Βίος Απολλωνίου του Τυανέως (Φιλόστρατος)/η
←Βιβλίον ζ΄ | Βιβλίον η΄ Συγγραφέας: Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον |
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870. |
ἴωμεν ἐς τὸ δικαστήριον ἀκροασόμενοι τοῦ ἀνδρὸς ἀπολογουμένου ὑπὲρ τῆς αἰτίας, ἡλίου γὰρ ἐπιτολαὶ ἤδη καὶ ἀνεῖται τοῖς ἐλλογίμοις ἡ ἐς αὐτὸ πάροδος, τὸν βασιλέα τε οἱ ξυνδιαιτώμενοί φασι μηδὲ σίτου ἅψασθαι, διορῶντα, οἶμαι, τὰ ἐν τῇ δίκῃ· καὶ γάρ τι καὶ βιβλίον πρόχειρον ἔχειν αὐτὸν τὰ μὲν ξὺν ὀργῇ, τὰ δὲ ἧττον. ἀνατυποῦσθαι δὲ χρὴ οἷον ἀχθόμενον τοῖς νόμοις, ἐπειδὴ εὗρον δικαστήρια.
ἐντευξόμεθα δὲ καὶ τῷ ἀνδρὶ διαλέξεσθαι ἡγουμένῳ μᾶλλον ἢ δραμεῖσθαί τινα ὑπὲρ τῆς ψυχῆς ἀγῶνα, τουτὶ δ᾽ ἂν τεκμηραίμεθα τοῖς γε πρὸ τοῦ δικαστηρίου· προϊὼν γὰρ ἤρετο τὸν γραμματέα, ὑφ᾽ οὗ ἤγετο, οἷ βαδίζοιεν, τοῦ δὲ ἐς τὸ δικαστήριον ἡγεῖσθαι αὐτῷ φήσαντος ‘δικάσομαι’ ἔφη ‘πρὸς τίνα;’ ‘πρός γε τὸν σεαυτοῦ’ εἶπε ‘κατήγορον, δικάσει δὲ ὁ βασιλεύς.’ ‘ἐμοὶ δὲ’ ἔφη ‘καὶ τῷ βασιλεῖ τίς ὁ δικάσων; δείξω γὰρ αὐτὸν φιλοσοφίαν ἀδικοῦντα.’ ‘καὶ τίς’ εἶπε ‘βασιλεῖ φιλοσοφίας λόγος, κἂν ἀδικῶν ταύτην τύχῃ;’ ‘ἀλλὰ φιλοσοφίᾳ πολὺς’ ἔφη ‘βασιλέως, ἵν᾽ ἐπιτηδείως ἄρχῃ.’ ἐπαινέσας δὲ ὁ γραμματεύς, καὶ γὰρ δὴ καὶ μετρίως διέκειτο πρὸς τὸν Ἀπολλώνιον, ὡς καὶ καταρχὰς ἐδείκνυ, ‘πόσῳ δὲ’ εἶπε ‘τὸν λόγον διαμετρήσεις ὕδατι; τουτὶ γάρ με χρὴ πρὸ τῆς δίκης εἰδέναι.’ ‘εἰ μὲν ὁπόσα’ ἔφη ‘ἀπαιτεῖ ἡ δίκη, ξυγχωρεῖ μοι λέγειν, οὐκ ἂν φθάνοι διαμετρηθεὶς οὐδὲ ὁ Θύμβρις, εἰ δὲ ὁπόσα ἐρήσεται, μέτρον τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν.’ ‘ἐναντίας’ εἶπεν ‘ἀρετὰς ἐπήσκησας βραχυλογεῖν τε καὶ μακρηγορεῖν ὑπὲρ τῶν αὐτῶν φάσκων.’ ‘οὐκ ἐναντίας,’ ἔφη ‘ἀλλ᾽ ὁμοίας· ὁ γὰρ θάτερον ἱκανὸς οὐδὲν ἂν θατέρου λείποιτο. καὶ ξυμμετρία δὲ ἀμφοῖν ξυγκειμένη τρίτη μὲν οὐκ ἂν φαίην, πρώτη δ᾽ ἂν εἴη ἀρετὴ λόγου, ἐγὼ δὲ καὶ τὸ σιωπᾶν ἐν δικαστηρίῳ τετάρτην ἀρετὴν οἶδα.’ ‘ἀνόνητόν γε’ εἶπε ‘σεαυτῷ καὶ παντὶ τῷ κινδυνεύειν μέλλοντι.’ ‘καὶ μὴν καὶ Σωκράτην’ ἔφη ‘τὸν Ἀθηναῖον μέγα ὤνησεν, ὅτε ἔφυγε τὴν γραφήν.’ ‘καὶ πῶς ὤνησεν’ εἶπε ‘τόν, ἐπειδὴ ἐσιώπα, ἀποθανόντα;’ ‘οὐκ ἀπέθανεν,’ ἔφη ‘Ἀθηναῖοι δὲ ᾤοντο.’
ὧδε μὲν παρεσκεύαστο πρὸς τὰ ἐκ τοῦ τυράννου πάντα, προεστῶτι δ᾽ αὐτῷ τοῦ δικαστηρίου προσελθὼν ἕτερος γραμματεὺς ‘ὦ Τυανεῦ,’ ἔφη ‘γυμνὸς ἔσελθε.’ ‘λουσόμεθα οὖν’ εἶπεν ‘ἢ δικασόμεθα;’ ‘οὐχ ὑπὲρ ἐσθῆτος’ ἔφη ‘ταῦτα προείρηται, ἀλλ᾽ ἀπαγορεύει σοι ὁ βασιλεὺς μήτε περίαπτον μήτε βιβλίον μήτ᾽ ἄλλο γραμματεῖον ὅλως μηδὲν ἐσφέρειν ἐνταῦθα.’ ‘μηδὲ νάρθηκα’ εἶπεν ‘ἐπὶ τοὺς ἀνοήτως αὐτὸν ταῦτα πείθοντας;’ ‘ἀναβοήσας δὲ ὁ κατήγορος’ ὦ βασιλεῦ, ‘πληγὰς’ ἔφη ‘ἀπειλεῖ μοι ὁ γόης, ἐγὼ γάρ σε ταυτὶ πέπεικα.’ ‘οὐκοῦν’ εἶπε ‘σὺ μᾶλλον γόης, ἃ γὰρ μὴ ἐγὼ πέπεικά πω τὸν βασιλέα, ὡς οὐκ εἰμί, σὺ φῂς αὐτὸν ὡς εἴην πεπεικέναι.’ παρῆν δὲ τῷ κατηγόρῳ λοιδορουμένῳ ταῦτα καὶ τῶν Εὐφράτου τις ἀπελευθέρων, ὃν ἐλέγετο Εὐφράτης ἄγγελον τῶν ἐν Ἰωνίᾳ τοῦ Ἀπολλωνίου διαλέξεων στεῖλαι ὁμοῦ χρήμασιν, ἃ τῷ κατηγόρῳ ἐπεδόθη.
τοιαῦτα ἠκροβολίσαντο πρὸ τῆς δίκης, τὰ δὲ ἐν αὐτῇ· κεκόσμητο μὲν τὸ δικαστήριον ὥσπερ ἐπὶ ξυνουσίᾳ πανηγυρικοῦ λόγου, μετεῖχον δὲ αὐτῆς οἱ ἐπίδηλοι πάντες ἀγῶνα ποιουμένου τοῦ βασιλέως ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ. ὁ δ᾽ οὕτω τι ὑπερεώρα τοῦ βασιλέως, ὡς μηδὲ ἐς αὐτὸν βλέπειν, ἐπηρεάσαντος δὲ τοῦ κατηγόρου τὴν ὑπεροψίαν καὶ κελεύσαντος ὁρᾶν αὐτὸν ἐς τὸν ἁπάντων ἀνθρώπων θεόν, ἀνέσχεν ὁ Ἀπολλώνιος τοὺς ὀφθαλμοὺς ἐς τὸν ὄροφον ἐνδεικνύμενος μὲν τὸ ἐς τὸν Δία ὁρᾶν, τὸν δὲ ἀσεβῶς κολακευθέντα κακίω τοῦ κολακεύσαντος ἡγούμενος. ἐβόα καὶ τοιαῦτα ὁ κατήγορος ‘ἤδη μέτρει, βασιλεῦ, ὕδωρ, εἰ γὰρ ξυγχωρήσεις αὐτῷ μῆκος λόγων, ἀπάγξει ἡμᾶς. ἔστι δέ μοι καὶ βιβλίον τοῦτο ξυγγεγραμμένον τὰς αἰτίας, ὑπὲρ ὧν χρὴ λέγειν αὐτόν, ἀπολογείσθω δὲ κατὰ μίαν.’
ὁ δ᾽, ὡς ἄριστα ξυμβουλεύσαντος ἐπαινέσας ἐκέλευσε τὸν ἄνδρα κατὰ τὴν τοῦ συκοφάντου ξυμβουλίαν ἀπολογεῖσθαι, τὰς μὲν ἄλλας παρελθὼν αἰτίας, ὡς οὐκ ἀξίας καταστῆσαί τινα ἐς λόγον, ὑπὲρ τεττάρων δέ, ἃς ἀπόρους τε καὶ δυσαποκρίτους ᾤετο, ὧδε ἐρωτήσας· ‘τί γὰρ μαθών,’ ἔφη ‘Ἀπολλώνιε, οὐ τὴν αὐτὴν ἔχεις ἅπασι στολήν, ἀλλ᾽ ἰδίαν τε καὶ ἐξαίρετον;’ ‘ὅτι με’ εἶπεν ‘ἡ τρέφουσα γῆ καὶ ἀμφιέννυσι, ζῷα δὲ ἄθλια οὐκ ἐνοχλῶ.’ πάλιν ἤρετο ‘τοῦ χάριν οἱ ἄνθρωποι θεόν σε ὀνομάζουσιν;’ ‘ὅτι πᾶς’ εἶπεν ‘ἄνθρωπος ἀγαθὸς νομιζόμενος θεοῦ ἐπωνυμίᾳ τιμᾶται.’ ὁ λόγος οὗτος ὁπόθεν ἐφιλοσοφήθη τῷ ἀνδρί, δεδήλωκα ἐν τοῖς Ἰνδῶν λόγοις. τρίτον ἤρετο ὑπὲρ τοῦ ἐν Ἐφέσῳ λοιμοῦ ‘πόθεν γὰρ’ ἔφη ‘ὁρμώμενος ἢ τῷ ξυμβαλλόμενος προεῖπας τῇ Ἐφέσῳ νοσήσειν αὐτούς;’ ‘λεπτοτέρᾳ,’ εἶπεν ‘ὦ βασιλεῦ, διαίτῃ χρώμενος πρῶτος τοῦ δεινοῦ ᾐσθόμην· εἰ δὲ βούλει, λέγω καὶ λοιμῶν αἰτίας.’ ὁ δ᾽, οἶμαι, δείσας μὴ τὴν ἀδικίαν καὶ τοὺς μὴ καθαροὺς γάμους καὶ ὁποῖα οὐκ εὐλόγως ἔπραττεν, ἐπιγράψῃ ταῖς τοιαύταις νόσοις ‘οὐ δέομαι’ ἔφη ‘τοιᾶσδε ἀποκρίσεως.’ ἐπεὶ δὲ τὴν τετάρτην ἐρώτησιν ἐπέφερεν ἐς τοὺς ἄνδρας, οὐκ εὐθὺς ὥρμησεν, ἀλλὰ πολὺν μὲν χρόνον διαλιπών, πολλὰ δὲ ἐνθυμηθείς, ἰλιγγιῶντι δὲ ὅμοιος ἠρώτησεν οὐ κατὰ τὴν ἁπάντων δόξαν· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν ἐκπηδήσαντα τοῦ πλάσματος μήτε τῆς προσηγορίας ἀφέξεσθαι τῶν ἀνδρῶν, σχέτλιά τε ὑπὲρ τῆς θυσίας βοήσεσθαι, ὁ δὲ οὐχ ὧδε, ἀλλ᾽ ὑφέρπων τὴν ἐρώτησιν ‘εἰπέ μοι’ ἔφη ‘προελθὼν τῆς οἰκίας τῇ δεῖνι ἡμέρᾳ καὶ ἐς ἀγρὸν πορευθεὶς τίνι ἐθύσω τὸν παῖδα;’ καὶ ὁ Ἀπολλώνιος ὥσπερ μειρακίῳ ἐπιπλήττων ‘εὐφήμει,’ ἔφη ‘εἰ μὲν γὰρ προῆλθον τῆς οἰκίας, ἐγενόμην ἐν ἀγρῷ, εἰ δὲ τοῦτο, καὶ ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. λεγόντων δὲ αὐτὰ οἱ πίστεως ἄξιοι.’ τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος καὶ ἐπαίνου ἀρθέντος μείζονος ἢ βασίλειον ξυγχωρεῖ δικαστήριον, ξυμμαρτυρεῖν αὐτῷ νομίσας ὁ βασιλεὺς τοὺς παρόντας καὶ παθών τι πρὸς τὰς ἀποκρίσεις, ἐπειδὴ ἔρρωντό τε καὶ νοῦν εἶχον ‘ἀφίημί σε’ εἶπε ‘τῶν ἐγκλημάτων, περιμενεῖς δέ, ἔστ᾽ ἂν ἰδίᾳ ξυγγενώμεθα.’ ὁ δὲ ἐπιρρώσας ἑαυτὸν ‘σοὶ μὲν χάρις, ὦ βασιλεῦ,’ ἔφη ‘διὰ δὲ τοὺς ἀλιτηρίους τούτους ἀπολώλασι μὲν αἱ πόλεις, πλήρεις δ᾽ αἱ νῆσοι φυγάδων, ἡ δὲ ἤπειρος οἰμωγῆς, τὰ δὲ στρατεύματα δειλίας, ἡ δὲ ξύγκλητος ὑπονοίας. δός, εἰ βούλοιο, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον· μᾶλλον δὲ οὐδ᾽ ἂν τὸ σῶμα τοὐμὸν λάβοις, οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι.’ καὶ εἰπὼν ταῦτα ἠφανίσθη τοῦ δικαστηρίου, τόν τε παρόντα καιρὸν εὖ τιθέμενος ὑπὲρ ὧν οὐδ᾽ ἁπλῶς ὁ τύραννος, ἀλλὰ καὶ ἐκ περιουσίας ἐρωτήσων δῆλος ἦν — ἐμεγαλοφρονεῖτο γάρ που τῷ μὴ ἀπεκτονέναι αὐτὸν — τοῦ τε μὴ ἐς τὰ τοιαῦτα ὑπαχθῆναι προορῶν. τυχεῖν δ᾽ αὖ τούτου ἄριστα ἡγεῖτο, εἰ μὴ ἀγνοοῖτο τῆς φύσεως, ἀλλὰ γιγνώσκοιτο, ὡς ἔχοι τοῦ μὴ ἄν ποτε ἁλῶναι ἄκων. καὶ γὰρ τὸ δέος τὸ περὶ τοῖς ἀνδράσιν εὖ ἤδη αὐτῷ εἶχεν, ὑπὲρ ὧν γὰρ μηδὲ ἐρέσθαι τι ὁ τύραννος ὥρμησε, πῶς ἂν τούτους ἐς τὸ πιθανὸν ἀπέκτεινεν ἐπὶ ταῖς οὐκ ἐν δικαστηρίῳ πεπιστευμέναις αἰτίαις; τοιάδε εὗρον τὰ ἐν τῇ δίκῃ.
