ ἵππων ἢ τοιῶνδε δελεασμάτων, οἷς ὑπάγονται τὰ παιδικὰ ἔνιοι, μὴ ἐπαινῶμεν, χρὴ γὰρ οὕτω παρεσκευάσθαι τὸν ἄνδρα, ὁ δὲ μειζόνων ἀξιωθεὶς ἂν ἢ ὁμοῦ πάντες, οὓς ὀφθαλμοὶ βασιλέων ἐσπάσαντο, οὐκ ἠξίου ἑαυτὸν ὧν ἠξιοῦτο. ἐδέθη τοίνυν, τουτὶ γὰρ τῷ ἐραστῇ ἔδοξε. καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ, βουλομένῳ μέν τι λέγειν ἐῴκει, αἰδῶ δὲ ξύμβουλον σιωπῆς ἔχων οὔπω ἐθάρρει· ξυνεὶς οὖν ὁ Ἀπολλώνιος ‘σὺ μὲν οὐδ᾽ ἡλικίαν πω τοῦ ἀδικεῖν ἄγων καθεῖρξαι,’ ἔφη ‘καθάπερ ἡμεῖς οἱ δεινοί.’ ‘καὶ ἀποθανοῦμαί γε,’ εἶπε ‘τὸ γὰρ σωφρονεῖν θανάτου τιμῶνται οἱ ἐφ᾽ ἡμῶν νόμοι.’ ‘καὶ οἱ ἐπὶ Θησέως,’ εἶπε ‘τὸν γὰρ Ἱππόλυτον ἐπὶ σωφροσύνῃ ἀπώλλυ ὁ πατὴρ αὐτός.’ ‘κἀμὲ’ εἶπεν ‘ὁ πατὴρ ἀπολώλεκεν. ὄντα γάρ με Ἀρκάδα ἐκ Μεσσήνης οὐ τὰ Ἑλλήνων ἐπαίδευσεν, ἀλλ᾽ ἐνταῦθα ἔστειλε μαθησόμενον ἤθη νομικά, καί με ὑπὲρ τούτων ἥκοντα ὁ βασιλεὺς κακῶς εἶδεν.’ ὁ δ᾽ ὥσπερ οὐ ξυνιείς, ὃ λέγει, ‘εἰπέ μοι,’ ἔφη ‘μειράκιον, μὴ γλαυκὸν ἡγεῖταί σε ὁ βασιλεὺς καίτοι μελανόφθαλμον, ὡς ὁρῶ, ὄντα, ἢ στρεβλὸν τὴν ῥῖνα καίτοι τετραγώνως ἔχοντα, καθάπερ τῶν ἑρμῶν οἱ γεγυμνασμένοι, ἢ τὴν κόμην ἕτερόν τι παρ᾽ ὅ ἐστιν; ἔστι δ᾽, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαίνουσα, καὶ μὴν καὶ τὸ στόμα οὕτω ξύμμετρον, ὡς καὶ σιωπῇ πρέπειν καὶ λόγῳ, δέρη τε οὕτως ἐλευθέρα καὶ φρονοῦσα. τί οὖν ἕτερον τούτων ὁ βασιλεὺς ἡγήσεταί σε, ἐπειδὴ κακῶς ὑπ᾽ αὐτοῦ λέγεις ὀφθῆναι;’ ‘αὐτό με τοῦτο ἀπολώλεκεν, ὑπαχθεὶς γάρ μου ἐρᾶν οὐ φείδεται ὧν ἐπαινεῖ, ἀλλ᾽ αἰσχύνειν διανοεῖταί με, ὥσπερ οἱ τῶν γυναικῶν ἐρῶντες.’ ἀγασθεὶς δ᾽ αὐτὸν ὁ Ἀπολλώνιος τὸ μὲν ξυγκαθεύδειν ὅ τι ἡγοῖτο καὶ εἰ αἰσχρὸν τοῦτο ἢ μή, καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων παρῆκεν, ἐπειδήπερ ἐρυθριῶντα ἑώρα τὸν Ἀρκάδα καὶ κεκοσμημένως φθεγγόμενον, ἤρετο δ᾽ αὐτὸν ὧδε· ‘κέκτησαί τινας ἐν Ἀρκαδίᾳ δούλους;’ ‘νὴ Δί᾽,’ ἔφη ‘πολλούς γε.’ ‘τούτων οὖν’ εἶπε ‘τίνα ἡγῇ σεαυτόν;’ ‘ὅνγε,’ ἔφη ‘οἱ νόμοι, δεσπότης γὰρ αὐτῶν εἰμι.’ ‘δεσποτῶν δ᾽,’ εἶπεν ‘ὑπηκόους εἶναι δούλους χρὴ ἢ ἀπαξιοῦν, ἃ δοκεῖ τοῖς τοῦ σώματος κυρίοις;’ ὁ δ᾽ ἐνθυμηθεὶς ἐς οἵαν ἀπόκρισιν περιάγοιτο ‘ἡ μὲν τῶν τυράννων ἰσχὺς’ ἔφη ‘ὡς ἄμαχός τε καὶ χαλεπή, οἶδα, δι᾽ αὐτὸ γάρ που καὶ δεσπόζειν τῶν ἐλευθέρων βούλονται, τοῦ δ᾽ ἐμοῦ σώματος ἐγὼ δεσπότης καὶ φυλάξω αὐτὸ ἄσυλον.’ ‘πῶς;’ εἶπε ‘πρὸς ἐραστὴν γὰρ ὁ λόγος κωμάζοντα μετὰ ξίφους ἐπὶ τὴν σὴν ὥραν.’ ‘τὸν τράχηλον’ ἔφη ‘ὑποσχὼν μᾶλλον, ἐκείνου γὰρ δεῖ τῷ ξίφει.’ ἐπαινέσας δὲ αὐτὸν ὁ Ἀπολλώνιος ‘Ἀρκάδα σε’ ἔφη ‘ὁρῶ.’ καὶ μὴν τοῦ μειρακίου τούτου καὶ ἐν ἐπιστολῇ μέμνηται καὶ διαγράφει αὐτὸ πολλῷ ἥδιον ἢ ἐγὼ ἐνταῦθα σωφροσύνης τε ἐπαινῶν πρὸς ὃν γράφει φησὶ τὸ μειράκιον τοῦτο μηδ᾽ ἀποθανεῖν ὑπὸ τοῦ τυράννου, θαυμασθὲν δὲ τῆς ῥώμης ἐπὶ Μαλέαν πλεῦσαι ζηλωτὸν τοῖς ἐν Ἀρκαδίᾳ μᾶλλον ἢ οἱ τὰς τῶν μαστίγων καρτερήσεις παρὰ Λακεδαιμονίοις νικῶντες.