Μετάβαση στο περιεχόμενο

Βίος Απολλωνίου του Τυανέως (Φιλόστρατος)/ς

Από Βικιθήκη
Βιβλίον ς΄
Συγγραφέας:
Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον
Flavii Philostrati Opera, Vol 1. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1870.


Αἰθιοπία δὲ τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέριον κέρας, ὥσπερ Ἰνδοὶ τὸ πρὸς ἕω, κατὰ Μερόην δ᾽ Αἰγύπτῳ ξυνάπτουσα καί τι τῆς ἀμαρτύρου Λιβύης ἐπελθοῦσα τελευτᾷ ἐς θάλατταν, ἣν Ὠκεανὸν οἱ ποιηταὶ καλοῦσι, τὸ περὶ γῆν ἅπαν ὧδε ἐπονομάζοντες. ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπ᾽ Αἰθιόπων ἄγει. μέγεθος μὲν οὖν οὐκ ἀξία παραβεβλῆσθαι πρὸς Ἰνδοὺς ἥδε ἡ χώρα, ὅτι μηδ᾽ ἄλλη μηδεμία, ὁπόσαι κατ᾽ ἀνθρώπους ὀνομασταὶ ἤπειροι, εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμετροι πρὸς τὴν Ἰνδῶν ἄμφω, τοσαύτῃ ξυντεθείσα, ποταμοὶ δὲ ἀμφοῖν ὅμοιοι λογισαμένῳ τὰ Ἰνδοῦ τε καὶ Νείλου· ἐπιρραίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κροκόδειλον καὶ τὸν ἵππον, λόγοι τε ὀργίων ἐπ᾽ αὐτοῖς ἴσοι, πολλὰ γὰρ τῶν Ἰνδῶν καὶ Νείλῳ ἐπιθειάζεται. τὴν δὲ ὁμοιότητα τῶν ἠπείρων πιστούσθων μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθων δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκόμενός τε καὶ δουλεύων. βόσκουσι δὲ καὶ θηρία, οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι, Πυγμαίων τε ἐν αὐταῖς ἔθνη καὶ ὑλακτούντων ἄλλο ἄλλῃ καὶ ὧδε θαυμαστά. γρῦπες δὲ Ἰνδῶν καὶ μύρμηκες Αἰθιόπων εἰ καὶ ἀνόμοιοι τὴν ἰδέαν εἰσίν, ἀλλ᾽ ὅμοιά γε, ὥς φασι, βούλονται, χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾄδονται τὸ χρυσόγεων τῶν ἠπείρων ἀσπαζόμενοι. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, ὁ δὲ λόγος ἐς τὸ ἑαυτοῦ ἴτω καὶ ἐχώμεθα τοῦ ἀνδρός.

ἀφικόμενος γὰρ ἐπὶ τὰ Αἰθιόπων τε καὶ Αἰγυπτίων ὅρια, Συκάμινον δὲ αὐτὰ ὀνομάζουσι, χρυσῷ τε ἀσήμῳ ἐνέτυχε καὶ λίνῳ καὶ ἐλέφαντι καὶ ῥίζαις καὶ μύρῳ καὶ ἀρώμασιν, ἔκειτο δὲ πάντα ἀφύλακτα ἐν ὁδῷ σχιστῇ· καὶ ὅ τι βούλεται ταῦτα, ἐγὼ δηλώσω, νομίζεται γὰρ καὶ ἐς ἡμᾶς ἔτι· ἀγορὰν Αἰθίοπες ἀπάγουσιν, ὧν Αἰθιοπία δίδωσιν, οἱ δ᾽ ἀνελόμενοι πᾶσαν ξυμφέρουσιν ἐς τὸν αὐτὸν χῶρον ἀγορὰν Αἰγυπτίαν ἴσου ἀξίαν ὠνούμενοι τῶν αὐτοῖς ὄντων τὰ οὐκ ὄντα. οἱ δὲ τὰ ὅρια τῶν ἠπείρων οἰκοῦντες οὔπω μέλανες, ἀλλὰ ὁμόφυλοι τὸ χρῶμα, μελαίνονται γὰρ οἱ μὲν ἧττον Αἰθιόπων, οἱ δὲ μᾶλλον Αἰγυπτίων. ξυνεὶς οὖν ὁ Ἀπολλώνιος τοῦ τῆς ἀγορᾶς ἤθους ‘οἱ δὲ χρηστοὶ’ ἔφη ‘Ἕλληνες, ἢν μὴ ὀβολὸς ὀβολὸν τέκῃ καὶ τὰ ὤνια αὑτοῖς ἐπιτιμήσωσι καπηλεύοντες ἢ καθειργνύντες, οὔ φασι ζῆν ὁ μὲν θυγατέρα σκηπτόμενος ἐν ὥρᾳ γάμων, ὁ δ᾽ υἱὸν ἤδη τελοῦντα ἐς ἄνδρας, ὁ δ᾽ ἐράνου πλήρωσιν, ὁ δ᾽, ὡς οἰκοδομοῖτο οἰκίαν, ὁ δέ, ὡς αἰσχύνοιτο χρηματιστὴς ἥττων τοῦ πατρὸς δόξαι. καλῶς δ᾽ ἄρ᾽ εἶχεν, ἵνα ὁ πλοῦτος ἀτίμως ἔπραττεν ἰσότης τε ἤνθει,

μέλας δ᾽ ἀπέκειτο σίδηρος,

ὁμονοούντων τῶν ἀνθρώπων, καὶ ἡ γῆ πᾶσα ἐδόκει μία.’

τοιαῦτα διαλεγόμενος καὶ ξυμβούλους τῶν διαλέξεων, ὥσπερ εἰώθει, ποιούμενος τοὺς καιροὺς ἐχώρει ἐπὶ Μέμνονος, ἡγεῖτο δ᾽ αὐτοῖς μειράκιον Αἰγύπτιον, ὑπὲρ οὗ τάδε ἀναγράφει Δάμις· Τιμασίων μὲν τῷ μειρακίῳ τούτῳ ὄνομα ἦν, ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἔτι ἔρρωτο. σωφρονοῦντι δὲ αὐτῷ μητρυιὰ ἐρῶσα ἐνέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ ἡ Φαίδρα, διαβάλλουσα δ᾽ αὐτὸν ὡς θῆλυν καὶ ἐρασταῖς μᾶλλον ἢ γυναίοις χαίροντα. ὁ δ᾽ ἐκλιπὼν Ναύκρατιν, ἐκεῖ γὰρ ταῦτα ἐγίγνετο, περὶ Μέμφιν διῃτᾶτο, καὶ ναῦν δὲ ἰδιόστολον ἐκέκτητο καὶ ἐναυκλήρει ἐν τῷ Νείλῳ. ἰδὼν οὖν ἀναπλέοντα τὸν Ἀπολλώνιον καταπλέων αὐτὸς ξυνῆκέ τε, ὡς ἀνδρῶν σοφῶν εἴη τὸ πλήρωμα ξυμβαλλόμενος τοῖς τρίβωσι καὶ τοῖς βιβλίοις, οἷς προσεσπούδαζον, καὶ ἱκέτευε προσδοῦναί οἱ τῆς τοῦ πλοῦ κοινωνίας ἐρῶντι σοφίας, ὁ δ᾽ Ἀπολλώνιος ‘σώφρων’ ἔφη ‘ὁ νεανίσκος, ὦ ἄνδρες, καὶ ἀξιούσθω ὧν δεῖται,’ καὶ διῆλθε τὸν περὶ τῆς μητρυιᾶς λόγον πρὸς τοὺς ἐγγὺς τῶν ἑταίρων ὑφειμένῳ τῷ τόνῳ προσπλέοντος τοῦ μειρακίου ἔτι. ὡς δὲ ξυνῄεσαν αἱ νῆες, μεταβὰς ὁ Τιμασίων καὶ πρὸς τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι ὑπὲρ τοῦ φόρτου προσεῖπε τοὺς ἄνδρας. κελεύσας οὖν αὐτὸν ὁ Ἀπολλώνιος κατ᾽ ὀφθαλμοὺς αὐτοῦ ἱζῆσαι ‘μειράκιον’ ἔφη ‘Αἰγύπτιον, ἔοικας γὰρ τῶν ἐπιχωρίων εἶναί τις, τί σοι φαῦλον ἢ τί χρηστὸν εἴργασται, λέξον, ὡς τῶν μὲν λύσις παρ᾽ ἐμοῦ γένοιτό σοι δι᾽ ἡλικίαν, τῶν δ᾽ αὖ ἐπαινεθεὶς ἐμοί τε ξυμφιλοσοφοίης καὶ τοῖσδε.’ ὁρῶν δὲ τὸν Τιμασίωνα ἐρυθριῶντα καὶ μεταβάλλοντα τὴν ὁρμὴν τοῦ στόματος ἐς τὸ λέξαι τι ἢ μή, θαμὰ ἤρειδε τὴν ἐρώτησιν, ὥσπερ οὐδεμιᾷ προγνώσει ἐς αὐτὸν κεχρημένος, ἀναθαρσήσας δὲ ὁ Τιμασίων ‘ὦ θεοί,’ ἔφη ‘τίνα ἐμαυτὸν εἴπω; κακὸς μὲν γὰρ οὐκ εἰμί, ἀγαθὸν δὲ εἰ χρὴ νομίζεσθαί με, οὐκ οἶδα, τὸ γὰρ μὴ ἀδικεῖν οὔπω ἔπαινος.’ καὶ ὁ Ἀπολλώνιος ‘βαβαί,’ ἔφη ‘μειράκιον, ὡς ἀπὸ Ἰνδῶν μοι διαλέγῃ, ταυτὶ γὰρ καὶ Ἰάρχᾳ δοκεῖ τῷ θείῳ. ἀλλ᾽ ῾εἰπἒ ὅπως ταῦτα δοξάζεις, κἀξ ὅτου; φυλαξομένῳ γάρ τι ἁμαρτεῖν ἔοικας.’ ἐπεὶ δὲ ἀρξαμένου λέγειν, ὡς ἡ μητρυιὰ μὲν ἐπ᾽ αὐτὸν φέροιτο, αὐτὸς δ᾽ ἐρώσῃ ἐκσταίη, βοὴ ἐγένετο, ὡς δαιμονίως αὐτὰ τοῦ Ἀπολλωνίου προειπόντος, ὑπολαβὼν ὁ Τιμασίων ‘ὦ λῷστοι,’ ἔφη ‘τί πεπόνθατε; τοσοῦτον γὰρ ἀπέχει τὰ εἰρημένα θαύματος, ὅσον, οἶμαι, γέλωτος.’ καὶ ὁ Δάμις ‘ἕτερόν τι’ ἔφη ‘ἐθαυμάσαμεν, ὃ μήπω γιγνώσκεις. καὶ σὲ δέ, μειράκιον, ἐπαινοῦμεν, ὅτι μηδὲν οἴει λαμπρὸν εἰργάσθαι.’ ‘Ἀφροδίτῃ δὲ θύεις, ὦ μειράκιον;’ ἤρετο ὁ Ἀπολλώνιος, καὶ ὁ Τιμασίων, ‘νὴ Δί᾽,’ εἶπεν, ‘ὁσημέραι γε, πολλὴν γὰρ ἡγοῦμαι τὴν θεὸν ῾ἐν᾽ ἀνθρωπείοις τε καὶ θείοις πράγμασιν.’ ὑπερησθεὶς οὖν ὁ Ἀπολλώνιος, ‘ψηφισώμεθα,’ ἔφη ‘ὦ ἄνδρες, ἐστεφανῶσθαι αὐτὸν ἐπὶ σωφροσύνῃ καὶ πρὸ Ἱππολύτου τοῦ Θησέως, ὁ μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισε καὶ διὰ τουτὶ ἴσως οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ᾽ αὐτὸν οὐδεὶς ἐκώμαζεν, ἀλλ᾽ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας, οὑτοσὶ δὲ ἡττᾶσθαι τῆς θεοῦ φάσκων οὐδὲν πρὸς τὴν ἐρῶσαν ἔπαθεν, ἀλλ᾽ ἀπῆλθεν αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξοιτο, καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντιναδὴ τῶν θεῶν, ὥσπερ πρὸς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος, οὐκ ἀξιῶ σωφροσύνης, σωφρονέστερον γὰρ τὸ περὶ πάντων θεῶν εὖ λέγειν καὶ ταῦτα Ἀθήνησιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται.’ τοσαῦτα ἐς τὸν Τιμασίωνα αὐτῷ ἐσπουδάσθη. πλὴν ἀλλὰ Ἱππόλυτόν γε ἐκάλει αὐτὸν διὰ τοὺς ὀφθαλμούς, οἷς τὴν μητρυιὰν εἶδεν. ἐδόκει δὲ καὶ τοῦ σώματος ἐπιμεληθῆναι καὶ γυμναστικῆς ἐπαφροδίτως ἅψασθαι.