ἐπεὶ δὲ καὶ λόγος μὲν αὐτῷ ξυνεγράφη τις ὡς πρὸς ὕδωρ ἐς τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος. οὐκ ἀγνοῶ μὲν γάρ, ὅτι διαβαλοῦσιν αὐτὸν οἱ τὰς βωμολόχους ἰδέας ἐπαινοῦντες, ὡς ἧττον μέν, ἢ αὐτοί φασι δεῖν, κεκολασμένον, ὑπεραίροντα δὲ τοῖς τε ὀνόμασι καὶ ταῖς γνώμαις, τὸν δὲ ἄνδρα ἐνθυμουμένῳ οὔ μοι δοκεῖ ὁ σοφὸς ὑγιῶς ἂν ὑποκρίνεσθαι τὸ ἑαυτοῦ ἦθος πάρισα ἐπιτηδεύων καὶ ἀντίθετα καὶ κροτάλου δίκην κτυπῶν τῇ γλώττῃ, ῥητορικοῖς μὲν γὰρ πρὸς τρόπου ταῦτα καὶ οὐδὲ ἐκείνοις δεῖ· δεινότης γὰρ ἐν δικαστηρίοις ἡ μὲν φανερὰ κἂν διαβάλοι τινὰ ὡς ἐπιβουλεύοντα τοῖς ψηφιουμένοις, ἡ δ᾽ ἀφανὴς κἂν ἀπέλθοι κρατοῦσα, τὸ γὰρ λαθεῖν τοὺς δικάζοντας, ὡς δεινός ἐστιν, ἀληθεστέρα δεινότης. σοφῷ δὲ ἀνδρὶ ἀπολογουμένῳ, οὐ γὰρ κατηγορήσει γε ὁ σοφός, ἃ ἐπιτιμᾶν ἔρρωται, ἤθους τε δεῖ ἑτέρου παρὰ τοὺς δικανικοὺς ἄνδρας, λόγου τε κατεσκευασμένου μέν, μὴ δοκοῦντος δέ, καὶ ὑπόσεμνος ἔστω καὶ μὴ πολὺ ἀποδέων τοῦ ὑπερόπτης εἶναι ἔλεός τε ἀπέστω λέγοντος· ὁ γὰρ μὴ ἀντιβολῆσαι ξυγχωρῶν τί ἂν οὗτος ἐπὶ ἐλέῳ εἴποι; τοιόσδε ὁ λόγος δόξει τοῖς γε μὴ μαλακῶς ἀκροασομένοις ἐμοῦ τε καὶ τοῦ ἀνδρός· ξυνετέθη γὰρ αὐτῷ ὧδε·
‘ὁ μὲν ἀγὼν ὑπὲρ μεγάλων σοί τε, ὦ βασιλεῦ, κἀμοί· σύ τε γὰρ κινδυνεύεις ὑπὲρ ὧν μήποτε αὐτοκράτωρ, εἰ πρὸς φιλοσοφίαν οὐδεμιᾷ δίκῃ διαβεβλῆσθαι δόξεις, ἐγώ τε ὑπὲρ ὧν μηδὲ Σωκράτης ποτὲ Ἀθήνησιν, ὃν οἱ γραψάμενοι τὴν γραφὴν καινὸν μὲν τὰ δαιμόνια ἡγοῦντο, δαίμονα δὲ οὔτε ἐκάλουν οὔτε ᾤοντο. κινδύνου δὲ ἐφ᾽ ἑκάτερον ἡμῶν οὕτω χαλεποῦ ἥκοντος οὐκ ὀκνήσω καὶ σοὶ ξυμβουλεύειν, ὁπόσα ἐμαυτὸν πέπεικα· ἐπειδὴ γὰρ κατέστησεν ἡμᾶς ὁ κατήγορος ἐς τουτονὶ τὸν ἀγῶνα, ἐσῆλθε τοὺς πολλοὺς οὐκ ἀληθὴς περὶ ἐμοῦ τε καὶ σοῦ δόξα· σὲ μὲν γὰρ ᾤοντο ξυμβούλῳ τῆς ἀκροάσεως ὀργῇ χρήσεσθαι, δἰ ἣν κἂν ἀποκτεῖναί με, ὅ τι ποτέ ἐστι τὸ ἀποκτεῖναι, ἐμὲ δ᾽ ἐκποιήσειν ἐμαυτὸν τοῦ δικαστηρίου τρόποις, ὁπόσοι τοῦ ἀποδρᾶναί εἰσιν, ἦσαν δ᾽, ὦ βασιλεῦ, μυρίοι· καὶ τούτων ἀκούων οὐκ ἐς τὸ προκαταγιγνώσκειν ἦλθον, οὐδὲ κατεψηφισάμην τῆς σῆς ἀκροάσεως ὡς μὴ τὸ εὐθὺ ἐχούσης, ἀλλὰ ξυνθέμενος τοῖς νόμοις ἕστηκα ὑπὸ τῷ λόγῳ. τούτου ξύμβουλος καὶ σοὶ γίγνομαι· δίκαιον γὰρ τὸ μὴ προκαταγιγνώσκειν, μηδὲ καθῆσθαι πεπεισμένον, ὡς ἐγώ τί σε κακὸν εἴργασμαι, μηδ᾽ ὑπὲρ μὲν τοῦ Ἀρμενίου τε καὶ Βαβυλωνίου καὶ ὅσοι τῶν ἐκείνῃ ἄρχουσιν, οἷς ἵππος τε παμπόλλη ἐστὶ καὶ τοξεία πᾶσα καὶ χρυσῆ γῆ καὶ ἀνδρῶν ὄχλος, ὃν ἐγὼ οἶδα, ἀκούειν ξὺν γέλωτι τὸ πείσεσθαί τι ὑπ᾽ αὐτῶν, ὅ σε καὶ τὴν ἀρχὴν ταύτην ἀφαιρήσεται, κατ᾽ ἀνδρὸς δὲ σοφοῦ καὶ γυμνοῦ πιστεύειν, ὥς ἐστι τούτῳ ὅπλον ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα, καὶ προσδέχεσθαι ταῦτα Αἰγυπτίου συκοφάντου λέγοντος, ἃ μηδὲ τῆς Ἀθηνᾶς ποτε ἤκουσας, ἣν σεαυτοῦ προορᾶν φῄς, εἰ μή, νὴ Δία, ἡ κολακευτικὴ καὶ τὸ συκοφαντεῖν οὕτω τι νῦν τοῖς ἀλιτηρίοις τούτοις ἐπιδέδωκεν, ὡς τοὺς θεοὺς ὑπὲρ μὲν τῶν σμικρῶν καὶ ὁπόσα ὀφθαλμίαι τέ εἰσι καὶ τὸ μὴ πυρέξαι, μηδ᾽ ἀνοιδῆσαί τι τῶν σπλάγχνων, ἐπιτηδείους εἶναί σοι ξυμβούλους φάσκειν ἰατρῶν δίκην ἐφαπτομένους καὶ θεραπεύοντας, ὅτου αὐτῶν πονήρως ἔχοις, περὶ δὲ τῇ ἀρχῇ καὶ τῷ σώματι κινδυνεύοντί σοι μηθ᾽ οὓς φυλάττεσθαι χρὴ ξυμβουλεύειν μήθ᾽ ὅ τι ἔσται σοι πρὸς αὐτοὺς ὅπλον διδάσκειν ἥκοντας, ἀλλ᾽ εἶναί σοι τοὺς συκοφάντας αἰγίδα Ἀθηνᾶς καὶ Διὸς χεῖρα, εἰδέναι μὲν ὑπὲρ σοῦ φάσκοντας, ἃ μηδ᾽ οἱ θεοί, προεγρηγορότας δέ σου καὶ προκαθεύδοντας, εἰ δὴ καθεύδουσιν οὗτοι, κακοῖς, φασιν, ἐπαντλοῦντες κακὰ καὶ τὰς Ἰλιάδας ταύτας ἀεὶ ξυντιθέντες. καὶ τὸ μὲν ἱπποτροφεῖν αὐτοὺς κἀπὶ ζευγῶν ἐς τὴν ἀγορὰν ἐκκυκλεῖσθαι λευκῶν καὶ ἡ ἐν ἀργύρῳ καὶ χρυσῷ ὀψοφαγία καὶ γάμοι μυριάδων δύο καὶ τριῶν ἐωνημένα παιδικὰ καὶ τὸ μοιχεύειν μέν, ὃν λανθάνουσι χρόνον, γαμεῖν δέ, ἃς ἐμοίχευσαν, ὅταν ἐπ᾽ αὐταῖς ληφθῶσι, καὶ οἱ κροτοῦντες αὐτοὺς ἐπὶ ταῖς καλαῖς νίκαις, ἐπειδὰν φιλόσοφός τις ἢ ὕπατος ἀδικῶν οὐδὲν ἁλῷ μὲν ὑπὸ τούτων, ἀπόληται δὲ ὑπὸ σοῦ, δεδόσθω τῇ τῶν καταράτων τρυφῇ καὶ τῷ μήτε νόμων αὐτοῖς ἔτι μήτ᾽ ὀφθαλμῶν εἶναι φόβον, τὸ δ᾽ οὕτω τι ὑπὲρ τοὺς ἀνθρώπους φρονεῖν, ὡς προγιγνώσκειν βούλεσθαι τῶν θεῶν, ἐγὼ μὲν οὔτ᾽ ἐπαινῶ καὶ ἀκούων δέδια, σὺ δ᾽ εἰ προσδέξοιο, γράψονται καὶ σὲ ἴσως ὡς διαβάλλοντα τὴν περὶ τοῦ θείου δόξαν, ἐλπὶς γὰρ καὶ κατὰ σοῦ ξυγκείσεσθαι τοιαύτας γραφάς, ἐπειδὰν μηδεὶς τοῖς συκοφάνταις λοιπὸς ᾖ. καὶ ξυνίημι μὲν ἐπιτιμῶν μᾶλλον ἢ ἀπολογούμενος, εἰρήσθω δέ μοι ταῦθ᾽ ὑπὲρ τῶν νόμων, οὓς εἰ μὴ ἄρχοντας ἡγοῖο, οὐκ ἄρξεις. τίς οὖν ξυνήγορος ἔσται μοι ἀπολογουμένῳ; εἰ γὰρ καλέσαιμι τὸν Δία, ὑφ᾽ ᾧ βεβιωκὼς οἶδα, γοητεύειν με φήσουσι καὶ τὸν οὐρανὸν ἐς τὴν γῆν ἄγειν. διαλεγώμεθα οὖν περὶ τούτου ἀνδρί, ὃν τεθνάναι μὲν οἱ πολλοί φασιν, ἐγὼ δὲ οὔ φημι· ἔστι δὲ οὗτος ὁ πατὴρ ὁ σός, ᾧ ἐγὼ τοσούτου ἄξιος, ὅσου περ ἐκεῖνος σοί· σὲ μὲν γὰρ ἐποίησεν, ὑπ᾽ ἐμοῦ δὲ ἐγένετο. οὗτος, ὦ βασιλεῦ, ξυλλήπτωρ ἔσται μοι τῆς ἀπολογίας πολλῷ τἀμὰ βέλτιον ἢ σὺ γιγνώσκων· ἀφίκετο μὲν γὰρ ἐς Αἴγυπτον οὔπω αὐτοκράτωρ, θεοῖς τε τοῖς ἐν Αἰγύπτῳ θύσων κἀμοὶ ὑπὲρ τῆς ἀρχῆς διαλεξόμενος. ἐντυχὼν δέ μοι κομῶντί τε καὶ ὧδε ἐσταλμένῳ οὐδὲ ἤρετο οὐδὲ ἓν περὶ τοῦ σχήματος, ἡγούμενος τὸ ἐν ἐμοὶ πᾶν εὖ ἔχειν, ἐμοῦ δ᾽ ἕνεχ᾽ ἥκειν ὁμολογήσας ἀπῆλθεν ἐπαινέσας καὶ εἰπὼν μὲν ἃ μὴ πρὸς ἄλλον, ἀκούσας δ᾽ ἃ μὴ παρ᾽ ἄλλου, ἥ τε διάνοια, ᾗ ἐς τὸ ἄρχειν ἐχρῆτο, ἐρρώσθη αὐτῷ παρ᾽ ἐμοῦ μάλιστα, μεθεστηκυῖα ἤδη ὑφ᾽ ἑτέρων οὐκ ἀνεπιτηδείων μέν, οὐ μὴν σοί γε δόξαι, οἱ γὰρ μὴ ἄρχειν αὐτὸν πείθοντες καὶ σὲ δήπου αὐτὸ ἀφῃροῦντο τὸ μετ᾽ ἐκεῖνον ταῦτ᾽ ἔχειν, ἐμοῦ δὲ ξυμβουλεύοντος ἑαυτόν τε μὴ ἀπαξιοῦν ἀρχῆς ἐπὶ θύρας αὐτῷ φοιτώσης ὑμᾶς τε κληρονόμους αὐτῆς ποιεῖσθαι, εὖ ἔχειν τὴν γνώμην φήσας αὐτός τε μέγας ἤρθη καὶ ὑμᾶς ἦρεν· εἰ δὲ γόητά με ᾤετο, οὐδ᾽ ἂν ξυνῆψέ μοι κοινωνίαν φροντίδων, οὐδὲ γὰρ τοιαῦτα ἥκων διελέγετο, οἷον· ἀνάγκασον τὰς Μοίρας ἢ τὸν Δία, τύραννον ἀποφῆναί με ἢ τεράτευσαι διοσημίας ὑπὲρ ἐμοῦ δείξας τὸν ἥλιον ἀνίσχοντα μὲν ἀπὸ τῆς ἑσπέρας, δυόμενον δέ, ὅθεν ἄρχεται. οὐ γὰρ ἄν μοι ἐπιτήδειος ἄρχειν ἔδοξεν ἢ ἐμὲ ἡγούμενος ἱκανὸν ταῦτα ἢ σοφίσμασι θηρεύων ἀρχήν, ἣν ἀρεταῖς ἔδει κατακτᾶσθαι. καὶ μὴν καὶ δημοσίᾳ διελέχθην ἐν ἱερῷ, γοήτων δὲ ξυνουσίαι φεύγουσι μὲν ἱερὰ θεῶν, ἐχθρὰ γὰρ τοῖς περὶ τὴν τέχνην, νύκτα δὲ καὶ πᾶν, ὅ τι ἀφεγγές, αὑτῶν προβαλλόμενοι οὐ ξυγχωροῦσι τοῖς ἀνοήτοις οὐδὲ ὀφθαλμοὺς ἔχειν οὔτε ὦτα. διελέχθη μοι καὶ ἰδίᾳ μέν, παρετύγχανον δὲ ὅμως Εὐφράτης καὶ Δίων, ὁ μὲν πολεμιώτατά μοι ἔχων, ὁ δ᾽ οἰκειότατα, Δίωνα γὰρ μὴ παυσαίμην γράφων ἐν φίλοις. τίς ἂν οὖν ἐπ᾽ ἀνδρῶν σοφῶν ἢ μεταποιουμένων γε σοφίας ἐς γόητας ἔλθοι λόγους; τίς δ᾽ οὐκ ἂν παραπλησίως φυλάξαιτο καὶ ἐν φίλοις καὶ ἐν ἐχθροῖς κακὸς φαίνεσθαι; καὶ οἱ λόγοι ἦσαν ἐναντιούμενοι τοῖς γόησι· σὺ μὲν γὰρ ἴσως τὸν πατέρα ἡγῇ τὸν σεαυτοῦ βασιλείας ἐρῶντα γόησι μᾶλλον ἢ ἑαυτῷ πιστεῦσαι καὶ ἀνάγκην ἐπὶ τοὺς θεούς, ἵνα τούτου τύχοι, παρ᾽ ἐμοῦ εὑρέσθαι, ὁ δὲ τοῦτο μὲν καὶ πρὶν ἐς Αἴγυπτον ἥκειν ἔχειν ᾤετο, μετὰ ταῦτα δ᾽ ὑπὲρ μειζόνων ἐμοὶ διελέγετο, ὑπὲρ νόμων καὶ ὑπὲρ πλούτου δικαίου θεοί τε ὡς θεραπευτέοι καὶ ὁπόσα παρ᾽ αὐτῶν ἀγαθὰ τοῖς κατὰ τοὺς νόμους ἄρχουσι, μαθεῖν ἤρα· οἷς πᾶσιν ἐναντίον χρῆμα οἱ γόητες, εἰ γὰρ ἰσχύοι ταῦτα, οὐκ ἔσται ἡ τέχνη. προσήκει δέ, ὦ βασιλεῦ, κἀκεῖνα ἐπεσκέφθαι· τέχναι ὁπόσαι κατ᾽ ἀνθρώπους εἰσί, πράττουσι μὲν ἄλλο ἄλλη, πᾶσαι δ᾽ ὑπὲρ χρημάτων, αἱ μὲν σμικρῶν, αἱ δ᾽ αὖ μεγάλων, αἱ δ᾽ ἀφ᾽ ὧν θρέψονται, καὶ οὐχ αἱ βάναυσοι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν σοφαί τε ὁμοίως καὶ ὑπόσοφοι πλὴν ἀληθοῦς φιλοσοφίας. καλῶ δὲ σοφὰς μὲν ποιητικὴν μουσικὴν ἀστρονομίαν σοφιστὰς καὶ τῶν ῥητόρων τοὺς μὴ ἀγοραίους, ὑποσόφους δὲ ζωγραφίαν πλαστικὴν ἀγαλματοποιοὺς κυβερνήτας γεωργούς, ἢν ταῖς ὥραις ἕπωνται, καὶ γὰρ αἵδε αἱ τέχναι σοφίας οὐ πολὺ λείπονται. ἔστι ῾δέ᾽ τι, ὦ βασιλεῦ, ψευδόσοφοί τε καὶ ἀγείροντες, ὃ μὴ μαντικὴν ὑπολάβῃς, πολλοῦ μὲν γὰρ ἀξία, ἢν ἀληθεύῃ, εἰ δ᾽ ἐστὶ τέχνη, οὔπω οἶδα, ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί· τὰ γὰρ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἀπιστεῖσθαι, πάντα ταῦτα προστίθημι τῇ τῶν ἐξαπατωμένων δόξῃ, τὸ γὰρ σοφὸν τῆς τέχνης ἐπὶ τῇ τῶν ἐξαπατωμένων τε καὶ θυομένων ἀνοίᾳ κεῖται, ἡ δὲ τέχνη φιλοχρήματοι γὰρ πάντες, ἃ γὰρ κομψεύονται, ταῦθ᾽ ὑπὲρ μισθοῦ σφισιν εὕρηται, μαστεύουσι δ᾽ ὑπερβολὰς χρημάτων ὑπαγόμενοι τοὺς ὁτουδὴ ἐρῶντας ὡς ἱκανοὶ πάντα. τίνα οὖν, ὦ βασιλεῦ, πλοῦτον περὶ ἡμᾶς ἰδὼν ψευδοσοφίαν ἐπιτηδεύειν με οἴει, καὶ ταῦτα τοῦ σοῦ πατρὸς κρείττω με ἡγουμένου χρημάτων; ὅτι δ᾽ ἀληθῆ λέγω, ποῦ μοι ἡ ἐπιστολὴ τοῦ γενναίου τε καὶ θείου ἀνδρός; ὅς με ἐν αὐτῇ ᾄδει τά τε ἄλλα καὶ τὸ πένεσθαι.’ αὐτοκράτωρ Οὐεσπασιανὸς Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. ‘εἰ πάντες, Ἀπολλώνιε, κατὰ ταὐτά σοι φιλοσοφεῖν ἤθελον, σφόδρα ἂν εὐδαιμόνως ἔπραττε φιλοσοφία τε καὶ πενία· φιλοσοφία μὲν ἀδεκάστως ἔχουσα, πενία δὲ αὐθαιρέτως. ἔρρωσο.’ ‘Ταῦθ᾽ ὁ πατὴρ ὁ σὸς ὑπὲρ ἐμοῦ ἀπολογείσθω, φιλοσοφίας μὲν τὸ ἀδέκαστον, πενίας δὲ τὸ αὐθαίρετον ἐμοὶ ὁριζόμενος, ἐμέμνητο γάρ που καὶ τῶν κατὰ τὴν Αἴγυπτον·, ὅτ᾽ Εὐφράτης μὲν καὶ πολλοὶ τῶν προσποιουμένων φιλοσοφεῖν προσιόντες αὐτῷ χρήματα οὐδ᾽ ἀφανῶς ᾔτουν, ἐγὼ δ᾽ οὐ μόνον οὐ προσῄειν ὑπὲρ χρημάτων, ἀλλὰ κἀκείνους ἐώθουν ὡς οὐχ ὑγιαίνοντας, διεβεβλήμην δὲ πρὸς χρήματα μειράκιον ὢν ἔτι· τὰ γοῦν πατρῷα, λαμπρὰ δ᾽ ἦν οὐσία ταῦτα, μιᾶς μόνης ἰδὼν ἡμέρας ἀδελφοῖς τε τοῖς ἐμαυτοῦ ἀφῆκα καὶ φίλοις καὶ τῶν ξυγγενῶν τοῖς πένησι μελετῶν που ἀφ᾽ Ἑστίας τὸ μηδενὸς δεῖσθαι, ἐάσθω δὲ Βαβυλὼν καὶ Ἰνδῶν τὰ ὑπὲρ Καύκασόν τε καὶ ποταμὸν Ὕφασιν, δι᾽ ὧν ἐπορευόμην ἐμαυτῷ ὅμοιος· ἀλλὰ τῶν γε ἐνταῦθα καὶ τοῦ μὴ πρὸς ἀργύριον βλέπειν ποιοῦμαι μάρτυρα τὸν Αἰγύπτιον τοῦτον· δεινὰ γὰρ πεπρᾶχθαί τε μοι καὶ βεβουλεῦσθαι φήσας οὔθ᾽ ὁπόσων χρημάτων ἐπανούργουν ταῦτα, εἴρηκεν, οὔθ᾽ ὅ τι ἐνθυμηθεὶς κέρδος, ἀλλ᾽ οὕτως ἀνόητος αὐτῷ δοκῶ τις, ὡς γοητεύειν μέν, ἃ δ᾽ ὑπὲρ πολλῶν ἕτεροι χρημάτων, αὐτὸς ἀδικεῖν οὐδ᾽ ἐπὶ χρήμασιν, ἀγοράν, οἶμαι, προκηρύττων τοιαύτην· ἴτε, ὦ ἀνόητοι, γοητεύω γὰρ, καὶ οὐδ᾽ ὑπὲρ χρημάτων, ἀλλὰ προῖκα, κερδανεῖτε δὲ ὑμεῖς μὲν τὸ ἀπελθεῖν ἕκαστος ἔχων, ὅτου ἐρᾷ, ἐγὼ δὲ κινδύνους καὶ γραφάς. ἀλλ᾽ ἵνα μὴ ἐς ἀνοήτους ἴωμεν λόγους, ἐρώμεθα τὸν κατήγορον, ὑπὲρ ὅτου χρὴ λέγειν πρώτου. καίτοι τί χρὴ ἐρωτᾶν; διῆλθε γὰρ ὑπὲρ τῆς στολῆς τὰς ἀρχὰς τοῦ λόγου, καί, νὴ Δί᾽, ὧν σιτοῦμαί τε καὶ οὐ σιτοῦμαι. ἀπολογοῦ δὴ ὑπὲρ τούτων, θεῖε Πυθαγόρα, κρινόμεθα γὰρ ὑπὲρ ὧν σὺ μὲν εὗρες, ἐγὼ δὲ ἐπαινῶ. ἀνθρώποις ἡ γῆ φύει, βασιλεῦ, πάντα, καὶ σπονδὰς ἄγειν πρὸς τὰ ζῷα βουλομένοις δεῖ οὐδενός, τὰ μὲν γὰρ δρέπονται αὐτῆς, τὰ δ᾽ ἀροῦνται κουροτροφούσης, ὡς ταῖς ὥραις ἔοικεν, οἱ δ᾽ ὥσπερ ἀνήκοοι τῆς γῆς μάχαιραν ἐπ᾽ αὐτὰ ἔθηξαν ὑπὲρ ἐσθῆτός τε καὶ βρώσεως. Ἰνδοὶ τοίνυν Βραχμᾶνες αὐτοί τε οὐκ ἐπῄνουν ταῦτα καὶ τοὺς Γυμνοὺς Αἰγυπτίων ἐδίδασκον μὴ ἐπαινεῖν αὐτά· ἔνθεν Πυθαγόρας ἑλών, Ἑλλήνων δὲ πρῶτος ἐπέμιξεν Αἰγυπτίοις, τὰ μὲν ἔμψυχα τῇ γῇ ἀνῆκεν, ἃ δ᾽ αὐτὴ φύει, ἀκήρατα εἶναι φάσκων ἐσιτεῖτο, ἐπιτήδεια γὰρ σῶμα καὶ νοῦν τρέφειν, ἐσθῆτά τε, ἣν ἀπὸ θνησειδίων οἱ πολλοὶ φοροῦσιν, οὐ καθαρὰν εἶναι φήσας λίνον ἠμπίσχετο καὶ τὸ ὑπόδημα κατὰ τὸν αὐτὸν λόγον βύβλου ἐπλέξατο, ἀπέλαυσέ τε τοῦ καθαρὸς εἶναι πολλὰ μέν, πρῶτον δὲ τὸ τῆς ἑαυτοῦ ψυχῆς αἰσθέσθαι· γενόμενος γὰρ κατὰ τοὺς χρόνους, οὓς ὑπὲρ τῆς Ἑλένης ἡ Τροία ἐμάχετο, καὶ τῶν τοῦ Πάνθου παίδων κάλλιστος ὢν καὶ κάλλιστα ἐσταλμένος ἀπέθανε μὲν οὕτω νέος, ὡς καὶ Ὁμήρῳ παρασχεῖν θρῆνον, παρελθὼν δ᾽ ἐς πλείω σώματα κατὰ τὸν Ἀδραστείας θεσμόν, ὃν ψυχὴ ἐναλλάττει, πάλιν ἐπανῆλθεν ἐς ἀνθρώπου εἶδος καὶ Μνησαρχίδῃ ἐτέχθη τῷ Σαμίῳ σοφὸς ἐκ βαρβάρου καὶ Ἴων ἐκ Τρωὸς καὶ οὕτω τι ἀθάνατος, ὡς μηδ᾽ ὅτι Εὔφορβος ἦν ἐκλελῆσθαι. τὸν μὲν δὴ πρόγονον τῆς ἐμαυτοῦ σοφίας εἴρηκα καὶ τὸ μὴ αὐτὸς εὑρών, κληρονομήσας δὲ ἑτέρου ταῦτ᾽ ἔχειν. κἀγὼ μὲν οὐ κρίνω τοὺς τρυφῶντας ὑπὲρ τοῦ φοινικίου ὄρνιθος, οὐδ᾽ ὑπὲρ τοῦ ἐκ Φάσιδος ἢ Παιόνων, οὓς πιαίνουσιν ἐς τὰς αὑτῶν δαῖτας οἱ τῇ γαστρὶ χαριζόμενοι πάντα, οὐδ᾽ ἐγραψάμην πω οὐδένα ὑπὲρ τῶν ἰχθύων, οὓς ὠνοῦνται πλείονος ἢ τοὺς κοππατίας ποτὲ οἱ λαμπροί, οὐδ᾽ ἁλουργίδος ἐβάσκηνα οὐδενί, οὐδὲ Παμφύλου τινὸς ἢ μαλακῆς ἐσθῆτος, ἀσφοδέλου δέ, ὦ θεοί, καὶ τραγημάτων καὶ καθαρᾶς ὀψοφαγίας γραφὴν φεύγω, καὶ οὐδὲ ἡ ἐσθὴς ἄσυλος, ἀλλὰ κἀκείνην λωποδυτεῖ με ὁ κατήγορος ὡς πολλοῦ ἀξίαν τοῖς γόησι. καίτοι ἀφελόντι τὸν ὑπὲρ ἐμψύχων τε καὶ ἀψύχων λόγον, δι᾽ ὧν καθαρός τις ἢ μὴ δοκεῖ, τί βελτίων ἡ ὀθόνη τοῦ ἐρίου; τὸ μέν γε πρᾳοτάτου ζῴου ἐπέχθη καὶ σπουδαζομένου θεοῖς, οἳ μὴ ἀπαξιοῦσι τὸ ποιμαίνειν καί, νὴ Δί᾽, ἠξίωσάν ποτε αὐτὸ καὶ χρυσοῦ εἴδους ἢ θεοὶ ἢ λόγοι. λίνον δὲ σπείρεται μέν, ὡς ἔτυχε, χρυσοῦ δὲ οὐδεὶς ἐπ᾽ αὐτῷ λόγος, ἀλλ᾽ ὅμως, ἐπειδὴ μὴ ἀπ᾽ ἐμψύχου ἐδρέφθη, καθαρὸν μὲν Ἰνδοῖς δοκεῖ, καθαρὸν δὲ Αἰγυπτίοις, ἐμοὶ δὲ καὶ Πυθαγόρᾳ διὰ τοῦτο σχῆμα γέγονε διαλεγομένοις εὐχομένοις θύουσι. καθαρὸν δὲ καὶ τὸ ἐννυχεύειν ὑπ᾽ αὐτῷ, καὶ γὰρ τὰ ὀνείρατα τοῖς, ὡς ἐγώ, διαιτωμένοις ἐτυμωτέρας τὰς αὑτῶν φήμας ἄγει. ἀπολογώμεθα καὶ ὑπὲρ τῆς οὔσης ποτὲ ἡμῖν κόμης, ἐπειδή τις γραφὴ καὶ αὐχμοῦ εὕρηται, κρινέτω δὲ μὴ ὁ Αἰγύπτιος, ἀλλὰ τὰ ξανθὰ καὶ διεκτενισμένα μειράκια, τοὺς ἐραστὰς ἐξαψάμενα καὶ τὰς ἑταίρας, ἐφ᾽ ἃς κωμάζει, καὶ ἑαυτὰ μὲν εὐδαίμονα ἡγείσθω καὶ ζηλωτὰ τῆς κόμης καὶ τοῦ λειβομένου ἀπ᾽ αὐτῆς μύρου, ἐμὲ δὲ ἀναφροδισίαν πᾶσαν καὶ ἐραστὴν τοῦ μὴ ἐρᾶν. εἰρήσεται γὰρ πρὸς αὐτά· ὦ κακοδαίμονες, μὴ συκοφαντεῖτε τὸ Δωριέων εὕρεμα, τὸ γὰρ κομᾶν ἐκ Λακεδαιμονίων ἥκει κατὰ ῾τοὺσ᾽ χρόνους ἐπιτηδευθὲν αὐτοῖς, ἐς οὓς μαχιμώτατα αὑτῶν εἶχον, καὶ βασιλεὺς τῆς Σπάρτης Λεωνίδας ἐγένετο κομῶν ὑπὲρ ἀνδρείας καὶ τοῦ σεμνὸς μὲν φίλοις, φοβερὸς δὲ ἐχθροῖς φαίνεσθαι· ταῦτά τοι καὶ ἡ Σπάρτη ἐπ᾽ αὐτῷ κομᾷ μεῖον οὐδὲν ἢ ἐπὶ Λυκούργῳ τε καὶ Ἰφίτῳ. σοφοῦ δὲ ἀνδρὸς κόμης φειδέσθω σίδηρος, οὐ γὰρ θεμιτὸν ἐπάγειν αὐτόν, οὗ πᾶσαι μὲν αἰσθητηρίων πηγαί, πᾶσαι δ᾽ ὀμφαί, ὅθεν εὐχαί τε ἀναφαίνονται καὶ σοφίας ἑρμηνεὺς λόγος. Ἐμπεδοκλῆς μὲν γὰρ καὶ στρόφιον τῶν ἁλουργοτάτων περὶ αὐτὴν ἁρμόσας ἐσόβει περὶ τὰς τῶν Ἑλλήνων ἀγυιὰς ὕμνους ξυντιθείς, ὡς θεὸς ἐξ ἀνθρώπου ἔσοιτο, ἐγὼ δὲ ἠμελημένῃ κόμῃ χρώμενος καὶ οὔπω τοιῶνδε ὕμνων ἐπ᾽ αὐτῇ δεηθεὶς ἐς γραφὰς ἄγομαι καὶ δικαστήρια. καὶ τί φῶ τὸν Ἐμπεδοκλέα; πότερ᾽ ἑαυτὸν ἢ τὴν τῶν ἐπ᾽ αὐτοῦ ἀνθρώπων εὐδαιμονίαν ᾄδειν, παρ᾽ οἷς οὐκ ἐσυκοφαντεῖτο ταῦτα; μὴ πλείω διαλεγώμεθα ὑπὲρ τῆς κόμης, ἐτμήθη γὰρ καὶ προὔλαβε τὴν κατηγορίαν ὁ φθόνος, δι᾽ ὃν ὑπὲρ τῆς ἑτέρας αἰτίας χρὴ ἀπολογεῖσθαι χαλεπῆς οὔσης, καὶ οἵας, ὦ βασιλεῦ, μὴ σοὶ μόνον, ἀλλὰ καὶ τῷ Διὶ παρασχεῖν φόβον· φησὶ γὰρ τοὺς ἀνθρώπους θεὸν ἡγεῖσθαί με καὶ δημοσίᾳ τοῦτ᾽ ἐκφέρειν ἐμβεβροντημένους ὑπ᾽ ἐμοῦ· καίτοι καὶ πρὸ τῆς αἰτίας ἐκεῖνα διδάσκειν ἔδει, τί διαλεχθεὶς ἐγώ, τί δ᾽ οὕτω θαυμάσιον εἰπὼν ἢ πράξας ὑπηγαγόμην τοὺς ἀνθρώπους προσεύχεσθαί μοι, οὔτε γάρ, ἐς ὅ τι ἢ ἐξ ὅτου μετέβαλον ἢ μεταβαλεῖ μοι ἡ ψυχή, διελέχθην ἐν Ἕλλησι, καίτοι γιγνώσκων, οὔτε δόξας περὶ ἐμαυτοῦ τοιαύτας ἀπέστειλα, οὔτ᾽ ἐς λόγια καὶ χρησμῶν ᾠδὰς ἐξῆλθον, οἷα τῶν θεοκλυτούντων φορά, οὐδ᾽ οἶδα πόλιν οὐδεμίαν, ἐν ᾗ ἔδοξε ξυνιόντας Ἀπολλωνίῳ θύειν. καίτοι πολλοῦ ἄξιος ἑκάστοις ἐγενόμην, ὁπόσα ἐδέοντό μου, ἐδέοντο δὲ τοιαῦτα· μὴ νοσεῖν οἱ νοσοῦντες, ὁσιώτεροι μύειν ὁσιώτεροι θύειν ὕβριν ἐκτετμῆσθαι νόμους ἐρρῶσθαι. μισθὸς δ᾽ ἐμοὶ μὲν τούτων ὑπῆρχε τὸ βελτίους αὐτοὺς αὑτῶν φαίνεσθαι, σοὶ δὲ ἐχαριζόμην ταῦτα· ὥσπερ γὰρ οἱ τῶν βοῶν ἐπιστάται τὸ μὴ ἀτακτεῖν αὐτὰς χαρίζονται τοῖς κεκτημένοις τὰς βοῦς καὶ οἱ τῶν ποιμνίων ἐπιμεληταὶ πιαίνουσιν αὐτὰ ἐς τὸ τῶν πεπαμένων κέρδος νόσους τε ἀφαιροῦσι μελιττῶν οἱ νομεῖς αὐτῶν, ὡς μὴ ἀπόλοιτο τῷ δεσπότῃ τὸ σμῆνος, οὕτω που καὶ ἐγὼ τὰ πολιτικὰ παύων ἐλαττώματα σοὶ διωρθούμην τὰς πόλεις, ὥστ᾽ εἰ καὶ θεὸν ἡγοῦντό με, σοὶ κέρδος ἡ ἀπάτη εἶχε, ξὺν προθυμίᾳ γάρ που ἠκροῶντό μου, δεδιότες πράττειν, ἃ μὴ δοκεῖ θεῷ. ἀλλ᾽ οὐχὶ τοῦτο ᾤοντο, ὅτι δ᾽ ἐστί τις ἀνθρώπῳ πρὸς θεὸν ξυγγένεια, δι᾽ ἣν μόνον ζῴων θεοὺς οἶδε, φιλοσοφεῖ δὲ καὶ ὑπὲρ τῆς ἑαυτοῦ φύσεως καὶ ὅπη μετέχει τοῦ θείου. φησὶ μὲν οὖν καὶ τὸ εἶδος αὐτὸ θεῷ ἐοικέναι, ὡς ἀγαλματοποιία ἑρμηνεύει καὶ χρώματα, τάς τε ἀρετὰς θεόθεν ἥκειν ἐπ᾽ αὐτὸν πέπεισται καὶ τοὺς μετέχοντας αὐτῶν ἀγχιθέους τε εἶναι καὶ θείους. διδασκάλους δὲ τῆς διανοίας ταύτης μὴ Ἀθηναίους καλῶμεν, ἐπειδὴ τοὺς δικαίους καὶ τοὺς Ὀλυμπίους καὶ τὰς τοιάσδε ἐπωνυμίας πρῶτοι ἔθεντο, θειοτέρας, ὡς τὸ εἰκός, οὔσας ἢ ἐπ᾽ ἀνθρώπῳ κεῖσθαι, ἀλλὰ τὸν Ἀπόλλω τὸν ἐν τῇ Πυθοῖ· ἀφίκετο μὲν γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ Λυκοῦργος ὁ ἐκ τῆς Σπάρτης ἄρτι γεγραμμένων αὐτῷ τῶν νόμων, οἷς ἡ Λακεδαίμων τέτακται, προσειπὼν δ᾽ αὐτὸν ὁ Ἀπόλλων βασανίζει τὴν περὶ αὐτοῦ δόξαν, ἐν ἀρχῇ τοῦ χρησμοῦ φάσκων ἀπορεῖν, πότερα χρὴ θεὸν ἢ ἄνθρωπον καλεῖν, προϊὼν δὲ ἀποφαίνεται καὶ ψηφίζεται τὴν ἐπωνυμίαν ταύτην, ὡς ἀνδρὶ ἀγαθῷ. καὶ οὐδεὶς ἐπὶ τὸν Λυκοῦργον ἀγὼν ῾ἧκεν᾽ ἢ κίνδυνος ἐκ τούτων παρὰ Λακεδαιμονίοις, ὡς ἀθανατίζοντα, ἐπεὶ μὴ ἐπέπληξε τῷ Πυθίῳ προσρηθεὶς τούτοις, ἀλλὰ ξυνετίθεντο τῷ μαντείῳ, πεπεισμένοι δήπου καὶ πρὸ τοῦ χρησμοῦ ταῦτα. τὰ δὲ Ἰνδῶν καὶ Αἰγυπτίων ταῦτα· Ἰνδοὺς Αἰγύπτιοι τὰ μὲν ἄλλα συκοφαντοῦσι καὶ διαβάλλουσιν αὐτῶν τὰς ἐπὶ τοῖς πράγμασι δόξας, τὸν δὲ λόγον, ὃς ἐς τὸν δημιουργὸν τῶν ὅλων εἴρηται, οὕτω τι ἐπαινοῦσιν, ὡς καὶ ἑτέρους διδάξασθαι Ἰνδῶν ὄντα. ὁ λόγος δὲ τῆς μὲν τῶν ὅλων γενέσεώς τε καὶ οὐσίας θεὸν δημιουργὸν οἶδε, τοῦ δὲ ἐνθυμηθῆναι ταῦτα αἴτιον τὸ ἀγαθὸν εἶναι αὐτόν· ἐπεὶ τοίνυν ξυγγενῆ ταῦτα, ἔχομαι τοῦ λόγου καὶ φημὶ τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων θεοῦ τι ἔχειν. κόσμος δὲ ὁ μὲν ἐπὶ θεῷ δημιουργῷ κείμενος τὰ ἐν οὐρανῷ νομιζέσθω καὶ τὰ ἐν θαλάττῃ καὶ γῇ πάντα, ὧν μετουσία ἴση ἀνθρώποις, πλὴν τύχης. ἔστι δέ τις καὶ ἐπ᾽ ἀνδρὶ ἀγαθῷ κόσμος οὐχ ὑπερβάλλων τὰ σοφίας μέτρα, ὅν που καὶ αὐτός, ὦ βασιλεῦ, φήσεις ἀνδρὸς δεῖσθαι θεῷ εἰκασμένου· καὶ τί τὸ σχῆμα τοῦ κόσμου τοῦδε; αἱ ψυχαὶ ἀτακτοῦσαι μανικώτερον ἅπτονται παντὸς σχήματος, καὶ ἕωλοι μὲν αὐταῖς νόμοι, σωφροσύνη δ᾽ οὐδαμοῦ, θεῶν δὲ τιμαὶ ἄτιμοι, λαλιᾶς δ᾽ ἐρῶσι καὶ τρυφῆς, ἐξ ὧν ἀργία φύεται πονηρὰ ξύμβουλος ἔργου παντός. αἱ δὲ μεθύουσαι ψυχαὶ πηδῶσι μὲν ἐπὶ πολλά, τὸ δὲ σκίρτημα τοῦτο ἴσχει οὐδέν, οὐδ᾽ εἰ πάντα πίνοιεν, ὁπόσα, ὥσπερ ὁ μανδραγόρας, ὑπνηλὰ ἐνομίσθη. ἀλλὰ δεῖ ἀνδρός, ὃς ἐπιμελήσεται τοῦ περὶ αὐτὰς κόσμου, θεὸς ὑπὸ σοφίας ἥκων. οὑτοσὶ γὰρ ἀπόχρη αὐτὰς ἐρώτων τε ἀπάγειν, ἐφ᾽ οὓς ἀγριώτερον τῆς ξυνήθους ὁμιλίας ἐκφέρονται, καὶ φιλοχρηματίας, δι᾽ ἣν οὔπω πᾶν ἔχειν φασίν, ἐπεὶ μὴ καὶ τὸ στόμα ὑπέχουσιν ἐπιρρέοντι τῷ πλούτῳ. φόνων γὰρ ἀνασχεῖν μὲν αὐτὰς μὴ προσάπτεσθαι οὐκ ἀδύνατον ἴσως ἀνδρὶ τοιούτῳ, ἀπονῖψαι δὲ οὔτε ἐμοὶ δυνατὸν οὔτε τῷ πάντων δημιουργῷ θεῷ· ἔστω, βασιλεῦ, κατηγορία καὶ ὑπὲρ τῆς Ἐφέσου, ἐπειδὴ ἐσώθη, καὶ κρινέτω με ὁ Αἰγύπτιος, ὡς ἔστι πρόσφορον τῇ γραφῇ. ἔστι γὰρ δήπου ἡ κατηγορία τοιαύτη· περὶ Σκύθας ἢ Κελτούς, οἳ ποταμὸν Ἴστρον ἢ Ῥῆνον οἰκοῦσι, πόλις ᾤκισται μείων οὐδὲν Ἐφέσου τῆς ἐν Ἰωνίᾳ· ταύτην ὁρμητήριον βαρβάρων οὖσαν, οἳ μὴ ἀκροῶνταί σου, λοιμὸς μέν τις ἀπολεῖν ἔμελλεν, Ἀπολλώνιος δὲ ἰάσατο. ἔστι μὲν γάρ τις καὶ πρὸς ταῦτα ἀπολογία σοφῷ ἀνδρί, ἢν ὁ βασιλεὺς τὸ ἀντίξοον ὅπλοις, ἀλλὰ μὴ νόσοις αἱρεῖν βούληται, μὴ γὰρ ἐξαλειφθείη πόλις μηδεμία, μήτε σοί, βασιλεῦ, μήτε ἐμοί, μήτε ἴδοιμι πρὸς ἱεροῖς νόσον, δι᾽ ἣν οἱ νοσοῦντες ἐν αὐτοῖς κείσονται. ἀλλὰ μὴ ἔστω ἐν σπουδῇ τὰ βαρβάρων, μηδὲ τάττωμεν αὐτοὺς ἐς τὸ ὑγιαῖνον πολεμιωτάτους ὄντας καὶ οὐκ ἐνσπόνδους τῷ περὶ ἡμᾶς γένει. τὴν δὲ Ἔφεσον τίς ἀφαιρήσεται τὸ σώζεσθαι βεβλημένην μὲν τὰς ἀρχὰς τοῦ γένους ἐκ τῆς καθαρωτάτης Ἀτθίδος, ἐπιδεδωκυῖαν δὲ παρὰ πάσας, ὁπόσαι Ἰωνικαί τε καὶ Λύδιοι, προβεβηκυῖαν δὲ ἐπὶ τὴν θάλατταν διὰ τὸ ὑπερήκειν τῆς γῆς, ἐφ᾽ ἧς ᾠκίσθη, μεστὴν δὲ φροντισμάτων οὖσαν φιλοσόφων τε καὶ ῥητορικῶν, ὑφ᾽ ὧν ἡ πόλις οὐχ ἵππῳ, μυριάσι δὲ ἀνθρώπων ἰσχύει, σοφίαν ἐπαινοῦσα; τίς δ᾽ ἂν σοφὸς ἐκλιπεῖν σοι δοκεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευθερώσαντα λοιμοῦ ποτε Ἀβδηρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέγεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας, ἀκηκοὼς δὲ τὰ Ἐμπεδοκλέους, ὃς νεφέλης ἀνέσχε φορὰν ἐπ᾽ Ἀκραγαντίνους ῥαγείσης; ἐπικόπτει με ὁ κατήγορος· ἀκούεις γάρ που καὶ σύ, ὦ βασιλεῦ, καί φησιν, οὐκ ἐπειδὴ σωτηρίας αἴτιος Ἐφεσίοις ἐγενόμην, γράφεσθαί με, ἀλλ᾽ ἐπειδὴ προεῖπον ἐμπεσεῖσθαί σφισι τὴν νόσον, τουτὶ γὰρ ὑπὲρ σοφίαν εἶναι καὶ τερατῶδες, τῆς δ᾽ ἐπὶ τοσόνδε ἀληθείας οὐκ ἂν ἐφικέσθαι με, εἰ μὴ γόης τε ἦν καὶ ἀπόρρητος. τί οὖν ἐνταῦθα ἐρεῖ Σωκράτης ὑπὲρ ὧν ἔφασκε τοῦ δαιμονίου μανθάνειν; τί δὲ Θαλῆς τε καὶ Ἀναξαγόρας, τὼ Ἴωνε, ὁ μὲν τὴν εὐφορίαν τὴν τῶν ἐλαιῶν, ὁ δὲ πολλὰ τῶν οὐρανίων παθῶν προειπόντε; ἦ γοητεύοντε προειπεῖν ταῦτα; καὶ μὴν καὶ ὑπήχθησαν οὗτοι δικαστηρίοις ἐφ᾽ ἑτέραις αἰτίαις, καὶ οὐδαμοῦ τῶν αἰτιῶν εἴρηται γόητας εἶναι σφᾶς, ἐπειδὴ προγιγνώσκουσι. καταγέλαστον γὰρ τοῦτο ἐδόκει καὶ οὐδ᾽ ἐν Θετταλίᾳ πιθανὸν κατ᾽ ἀνδρῶν λέγεσθαι σοφῶν, οὗ τὰ γύναια κακῶς ἤκουεν ἐπὶ τῇ τῆς σελήνης ἕλξει. πόθεν οὖν τοῦ περὶ τὴν Ἔφεσον πάθους ᾐσθόμην; ἤκουσας μὲν καὶ τοῦ κατηγόρου εἰπόντος, ὅτι μὴ κατὰ τοὺς ἄλλους διαιτῶμαι, κἀμοὶ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ σιτίων, ὡς λεπτὰ καὶ ἡδίω τῆς ἑτέρων συβάριδος, ἐν ἀρχῇ εἴρηται· τοῦτό μοι, ὦ βασιλεῦ, τὰς αἰσθήσεις ἐν αἰθρίᾳ τινὶ ἀπορρήτῳ φυλάττει κοὐκ ἐᾷ θολερὸν περὶ αὐτὰς οὐδὲν εἶναι, διορᾶν τε, ὥσπερ ἐν κατόπτρου αὐγῇ, πάντα γιγνόμενά τε καὶ ἐσόμενα. οὐ γὰρ περιμενεῖ γε ὁ σοφὸς τὴν γῆν ἀναθυμιῶσαν ἢ τὸν ἀέρα διεφθορότα, ἢν τὸ δεινὸν ἄνωθεν ῥέῃ, ἀλλὰ ξυνήσει αὐτῶν καὶ ἐπὶ θύραις ὄντων ὕστερον μὲν ἢ οἱ θεοί, θᾶττον δὲ ἢ οἱ πολλοί, θεοὶ μὲν γὰρ μελλόντων, ἄνθρωποι δὲ γιγνομένων, σοφοὶ δὲ προσιόντων αἰσθάνονται. λοιμῶν δ᾽ αἰτίας ἰδίᾳ, βασιλεῦ, ἐρώτα, σοφώτεραι γὰρ ἢ ἐς τοὺς πολλοὺς λέγεσθαι· ἆρ᾽ οὖν τὸ οὕτως διαιτᾶσθαι λεπτότητα μόνον ἐργάζεται τῶν αἰσθήσεων ἢ ἰσχὺν ἐπὶ τὰ μέγιστά τε καὶ θαυμασιώτατα; θεωρεῖν δ᾽ ἔξεστιν, ὃ λέγω, καὶ ἀπ᾽ ἄλλων μέν, οὐχ ἥκιστα δὲ κἀκ τῶν ἐν Ἐφέσῳ περὶ τὴν νόσον ἐκείνην πραχθέντων· τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον, οὐ παύσας νόσον, ἀλλ᾽ ἐξελών, ὅτῳ δ᾽ εὐξάμενος, δηλοῖ τὸ ἱερόν, ὃ ἐν Ἐφέσῳ ὑπὲρ τούτου ἱδρυσάμην, Ἡρακλέους μὲν γὰρ Ἀποτροπαίου ἐστί, ξυνεργὸν δ᾽ αὐτὸν εἱλόμην, ἐπειδὴ σοφός τε καὶ ἀνδρεῖος ὢν ἐκάθηρέ ποτε λοιμοῦ τὴν Ἦλιν τὰς ἀναθυμιάσεις ἀποκλύσας, ἃς παρεῖχεν ἡ γῆ κατ᾽ Αὐγέαν τυραννεύοντα. τίς ἂν οὖν σοι, βασιλεῦ, δοκεῖ φιλοτιμούμενος γόης φαίνεσθαι θεῷ ἀναθεῖναι, ὃ αὐτὸς εἴργαστο; τίνας δ᾽ ἂν κτήσασθαι θαυμαστὰς τῆς τέχνης θεῷ παρεὶς τὸ θαυμάζεσθαι; τίς δ᾽ ἂν Ἡρακλεῖ εὔξασθαι γόης ὤν; τὰ γὰρ τοιαῦτα οἱ κακοδαίμονες βόθροις ἀνατιθέασι καὶ χθονίοις θεοῖς, ὧν τὸν Ἡρακλέα ἀποτακτέον, καθαρὸς γὰρ καὶ τοῖς ἀνθρώποις εὔνους. ηὐξάμην αὐτῷ καὶ ἐν Πελοποννήσῳ ποτέ, λαμίας γάρ τι φάσμα κἀκεῖ περὶ τὴν Κόρινθον ἤλυε σιτούμενον τῶν νέων τοὺς καλούς, καὶ ξυνήρατό μοι τοῦ ἀγῶνος οὐ θαυμασίων δεηθεὶς δώρων, ἀλλὰ μελιττούτης καὶ λιβανωτοῦ καὶ τοῦ ὑπὲρ σωτηρίας τι ἀνθρώπων ἐργάσασθαι, τουτὶ γὰρ καὶ κατὰ τὸν Εὐρυσθέα μισθὸν τῶν ἄθλων ἡγεῖτο. μὴ ἄχθου, βασιλεῦ, τὰ Ἡρακλέους ἀκούων· ἔμελε γὰρ αὐτοῦ τῇ Ἀθηνᾷ, ἐπειδὴ χρηστὸς καὶ σωτήριος τοῖς ἀνθρώποις. ἀλλ᾽ ἐπεὶ κελεύεις με ὑπὲρ τῆς θυσίας ἀπολογεῖσθαι, τουτὶ γὰρ καὶ τῇ χειρὶ ἐνδείκνυσαι, ἄκουε ἀπολογίας ἀληθοῦς· ἐγὼ γὰρ πάνθ᾽ ὑπὲρ σωτηρίας τῶν ἀνθρώπων πράττων οὔπω ὑπὲρ αὐτῶν ἔθυσα, οὐδ᾽ ἂν θύσαιμι οὐδέν, οὐδ᾽ ἂν θίγοιμι ἱερῶν, ἐν οἷς αἷμα, οὐδ᾽ ἂν εὐξαίμην ἐς μάχαιραν βλέπων ἢ θυσίαν, ἥν φησιν. οὐ Σκύθην με, ὦ βασιλεῦ, ᾕρηκας, οὐδ᾽ ἐκ τῆς ἀμίκτου ποθέν, οὐδ᾽ ἐπέμιξά πω Μασσαγέταις ἢ Ταύροις, ὡς κἀκείνους ἂν τοῦ τῆς θυσίας ἔθους μετέβαλον· ἀνοίας δ᾽ ἂν ποῖ ἤλαυνον, ἵνα πλεῖστα μὲν ὑπὲρ μαντικῆς διαλεγόμενος καὶ ὅπη ἔρρωται ἢ μή, ἄριστα δ᾽ ἀνθρώπων ᾐσθημένος, ὅτι τὰς αὑτῶν βουλὰς οἱ θεοὶ τοῖς ὁσίοις τε καὶ σοφοῖς ἀνδράσι καὶ μὴ μαντευομένοις φαίνουσι, μιαιφονίας ἅπτωμαι καὶ σπλάγχνων ἀθύτων ἐμοὶ καὶ ἀκαλλιερήτων; ἐφ᾽ οἷς ἀπέλιπεν ἄν με καὶ ἡ τοῦ δαιμονίου ὀμφὴ μὴ καθαρὸν ὄντα. καὶ μὴν εἴ τις ἀφελὼν τὸ τῆς θυσίας μύσος ἐξετάζοι τὸν κατήγορον πρὸς ἃ μικρῷ πρόσθεν εἴρηκεν, ἀπαλλάττει με τῆς αἰτίας αὐτός, ὃν γάρ φησι προειπεῖν Ἐφεσίοις τὴν νόσον θυσίας οὐδεμιᾶς δεηθέντα, τί σφαγίων ἐδεήθην ἂν ἐφ᾽ ἃ καὶ μὴ θυσαμένῳ παρῆν εἰδέναι; μαντικῆς δὲ τί ἐδεόμην ὑπὲρ ὧν αὐτός τε ἐπεπείσμην καὶ ἕτερος; εἰ γὰρ ὑπὲρ Νερούα καὶ τῶν ἀμφ᾽ αὐτὸν κρίνομαι, λέξω πάλιν, ἃ καὶ πρώην εἶπον, ἡνίκα ᾐτιῶ ταῦτα· Νερούαν γὰρ ἄξιον μὲν ἀρχῆς ἡγοῦμαι πάσης καὶ λόγου παντὸς ἐπ᾽ εὐφημίαν ἥκοντος, ἀγωνιστὴν δὲ φροντίδων οὐ χρηστόν, καταλέλυται γὰρ τὸ σῶμα ὑπὸ τῆς νόσου, δι᾽ ἣν καὶ ἡ γνώμη μεστὴ ἄσης καὶ οὐδὲ τὰ οἴκοι ἱκανή· σὲ γοῦν ἐπαινεῖ μὲν σώματος, ἐπαινεῖ δὲ γνώμης, εἰκὸς μὲν οἶμαί τι πράττων, προθυμοτέρα γὰρ ὄντως ἡ ἀνθρωπεία φύσις ἐπαινεῖν, ἃ μὴ αὐτὴ ἔρρωται. πέπονθε δέ τι καὶ πρὸς ἐμὲ χρηστὸν Νερούας, καὶ οὔτε γελάσαντά πω αὐτὸν ἐπ᾽ ἐμοῦ οἶδα οὔτε εὐηθισάμενόν τι τῶν εἰωθότων ἐν φίλοις, ἀλλ᾽ ὥσπερ τὰ μειράκια πρὸς τοὺς πατέρας τε καὶ διδασκάλους τοὺς αὑτῶν, εὐλαβῶς μὲν φθέγγεται τὸ ἐπ᾽ ἐμοῦ πᾶν, ἐρυθριᾷ δὲ ἔτι, εἰδὼς δὲ τὸ ἐπιεικὲς ἐπαινοῦντά με οὕτω τι ἄγαν ἐπιτηδεύει αὐτό, ὡς κἀμοὶ ταπεινότερος τοῦ μετρίου φαίνεσθαι. πῶς οὖν πιθανὸν ἡγήσαιτο ἄν τις ἀρχῆς ἐπιθυμῆσαι Νερούαν ἀγαπῶντα, εἰ τῆς ἑαυτοῦ οἰκίας ἄρξοι, ἢ ὑπὲρ μεγάλων διαλέγεσθαί μοι τὸν μηδ᾽ ὑπὲρ μικρῶν τεθαρρηκότα, ἢ ξυνάπτειν ἐμοὶ γνώμην ὑπὲρ ὧν μηδὲ πρὸς ἄλλον, εἰ τοὐμὸν ἐνεθυμήθη, ξυνῆψεν; ἢ πῶς ἔτ᾽ ἐγὼ σοφὸς γνώμην ἑρμηνεύειν ἀνδρὸς μαντικῇ μὲν πιστεύων, ἀπιστῶν δὲ σοφίᾳ; τὸν δὲ Ὄρφιτον καὶ τὸν Ῥοῦφον, τοὺς δικαίους μὲν καὶ σώφρονας, νωθροὺς δὲ ἄνδρας, ὡς εὖ οἶδα, εἰ μὲν ὡς τυραννησείοντας διαβεβλῆσθαί φασιν, οὐκ οἶδ᾽ εἴτε τούτων πλέον διαμαρτάνουσιν, εἴτε Νερούα, εἰ δ᾽ ὡς ξυμβούλω γεγονότε, πιθανώτερος ἀρχῇ ἐπιθέσθαι Νερούας, ἢ οἵδε ξυμβουλεῦσαι; ἀλλὰ μὴν τόν γε ὑπὲρ τούτων κρίνοντα κἀκεῖνα εἰκὸς ἦν ἐνθυμεῖσθαι, τί ἐβούλετό μοι τὸ ξυλλαμβάνειν τοῖς ἐπὶ νεώτερα ἥκουσι· χρήματα μὲν γὰρ οὔ φησι παρ᾽ αὐτῶν γεγενῆσθαί μοι, οὐδὲ δώροις ἐπαρθέντα με ταῦτα εἰργάσθαι· σκεψώμεθα δέ, μὴ μεγάλων δεόμενος ἀνεβαλόμην τὰς παρ᾽ αὐτῶν εὐεργεσίας ἐς ὃν ᾤοντο ἄρξειν χρόνον, ἐν ᾧ μεγάλα μὲν ἂν αἰτεῖν ὑπῆρξε, μειζόνων δ᾽ ἀξιοῦσθαι· πῶς οὖν ταῦτα ἔσται δῆλα; ἐνθυμήθητι, βασιλεῦ, σεαυτὸν καὶ τοὺς ἔτι πρὸ σοῦ ἄρχοντας, ἀδελφὸν δήπου τὸν σεαυτοῦ καὶ πατέρα Νέρωνά τε, ἐφ᾽ ὧν ἦρξαν, κατὰ τούτους γὰρ μάλιστα τοὺς βασιλέας βεβίωταί μοι ἐς τὸ φανερόν, τὸν ἄλλον χρόνον Ἰνδοῖς φοιτῶντι. τούτων δὴ τῶν ὀκτὼ καὶ τριάκοντα ἐτῶν, τοσοῦτον γὰρ τὸ ἐς σὲ μῆκος, οὔτε ἐπὶ θύρας βασιλείους ἐφοίτησα πλὴν ἐν Αἰγύπτῳ τοῦ σοῦ πατρός, ἐπεὶ μήτε βασιλεύς πω ἐτύγχανεν ὢν ὡμολόγει τε δι᾽ ἐμὲ ἥκειν, οὔτε ἀνελεύθερόν τι διελέχθην βασιλεῦσιν ἢ ὑπὲρ βασιλέων δήμοις οὔτ᾽ ἐπιστολαῖς ἐλαμπρυνάμην ἢ γραφόντων ἐμοὶ βασιλέων ἢ αὐτὸς ἐνδεικνύμενος γράφειν, οὔθ᾽ ὑπὲρ δωρεῶν κολακεύων βασιλέας ἐμαυτοῦ ἀπηνέχθην. εἰ γοῦν ἔροιό με πλουσίους ἐνθυμηθεὶς καὶ πένητας, ποτέρου τῶν ἐθνῶν τούτων ἐμαυτὸν γράφω, τῶν πλουσιωτάτων φήσω, τὸ γὰρ δεῖσθαι μηδενὸς ἐμοὶ Λυδία καὶ τὸ Πακτωλοῦ πᾶν. πῶς οὖν ἢ τὰς παρὰ τῶν οὔπω βασιλέων δωρεὰς ἀνεβαλλόμην ἐς ὃν ἄρξειν αὐτοὺς ᾤμην χρόνον ὁ μηδὲ τὰς παρ᾽ ὑμῶν ἑλόμενος, οἷς βέβαιον ἡγούμην τὸ ἄρχειν, ἢ βασιλειῶν μεταβολὰς ἐπενόουν μηδὲ ταῖς καθεστηκυίαις ἐς τὸ τιμᾶσθαι χρώμενος; καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατούς, δηλοῖ τὰ Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δ᾽ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρὶ προέμενός ποτε ἐπιτειχίζει τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις, τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ᾽ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ὧν ἑρμηνεύω, τῆς δὲ λοιπῆς ἀπολογίας ἀκροῶ· τίς οὖν αὕτη καὶ ὑπὲρ τίνων; ᾔδετό τις, ὦ βασιλεῦ, παιδὸς Ἀρκάδος ἐν τῇ κατηγορίᾳ θρῆνος, τετμῆσθαι μὲν αὐτὸν ὑπ᾽ ἐμοῦ νύκτωρ, εἰ δ᾽ ὄναρ φησίν, οὔπω οἶδα, εἶναι δὲ πατέρων τε ἀγαθῶν ὁ παῖς οὗτος καὶ τὸ εἶδος οἷοι Ἀρκάδων οἱ ἐν αὐχμῷ καλοί. τοῦτόν φασιν ἱκετεύοντά τε καὶ ὀλοφυρόμενον ἀπεσφάχθαι κἀμὲ τὰς χεῖρας ἐς τὸ τοῦ παιδὸς αἷμα βάψαντα θεοῖς ὑπὲρ ἀληθείας εὔχεσθαι. μέχρι τούτων ἐμὲ κρίνουσιν, ὁ δὲ ἐφεξῆς λόγος τῶν θεῶν ἅπτεται, φασὶ γὰρ τοὺς θεοὺς ἀκοῦσαι μὲν ὧδέ μου εὐξαμένου, δοῦναι δὲ ἱερὰ εὔσημα καὶ μὴ ἀποκτεῖναι ἀσεβοῦντα. τὴν μὲν οὖν ἀκρόασιν, ὡς οὐ καθαρά, τί ἄν, ὦ βασιλεῦ, λέγοιμι; ἀλλ᾽ ὑπὲρ ὧν γέ μοι ἀπολογητέα, τίς ὁ Ἀρκὰς οὗτος; εἰ γὰρ μὴ ἀνώνυμος τὰ πατέρων, μηδ᾽ ἀνδραποδώδης τὸ εἶδος, ὥρα σοι ἐρωτᾶν, τί μὲν ὄνομα τοῖς γειναμένοις αὐτόν, τίνος δὲ οἰκίας οὗτος, τίς δ᾽ ἐθρέψατο αὐτὸν ἐν Ἀρκαδίᾳ πόλις, τίνων δὲ βωμῶν ἀπαχθεὶς ἐνταῦθα ἐθύετο. οὐ λέγει ταῦτα καίτοι δεινὸς ὢν μὴ ἀληθεύειν. οὐκοῦν ὑπὲρ ἀνδραπόδου κρίνει με. ᾧ γὰρ μήτ᾽ αὐτῷ ὄνομα μήθ᾽ ὧν ἔφυ·, μὴ πόλις μὴ κλῆρός ἐστιν, οὐχί, ὦ θεοί, τοῦτον ἐν ἀνδραπόδοις χρὴ τάττειν; ἀνώνυμα γὰρ πάντα. τίς οὖν ὁ κάπηλος τοῦ ἀνδραπόδου; τίς ὁ πριάμενος αὐτὸ ἐξ Ἀρκάδων; εἰ γὰρ τὸ γένος τούτων ἐπιτήδειον τῇ σφαττούσῃ μαντικῇ, πολλῶν μὲν χρημάτων εἰκὸς ἐωνῆσθαι τὸν παῖδα, πεπλευκέναι δέ τινα ἐς Πελοπόννησον, ἵν᾽ ἐνθένδε ἡμῖν ἀναχθείη ὁ Ἀρκάς, ἀνδράποδα μὲν γὰρ Ποντικὰ ἢ Λύδια ἢ ἐκ Φρυγῶν πρίαιτ᾽ ἂν κἀνταῦθά τις, ὧν γε καὶ ἀγέλαις ἐντυχεῖν ἐστιν ἅμα φοιτώσαις δεῦρο, ταυτὶ γὰρ τὰ ἔθνη καὶ ὁπόσα βαρβάρων, πάντα τὸν χρόνον ἑτέρων ἀκροώμενοι οὔπω τὸ δουλεύειν αἰσχρὸν ἡγοῦνται· Φρυξὶ γοῦν ἐπιχώριον καὶ ἀποδίδοσθαι τοὺς αὑτῶν καὶ ἀνδραποδισθέντων μὴ ἐπιστρέφεσθαι, Ἕλληνες δὲ ἐλευθερίας ἐρασταὶ ἔτι καὶ οὐδὲ δοῦλον ἀνὴρ Ἕλλην πέρα ὅρων ἀποδώσεται, ὅθεν οὐδὲ ἀνδραποδισταῖς οὔτε ἀνδραπόδων καπήλοις ἐς αὐτοὺς παριτητέα, ἐς δὲ Ἀρκαδίαν καὶ μᾶλλον, πρὸς γὰρ τῷ παρὰ πάντας ἐλευθεριάζειν Ἕλληνας δέονται καὶ ὄχλου δούλων. ἔστι δὲ πολυλήιος ῾καὶ ποώδησ᾽ ἡ Ἀρκαδία καὶ ὑλώδης οὐ τὰ μετέωρα μόνον, ἀλλὰ καὶ τὰ ἐν ποσὶ πάντα. δεῖ δὴ αὐτοῖς πολλῶν μὲν γεωργῶν, πολλῶν δὲ αἰπόλων συφορβῶν τε καὶ ποιμένων καὶ βουκόλων τῶν μὲν ἐπὶ βουσί, τῶν δ᾽ ἐφ᾽ ἵπποις, δρυτόμων τε δεῖται πολλῶν ἡ χώρα καὶ τοῦτο ἐκ παίδων γυμνάζονται. εἰ δὲ καὶ μὴ τοιάδε ἦν τὰ τῶν Ἀρκάδων, ἀλλ᾽ εἶχον, ὥσπερ ἕτεροι, προσαποδίδοσθαι τοὺς αὑτῶν δούλους, τί τῇ θρυλουμένῃ σοφίᾳ ξυνεβάλλετο τὸ ἐξ Ἀρκαδίας εἶναι τὸν σφαττόμενον; οὐδὲ γὰρ σοφώτατοι τῶν Ἑλλήνων Ἀρκάδες, ἵν᾽ ἑτέρου τι ἀνθρώπου πλέον περὶ τὰ λογικὰ τῶν σπλάγχνων φαίνωσιν, ἀλλὰ ἀγροικότατοι ἀνθρώπων εἰσὶ καὶ συώδεις τά τε ἄλλα καὶ τὸ γαστρίζεθαι τῶν δρυῶν. ῥητορικώτερον ἴσως ἀπολελόγημαι τοὐμοῦ τρόπου, τὰ τῶν Ἀρκάδων ἀφερμηνεύων