ὑπὸ τούτῳ ἡγεμόνι παρελθεῖν φασιν ἐς τὸ τέμενος τοῦ Μέμνονος. περὶ δὲ τοῦ Μέμνονος τάδε ἀναγράφει Δάμις· Ἠοῦς μὲν παῖδα γενέσθαι αὐτόν, ἀποθανεῖν δὲ οὐκ ἐν Τροίᾳ, ὅτι μηδὲ ἀφικέσθαι ἐς Τροίαν, ἀλλ᾽ ἐν Αἰθιοπίᾳ τελευτῆσαι βασιλεύσαντα Αἰθιόπων γενεὰς πέντε. οἱ δ᾽, ἐπειδὴ μακροβιώτατοι ἀνθρώπων εἰσίν, ὀλοφύρονται τὸν Μέμνονα ὡς κομιδῇ νέον καὶ ὅσα ἐπὶ ἀώρῳ κλαίουσι, τὸ δὲ χωρίον, ἐν ᾧ ἵδρυται, φασὶ μὲν προσεοικέναι ἀγορᾷ ἀρχαίᾳ, οἷαι τῶν ἀγορῶν ἐν πόλεσί ποτε οἰκηθείσαις λείπονται στηλῶν παρεχόμεναι τρύφη καὶ τειχῶν ἴχνη καὶ θάκους καὶ φλιὰς ἑρμῶν τε ἀγάλματα, τὰ μὲν ὑπὸ χειρῶν διεφθορότα, τὰ δὲ ὑπὸ χρόνου. τὸ δὲ ἄγαλμα τετράφθαι πρὸς ἀκτῖνα μήπω γενειάσκον, λίθου δὲ εἶναι μέλανος, ξυμβεβηκέναι δὲ τὼ πόδε ἄμφω κατὰ τὴν ἀγαλματοποιίαν τὴν ἐπὶ Δαιδάλου καὶ τὰς χεῖρας ἀπερείδειν ὀρθὰς ἐς τὸν θᾶκον, καθῆσθαι γὰρ ἐν ὁρμῇ τοῦ ὑπανίστασθαι. τὸ δὲ σχῆμα τοῦτο καὶ τὸν τῶν ὀφθαλμῶν νοῦν καὶ ὁπόσα τοῦ στόματος ὡς φθεγξομένου ᾄδουσι, τὸν μὲν ἄλλον χρόνον ἧττον θαυμάσαι φασίν, οὔπω γὰρ ἐνεργὰ φαίνεσθαι, προσβαλούσης δὲ τὸ ἄγαλμα τῆς ἀκτῖνος, τουτὶ δὲ γίγνεσθαι περὶ ἡλίου ἐπιτολάς, μὴ κατασχεῖν τὸ θαῦμα, φθέγξασθαι μὲν γὰρ παραχρῆμα τῆς ἀκτῖνος ἐλθούσης αὐτῷ ἐπὶ στόμα, φαιδροὺς δὲ ἱστάναι τοὺς ὀφθαλμοὺς δόξαι πρὸς τὸ φῶς, οἷα τῶν ἀνθρώπων οἱ εὐήλιοι. τότε ξυνεῖναι λέγουσιν, ὅτι τῷ Ἡλίῳ δοκεῖ ὑπανίστασθαι, καθάπερ οἱ τὸ κρεῖττον ὀρθοὶ θεραπεύοντες. θύσαντες οὖν Ἡλίῳ τε Αἰθίοπι καὶ Ἠῴῳ Μέμνονι, τουτὶ γὰρ ἔφραζον οἱ ἱερεῖς, τὸν μὲν ἀπὸ τοῦ αἴθειν τε καὶ θάλπειν, τὸν δὲ ἀπὸ τῆς μητρὸς ἐπονομάζοντες, ἐπορεύοντο ἐπὶ καμήλων ἐς τὰ τῶν Γυμνῶν ἤθη.