ἤθη καὶ παριὼν ἐς Πελοπόννησον τῷ λόγῳ. ἡ γὰρ ἐμοὶ προσήκουσα ἀπολογία τίς; οὐκ ἔθυσα οὐ θύω οὐ θιγγάνω αἵματος, οὐδ᾽ εἰ βώμιον αὐτὸ εἴη, Πυθαγόρας τε γὰρ ὧδε ἐγίγνωσκεν οἵ τε ἀπ᾽ αὐτοῦ παραπλησίως, καὶ κατ᾽ Αἴγυπτον δὲ οἱ Γυμνοὶ καὶ Ἰνδῶν οἱ σοφοί, παρ᾽ ὧν καὶ τοῖς ἀμφὶ Πυθαγόραν αἱ τῆς σοφίας ἀρχαὶ ἐφοίτησαν. κατὰ ταῦτα θύοντες οὐ δοκοῦσιν ἀδικεῖν τοῖς θεοῖς, ἀλλὰ γηράσκειν τε αὐτοῖς ξυγχωροῦσιν ἀρτίοις τὰ σώματα καὶ ἀνόσοις, καὶ σοφωτέροις ἀεὶ δοκεῖν μὴ τυραννεύεσθαι μηδενὸς δεῖσθαι. καὶ οὐκ ἀπεικός, οἶμαι, ἀγαθῶν δεῖσθαι σφᾶς ὑπὲρ καθαρῶν θυμάτων. δοκῶ γάρ μοι καὶ τοὺς θεοὺς τὸν αὐτὸν ἐμοὶ νοῦν ὑπὲρ θυσιῶν ἔχοντας τὰ λιβανοφόρα τῆς γῆς ἐν καθαρῷ τῆς οἰκουμένης ἐκφυτεύειν, ἵν᾽ ἀπ᾽ αὐτῶν θύοιμεν μὴ σιδηροφοροῦντες ἐν ἱεροῖς, μηδ᾽ αἷμα ἐς βωμοὺς ῥαίνοντες. ἐγὼ δ᾽, ὡς ἔοικεν, ἐμαυτοῦ καὶ τῶν θεῶν ἐκλαθόμενος ἔθυον τρόπον, ὃν μήτ᾽ αὐτὸς εἴωθα μήτε τις ἀνθρώπων θύοι. ἀπαλλαττέτω με τῆς αἰτίας καὶ ὁ καιρός, ὃν εἴρηκεν ὁ κατήγορος· τὴν γὰρ ἡμέραν ἐκείνην, ἐν ᾗ ταῦτα εἰργάσθαι μοί φησιν, εἰ μὲν ἐγενόμην ἐν ἀγρῷ, ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. εἶτά με, ὦ βασιλεῦ, θαμινὰ ἐρωτᾷς, εἰ μὴ ἐπεχωρίαζον τῇ Ῥώμῃ τότε; καὶ σύ, βέλτιστε βασιλέων, ἐπεχωρίαζες, ἀλλ᾽ οὐκ ἂν εἴποις θῦσαι τοιαῦτα, καὶ ὁ συκοφάντης, ἀλλ᾽ οὐχ ὁμολογήσει τὰ τῶν ἀνδροφόνων πράττειν, εἰ κατὰ τὴν Ῥώμην διῃτᾶτο, καὶ μυριάδες ἀνθρώπων, ἃς βέλτιον ξενηλατεῖν ἢ ὑπάγειν γραφαῖς, ἐν αἷς τεκμήριον ἀδικημάτων ἔσται τὸ ἐνταῦθα εἶναι. καίτοι τὸ ἐς τὴν Ῥώμην ἥκειν καὶ παραιτεῖται τάχα τῆς τοῦ νεώτερα πράττειν δοκεῖν αἰτίας, τὸ γὰρ ἐν πόλει ζῆν, ἐν ᾗ πάντες μὲν ὀφθαλμοί, πᾶσα δὲ ἀκρόασις ὄντων τε καὶ οὐκ ὄντων, οὐ ξυγχωρεῖ νεωτέρων ἅπτεσθαι τοῖς γε μὴ λίαν θανατῶσι, τοὺς δ᾽ εὐλαβεστέρους τε καὶ σώφρονας βραδέως ἄγει καὶ ἐφ᾽ ἃ ἔξεστι. τί οὖν, ὦ συκοφάντα, κατὰ τὴν νύκτα ἐκείνην ἔπραττον; εἰ μὲν ὡς σεαυτὸν ἐρωτᾷς, ἐπειδὴ καὶ σὺ ἐρωτᾶν ἥκεις, ἀγῶνας ἡτοίμαζον καὶ κατηγορίας ἐπ᾽ ἄνδρας χρηστοὺς καὶ ἀπολέσαι τοὺς οὐκ ἀδικοῦντας καὶ πεῖσαι τὸν βασιλέα μὴ ἀληθῆ λέγων, ἵν᾽ ἐγὼ μὲν εὐδοκιμοίην, μιαίνοιτο δὲ οὗτος, εἰ δ᾽ ὡς φιλοσόφου πυνθάνῃ, τὸν Δημοκρίτου ἐπῄνουν γέλωτα, ὃν ἐς πάντα τὰ τῶν ἀνθρώπων γελᾷ, εἰ δ᾽ ὡς ἐμοῦ, Φιλίσκος ὁ Μηλιεὺς ἐτῶν ξυμφιλοσοφήσας ἐμοὶ τεττάρων ἐνόσει τότε, καὶ παρ᾽ αὐτῷ ἀπεκάθευδον οὕτω διακειμένῳ χαλεπῶς, ὡς καὶ ἀποθανεῖν ὑπὸ τῆς νόσου. καίτοι πολλὰς ἂν ηὐξάμην ἴυγγας ὑπὲρ τῆς ἐκείνου ψυχῆς γενέσθαι μοι, καί, νὴ Δί᾽, εἴ τινες Ὀρφέως εἰσὶν ὑπὲρ τῶν ἀποθανόντων μελῳδίαι, μηδ᾽ ἐκείνας ἀγνοῆσαι, καὶ γὰρ ἄν μοι δοκῶ καὶ ὑπὸ τὴν γῆν πορευθῆναι δἰ αὐτόν, εἰ ἐφικτὰ ἦν ταῦτα· οὕτω με ἀνήρτητο πᾶσιν οἷς φιλοσόφως τε καὶ κατὰ τὸν ἐμὸν νοῦν ἔπραττε. ταῦτ᾽ ἔστι μέν σοι, βασιλεῦ, καὶ Τελεσίνου ἀκοῦσαι τοῦ ὑπάτου, παρῆν γὰρ κἀκεῖνος τῷ Μηλιεῖ, θεραπεύων αὐτὸν νύκτωρ, ὁπόσα ἐγώ. εἰ δὲ Τελεσίνῳ ἀπιστεῖς, ἐπειδὴ τῶν φιλοσοφούντων ἐστί, καλῶ τοὺς ἰατροὺς μάρτυρας, εἰσὶ δ᾽ οὗτοι Σέλευκός τε ὁ ἐκ Κυζίκου καὶ Στρατοκλῆς ὁ Σιδώνιος· τούτους ἐρώτα, εἰ ἀληθῆ λέγω· καὶ μαθηταὶ δ᾽ αὐτοῖς ὑπὲρ τοὺς τριάκοντα εἵποντο, τῶν αὐτῶν δήπου μάρτυρες, τὸ γὰρ προκαλεῖσθαι δεῦρο τοὺς τῷ Φιλίσκῳ προσήκοντας ἀναβολὰς ἴσως ἡγήσῃ τῆς δίκης, ἐπειδὴ αὐτίκα τῆς Ῥώμης ἀπῆραν ἐς τὰ Μηλιέων ἤθη κατὰ ὁσίαν τοῦ νεκροῦ. ἴτε, ὦ μάρτυρες, καὶ γὰρ δὴ καὶ παρήγγελται ὑμῖν ὑπὲρ τούτου· ΜΑΡΤΥΡΕΣ. παρ᾽ ὅσον μὲν τοίνυν τῆς ἀληθείας ἡ γραφὴ ξυνετέθη, δηλοῖ σαφῶς ἡ μαρτυρία τῶν ἀνδρῶν, οὐ γὰρ ἐν προαστείοις, ἀλλ᾽ ἐν ἄστει, οὐκ ἔξω τείχους, ἀλλ᾽ ἐπ᾽ οἰκίας, οὐδὲ παρὰ Νερούᾳ, παρὰ Φιλίσκῳ δέ, οὐδὲ ἀποσφάττων, ἀλλ᾽ ὑπὲρ ψυχῆς εὐχόμενος, οὐδ᾽ ὑπὲρ βασιλείας, ἀλλ᾽ ὑπὲρ φιλοσοφίας, οὐδ᾽ ἀντὶ σοῦ χειροτονῶν νεώτερον, ἀλλ᾽ ἄνδρα σώζων ἐμαυτῷ ὅμοιον. τί οὖν ὁ Ἀρκὰς ἐνταῦθα; τί δ᾽ οἱ τῶν σφαγίων μῦθοι; τί δὲ τὸ τὰ τοιαῦτα πείθειν; ἔσται γάρ ποτε καὶ ὃ μὴ γέγονεν, ἂν ὡς γεγονὸς κριθῇ· τὸ δ᾽ ἀπίθανον τῆς θυσίας, ὦ βασιλεῦ, ποῖ τάξεις; ἐγένοντο μὲν γὰρ καὶ πρότερον σφαγίων μάντεις ἀγαθοὶ τὴν τέχνην καὶ οἷοι ὀνομάσαι, Μεγιστίας ἐξ Ἀκαρνανίας, Ἀρίστανδρος ἐκ Λυκίας, Ἀμπρακία δὲ Σιλανὸν ἤνεγκε, καὶ ἐθύοντο ὁ μὲν Ἀκαρνὰν Λεωνίδᾳ βασιλεῖ Σπάρτης, ὁ δὲ Λύκιος Ἀλεξάνδρῳ τῷ Μακεδόνι, Σιλανὸς δὲ Κύρῳ βασιλείας ἐρῶντι, καὶ εἴ τι ἐν ἀνθρώπου σπλάγχνοις ἢ σαφέστερον ἢ σοφώτερον ἢ ἐτυμώτερον ἀπέκειτο, οὐκ ἄπορος ἦν ἡ θυσία, βασιλέων γε προϊσταμένων αὐτῆς, οἷς πολλοὶ μὲν ἦσαν οἰνοχόοι, πολλὰ δ᾽ αἰχμάλωτα, παρανομίαι δ᾽ ἀκίνδυνοι καὶ φόβος οὐδεὶς κατηγορίας, εἴ τι ἔσφαττον· ἀλλ᾽, οἶμαι, παρίστατο τοῖς ἀνδράσιν, ὃ κἀμοὶ νῦν κινδυνεύοντι ὑπὲρ τοιούτων, ὅτι τὰ μὲν ἄλογα τῶν ζῴων εἰκός, ἐπειδὴ ἐν ἀγνοίᾳ τοῦ θανάτου σφάττεται, μὴ θολοῦσθαί τι τῶν σπλάγχνων ὑπὸ ἀξυνεσίας ὧν πείσονται· ἄνθρωπον δὲ ἀεί τι ἐν τῇ ψυχῇ ἔχοντα θανάτου καὶ μήπω ἐφεστηκότος δεῖμα πῶς εἰκὸς παρόντος ἤδη καὶ ἐν ὀφθαλμοῖς ὄντος δεῖξαί τι ἐπὶ τῶν σπλάγχνων μαντικὸν ἢ ὅλως εὔθυτον; ὅτι δὲ ὀρθῶς τε καὶ κατὰ φύσιν στοχάζομαι τούτων, σκόπει, βασιλεῦ, ὧδε· τὸ ἧπαρ, ἐν ᾧ φασι τὸν τῆς αὐτῶν μαντικῆς εἶναι τρίποδα οἱ δεινοὶ ταῦτα, ξύγκειται μὲν οὐ καθαροῦ αἵματος, πᾶν γάρ, ὅ τι ἀκραιφνές, καρδία ἴσχει δι᾽ αἱματηρῶν φλεβῶν ἀποχετεύουσα ἐς πᾶν τὸ σῶμα, χολὴν δ᾽ ἐπὶ ἥπατι κειμένην ὀργὴ μὲν ἀνίστησι, φόβοι δὲ ὑπάγουσιν ἐς τὰ κοῖλα τοῦ ἥπατος. ὑπὸ μὲν δὴ τῶν παροξυνόντων ζέουσα καὶ μηδὲ τῷ ἑαυτῆς ἀγγείῳ φορητὸς οὖσα ὑπτίῳ ἐπιχεῖται τῷ ἥπατι, καθ᾽ ὃ ἐπέχει χολὴ πᾶσα τὰ λεῖά τε καὶ μαντικὰ τοῦ σπλάγχνου, ὑπὸ δὲ τῶν δειματούντων ξυνιζάνουσα ξυνεπισπᾶται καὶ τὸ ἐν τοῖς λείοις φῶς, ὑπονοστεῖ γὰρ τότε καὶ τὸ καθαρὸν τοῦ αἵματος, ὑφ᾽ οὗ σπληνοῦται τὸ ἧπαρ, ὑποτρέχοντος φύσει τὸν περὶ αὐτὸ ὑμένα καὶ τῷ πηλώδει ἐπιπολάζοντος. τί οὖν, ὦ βασιλεῦ, τῆς μιαιφονίας ἔργον, εἰ ἄσημα τὰ ἱερὰ ἔσται; ἄσημα δ᾽ αὐτὰ ἡ ἀνθρωπεία φύσις ἐργάζεται ξυνιεῖσα τοῦ θανάτου καὶ αὐτοὶ οἱ ἀποθνήσκοντες, οἱ μὲν γὰρ εὔψυχοι ξὺν ὀργῇ τελευτῶσιν, οἱ δ᾽ ἀθυμότεροι ξὺν δέει. ἔνθεν ἡ τέχνη παρὰ τοῖς οὐκ ἀνεπιστήμοσι βαρβάροις χιμαίρας μὲν καὶ ἄρνας ἐπαινεῖ σφάττειν, ἐπειδὴ εὐήθη τὰ ζῷα καὶ οὐ πόρρω ἀναισθήτων, ἀλεκτρυόνας δὲ καὶ σῦς καὶ ταύρους, ἐπειδὴ θυμοειδῆ ταῦτα, οὐκ ἀξιοῖ τῶν ἑαυτῆς ἀπορρήτων. ξυνίημι, ὦ βασιλεῦ, παροξύνων τὸν κατήγορον, ἐπειδὴ σοφώτερόν σε ἀκροατὴν εἴργασμαι, καί μοι δοκεῖς καὶ προσέχειν τῷ λόγῳ· εἰ δὲ μὴ σαφῶς τι αὐτοῦ φράζοιμι, ξυγχωρῶ σοι ἐρωτᾶν με. εἴρηταί μοι τὰ πρὸς τὴν τοῦ Αἰγυπτίου γραφήν· ἐπεὶ δ᾽ , οἶμαι, χρὴ μηδὲ τὰς Εὐφράτου διαβολὰς ὑπερορᾶσθαι, σύ, ὦ βασιλεῦ, δικάζοις, ὁπότερος ἡμῶν φιλοσοφεῖ μᾶλλον· οὐκοῦν ὁ μὲν ἀγωνίζεται μὴ τἀληθῆ περὶ ἐμοῦ λέγειν, ἐγὼ δ᾽ οὐκ ἀξιῶ, καὶ ὁ μέν σε ἡγεῖται δεσπότην, ἐγὼ δ᾽ ἄρχοντα, καὶ ὁ μὲν ξίφος ἐπ᾽ ἐμέ σοι δίδωσιν, ἐγὼ δὲ λόγον. ἀλλ᾽ ὑπὲρ ὧν γε διαβέβληκεν, οἱ λόγοι εἰσίν, οὓς ἐν Ἰωνίᾳ εἶπον, φησὶ δ᾽ αὐτοὺς οὐκ ἐς τὸ σοὶ ξυμφέρον ὑπ᾽ ἐμοῦ εἰρῆσθαι. καίτοι τὰ μὲν λεχθέντα ἦν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, παράδειγμα δ᾽ ἐγίγνετό μοι τοῦ λόγου τὰ τῶν βασιλέων πράγματα, ἐπειδὴ μέγιστα τῶν ἀνθρωπείων δοκεῖ τὰ ὑμέτερα, Μοιρῶν τε ἰσχὺν ἐφιλοσόφουν καὶ τὸ οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς, εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ δὴ ὑπάρχουσαν, ὁ δ᾽ ἀποκτείνειε τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ᾽ αὐτοῦ τὸ ἄρχειν, κἂν ἀναβιοίη ὁ ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. τὰς γὰρ ὑπερβολὰς τῶν λόγων ἐσαγόμεθα διὰ τοὺς τοῖς πιθανοῖς ἀπειθοῦντας, ὥσπερ ἂν εἰ καὶ τοιόνδε ἔλεγον· ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοκῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος, οὐδ᾽ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξείᾳ κράτος, οὗτος, οὐδ᾽ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ σκοποῦ τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαίους Ἀστυάγη τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ αὑτῶν ἐν ἀρχῇ δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐκγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπ᾽ αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ. καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τὰ σὰ ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελίου ἐνταῦθα, κατεπίμπρατο δὲ ὁ νεὼς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ᾽ εὖ κείσεσθαι τὸ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν — καίτοι μειράκιον ἱκανῶς ἦσθα καὶ οὔπω οὗτος — ἀλλ᾽ ὅμως, ἐπειδὴ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τἀκείνου νῦν ἔχεις. ἐπεὶ δ᾽ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τεμνέσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με, ἀλλὰ διειλέχθαι μόνα τὰ ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, ταυτὶ γάρ φησιν εἰρῆσθαί μοι ἐπὶ σέ. καίτοι τὸν λόγον τοῦτον ἀνέχονται μὲν καὶ οἱ πολλοὶ τῶν θεῶν, οὐκ ἄχθεται δὲ οὐδὲ ὁ Ζεὺς ἀκούων καὶ ταῦτα τῶν ποιητῶν ἐν τοῖς Λυκίοις λόγοις
- ᾤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα
καὶ τοιαῦτ᾽ ἐς αὐτὸν ᾀδόντων, ἐν οἷς τοῦ υἱέος ἐξίστασθαί φησι ταῖς Μοίραις, λεγόντων τε αὖ ἐν ψυχοστασίᾳ, ὅτι Μίνω τὸν ἀδελφὸν τοῦ Σαρπηδόνος ἀποθανόντα χρυσῷ μὲν σκήπτρῳ ἐτίμησε καὶ δικάζειν ἔταξεν ἐν τῇ τοῦ Αἰδωνέως ἀγορᾷ, Μοιρῶν δ᾽ οὐ παρῃτήσατο. σὺ δ᾽, ὦ βασιλεῦ, τοῦ χάριν ἄχθῃ τῷ λόγῳ, θεῶν καρτερούντων αὐτόν, οἷς πέπηγεν ἀεὶ τὰ πράγματα, καὶ μὴ ἀποκτεινόντων τοὺς ποιητὰς ἐπ᾽ αὐτῷ; προσήκει γὰρ ταῖς Μοίραις ἕπεσθαι καὶ πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων μὴ χαλεποὺς εἶναι, Σοφοκλεῖ τε μὴ ἀπιστεῖν
- μόνοις οὐ γίγνεται
- θεοῖσι γῆρας, οὐδὲ μὴν θανεῖν ποτε,
- τὰ δ᾽ ἄλλα συγχεῖ πάνθ᾽ ὁ παγκρατὴς χρόνος,
ἄριστα δὴ ἀνθρώπων λέγοντι. ἐγκύκλιοι γὰρ αἱ κατ᾽ ἀνθρώπους εὐπραγίαι καὶ ἐφήμερον, ὦ βασιλεῦ, τὸ τοῦ ὄλβου μῆκος· τἀμὰ οὗτος καὶ τὰ τούτου ἕτερος καὶ ὁ δεῖνα τὰ τοῦ δεῖνος ἔχων οὐκ ἔχει. ταῦτ᾽ ἐννοῶν, ὦ βασιλεῦ, παῦε μὲν φυγάς, παῦε δ᾽ αἷμα, καὶ φιλοσοφίᾳ μὲν ὅ τι βούλει χρῶ, ἀπαθὴς γὰρ ἥ γε ἀληθής, δάκρυα δὲ ἀνθρώπων ἀφαίρει, ὡς νῦν γε ἠχὼ μυρία μὲν ἐκ θαλάττης, πολλῷ δὲ πλείων ἐξ ἠπείρων φοιτᾷ θρηνούντων, ὅ τι ἑκάστῳ θρήνου ἄξιον. τὰ δὲ ἐντεῦθεν φυόμενα πλείω ὄντα ἢ ἀριθμεῖσθαι ταῖς τῶν συκοφαντῶν γλώτταις ἀνῆπται διαβαλλόντων σοί τε πάντας καὶ σέ, ὦ βασιλεῦ, πᾶσιν.’