ἀνδρὶ δὲ ἐντυχόντες ἐσταλμένῳ τρόπον, ὅνπερ οἱ Μεμφῖται καὶ ἀλύοντι μᾶλλον ἢ ξυντείνοντι ἤροντο οἱ περὶ τὸν Δάμιν, ὅστις εἴη καὶ ῾δἰ ὅ τι πλανῷτο, καὶ ὁ Τιμασίων ‘ἐμοῦ’ ἔφη ‘πυνθάνεσθε, ἀλλὰ μὴ τούτου, οὗτος μὲν γὰρ οὐκ ἂν εἴποι πρὸς ὑμᾶς τὸ ἑαυτοῦ πάθος αἰδοῖ τῆς ξυμφορᾶς, ᾗ κέχρηται, ἐγὼ δέ, γιγνώσκω γὰρ τὸν ἄνδρα καὶ ἐλεῶ, λέξω τὰ περὶ αὐτὸν πάντα· ἀπέκτεινε γὰρ Μεμφίτην τινὰ ἄκων, κελεύουσι δ᾽ οἱ κατὰ Μέμφιν νόμοι τὸν φεύγοντα ἐπ᾽ ἀκουσίῳ, δεῖ δὲ φεύγειν, ἐπὶ τοῖς Γυμνοῖς εἶναι, κἂν ἐκνίψηται τοῦ φόνου, χωρεῖν ἐς ἤθη καθαρὸν ἤδη, βαδίσαντα πρότερον ἐπὶ τὸ τοῦ πεφονευμένου σῆμα καὶ σφάξαντά τι ἐκεῖ οὐ μέγα. τὸν δὲ χρόνον, ὃν οὔπω τοῖς Γυμνοῖς ἐνέτυχεν, ἀλᾶσθαι χρὴ περὶ ταυτὶ τὰ ὅρια, ἔστ᾽ ἂν αἰδέσωνται αὐτόν, ὥσπερ ἱκέτην.’ ἤρετο οὖν τὸν Τιμασίωνα ὁ Ἀπολλώνιος, πῶς οἱ Γυμνοὶ περὶ τοῦ φεύγοντος ἐκείνου φρονοῦσιν, ὁ δὲ ‘οὐκ οἶδα,’ εἶπε ‘μῆνα γὰρ τουτονὶ ἕβδομον ἱκετεύει δεῦρο καὶ οὔπω λύσις.’ ‘οὐ σοφοὺς λέγεις ἄνδρας,’ ἔφη ‘εἰ μὴ καθαίρουσιν αὐτόν, μηδὲ γιγνώσκουσιν, ὅτι Φιλίσκος, ὃν ἀπέκτεινεν οὗτος, ἀνέφερεν ἐν Θαμοῦν τὸν Αἰγύπτιον, ὃς ἐδῄωσέ ποτε τὴν τῶν Γυμνῶν χώραν.’ θαυμάσας οὖν ὁ Τιμασίων ‘πῶς’ ἔφη ‘λέγεις;’ ‘ὥς γε’ εἶπεν, ‘ὦ μειράκιον, καὶ πέπρακται· Θαμοῦν γάρ ποτε νεώτερα ἐπὶ Μεμφίτας πράττοντα ἤλεγξαν οἱ Γυμνοὶ καὶ ἔσχον, ὁ δὲ ὁρμῆς ἁμαρτὼν ἔκειρε πᾶσαν, ἣν οὗτοι νέμονται, λῃστρικῶς γὰρ περὶ Μέμφιν ἔρρωτο· τούτου Φιλίσκον, ὃν οὗτος ἀπέκτεινεν, ὁρῶ ἔκγονον τρίτον ἀπὸ δεκάτου, κατάρατον δηλαδὴ τούτοις, ὧν ὁ Θαμοῦς τότε διεπόρθει τὴν χώραν· καὶ ποῦ σοφόν, ὃν στεφανοῦν ἐχρῆν, εἰ καὶ προνοήσας ἀπέκτεινε, τοῦτον ἀκουσίου φόνου μέν, ὑπὲρ αὐτῶν δ᾽ εἰργασμένου μὴ καθῆραι;’ ἐκπλαγὲν οὖν τὸ μειράκιον ‘ξένε,’ εἶπε ‘τίς εἶ;’ καὶ ὁ Ἀπολλώνιος ‘ὃν ἂν’ ἔφη ‘παρὰ τοῖς Γυμνοῖς εὕροις. ἐπεὶ δὲ οὔπω μοι ὅσιον προσφθέγξασθαι τὸν ἐν τῷ αἵματι, κέλευσον αὐτόν, ὦ μειράκιον, θαρρεῖν, ὡς αὐτίκα δὴ καθαρεύσοντα, εἰ βαδίσειεν οὗ καταλύω.’ ἀφικομένῳ δὲ ἐπιδράσας ὅσα Ἐμπεδοκλῆς τε καὶ Πυθαγόρας ὑπὲρ καθαρσίων νομίζουσιν, ἐκέλευσεν ἐς ἤθη στείχειν ὡς καθαρὸν ἤδη τῆς αἰτίας.

ἐντεῦθεν ἐξελάσαντες ἡλίου ἀνίσχοντος, ἀφίκοντο πρὸ μεσημβρίας ἐς τὸ τῶν Γυμνῶν φροντιστήριον. τοὺς δὲ Γυμνοὺς τούτους οἰκεῖν μὲν ἐπί τινος λόφου, φασί, ξυμμέτρου μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου, σοφίᾳ δὲ Ἰνδῶν λείπεσθαι πλέον ἢ προὔχειν Αἰγυπτίων, γυμνοὺς δὲ ἐστάλθαι κατὰ ταὐτὰ τοῖς εἱληθεροῦσιν Ἀθήνησι. δένδρα δὲ ἐν τῷ νομῷ ὀλίγα καί τι ἄλσος οὐ μέγα, ἐς ὃ ξυνίασιν ὑπὲρ τῶν κοινῶν, ἱερὰ δὲ οὐκ ἐς ταὐτόν, ὥσπερ τὰ Ἰνδῶν, ἄλλο δὲ ἄλλῃ τοῦ γηλόφου ἵδρυται σπουδῆς ἀξιούμενα, ὡς Αἰγυπτίων λόγοι. θεραπεύουσι δὲ Νεῖλον μάλιστα, τὸν γὰρ ποταμὸν τοῦτον ἡγοῦνται γῆν καὶ ὕδωρ. καλύβης μὲν οὖν ἢ οἰκίας οὐδὲν αὐτοὶ δέονται ζῶντες ὑπαίθριοι καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, καταγωγὴν δὲ ἀποχρῶσαν τοῖς ξένοις ἐδείμαντο στοὰν οὐ μεγάλην, ἰσομήκη ταῖς Ἠλείων, ὑφ᾽ αἷς ὁ ἀθλητὴς περιμένει τὸ μεσημβρινὸν κήρυγμα.

ἐνταῦθά τι ἀναγράφει Δάμις Εὐφράτου ἔργον, ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλ᾽ ἀφιλοτιμότερον τοῦ φιλοσοφίᾳ προσήκοντος· ἐπεὶ γὰρ τοῦ Ἀπολλωνίου θαμὰ ἤκουε βουλομένου σοφίαν Ἰνδικὴν ἀντικρῖναι Αἰγυπτίᾳ, πέμπει παρὰ τοὺς Γυμνοὺς Θρασύβουλον τὸν ἐκ Ναυκράτιδος ὑπὲρ διαβολῆς τοῦ ἀνδρός, ὁ δὲ ἥκειν μὲν ὑπὲρ ξυνουσίας ἔφη τῆς πρὸς αὐτούς, ἀφίξεσθαι δὲ καὶ τὸν Τυανέα, τουτὶ δὲ ἐκείνοις ἀγῶνα ἔχειν οὐ σμικρόν, φρονεῖν τε γὰρ αὐτὸν ὑπὲρ τοὺς Ἰνδῶν σοφούς, οὓς ἐν λόγῳ παντὶ αἴρει, μυρίας δὲ ἐλέγξεις ἐπ᾽ αὐτοὺς συνεσκευάσθαι, ξυγχωρεῖν τε οὔτε ἡλίῳ οὐδὲν οὔτε οὐρανῷ καὶ γῇ, κινεῖν γὰρ καὶ ὀχεῖν αὐτὸς ταῦτα καὶ μετατάττειν οἷ βούλεται.

τοιαῦτα ὁ Ναυκρατίτης ξυνθεὶς ἀπῆλθεν, οἱ δ᾽ ἀληθῆ ταῦτα ἡγούμενοι τὴν μὲν ξυνουσίαν οὐ παρῃτοῦντο ἥκοντος, ὑπὲρ μεγάλων δὲ σπουδάζειν ἐπλάττοντο καὶ πρὸς ἐκείνοις εἶναι, ἀφίξεσθαι δὲ κἀκείνῳ ἐς λόγους, ἢν σχολὴν ἄγωσι μάθωσί τε, ὅ τι βούλεται καὶ ὅτου ἐρῶν ἧκεν. ἐκέλευε δὲ ὁ παρ᾽ αὐτῶν ἥκων καὶ καταλύειν αὐτοὺς ἐν τῇ στοᾷ, ὁ δὲ Ἀπολλώνιος ‘ὑπὲρ μὲν στέγης’ ἔφη ‘μηδὲν διαλέγου, ξυγχωρεῖ γὰρ πᾶσιν ὁ οὐρανὸς ὁ ἐνταῦθα γυμνοῖς ζῆν,’ διαβάλλων αὐτοὺς ὡς οὐ καρτερίᾳ γυμνούς, ἀλλ᾽ ἀνάγκῃ, ‘ὅ τι δὲ βούλομαι καὶ ὑπὲρ ὅτου ἥκω τοὺς μὲν οὐ θαυμάζω οὔπω γιγνώσκοντας, Ἰνδοὶ δὲ με οὐκ ἤροντο ταῦτα.’

ὁ μὲν δὴ Ἀπολλώνιος ἑνὶ τῶν δένδρων ὑποκλιθεὶς ξυνῆν τοῖς ἑταίροις ὁπόσα ἠρώτων, ἀπολαβὼν δὲ τὸν Τιμασίωνα ὁ Δάμις ἤρετο ἰδίᾳ· ‘οἱ Γυμνοὶ οὗτοι, βέλτιστε, ξυγγέγονας γὰρ αὐτοῖς, ὡς τὸ εἰκός, τί σοφοί εἰσι;’ ‘πολλὰ’ ἔφη ‘καὶ μεγάλα.’ ‘καὶ μὴν οὐ σοφὰ’ εἶπεν ‘αὐτῶν, ὦ γενναῖε, τὰ πρὸς ἡμᾶς ταῦτα, τὸ γὰρ μὴ ξυμβῆναι τοιῷδε ἀνδρὶ ὑπὲρ σοφίας, ὄγκῳ δ᾽ ἐπ᾽ αὐτὸν χρήσασθαι τί φῶ οὐκ οἶδα ἢ τῦφον,’ ἔφη ‘ὦ ἑταῖρε.’ ‘τῦφον; ὃν οὔπω πρότερον περὶ αὐτοὺς εἶδον δὶς ἤδη ἀφικόμενος, ἀεὶ γὰρ μέτριοί τε καὶ χρηστοὶ πρὸς τοὺς ἐπιμιγνύντας ἦσαν· πρῴην γοῦν, πεντήκοντα δὲ τοῦτ᾽ ἴσως ἡμέραι, Θρασύβουλος μὲν ἐπεχωρίαζεν ἐνταῦθα λαμπρὸν οὐδὲν ἐν φιλοσοφίᾳ πράττων, οἱ δ᾽ ἄσμενοι αὐτὸν ἀπεδέξαντο, ἐπειδὴ προσέγραψεν ἑαυτὸν τῷ Εὐφράτῃ.’ καὶ ὁ Δάμις ‘τί λέγεις, ὦ μειράκιον; ἑώρακας σὺ Θρασύβουλον τὸν Ναυκρατίτην ἐν τῷ φροντιστηρίῳ τούτῳ,’ ‘καὶ πρός γε’ εἶπε ‘διήγαγον αὐτὸν τῇ ἐμαυτοῦ νηὶ κατιόντα ἐνθένδε.’ ‘τὸ πᾶν ἔχω, νὴ τὴν Ἀθηνᾶν,’ ἔφη ὁ Δάμις ἀναβοήσας τε καὶ σχετλιάσας ‘ἔοικε γὰρ πεπανουργῆσθαί τι.’ ὑπολαβὼν οὖν ὁ Τιμασίων ‘ὁ μὲν ἀνήρ,’ ἔφη ‘ὡς ἠρόμην αὐτὸν χθές, ὅστις εἴη, οὔπω με ἠξίου τοῦ ἀπορρήτου, σὺ δ᾽, εἰ μὴ μυστήρια ταῦτα, λέγε ὅστις οὗτος, ἴσως γὰρ ἂν κἀγώ τι ξυμβαλοίμην τῇ τοῦ ζητουμένου θήρᾳ.’ ἐπεὶ δὲ ἤκουσε τοῦ Δάμιδος καὶ ὅτι ὁ Τυανεὺς εἴη ‘ξυνείληφας’ ἔφη ‘τὸ πρᾶγμα· Θρασύβουλος γὰρ καταπλέων μετ᾽ ἐμοῦ τὸν Νεῖλον ἐρομένῳ μοι ἐφ᾽ ὅ τι ἀναβαίη ἐνταῦθα, σοφίαν οὐ χρηστὴν ἑαυτοῦ διηγεῖτο τοὺς Γυμνοὺς τούτους ὑποψίας ἐμπεπληκέναι φάσκων πρὸς τὸν Ἀπολλώνιον, ὡς ὑπεροφθείη, ὁπότε ἔλθοι, κἀξ ὅτου μὲν διαφέρεται πρὸς αὐτὸν οὐκ οἶδα, τὸ δὲ ἐς διαβολὰς καθίστασθαι γυναικεῖόν τε ἡγοῦμαι καὶ ἀπαίδευτον. ἐγὼ δ᾽ ἄν, ὡς διάκεινται, μάθοιμι προσειπὼν τοὺς ἄνδρας, φίλοι γάρ.’ καὶ ἐπανῆλθε περὶ δείλην ὁ Τιμασίων πρὸς μὲν τὸν Ἀπολλώνιον οὐδὲν φράζων πλὴν τοῦ προσειρηκέναι σφᾶς, ἰδίᾳ δ᾽ ἀπαγγέλλων πρὸς τὸν Δάμιν, ὡς ἀφίξοιντο αὔριον μεστοὶ ὧν τοῦ Θρασυβούλου ἤκουσαν.