ὧδε μὲν δὴ τῷ ἀνδρὶ τὰ ἐκ παρασκευῆς εἶχεν, ἐπὶ τελευτῇ δ᾽ εὗρον τοῦ λόγου τὰ τελευταῖα τοῦ προτέρου τὸ
- οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι,
καὶ τὰ πρὸ τούτου ἔτι, ἀφ᾽ ὧν τοῦτο. ἐπεὶ δὲ ἀπῆλθε τοῦ δικαστηρίου δαιμόνιόν τε καὶ οὐ ῥᾴδιον εἰπεῖν τρόπον, οὐκ ἔπαθεν ὁ τύραννος, ὅπερ οἱ πολλοὶ ᾤοντο· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν σχέτλια ὑπὲρ τούτου βοήσεσθαι καὶ δίωξιν ποιήσεσθαι τοῦ ἀνδρὸς κηρύξειν τε ἐς τὴν αὑτοῦ πᾶσαν, μηδαμοῦ παριτητέα εἶναί οἱ, ὁ δ᾽ οὐδὲν τούτων, ἀλλ᾽ ὥσπερ ἀγωνιζόμενος πρὸς τὴν τῶν πολλῶν δόξαν ἢ ξυνιεὶς λοιπόν, ὅτι μηδὲν ἐπὶ τὸν ἄνδρα οἱ αὔταρκες. εἰ δ᾽ ὑπερεώρα, ξυμβαλώμεθα τοῖς ἐφεξῆς, φανείη γὰρ ἂν ξυνταραχθεὶς μᾶλλον ἢ καταφρονήσας·
ἠκροᾶτο μὲν γὰρ ἑτέρας ἐπ᾽ ἐκείνῃ δίκης, πόλις δ᾽ ἦν ἀγωνιζομένη πρὸς ἄνδρα ὑπὲρ διαθηκῶν, οἶμαι, διέφευγον δ᾽ αὐτὸν οὐ μόνον τὰ τῶν δικαζομένων ὀνόματα, ἀλλὰ καὶ ὁ νοῦς τῆς δίκης, ἀνόητοι μὲν γὰρ αἱ ἐρωτήσεις ἦσαν, αἱ δ᾽ ἀποκρίσεις οὐδ᾽ ὑπὲρ ὧν ἡ κρίσις· ἃ σφόδρα ἤλεγχε τὸν τύραννον, ὡς ἐξεπέπληκτό τε καὶ ἠπόρει δι᾽ αὐτὸ μάλιστα τὸ πεπεῖσθαι πρὸς τῶν κολακευόντων, ὅτι μηδὲν ἂν διαφύγοι αὐτόν.
οὕτω τὸν τύραννον διαθεὶς καὶ παίγνιον τῆς ἑαυτοῦ φιλοσοφίας ἀποφήνας τὸν Ἕλλησί τε καὶ βαρβάροις φοβερὸν πᾶσι πρὸ μεσημβρίας μὲν ἀπῆλθε τοῦ δικαστηρίου, περὶ δείλην δ᾽ ἐν Δικαιαρχίᾳ ἐφάνη Δημητρίῳ τε καὶ Δάμιδι, καὶ τοῦτ᾽ ἄρ᾽ ἦν τὸ παρακελεύσασθαι αὐτὸν τῷ Δάμιδι μὴ περιμείναντι τὴν ἀπολογίαν πεζεῦσαι ἐς Δικαιαρχίαν· τὰ μὲν γὰρ βεβουλευμένα οὐ προὔλεγε, τὸν δ᾽ ἑαυτῷ ἐπιτηδειότατον ἐκέλευε πράττειν, ἃ τοῖς βεβουλευμένοις εἵπετο.
ἐτύγχανε μὲν δὴ ὁ Δάμις τῆς προτεραίας ἀφιγμένος καὶ τῷ Δημητρίῳ ξυγγεγονὼς ὑπὲρ τῶν πρὸ τῆς δίκης, ὁ δ᾽ εὐλαβέστερον ἢ τὸν ὑπὲρ Ἀπολλωνίου ἀκροώμενον εἰκὸς διατεθεὶς ἦν ὑφ᾽ ὧν ἤκουσε, καὶ πάλιν τῆς ὑστεραίας ὑπὲρ τῶν αὐτῶν ἠρώτα, ξυναλύων αὐτῷ παρὰ τὴν θάλατταν, ἐν ᾗ τὰ περὶ τὴν Καλυψὼ μυθεύματα· ἀπεγίγνωσκον μὲν γὰρ ὡς οὐχ ἥξοντος, ἐπειδὴ τὰ τῆς τυραννίδος χαλεπὰ ἦν πᾶσι, τὰ δ᾽ ὑπ᾽ αὐτοῦ προσταττόμενα ἐτίμων διὰ τὴν φύσιν τοῦ ἀνδρός. ἀπειπόντες οὖν ἐκάθηντο ἐς τὸ νύμφαιον, ἐν ᾧ ὁ πίθος, λευκοῦ δ᾽ οὗτός ἐστι λίθου ξυνέχων πηγὴν ὕδατος οὔθ᾽ ὑπερβάλλουσαν τοῦ στομίου οὔτ᾽, εἴ τις ἀπαντλοίη, ὑποδιδοῦσαν. διαλεχθέντες δ᾽ ὑπὲρ τῆς φύσεως τοῦ ὕδατος οὐ μάλα ἐσπουδακότως διὰ τὴν ἐπὶ τῷ ἀνδρὶ ἀθυμίαν ἐπανῆγον τὸν λόγον ἐς τὰ πρὸ τῆς δίκης.
ἀνολοφυραμένου δὲ τοῦ Δάμιδος καί τι καὶ τοιοῦτον εἰπόντος ‘ἆρ᾽ ὀψόμεθά ποτε, ὦ θεοί, τὸν καλόν τε καὶ ἀγαθὸν ἑταῖρον;’ ἀκούσας ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ἐφεστὼς ἤδη τῷ νυμφαίῳ ἐτύγχανεν, ‘ὄψεσθε,’ εἶπε ‘μᾶλλον δὲ ἑωράκατε.’ ‘ζῶντα;’ ἔφη ὁ Δημήτριος ‘εἰ δὲ τεθνεῶτα, οὔπω πεπαύμεθα ἐπὶ σοὶ κλάοντες.’ προτείνας οὖν ὁ Ἀπολλώνιος τὴν χεῖρα ‘λαβοῦ μου,’ ἔφη ‘κἂν μὲν διαφύγω σε, εἴδωλόν εἰμί σοι ἐκ Φερσεφάττης ἧκον, οἷα φαίνουσιν οἱ χθόνιοι θεοὶ τοῖς ἀθυμοτέροις τὰ πένθη, εἰ δὲ ὑπομείναιμι ἁπτόμενον, πεῖθε καὶ Δάμιν ζῆν τέ με καὶ μὴ ἀποβεβληκέναι τὸ σῶμα.’ οὐκέθ᾽ οἷοι ἀπιστεῖν ἦσαν, ἀλλ᾽ ἀναστάντες ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἠσπάζοντο ὑπέρ τε τῆς ἀπολογίας ἠρώτων· ὁ μὲν γὰρ Δημήτριος οὐδ᾽ ἀπολελογῆσθαι αὐτόν, ἀπολέσθαι γὰρ ἂν καὶ μὴ ἀδικοῦντα, Δάμις δ᾽ ἀπολελογῆσθαι μέν, θᾶττον δ᾽ ἴσως, οὐ γὰρ ἐπ᾽ ἐκείνης γε τῆς ἡμέρας ᾤετο. ὁ δ᾽ Ἀπολλώνιος ‘ἀπολελόγημαι,’ ἔφη ‘ὦ ἄνδρες, καὶ νικῶμεν, γέγονε δέ μοι τὰ τῆς ἀπολογίας τήμερον οὐ πρὸ πολλοῦ τῆς ἡμέρας, προῄει γὰρ ἤδη ἐς μεσημβρίαν.’ ‘πῶς οὖν’ ἔφη ὁ Δημήτριος ‘τοσήνδε ὁδὸν ἐν σμικρῷ τῆς ἡμέρας ἤνυσας;’ καὶ ὁ Ἀπολλώνιος ‘πλὴν κριοῦ’ ἔφη ‘καὶ πτερῶν κηροῦ ξυγκειμένων πάντα οἴου, θεὸν ἐπιγράφων τῇ πομπῇ ταύτῃ.’ ‘πανταχοῦ μὲν’ ἦ δ᾽ ὁ Δημήτριος ‘τῶν σῶν ἔργων τε καὶ λόγων θεὸν ἀεί τινα προορᾶν ἡγοῦμαι, παρ᾽ οὗ τὰ σὰ οὕτως ἔχει, τὴν δ᾽ ἀπολογίαν, ἥ τις γέγονε καὶ ἅττα ἡ κατηγορία εἶχε καὶ τὸ τοῦ δικάζοντος ἦθος καὶ ὅ τι ἤρετο καὶ ὅτῳ ξυγκατέθετο ἢ ὅτῳ μή, λέγε ὁμοῦ πάντα, ἵνα καὶ Τελεσίνῳ ἕκαστα φράζοιμι, οὐ γὰρ ἀνήσει ἐρωτῶν τὰ σά, ὅς γε καὶ πρὸ πεντεκαίδεκα ἴσως ἡμερῶν ἐμοὶ ξυμπίνων ἐν Ἀνθίῳ κατέδαρθε μὲν ἐπὶ τῆς τραπέζης, μεσούσης δ᾽ αὐτῷ τῆς κύλικος ἔδοξεν ὄναρ πῦρ ἐν τῇ γῇ πελαγίσαν τοὺς μὲν ἀπολαμβάνειν τῶν ἀνθρώπων, τοὺς δὲ φθάνειν ὑποφεύγοντας, καὶ γὰρ δὴ καὶ ῥεῖν αὐτὸ παραπλησίως τῷ ὕδατι, σὲ δ᾽ οὐχ ὅπερ οἱ πολλοὶ παθεῖν, ἀλλὰ διανεῦσαι αὐτοῦ σχισθέντος. ἐπὶ δὲ τῷ ἐνυπνίῳ τούτῳ θεοῖς εὐξυμβόλοις ἔσπεισεν ἐμοί τε παρεκελεύσατο ὑπὲρ σοῦ θαρρεῖν.’ καὶ ὁ Ἀπολλώνιος ‘οὐ θαυμάζω Τελεσῖνον’ εἶπεν ‘ὑπερκαθεύδοντα, καὶ γὰρ δὴ καὶ ὑπερεγρήγορέ μου πάλαι, τὰ δ᾽ ὑπὲρ τῆς δίκης πεύσεσθε μέν, οὐ μὴν ἐνταῦθα, δείλη τε γὰρ ἱκανῶς ἤδη καὶ βαδίζειν ὥρα ἐς ἄστυ, ἡδίους δ᾽ οἱ καθ᾽ ὁδὸν λόγοι παραπέμψαι βαδίζοντας. ἴωμεν οὖν διαλαλοῦντες ὑπὲρ ὧν ἐρωτᾶτε, λέξω δὲ τὰ τήμερον δήπου ἐν τῷ δικαστηρίῳ πραχθέντα. τὰ γὰρ πρὸ τῆς κρίσεως ἄμφω ἴστε, σὺ μὲν παρατυχών, σὺ δ᾽ ἠκροαμένος, οἶμαι, τούτου, μὰ Δία, οὐχ ἅπαξ, ἀλλὰ καὶ πάλιν, εἰ μὴ ἐκλέλησμαι Δημητρίου, ἃ δ᾽ οὔπω ἴστε, δίειμι, διείρων ἀπὸ τῆς προρρήσεως καὶ τοῦ γυμνὸς ἐσελθεῖν.’ διῄει δὲ καὶ τοὺς ἑαυτοῦ λόγους καὶ ἐπὶ πᾶσι τὸ ‘οὐ γάρ με κτενέεις’ καὶ τὸ ἀπελθεῖν τῆς κρίσεως, ὡς ἀπῆλθε.
τότε ἀναβοήσας Δημήτριος ‘ἐγὼ μὲν ᾤμην σεσωσμένον ἀφῖχθαί σε, σοὶ δ᾽ ἀρχὴ κινδύνων ταῦτα, ξυλλήψεται γάρ σε καταγγελλόμενον καὶ πάσης ἀποστροφῆς εἰργόμενον.’ ὁ δ᾽ ἐρρῶσθαι τῷ Δημητρίου δέει φράζων ‘εἰ γὰρ καὶ ὑμεῖς’ εἶπεν ‘ὧδε αὐτῷ εὐάλωτοι ἦτε· ἀλλ᾽ ὅπως μὲν τἀκείνου νῦν ἔχει, ἐγὼ οἶδα· κολακευόντων γὰρ ἀεὶ λόγων ἀκροατὴς γιγνόμενος νῦν ἐπιπληττόντων ἠκρόαται, ῥήγνυνται δ᾽ ὑπὸ τῶν τοιούτων αἱ τύραννοι φύσεις καὶ περὶ ταῦτα χολῶσιν. ἐμοὶ δὲ ἀναπαύλης δεῖ γόνυ οὔπω κάμψαντι ἐκ τοῦ ἄθλου.’ καὶ ὁ Δάμις ‘ἐγώ, Δημήριε, διεκείμην μὲν οὕτως’ ἔφη ‘πρὸς τὰ τοῦδε τοῦ ἀνδρὸς πράγματα, ὡς καὶ τῆς ὁδοῦ ταύτης ἀπάγειν αὐτόν, ἐφ᾽ ἧς ἥκει, ξυνεβούλευες δέ που καὶ σὺ ταῦτα, ὡς μὴ ἐς κινδύνους ἑκουσίους τε καὶ χαλεποὺς ἴοι, ἐπεὶ δ᾽ ἐτύγχανε μὲν δεδεμένος, ὡς ἐμοὶ ἐφαίνετο, ἄπορα δ᾽ ἡγουμένῳ τὰ περὶ αὐτὸν ἐφ᾽ ἑαυτῷ ἔφη τὸ λελύσθαι εἶναι καὶ τὸ σκέλος ἐλευθερώσας τοῦ δεσμοῦ ἔδειξε, τότε πρῶτον κατενόησα τοῦ ἀνδρός, θεσπέσιόν τε εἶναι αὐτὸν καὶ κρείσσω τῆς ἡμεδαπῆς σοφίας· ὅθεν, εἰ καὶ χαλεπωτέροις τούτων ἐντύχοιμι, οὐδὲν ἂν δείσαιμι ὑπὸ τούτῳ καὶ κινδυνεύων. ἀλλ᾽ ἐπειδὴ πλησίον ἑσπέρα, βαδίζωμεν ἐς τὴν καταγωγὴν ἐπιμέλειαν ποιησόμενοι τοῦ ἀνδρός.’ καὶ ὁ Ἁπολλώνιος ‘ὕπνου’ ἔφη ‘δέομαι μόνου, τὰ δ᾽ ἄλλα ἐν ἴσῳ τίθεμαι λόγῳ, κἂν παρῇ τι αὐτῶν, κἂν ἀπῇ.’ μετὰ ταῦτα εὐξάμενος Ἀπόλλωνι καὶ ἔτι τῷ Ἡλίῳ παρῆλθεν ἐς τὴν οἰκίαν, ἣν ᾤκει ὁ Δημήτριος, καὶ τὼ πόδε ἀπονιψάμενος παρακελευσάμενός τε τοῖς ἀμφὶ τὸν Δάμιν δειπνεῖν, ἐπειδὴ ἄσιτοι αὐτῷ ἐφαίνοντο, ἔρριψεν ἐς τὴν κλίνην ἑαυτὸν καὶ ἐφυμνήσας τῷ ὕπνῳ τὸ Ὁμήρου ἔπος ἐκάθευδεν, ὡς οὐκ ἐπ᾽ ἀξίοις φροντίσαι τοῖς παροῦσιν.