τὴν μὲν δὴ ἑσπέραν ἐκείνην μέτριά τε καὶ οὐκ ἄξια τοῦ ἀναγράψαι σπουδάσαντες ἐκοιμήθησαν οὗ ἐδείπνησαν, ἅμα δὲ τῇ ἡμέρᾳ ὁ μὲν Ἀπολλώνιος, ὥσπερ εἰώθει, θεραπεύσας τὸν Ἥλιον ἐφειστήκει τινὶ γνώμῃ, προσδραμὼν δὲ αὐτῷ Νεῖλος, ὅσπερ ἦν νεώτατος τῶν Γυμνῶν ‘ἡμεῖς’ ἔφη ‘παρὰ σὲ ἥκομεν.’ ‘εἰκότως,’ εἶπεν ὁ Ἀπολλώνιος ‘καὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς ὁδὸν τὴν ἀπὸ θαλάττης ἐνταῦθα.’ καὶ εἰπὼν ταῦτα εἵπετο τῷ Νείλῳ. προσειπὼν οὖν καὶ προσρηθείς, ξυνέτυχον δὲ ἀλλήλοις περὶ τὴν στοάν, ‘ποῖ,’ ἔφη ‘ξυνεσόμεθα;’ ‘ἐνταῦθα’ ἔφη ὁ Θεσπεσίων δείξας τὸ ἄλσος. ὁ δὲ Θεσπεσίων πρεσβύτατος ἦν τῶν Γυμνῶν, καὶ ἡγεῖτο μὲν αὐτὸς πᾶσιν, οἱ δέ, ὥσπερ Ἑλλανοδίκαι τῷ πρεσβυτάτῳ, εἵποντο κοσμίῳ ἅμα καὶ σχολαίῳ βαδίσματι. ἐπεὶ δ᾽ ἐκάθισαν, ὡς ἔτυχε, τουτὶ γὰρ οὐκέτι ἐν κόσμῳ ἔδρων, ἐς τὸν Θεσπεσίωνα εἶδον πάντες οἷον ἑστιάτορα τοῦ λόγου, ὁ δὲ ἤρξατο ἐνθένδε· ‘τὴν Πυθὼ καὶ τὴν Ὀλυμπίαν ἐπεσκέφθαι σέ φασιν, Ἀπολλώνιε, τουτὶ γὰρ ἀπήγγειλεν ἐνταῦθα καὶ Στρατοκλῆς ὁ Φάριος ἐντετυχηκέναι σοι φάσκων ἐκεῖ, καὶ τὴν μὲν Πυθὼ τοὺς ἐς αὐτὴν ἥκοντας αὐλῷ τε παραπέμπειν καὶ ᾠδαῖς καὶ ψάλσει, κωμῳδίας τε καὶ τραγῳδίας ἀξιοῦν, εἶτα τὴν ἀγωνίαν παρέχειν τὴν γυμνὴν ὀψὲ τούτων, τὴν δὲ Ὀλυμπίαν τὰ μὲν τοιαῦτα ἐξελεῖν ὡς ἀνάρμοστα καὶ οὐ χρηστὰ ἐκεῖ, παρέχεσθαι δὲ τοῖς ἐς αὐτὴν ἰοῦσιν ἀθλητὰς γυμνούς, Ἡρακλέους ταῦτα ξυνθέντος· τοῦτο ἡγοῦ παρὰ τὴν Ἰνδῶν σοφίαν τὰ ἐνταῦθα· οἱ μὲν γάρ, ὥσπερ ἐς τὴν Πυθὼ καλοῦντες, ποικίλαις δημαγωγοῦσιν ἴυγξιν, ἡμεῖς δέ, ὥσπερ ἐν Ὀλυμπίᾳ, γυμνοί.’ οὐχ ὑποστρώννυσιν ἡ γῆ οὐδὲν ἐνταῦθα, οὐδὲ γάλα ὥσπερ βάκχαις ἢ οἶνον δίδωσιν, οὐδὲ μετεώρους ἡμᾶς ὁ ἀὴρ φέρει, ἀλλ᾽ αὐτὴν ὑπεστορεσμένοι τὴν γῆν ζῶμεν μετέχοντες αὐτῆς τὰ κατὰ φύσιν, ὡς χαίρουσα διδοίη αὐτὰ καὶ μὴ βασανίζοιτο ἄκουσα. ὅτι δ᾽ οὐκ ἀδυνατοῦμεν σοφίζεσθαι ‘τὸ δεῖνα’ ἔφη ‘δένδρον,’ πτελέα δὲ ἦν, τρίτον ἀπ᾽ ἐκείνου, ὑφ᾽ ᾧ διελέγοντο, ‘πρόσειπε τὸν σοφὸν Ἀπολλώνιον.’ καὶ προσεῖπε μὲν αὐτόν, ὡς ἐκελεύσθη, τὸ δένδρον, ἡ φωνὴ δὲ ἦν ἔναρθρός τε καὶ θῆλυς. ἀπεσήμαινε δὲ πρὸς τοὺς Ἰνδοὺς ταῦτα μεταστήσειν ἡγούμενος τὸν Ἀπολλώνιον τῆς ὑπὲρ αὐτῶν δόξης, ἐπειδὴ διῄει ἐς πάντας λόγους τε Ἰνδῶν καὶ ἔργα. προσετίθει δὲ κἀκεῖνα, ὡς ἀπόχρη τῷ σοφῷ βρώσεώς τε καθαρῷ εἶναι, ὁπόση ἔμπνους, ἱμέρου τε, ὃς φοιτᾷ δι᾽ ὀμμάτων, φθόνου τε, ὃς διδάσκαλος ἀδίκων ἐπὶ χεῖρα καὶ γνώμην ἥκει, θαυμασιουργίας τε καὶ βιαίου τέχνης μὴ δεῖσθαι ἀλήθειαν. ‘σκέψαι γὰρ τὸν Ἀπόλλω’ εἶπε ‘τὸν Δελφικόν, ὃς τὰ μέσα τῆς Ἑλλάδος ἐπὶ προρρήσει λογίων ἔχει· ἐνταῦθα τοίνυν, ὥς που καὶ αὐτὸς γιγνώσκεις, ὁ μὲν τῆς ὀμφῆς δεόμενος ἐρωτᾷ βραχὺ ἐρώτημα, ὁ δὲ Ἀπόλλων οὐδὲν τερατευσάμενος λέγει, ὁπόσα οἶδε. καίτοι ῥᾴδιόν γε ἦν αὐτῷ σεῖσαι μὲν τὸν Παρνασὸν πάντα, τὴν Κασταλίαν δὲ οἰνοχοῆσαι μεταβαλόντι τὰς πηγάς, Κηφισῷ δὲ μὴ ξυγχωρῆσαι ποταμῷ εἶναι, ὁ δὲ οὐδὲν τούτων ἐπικομπάσας ἀναφαίνει τἀληθὲς αὐτό. ἡγώμεθα δὲ μηδὲ τὸν χρυσὸν ἢ τὰ δοκοῦντα λαμπρὰ τῶν ἀναθημάτων ἑκόντι αὐτῷ φοιτᾶν, μηδὲ τῷ νεῷ τὸν Ἀπόλλω χαίρειν, εἰ καὶ διπλάσιος ἀποφανθείη τοῦ νῦν ὄντος· ᾤκησε γάρ ποτε καὶ λιτὴν στέγην ὁ θεὸς οὗτος, καὶ καλύβη αὐτῷ ξυνεπλάσθη μικρά, ἐς ἣν ξυμβαλέσθαι λέγονται μέλιτται μὲν κηρόν, πτερὰ δὲ ὄρνιθες. εὐτέλεια γὰρ διδάσκαλος μὲν σοφίας, διδάσκαλος δὲ ἀληθείας, ἣν ἐπαινῶν σοφὸς ἀτεχνῶς δόξεις ἐκλαθόμενος τῶν παρ᾽ Ἰνδοῖς μύθων. τὸ γὰρ πρᾶττε ἢ μὴ πρᾶττε, ἢ οἶδα ἢ οὐκ οἶδα, ἢ τὸ δεῖνα, ἀλλὰ μὴ τὸ δεῖνα, τί δεῖται κτύπου; τί δὲ τοῦ βροντᾶν, μᾶλλον δὲ τοῦ ἐμβεβροντῆσθαι; εἶδες ἐν ζωγραφίας λόγοις καὶ τὸν τοῦ Προδίκου Ἡρακλέα, ὡς ἔφηβος μὲν ὁ Ἡρακλῆς, οὔπω δὲ ἐν αἱρέσει τοῦ βίου, κακία δ᾽ αὐτὸν καὶ ἀρετὴ διαλαβοῦσαι παρὰ σφᾶς ἄγουσιν, ἡ μὲν χρυσῷ τε κατεσκευασμένη καὶ ὅρμοις ἐσθῆτί τε ἁλιπορφύρῳ καὶ παρειᾶς ἄνθει καὶ χαίτης ἀναπλοκαῖς καὶ γραφαῖς ὀμμάτων, ἔστι δ᾽ αὐτῇ καὶ χρυσοῦν πέδιλον, γέγραπται γὰρ καὶ τούτῳ ἐνσοβοῦσα, ἡ δ᾽ αὖ πεπονηκυίᾳ μὲν προσφερής, τραχὺ δὲ ὁρῶσα, τὸν δὲ αὐχμὸν πεποιημένη κόσμημα καὶ ἀνυπόδετος ἡ ἀρετὴ καὶ λιτὴ τὴν ἐσθῆτα, καὶ γυμνὴ δ᾽ ἂν ἐφαίνετο, εἰ μὴ ἐγίγνωσκε τὸ ἐν θηλείαις εὔσχημον. ἡγοῦ δὴ καὶ σεαυτόν, Ἀπολλώνιε, μέσον τῆς Ἰνδικῆς τε καὶ τῆς ἡμεδαπῆς σοφίας ἑστάναι, καὶ τῆς μὲν ἀκούειν λεγούσης, ὡς ὑποστορέσει σοι ἄνθη καθεύδοντι, καί, νὴ Δί᾽, ὡς ποτιεῖ γάλακτι καὶ ὡς κηρίοις θρέψει, καὶ ὡς νέκταρ σοὶ τι παρ᾽ αὐτῆς ἔσται καὶ πτερά, ὁπότε βούλοιο, τρίποδάς τε ἐσκυκλήσει πίνοντι καὶ χρυσοῦς θρόνους, καὶ πονήσεις οὐδέν, ἀλλ᾽ αὐτόματά σοι βαδιεῖται πάντα, τῆς δέ γε ἑτέρας, ὡς χαμευνεῖν μὲν ἐν αὐχμῷ προσήκει, γυμνὸν δέ, ὥσπερ ἡμεῖς, μοχθοῦντα φαίνεσθαι, ὃ δὲ μὴ πονήσαντί σοι ἀφίκετο, μήτε φίλον ἡγεῖσθαι μήτε ἡδύ, μηδὲ ἀλαζόνα εἶναι μηδὲ τύφου θηρατήν, ἀπέχεσθαι δὲ καὶ ὀνειράτων ὄψεις, ὁπόσαι ἀπὸ τῆς γῆς αἴρουσιν. εἰ μὲν δὴ κατὰ τὸν Ἡρακλέα αἱροῖο καὶ δόξῃ ἀδαμαντίνῃ χρῷο μὴ ἀτιμάζων ἀλήθειαν, μηδὲ τὴν κατὰ φύσιν εὐτέλειαν παραιτούμενος πολλοὺς μὲν ᾑρηκέναι φήσεις λέοντας, πολλὰς δὲ ὕδρας ἐκτετμῆσθαί σοι Γηρυόνας τε καὶ Νέσσους καὶ ὁπόσοι ἐκείνου ἆθλοι, εἰ δὲ τὸ τῶν ἀγειρόντων ἀσπάσῃ, κολακεύσεις ὀφθαλμούς τε καὶ ὦτα καὶ οὔτε σοφώτερος ἑτέρου δόξεις γενήσῃ τε ἆθλος ἀνδρὸς Αἰγυπτίου Γυμνοῦ.’