περὶ δὲ ὄρθρον ἐρομένου αὐτὸν τοῦ Δημητρίου, ποῖ τῆς γῆς τρέψοιτο, καὶ κτυπεῖσθαι δοκοῦντος τὰ ὦτα ὑπὸ ἐννοίας ἱππέων, οὓς ᾤετο ἐπικεῖσθαι ἤδη τῷ Ἀπολλωνίῳ διὰ τὴν ὀργὴν τοῦ τυράννου ‘διώξεται μέν,’ ἔφη ‘με οὐδὲ αὐτός, οὐδὲ ἕτερος, ἐμοὶ δὲ ἐς τὴν Ἑλλάδα ὁ πλοῦς ἔσται.’ ‘σφαλερός γε,’ εἶπε ‘τὸ γὰρ χωρίον φανερώτατον· ὃν δὲ μηδ᾽ ἂν ἐν τῷ ἀφανεῖ διαφύγοις, πῶς ἂν ἐν τῷ φανερῷ λάθοις;’ ‘οὐ δέομαι’ ἔφη ‘λανθάνειν, εἰ γάρ, ὡς σὺ οἴει, τοῦ τυράννου ἡ γῆ πᾶσα, βελτίους οἱ ἐν τῷ φανερῷ ἀποθνήσκοντες τῶν ἐν τῷ ἀφανεῖ ζώντων.’ καὶ πρὸς τὸν Δάμιν ‘αἰσθάνῃ’ ἔφη ‘νεὼς ἀφιείσης ἐς Σικελίαν;’ ‘αἰσθάνομαι,’ εἶπε ‘καὶ γὰρ ἐπὶ θαλάττῃ καταλύομεν καὶ ὁ κηρύττων ἀγχοῦ θυρῶν, στέλλεταί τε ἡ ναῦς ἤδη· ξυμβάλλομαι δ᾽ αὐτὸ τῇ τῶν ἐμπλεόντων βοῇ καὶ οἷς περὶ τὴν ἀναίρεσιν τῶν ἀγκυρῶν πράττουσιν.’ ‘ἐπιβῶμεν’ εἶπε ‘τῆς νεὼς ταύτης, ὦ Δάμι, πλευσούμενοι νῦν μὲν ἐς Σικελίαν, ἐκεῖθεν δ᾽ ἐς Πελοπόννησον.’ ‘ξυνδοκεῖ μοι,’ ἔφη
‘καὶ πλέωμεν.’ καὶ προσειπόντες τὸν Δημήτριον ἀθύμως ἐπ᾽ αὐτοῖς ἔχοντα θαρρεῖν τε παραινέσαντες ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν, ἔπλευσαν ἐπὶ Σικελίας ἀνέμῳ ἐπιτηδείῳ, Μεσσήνην τε παραπλεύσαντες ἐγένοντο ἐν Ταυρομενίῳ τριταῖοι. μετὰ ταῦτ᾽ ἐπὶ Συρακουσῶν κομισθέντες ἀνήγοντο ἐς Πελοπόννησον περὶ μετοπώρου ἀρχάς, ὑπεράραντες δὲ τοῦ πελάγους ἀφίκοντο δι᾽ ἡμέρας ἕκτης ἐπὶ τὰς τοῦ Ἀλφειοῦ ἐκβολάς, ἀφ᾽ ὧν ὁ ποταμὸς οὗτος Ἀδρίᾳ καὶ Σικελικῷ πελάγει ἐπιχεῖται πότιμος. ἀποβάντες οὖν τῆς νεὼς καὶ πολλοῦ ἄξιον ἡγούμενοι τὸ ἐς Ὀλυμπίαν ἥκειν διῃτῶντο ἐν τῷ ἱερῷ τοῦ Διός, οὐδαμοῦ ὑπὲρ Σκιλλοῦντα ἀποφοιτῶντες, φήμης δ᾽ ἀθρόας τε καὶ ξυντόνου κατασχούσης τὸ Ἑλληνικὸν ζῆν τὸν ἄνδρα καὶ ἀφῖχθαι ἐς Ὀλυμπίαν, καταρχὰς μὲν ἐδόκει μὴ ἐρρῶσθαι ὁ λόγος, πρὸς γὰρ τῷ μὴ ἐλπίδος τι ἀνθρωπείας ἐπ᾽ αὐτῷ ἔχειν, ἐπειδὴ δεδέσθαι αὐτὸν ἤκουσαν, οὐδὲ ἐκείνων ἀνήκοοι ἦσαν ἀποθανεῖν καταφλεχθέντα, οἱ δ᾽ ἑλχθῆναι ζῶντα καταπαγέντων ἐς τὰς κλεῖδας αὐτοῦ ἀγκίστρων, οἱ δ᾽ ἐῶσθαι ἐς βάραθρον, οἱ δ᾽ ἐς βυθόν, ἐπειδὴ δὲ ἥκειν ἐπιστεύθη, οὐδ᾽ ἐπ᾽ Ὀλυμπιάδα οὐδεμίαν μετέωρος οὕτω ξυνῄει ἡ Ἑλλάς, ὡς ἐπ᾽ ἐκεῖνον τότε, Ἦλις μὲν καὶ Σπάρτη αὐτόθεν, Κόρινθος δὲ ἀπὸ τῶν τοῦ Ἰσθμοῦ ὁρίων, Ἀθηναῖοι δέ, εἰ καὶ Πελοποννήσου ἔξω, ἀλλ᾽ οὐκ ἐλείποντο τῶν πόλεων, αἳ ἐπὶ θύραις εἰσὶ τῆς Πίσης, αὐτοὶ μάλιστα οἱ ἐπικυδέστατοι Ἀθηναίων ἐς τὸ ἱερὸν στείχοντες καὶ νεότης ἡ ἐξ ἁπάσης τῆς γῆς Ἀθήναζε φοιτῶσα. καὶ μὴν καὶ Μεγαρόθεν τινὲς ἐπεχωρίασαν τῇ Ὀλυμπίᾳ τότε κἀκ Βοιωτῶν πολλοὶ κἀργόθεν Φωκέων τε καὶ Θετταλῶν ὅ τι εὐδόκιμον, οἱ μὲν ξυγγεγονότες ἤδη τῷ Ἀπολλωνίῳ ἀνακτησόμενοι σοφίαν, ἐπειδὴ πλειόνων τε καὶ θαυμασιωτέρων ἀκροάσασθαι ᾤοντο, οἱ δ᾽ ἄπειροι αὐτοῦ δεινὸν ἡγούμενοι τοιοῦδε ἀνδρὸς ἀνήκοοι φαίνεσθαι. πρὸς μὲν δὴ τοὺς ἐρωτῶντας, ὅτῳ τρόπῳ διαφύγοι τὸν τύραννον, οὐδὲν ᾤετο δεῖν φορτικὸν φράζειν, ἀλλ᾽ ἀπολελογῆσθαί τε ἔφασκε καὶ σεσῶσθαι, πολλῶν δ᾽ ἐξ Ἰταλίας ἡκόντων, οἳ ἐκήρυττον τὰ ἐν τῷ δικαστηρίῳ, διέκειτο μὲν ἡ Ἑλλὰς οὐ πόρρω τοῦ προσκυνεῖν αὐτόν, θεῖον ἡγούμενοι ἄνδρα δι᾽ αὐτὸ μάλιστα τὸ μηδ᾽ ἐς κόμπον μηδένα ὑπὲρ αὐτῶν καθίστασθαι.
νεανίσκου δὲ τῶν ἡκόντων Ἀθήνηθεν μάλα εὔνουν τὴν Ἀθηνᾶν εἶναι τῷ βασιλεῖ φήσαντος, ‘πέπαυσο’ εἶπεν ‘Ὀλυμπίασιν ὑπὲρ τούτων κροτῶν καὶ διαβάλλων τὴν θεὸν τῷ πατρί.’ ἐπιδιδόντος δὲ τοῦ νεανίσκου τῇ ἀχθηδόνι καὶ δίκαια πράττειν τὴν θεὸν φήσαντος, ἐπειδὴ καὶ ὁ βασιλεὺς τὴν ἐπώνυμον Ἀθηναίοις ἦρξεν ‘εἴθε’ ἔφη ‘καὶ ἐν Παναθηναίοις’ ἐπιστομίζων αὐτὸν τῇ μὲν προτέρᾳ τῶν ἀποκρίσεων, ὡς κακῶς εἰδότα περὶ τῶν θεῶν, εἰ τυράννοις αὐτοὺς εὔνους ἡγοῖτο, τῇ δὲ ἐφεξῆς, ὡς οὐκ ἀκόλουθα τοῖς ἐφ᾽ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων, εἰ τοὺς ἄνδρας ἐκείνους τιμᾶν ἐπ᾽ ἀγορᾶς νομίζοντες ὑπὲρ ὧν ἐν Παναθηναίοις ἔδρασαν, τυράννοις λοιπὸν χαρίζονται τὸ κεχειροτονημένους
αὑτῶν ἄρχειν, ξυμβουλεύοντος δ᾽ αὐτῷ τοῦ Δάμιδος ὑπὲρ χρημάτων, ἐπειδὴ τῶν ἐφοδίων σφίσι πάνυ σμικρὰ ἐλείπετο ‘αὔριον’ ἔφη ‘τούτου ἐπιμελήσομαι.’ καὶ παρελθὼν τῇ ὑστεραίᾳ ἐς τὸ ἱερὸν ‘δός,’ εἶπεν, ὦ ἱερεῦ ‘χιλίας μοι δραχμὰς ἀπὸ τῶν τοῦ Διὸς χρημάτων, εἰ μὴ σφόδρα οἴει χαλεπανεῖν αὐτόν.’ καὶ ὁ ἱερεὺς ‘οὐχ ὑπὲρ τούτων’ ἔφη ‘χαλεπανεῖ, ἀλλὰ μᾶλλον, εἰ μὴ πλείω λήψῃ.’
Θετταλοῦ δὲ ἀνδρός, ᾧ ὄνομα Ἰσαγόρας, ξυνόντος αὐτῷ ἐν Ὀλυμπίᾳ ‘εἰπέ μοι’ ἔφη ‘ὦ Ἰσαγόρα, ἔστι τι πανήγυρις;’ ‘νὴ Δί᾽,’ εἶπε ‘τό γε ἥδιστον καὶ θεοφιλέστατον τῶν κατ᾽ ἀνθρώπους.’ ‘τίς δὲ δὴ ὕλη τούτου; ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δ᾽ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.’ ‘καὶ τίς’ ἔφη ‘ὕλη, Ἀπολλώνιε, τοῦ γε ἀσωμάτου;’ ‘μεγίστη’ εἶπε ‘καὶ ποικιλωτάτη, τεμένη τε γὰρ ἐν αὐτῇ καὶ ἱερὰ καὶ δρόμοι καὶ σκηνὴ δήπου, ἔθνη τε ἀνθρώπων τὰ μὲν ἐκ τῆς ὁμόρου, τὰ δὲ ἐκ τῶν ὑπερορίων τε καὶ ὑπὲρ θάλατταν.’ καὶ μὴν καὶ τεχνῶν πλείστων αὐτὴν ξυγκεῖσθαι καὶ σοφισμάτων σοφίας τε ἀληθινῆς καὶ ποιητῶν καὶ ξυμβουλιῶν καὶ διαλέξεων γυμνῆς τε ἀγωνίας καὶ μουσικῆς, ὡς Πυθοῖ πάτριον. ‘ἔοικεν,’ ἔφη ‘Ἀπολλώνιε, οὐ μόνον σωματοειδὲς εἶναι ἡ πανήγυρις, ἀλλὰ καὶ θαυμασιωτέρας ὕλης ἢ αἱ πόλεις, τὰ γὰρ τῶν σπουδαίων σπουδαιότατα καὶ τὰ τῶν ἐλλογίμων ἐλλογιμώτατα ξυγκαλεῖ καὶ ξυνοικίζει.’ ‘ἆρ᾽ οὖν,’ εἶπεν ‘ὦ Ἰσαγόρα, καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα, ἢ ἑτέρας ἐπ᾽ αὐτῆς δέῃ δόξης;’ ‘τελεία,’ ἔφη ‘ὦ Τυανεῦ, ἥδε ἡ δόξα καὶ δίκαιον ἕπεσθαι αὐτῇ.’ ‘καὶ μὴν ἀτελὴς’ εἶπεν ‘ἐνθυμουμένῳ περὶ αὐτῆς ὃν ἐγὼ τρόπον· δοκοῦσι γάρ μοι καὶ νῆες ἀνδρῶν δεῖσθαι καὶ ἄνδρες νηῶν καὶ μηδ᾽ ἂν ἐνθυμηθῆναί ποτε ἀνθρώπους τὴν θάλατταν, εἰ μὴ ναῦς ἦν, σώζειν τε ἄνδρας μὲν τείχη, τείχη δὲ ἄνδρας, πανήγυρις δὲ κατὰ τὸν αὐτὸν λόγον εἶναι μὲν καὶ ἡ τῶν ἀνδρῶν ξύνοδος, εἶναι δὲ καὶ αὐτὸ τὸ χωρίον, ἐς ὃ χρὴ ξυνιέναι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τείχη μὲν καὶ νῆες οὐδ᾽ ἂν ἐγένοντο, εἰ μὴ δι᾽ ἀνθρώπων χεῖρας, τὰ δὲ χωρία ταῦτα ὑπὸ χειρῶν μὲν ἀνθρωπείων ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα, φύσεως δ᾽ εὖ ἥκοντα ἐπάξια τοῦ ξυμφοιτᾶν ἐς αὐτὰ ἐνομίσθη, γυμνάσια μὲν γὰρ καὶ στοαὶ καὶ κρῆναι καὶ οἶκοι, τέχνῃ ταῦτα ἀνθρωπείᾳ εἰργάσθη, καθάπερ τὰ τείχη καὶ αἱ νῆες, Ἀλφειὸς δὲ οὗτος καὶ ἱππόδρομος καὶ στάδιον καὶ ἄλση πρὸ ἀνθρώπων δήπου ἐγένετο, ὁ μὲν ἀποχρῶν ποτὸν εἶναι καὶ λουτρόν, ὁ δ᾽ εὐρὺ πεδίον ἐναγωνίσασθαι τοῖς ἵπποις, τὸ δ᾽ ἐγκονίσασθαι καὶ διαδραμεῖν ἀθληταῖς διὰ τὸ παρέχεσθαί τινα ὅρον, αὐλῶνα σταδίου μῆκος, τὰ δὲ ἄλση στεφανῶσαι τοὺς νικῶντας καὶ τοὺς δρομικοὺς τῶν ἀθλητῶν γυμνάσαι. ταῦτα γάρ που καὶ Ἡρακλεῖ ἐνθυμηθέντι καὶ τὸ αὐτοφυὲς τῆς Ὀλυμπίας ἀγασθέντι ἐπάξιος ἐφάνη ὁ χῶρος τῶν ἔτι νῦν σπουδαζομένων ἐνταῦθα.’
ἡμερῶν δὲ τετταράκοντα διαλεχθεὶς ἐν Ὀλυμπίᾳ καὶ πλεῖστα σπουδάσας ‘καὶ κατὰ πόλεις μὲν’ ἔφη ‘διαλέξομαι ὑμῖν, ἄνδρες Ἕλληνες, ἐν πανηγύρεσιν ἐν πομπαῖς ἐν μυστηρίοις ἐν θυσίαις ἐν σπονδαῖς — ἀστείου δὲ ἀνδρὸς δέονται — νῦν δὲ ἐς Λεβάδειαν χρὴ καταβῆναί με, ἐπεὶ τῷ Τροφωνίῳ μήπω ξυγγέγονα καίτοι ἐπιφοιτήσας ποτὲ τῷ ἱερῷ.’ καὶ εἰπὼν ταῦτα ἐχώρει δὴ ἐπὶ Βοιωτίας οὐδενὸς λειπομένου τῶν θαυμαζόντων αὐτόν. τὸ δ᾽ ἐν Λεβαδείᾳ στόμιον ἀνάκειται μὲν Τροφωνίῳ τῷ Ἀπόλλωνος ἐσβατὸν μόνον τοῖς ὑπὲρ χρησμῶν φοιτῶσιν, ὁρᾶται δ᾽ οὐκ ἐν τῷ ἱερῷ, μικρὸν δ᾽ ἄνω τοῦ ἱεροῦ ἐν γηλόφῳ, ξυγκλείουσι δ᾽ αὐτὸ σιδήρεοι ὀβελίσκοι κύκλῳ περιβάλλοντες, ἡ δὲ κάθοδος οἵα ἱζήσαντα ἐπισπάσασθαι. λευκῇ δ᾽ ἐσθῆτι ἐσταλμένοι πέμπονται μελιτούττας ἀπάγοντες ἐν ταῖν χεροῖν μειλίγματα ἑρπετῶν, ἃ τοῖς κατιοῦσιν ἐγχρίπτει. ἀναδίδωσι δ᾽ ἡ γῆ τοὺς μὲν οὐ πόρρω, τοὺς δὲ πορρωτάτω, καὶ γὰρ ὑπὲρ Λοκροὺς ἀναπέμπονται καὶ ὑπὲρ Φωκέας, οἱ δὲ πλεῖστοι περὶ τὰ Βοιωτῶν ὅρια. παρελθὼν οὖν ἐς τὸ ἱερὸν ‘βούλομαι’ ἔφη ‘καταβῆναι ὑπὲρ φιλοσοφίας.’ ἀντιλεγόντων δὲ τῶν ἱερέων καὶ πρὸς μὲν τοὺς πολλοὺς λεγόντων, μὴ ἄν ποτε γόητι ἀνθρώπῳ παρασχεῖν ἔλεγχον τοῦ ἱεροῦ, πρὸς δὲ τὸν ἄνδρα πλαττομένων ἀποφράδας καὶ οὐ καθαρὰς χρῆσαι, τὴν μὲν ἡμέραν ἐκείνην διελέχθη περὶ τὰς πηγὰς τῆς Ἑρκύνης ὑπὲρ αἰτίας τοῦ μαντείου καὶ τρόπου, μόνον γὰρ ἐκεῖνο δι᾽ αὐτοῦ χρᾷ τοῦ χρωμένου, ἑσπέρα δ᾽ ὡς ἐγένετο, ἐλθὼν ἐπὶ τὸ στόμιον μετὰ τῶν ξυνακολουθούντων νέων καὶ τέτταρας τῶν ὀβελίσκων ἀνασπάσας, οἳ ξυνέχουσι τὰς τῆς παρόδου κλεῖδας, ἐχώρει ὑποχθόνιος αὐτῷ τρίβωνι, καθάπερ ἐς διάλεξιν ἑαυτὸν στείλας, οὕτω τι τῷ θεῷ φίλα πράττων, ὡς ἐπιστάντα τοῖς ἱερεῦσι τὸν Τροφώνιον ἐς ἐπίπηξίν τε αὐτοῖς καταστῆναι ὑπὲρ τοῦ ἀνδρὸς ἐς Αὐλίδα τε ἕπεσθαι κελεῦσαι πάντας, ὡς ἐκεῖ ἀναδυσομένου θαυμασιώτατα ἀνθρώπων. ἀνέσχε γὰρ δἰ ἡμερῶν ἑπτά, ὅσων μήπω τις τῶν ὑπελθόντων τὸ μαντεῖον, φέρων βιβλίον προσφορώτατον τῇ ἐρωτήσει. ὁ μὲν γὰρ κατῆλθεν εἰπὼν ‘τίνα, ὦ Τροφώνιε, καὶ σὺ τὴν ἀρτιωτάτην καὶ καθαρωτάτην φιλοσοφίαν ἡγῇ;’ τὸ δὲ βιβλίον τὰς Πυθαγόρου εἶχε δόξας, ὡς καὶ τοῦ μαντείου τῇ σοφίᾳ ταύτῃ ξυντιθεμένου.
ἀνάκειται τὸ βιβλίον τοῦτο ἐν Ἀνθίῳ καὶ σπουδάζεται διὰ τὴν αἰτίαν, τὸ δὲ Ἄνθιον Ἰταλῶν τῶν ἐπὶ θαλάττῃ. ταῦτα μὲν δὴ καὶ τῶν Λεβάδειαν οἰκούντων ξυγχωρῶ ἀκροᾶσθαι, περὶ δὲ τοῦ βιβλίου τούτου γνώμη ἀποπεφάνθω μοι, διακομισθῆναι μὲν αὐτὸ βασιλεῖ Ἀδριανῷ ὕστερον, ὅτε δὴ καί τινας τῶν τοῦ Ἀπολλωνίου ἐπιστολῶν, οὐ γὰρ δὴ πάσας γε, καταμεῖναι δὲ ἐς τὰ βασίλεια τὰ ἐν τῷ Ἀνθίῳ, οἷς μάλιστα δὴ τῶν περὶ τὴν Ἰταλίαν βασιλείων ἔχαιρεν.
ἀφίκοντο δ᾽ αὐτῷ κἀξ Ἰωνίας οἱ ὁμιληταὶ πάντες, οὓς ὠνόμαζεν Ἀπολλωνιείους ἡ Ἑλλάς, καὶ ξυμμιχθέντες τοῖς αὐτόθεν νεότης ἐγένοντο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. ῥητορικὴ μὲν γὰρ ἀπέκειτο ἀμελουμένη καὶ σμικρὰ προσεῖχον τοῖς τὴν τέχνην ξυγκροτοῦσιν, ὡς μόνης διδασκάλου τῆς γλώττης, ὠθίζοντο δὲ ἐπὶ τὴν ἐκείνου φιλοσοφίαν πάντες. ὁ δ᾽, ὥσπερ τοὺς Γύγας φασὶ καὶ τοὺς Κροίσους ἀκλείστους παρέχειν τὰς τῶν θησαυρῶν θύρας, ἵν᾽ ἀπαντλεῖν εἴη τοῖς δεομένοις, οὕτω παρεῖχε τὴν ἑαυτοῦ σοφίαν τοῖς ἐρῶσι, περὶ παντὸς ἐρωτᾶν ξυγχωρῶν.
διαβαλλόντων δ᾽ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκτρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, ‘νὴ Δί᾽,’ εἶπεν ‘ἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι.’ τί δ᾽ ἐβούλετο αὐτῷ τοῦτο; τοὺς ἀγοραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομένους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου· διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμωτηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκοφαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον ἢ τοῦ τυράννου.
περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδαζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη· τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δ᾽ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν ‘ἀκούω σε,’ εἶπεν ‘Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια.’ ‘εἴ γε’ ἔφη ‘ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια.’ ‘ἀκούω’ εἶπε ‘καὶ ξύμφημι.’ ‘ἐπεὶ τοίνυν’ ἔφη ‘ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ.’ ἐπεὶ δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, ‘θάρρει,’ ἔφη ‘ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς.’
μετὰ ταῦθ᾽ ὁ μέν, ἐπειδὴ τῶν κατὰ τὴν Ἑλλάδα ἱκανῶς εἶχε δυοῖν ἐνδιατρίψας ἐτοῖν, ἔπλει ἐς Ἰωνίαν ξυνεπομένης αὐτῷ τῆς ἑταιρείας, καὶ τὸν μὲν πλείω χρόνον ἐφιλοσόφει περὶ τὴν Σμύρναν τε καὶ τὴν Ἔφεσον, ἐπιὼν καὶ τὰς ἄλλας καὶ ἐν οὐδεμιᾷ τῶν πόλεων ἀηδὴς εἶναι δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος καὶ κέρδος μέγα τοῖς δεξιοῖς.
ἐώθουν δὲ οἱ θεοὶ Δομετιανὸν ἤδη τῆς τῶν ἀνθρώπων προεδρίας. ἔτυχε μὲν γὰρ Κλήμεντα ἀπεκτονὼς ἄνδρα ὕπατον, ᾧ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐδεδώκει, πρόσταγμα δ᾽ ἐπεποίητο περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν τοῦ φόνου κἀκείνην ἐς ἀνδρὸς φοιτᾶν· στέφανος τοίνυν ἀπελεύθερος τῆς γυναικός, ὃν ἐδήλου τὸ τῆς διοσημίας σχῆμα, εἴτε τὸν τεθνεῶτα ἐνθυμηθείς, εἴτε πάντας, ὥρμησε μὲν ἴσα τοῖς ἐλευθερωτάτοις Ἀθηναίοις ἐπὶ τὸν τύραννον, ξίφος δ᾽ ὑφείρας τῷ τῆς ἀριστερᾶς πήχει καὶ τὴν χεῖρα ἐπιδέσμοις ἀναλαβὼν οἷον κατεαγυῖαν ἀπιόντι τοῦ δικαστηρίου προσελθὼν ‘δέομαί σου,’ ἔφη ‘βασιλεῦ, μόνου, μεγάλα γάρ, ὑπὲρ ὧν ἀκούσῃ.’ οὐκ ἀπαξιώσαντος δὲ τοῦ τυράννου τὴν ἀκρόασιν ἀπολαβὼν αὐτὸν ἐς τὸν ἀνδρῶνα, οὗ τὰ βασίλεια, ‘οὐ τέθνηκεν’ εἶπεν ‘ὁ πολεμιώτατός σοι Κλήμης, ὡς σὺ οἴει, ἀλλ᾽ ἔστιν οὗ ἐγὼ οἶδα, καὶ ξυντάττει ἑαυτὸν ἐπὶ σέ.’ μέγα δ᾽ αὐτοῦ βοήσαντος περὶ ὧν ἤκουσε, τεταραγμένῳ προσπεσὼν ὁ Στέφανος καὶ τὸ ξίφος τῆς ἐσκευασμένης χειρὸς ἀνασπάσας διῆκε τοῦ μηροῦ πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον. ὁ δ᾽ ἐρρωμένος μὲν καὶ ἄλλως τὸ σῶμα, γεγονὼς δὲ περὶ τὰ πέντε καὶ τετταράκοντα ἔτη ξυνεπλάκη τρωθείς, καὶ καταβαλὼν τὸν Στέφανον ἐπέκειτο τοὺς ὀφθαλμοὺς ὀρύττων καὶ τὰς παρειὰς ξυντρίβων πυθμένι χρυσῆς κύλικος αὐτοῦ κειμένης περὶ τὰ ἱερά, ἐκάλει δὲ καὶ τὴν Ἀθηνᾶν ἀρωγόν. συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος ἐσῆλθον ἀθρόοι καὶ τὸν τύραννον ἀπέκτειναν λιποθυμοῦντα ἤδη.
ταῦτ᾽ ἐπράττετο μὲν κατὰ τὴν Ῥώμην, ἑωρᾶτο δ᾽ Ἀπολλωνίῳ κατὰ τὴν Ἔφεσον. διαλεγόμενος γὰρ περὶ τὰ τῶν ξυστῶν ἄλση κατὰ μεσημβρίαν, ὅτε δὴ καὶ τὰ ἐν τοῖς βασιλείοις ἐγίγνετο, πρῶτον μὲν ὑφῆκε τῆς φωνῆς, οἷον δείσας, εἶτ᾽ ἐλλιπέστερον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἡρμήνευσεν ἴσα τοῖς μεταξὺ λόγων διορῶσί τι ἕτερον, εἶτα ἐσιώπησεν, ὥσπερ οἱ τῶν λόγων ἐκπεσόντες, βλέψας τε δεινὸν ἐς τὴν γῆν καὶ προβὰς τρία ἢ τέτταρα τῶν βημάτων ‘παῖε τὸν τύραννον, παῖε’ ἐβόα, οὐχ ὥσπερ ἐκ κατόπτρου τινὸς εἴδωλον ἀληθείας ἕλκων, ἀλλ᾽ αὐτὰ ὁρῶν καὶ ξυλλαμβάνειν δοκῶν τὰ δρώμενα. ἐκπεπληγμένης δὲ τῆς Ἐφέσου, παρῆν γὰρ διαλεγομένῳ πᾶσα, ἐπισχὼν ὅσον οἱ διορῶντες, ἔστ᾽ ἂν γένηταί τι τῶν ἀμφιβόλων τέλος ‘θαρρεῖτε,’ εἶπεν ‘ὦ ἄνδρες, ὁ γὰρ τύραννος ἀπέσφακται τήμερον. τί λέγω τήμερον; ἄρτι, νὴ τὴν Ἀθηνᾶν, ἄρτι, περὶ τὸν καιρὸν τῶν ῥημάτων, οἷς ἐπεσιώπησα.’ μανίαν δὲ ταῦθ᾽ ἡγουμένων τῶν κατὰ τὴν Ἔφεσον καὶ βουλομένων μὲν ἀληθεύειν αὐτὸν, δεδιότων δὲ τὸν τῆς ἀκροάσεως κίνδυνον ‘οὐ θαυμάζω’ ἔφη ‘τῶν μήπω προσδεχομένων τὸν λόγον, ὃν μηδ᾽ ἡ Ῥώμη γιγνώσκει πᾶσα· ἀλλ᾽ ἰδοὺ γιγνώσκει, διαφοιτᾷ γάρ, καὶ πιστεύουσι μὲν ἤδη μύριοι, πηδῶσι δ᾽ ὑφ᾽ ἡδονῆς δὶς τόσοι καὶ διπλάσιοι τούτων καὶ τετραπλάσιοι καὶ πάντες οἱ ἐκείνῃ δῆμοι. ἀφίξεται τουτὶ τὸ ῥῆμα καὶ δεῦρο, καὶ τὸ μὲν θύειν ὑμᾶς ἐπ᾽ αὐτοῖς ἀναβεβλήσθω ἐς καιρόν, ὃν ἀπαγγελθήσεται ταῦτα, ἐγὼ δὲ εἶμι προσευξόμενος τοῖς θεοῖς ὑπὲρ ὧν εἶδον.’
ἔτ᾽ ἀπιστουμένων τούτων ἦλθον οἱ τῶν εὐαγγελίων δρόμοι μάρτυρες τῆς σοφίας τοῦ ἀνδρός, καὶ γὰρ ἡ τοῦ τυράννου σφαγὴ καὶ ἡ τοῦτο ἐνεγκοῦσα ἡμέρα καὶ ἡ μεσημβρία καὶ οἱ κτείνοντες, πρὸς οὓς ἡ παρακέλευσις, οὕτως εἶχεν, ὡς οἱ θεοὶ τούτων ἕκαστα διαλεγομένῳ τῷ ἀνδρὶ ἀνέφαινον. τριάκοντα δ᾽ ἡμέραις μετὰ ταῦτα ἐπιστείλαντος αὐτῷ τοῦ Νερούα τὴν μὲν ἀρχὴν ἤδη τῶν Ῥωμαίων ἔχειν θεῶν τε βουλαῖς κἀκείνου, κατασχεῖν δ᾽ ἂν αὐτὴν ῥᾷον, εἰ ξύμβουλος αὐτῷ ἔλθοι, τὸ μὲν αὐτίκα ἐκεῖνο γράφει πρὸς αὐτὸν αἴνιγμα· ‘ξυνεσόμεθα, ὦ βασιλεῦ, χρόνον ἀλλήλοις πλεῖστον, ὃν μήτε ἡμεῖς ἑτέρου, μήτ᾽ ἄλλος ἡμῶν ἄρξει’ συνιεὶς ἴσως ἑαυτοῦ τε, ὡς μετ᾽ οὐ πολὺ μεταστησομένου ἀνθρώπων, Νερούα τε, ὡς χρόνον βραχὺν ἄρξοντος, ἐς ἐνιαυτὸν γὰρ καὶ μῆνας τέτταρας τὰ τῆς βασιλείας αὐτῷ προὔβη σωφρονεστάτῳ δόξαντι·
ἵνα δὲ μὴ ἀμελῶν φαίνοιτο φίλου τε ἀγαθοῦ καὶ ἄρχοντος, ξυνέθηκε μετὰ ταῦτα πρὸς αὐτὸν ἐπιστολὴν ξύμβουλον τῶν ἀρχικῶν καὶ καλέσας τὸν Δάμιν ‘σοῦ’ ἔφη ‘δεῖται ταῦτα, τὰ γὰρ ἀπόρρητα τῆς ἐπιστολῆς γέγραπται μὲν πρὸς τὸν βασιλέα, ἔστι δ᾽ οἷα ἢ ὑπ᾽ ἐμοῦ λέγεσθαι ἢ διὰ σοῦ.’ καὶ ὀψὲ ὁ Δάμις ξυνεῖναί φησι τῆς τέχνης, τὴν μὲν γὰρ ἐπιστολὴν ἄριστά τε αὐτῷ καὶ ὑπὲρ μεγάλων ξυγγεγράφθαι, πεμφθῆναι δ᾽ ἂν καὶ δι᾽ ἑτέρου. τίς οὖν ἡ τέχνη τοῦ ἀνδρός; πάντα τὸν χρόνον, ὃν ἐβίω, λέγεται θαμὰ ἐπιφθέγγεσθαι ‘λάθε βιώσας, εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσας’· ἀπάγων οὖν ἑαυτοῦ τὸν Δάμιν, ἵνα μὴ ὑπὸ μάρτυσι καταλύοι, τὴν ἐπιστολὴν ἐσκήψατο καὶ τὸ ἀναφοιτῆσαι αὐτὸν ἐς τὴν Ῥώμην. αὐτὸς μὲν δὴ παθεῖν τι ἀπιὼν αὐτοῦ φησιν οὐδὲ εἰδὼς τὰ μέλλοντα, τὸν δ᾽ εὖ εἰδότα μηδὲν μέν οἱ εἰπεῖν, ὥσπερ εἰώθασιν οἱ μηκέτ᾽ ἀλλήλους ὀψόμενοι, τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι ἀεὶ ἔσται, παρεγγυῆσαι δὲ ὧδε· ‘ὦ Δάμι, κἂν ἐπὶ σεαυτοῦ φιλοσοφῇς, ἐμὲ ὅρα.’
τὰ μὲν δὴ ἐς Ἀπολλώνιον τὸν Τυανέα Δάμιδι τῷ Ἀσσυρίῳ ἀναγεγραμμένα ἐς τόνδε τὸν λόγον τελευτᾷ, περὶ γὰρ τρόπου, καθ᾽ ὃν ἐτελεύτα, εἴγε ἐτελεύτα, πλείους μὲν λόγοι, Δάμιδι δὲ οὐδεὶς εἴρηται, ἐμοὶ δὲ οὐδὲ τοῦτο χρὴ παραλελεῖφθαι, δεῖ γάρ. που τὸν λόγον ἔχειν τὸ ἑαυτοῦ πέρας. οὐδ᾽ ὑπὲρ ἡλικίας τοῦ ἀνδρὸς εἴρηται οὐδὲν τῷ Δάμιδι, ἀλλὰ τοῖς μὲν ὀγδοήκοντα, τοῖς δ᾽ ὑπὲρ τὰ ἐνενήκοντα, τοῖς δὲ καὶ πρόσω τῶν ἑκατὸν ἐλθεῖν ἀκέραιος ὢν πᾶν τὸ σῶμα καὶ ἄρτιος, νεότητος δὲ ἡδίων. ἔστι γάρ τις ὥρα καὶ περὶ ῥυτίσιν, ἣ μάλιστα περὶ ἐκεῖνον ἤνθησεν, ὡς εἰκόνες τε δηλοῦσι τἀνδρὸς ἐν τῷ Τύανάδε ἱερῷ καὶ λόγοι μᾶλλον ὑμνοῦντες τὸ Ἀπολλωνίου γῆρας ἢ τὴν Ἀλκιβιάδου ποτὲ νεότητα.
τελευτῆσαι δ᾽ αὐτὸν οἱ μὲν ἐν Ἐφέσῳ θεραπευόμενον ὑπὸ δυοῖν δμωαῖν, τεθνάναι γὰρ ἤδη οἱ ἀπελεύθεροι, περὶ ὧν κατ᾽ ἀρχὰς εἶπον, ἐλευθερώσαντα δὲ τὴν ἑτέραν αἰτίαν πρὸς τῆς ἑτέρας ἔχειν, ἐπεὶ μὴ τῶν αὐτῶν ἠξίωτο, τὸν δ᾽ Ἀπολλώνιον ‘καὶ δουλεῦσαι’ φάναι ‘προσήκει σὲ αὐτῇ, τουτὶ γάρ σοι ἀγαθοῦ ἄρξει.’ τελευτήσαντος οὖν ἡ μὲν δουλεύειν ἐκείνῃ, ἡ δ᾽ ἐκ μικρᾶς αἰτίας ἀποδόσθαι αὐτὴν καπήλῳ, παρ᾽ οὗ πρίασθαί τις οὐδ᾽ εὐπρεπῆ οὖσαν, ἀλλ᾽ ἐρῶν οὗτος καὶ χρηματιστὴς ἱκανὸς ὢν γυναῖκά τε ἀνειπεῖν καὶ παῖδας ἐξ αὐτῆς ἐγγράψαι. οἱ δ᾽ ἐν Λίνδῳ τελευτῆσαι αὐτὸν παρελθόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ ἔσω ἀφανισθέντα, οἱ δ᾽ ἐν Κρήτῃ φασὶ θαυμασιώτερον ἢ οἱ ἐν Λίνδῳ· διατρίβειν μὲν γὰρ ἐν τῇ Κρήτῃ τὸν Ἀπολλώνιον μᾶλλον ἢ πρὸ τούτου θαυμαζόμενον, ἀφικέσθαι δ᾽ ἐς τὸ ἱερὸν τῆς Δικτύννης ἀωρί, φυλακὴ δὲ τῷ ἱερῷ κυνῶν ἐπιτέτακται φρουροὶ τοῦ ἐν αὐτῷ πλούτου, καὶ ἀξιοῦσιν αὐτοὺς οἱ Κρῆτες μήτε τῶν ἄρκτων μήτε τῶν ὧδε ἀγρίων λείπεσθαι, οἱ δ᾽ οὔθ᾽ ὑλακτεῖν ἥκοντα σαίνειν τε αὐτὸν προσιόντες, ὡς μηδὲ τοὺς ἄγαν ἐθάδας. οἱ μὲν δὴ τοῦ ἱεροῦ προϊστάμενοι ξυλλαβόντες αὐτὸν ὡς γόητα καὶ λῃστὴν δῆσαι μείλιγμα τοῖς κυσὶ προβεβλῆσθαί τι ὑπ᾽ αὐτοῦ φάσκοντες, ὁ δ᾽ ἀμφὶ μέσας νύκτας ἑαυτὸν λῦσαι, καλέσας δὲ τοὺς δήσαντας, ὡς μὴ λάθοι, δραμεῖν ἐπὶ τὰς τοῦ ἱεροῦ θύρας, αἱ δ᾽ ἀνεπετάσθησαν, παρελθόντος δὲ ἔσω τὰς μὲν θύρας ξυνελθεῖν, ὥσπερ ἐκέκλειντο, βοὴν δὲ ᾀδουσῶν παρθένων ἐκπεσεῖν. τὸ δὲ ᾆσμα ἦν· ‘στεῖχε γᾶς, στεῖχε ἐς οὐρανόν, στεῖχε.’ οἷον· ἴθι ἐκ τῆς γῆς ἄνω.
περὶ ψυχῆς δέ, ὡς ἀθάνατος εἴη, ἐφιλοσόφει ἔτι, διδάσκων μέν, ὅτι ἀληθὴς ὁ ὑπὲρ αὐτῆς λόγος, πολυπραγμονεῖν δὲ μὴ ξυγχωρῶν τὰ ὧδε μεγάλα· ἀφίκετο μὲν γὰρ ἐς τὰ Τύανα μειράκιον θρασὺ περὶ τὰς ἔριδας καὶ μὴ ξυντιθέμενον ἀληθεῖ λόγῳ, τοῦ δὲ Ἀπολλωνίου ἐξ ἀνθρώπων μὲν ἤδη ὄντος, θαυμαζομένου δ᾽ ἐπὶ τῇ μεταβολῇ καὶ μηδ᾽ ἀντιλέξαι θαρροῦντος μηδενός, ὡς οὐκ ἀθάνατος εἴη, λόγοι μὲν οἱ πλείους ὑπὲρ ψυχῆς ἐγίγνοντο, καὶ γὰρ νεότης τις ἦν αὐτόθι σοφίας ἐρῶντες, τὸ δὲ μειράκιον οὐδαμῶς τῇ τῆς ψυχῆς ἀθανασίᾳ ξυντιθέμενον ‘ἐγώ,’ ἔφη ‘ὦ παρόντες, τουτονὶ μῆνα δέκατον Ἀπολλωνίῳ διατελῶ εὐχόμενος ἀναφῆναί μοι τὸν ὑπὲρ ψυχῆς λόγον, ὁ δ᾽ οὕτω τέθνηκεν, ὡς μηδ᾽ ἐφίστασθαι δεομένῳ, μηδ᾽, ὡς ἀθάνατος εἴη, πείθειν.’ τοιαῦτα μὲν τὸ μειράκιον τότε, πέμπτῃ δὲ ἀπ᾽ ἐκείνης ἡμέρᾳ περὶ τῶν αὐτῶν σπουδάσαν κατέδαρθε μὲν οὗ διελέγετο, τῶν δὲ ξυσπουδαζόντων νέων οἱ μὲν πρὸς βιβλίοις ἦσαν, οἱ δ᾽ ἐσπούδαζον γεωμετρικοὺς ἐπιχαράττοντες τύπους τῇ γῇ, τὸ δ᾽, ὥσπερ ἐμμανές, ἀναπηδῆσαν ὠμόυπνον ἱδρῶτί τε πολλῷ ἐρρεῖτο καὶ ἐβόα ‘πείθομαί σοι.’ ἐρομένων δ᾽ αὐτὸ τῶν παρόντων, ὅ τι πέπονθεν, ‘οὐχ ὁρᾶτε’ ἔφη ‘ὑμεῖς Ἀπολλώνιον τὸν σοφόν, ὡς παρατυγχάνει τε ἡμῖν ἐπακροώμενος τοῦ λόγου καὶ περὶ ψυχῆς ῥαψῳδεῖ θαυμάσια;’ ‘ποῦ δ᾽ οὗτος;’ ἔφασαν ‘ὡς ἡμῖν γε οὐδαμοῦ φαίνεται καίτοι βουλομένοις ἂν τοῦτο μᾶλλον ἢ τὰ πάντων ἀνθρώπων ἀγαθὰ ἔχειν.’ καὶ τὸ μειράκιον ‘ἔοικεν ἐμοὶ μόνῳ διαλεξόμενος ἥκειν ὑπὲρ ὧν μὴ ἐπίστευον· ἀκούτἐ οὖν, οἷα τῷ λόγῳ ἐπιθειάζει·
- ἀθάνατος ψυχὴ κοὐ χρῆμα σόν, ἀλλὰ προνοίας,
- ἡ μετὰ σῶμα μαρανθέν, ἅτ᾽ ἐκ δεσμῶν θοὸς ἵππος,
- ῥηιδίως προθοροῦσα κεράννυται ἠέρι κούφῳ
- δεινὴν καὶ πολύτλητον ἀποστέρξασα λατρείην·
- σοι δὲ τί τῶνδ᾽ ὄφελος, ὅ ποτ᾽ οὐκέτ᾽ ἐὼν τότε δόξεις;
- ἢ τί μετὰ ζῳοῖσιν ἐὼν περὶ τῶνδε ματεύεις;
καὶ σαφὴς οὗτος Ἀπολλωνίου τρίπους ἕστηκεν ὑπὲρ τῶν τῆς ψυχῆς ἀπορρήτων, ἵν᾽ εὔθυμοί τε καὶ τὴν αὑτῶν φύσιν εἰδότες, οἷ τάττουσι Μοῖραι, πορευοίμεθα. τάφῳ μὲν οὖν ἢ ψευδοταφίῳ τοῦ ἀνδρὸς οὐδαμοῦ προστυχὼν οἶδα καίτοι τῆς γῆς, ὁπόση ἐστίν, ἐπελθὼν πλείστην, λόγοις δὲ πανταχοῦ δαιμονίοις, καὶ ἱερὰ Τύανάδε βασιλείοις ἐκπεποιημένα τέλεσιν· οὐδὲ γὰρ βασιλεῖς ἀπηξίουν αὐτὸν ὧν αὐτοὶ ἠξιοῦντο.’