ταῦτα εἰπόντος ἐστράφησαν ἐς τὸν Ἀπολλώνιον πάντες, οἱ μὲν ἀμφ᾽ αὐτόν, ὡς ἀντιλέξοι, γιγνώσκοντες, οἱ δὲ ἀμφὶ τὸν Θεσπεσίωνα θαυμάζοντες, ὅ τι ἀντερεῖ. ὁ δὲ ἐπαινέσας αὐτὸν τῆς εὐροίας καὶ τοῦ τόνου ‘μή τι’ ἔφη ‘προστίθης;’ ‘μὰ Δί᾽,’ εἶπεν ‘εἴρηκα γάρ.’ τοῦ δ᾽ αὖ ἐρομένου ‘μὴ τῶν ἄλλων τις Αἰγυπτίων;’ ‘πάντων’ ἔφη ‘δἰ ἐμοῦ ἤκουσας.’ ἐπισχὼν οὖν ὀλίγον καὶ τοὺς ὀφθαλμοὺς ἐρείσας ἐς τὰ εἰρημένα οὑτωσὶ ἔλεξεν· ‘ἡ μὲν Ἡρακλέους αἵρεσις, ἥν φησι Πρόδικος ἐν ἐφήβῳ ἑλέσθαι αὐτόν, ὑγιῶς τε ὑμῖν λέλεκται καὶ κατὰ τὸν φιλοσοφίας νοῦν, ὦ σοφοὶ Αἰγυπτίων, προσήκει δέ μοι οὐδέν· οὔτε γὰρ ξυμβούλους ὑμάς βίου ποιησόμενος ἥκω πάλαι γε ᾑρημένος τὸν ἐμαυτῷ δόξαντα, πρεσβύτατός τε ὑμῶν πλὴν Θεσπεσίωνος ἀφιγμένος αὐτὸς ἂν μᾶλλον εἰκότως ξυνεβούλευον ὑμῖν σοφίας αἵρεσιν, εἰ μήπω ᾑρημένοις ἐνέτυχον. ὢν δ᾽ ὅμως τηλικόσδε καὶ σοφίας ἐπὶ τοσόνδε ἀφιγμένος οὐκ ὀκνήσω λογισταῖς ὑμῖν τῆς ἐμαυτοῦ βουλῆς χρήσασθαι διδάσκων, ὡς ὀρθῶς εἱλόμην ταῦτα, ὧν μήπω βελτίω ἐπὶ νοῦν ἦλθέ μοι. κατιδὼν γάρ τι ἐν Πυθαγόρου μέγα καὶ ὡς ὑπὸ σοφίας ἀρρήτου μὴ μόνον γιγνώσκοι ἑαυτόν, ὅστις εἴη, ἀλλὰ καὶ ὅστις γένοιτο, βωμῶν τε ὡς καθαρὸς ἅψαιτο καὶ ὡς ἀχράντῳ μὲν ἐμψύχου βρώσεως γαστρὶ χρήσαιτο, καθαρῷ δὲ σώματι πάντων ἐσθημάτων, ὁπόσα θνησειδίων ξύγκειται, γλῶττάν τε ὡς πρῶτος ἀνθρώπων ξυνέσχε βοῦν ἐπ᾽ αὐτῇ σιωπῆς εὑρὼν δόγμα, καὶ τὴν ἄλλην φιλοσοφίαν ὡς χρησμώδη καὶ ἀληθῆ κατεστήσατο, ἔδραμον ἐπὶ τὰς ἐκείνου δόξας, οὐ μίαν σοφίαν ἐκ δυοῖν ἑλόμενος, ὡς σύ, βέλτιστε Θεσπεσίων, ξυμβουλεύεις. παραστήσασα γάρ μοι φιλοσοφία τὰς ἑαυτῆς δόξας, ὁπόσαι εἰσί, περιβαλοῦσά τε αὐταῖς κόσμον, ὃς ἑκάστῃ οἰκεῖος, ἐκέλευσεν ἐς αὐτὰς βλέπειν καὶ ὑγιῶς αἱρεῖσθαι· ὥρα μὲν οὖν σεμνή τε ἁπασῶν ἦν καὶ θεία, καὶ κατέμυσεν ἄν τις πρὸς ἐνίας αὐτῶν ὑπ᾽ ἐκπλήξεως, ἐμοὶ δὲ εἱστήκει τὸ ὄμμα ἐς πάσας, καὶ γάρ με καὶ παρεθάρρυνον αὐταὶ προσαγόμεναί τε καὶ προκηρύττουσαι, ὁπόσα δώσουσιν, ἐπεὶ δ᾽ ἡ μέν τις αὐτῶν οὐδὲν μοχθήσαντι πολὺν ἐπαντλήσειν ἔφασκεν ἡδονῶν ἐσμόν, ἡ δ᾽ αὖ μοχθήσαντα ἀναπαύσειν, ἡ δ᾽ ἐγκαταμίξειν εὐφροσύνας τῷ μόχθῳ, πανταχοῦ δὲ ἡδοναὶ διεφαίνοντο καὶ ἄνετοι μὲν ἡνίαι γαστρός, ἑτοίμη δὲ χεὶρ ἐς πλοῦτον, χαλινὸς δὲ οὐδεὶς ὀμμάτων, ἀλλ᾽ ἔρωτές τε καὶ ἵμεροι καὶ τὰ τοιαῦτα πάθη ξυνεχωρεῖτο, μία δὲ αὐτῶν ἴσχειν μὲν τῶν τοιούτων ἐκόμπαζε, θρασεῖα δὲ ἦν καὶ φιλολοίδορος καὶ ἀπηγκωνισμένη πάντα, εἶδον σοφίας εἶδος ἄρρητον, οὗ καὶ Πυθαγόρας ποτὲ ἡττήθη, καὶ εἱστήκει δὲ ἄρα οὐκ ἐν ταῖς πολλαῖς, ἀλλ᾽ ἀπετέτακτο αὐτῶν καὶ ἐσιώπα, ξυνεῖσα δέ, ὡς ταῖς μὲν ἄλλαις οὐ ξυντίθεμαι, τὰ δὲ ἐκείνης οὔπω οἶδα ‘μειράκιον,’ εἶπεν, ‘ἀηδὴς ἐγὼ καὶ μεστὴ πόνων·’ εἰ γὰρ ἀφίκοιτό τις ἐς ἤθη τὰ ἐμά, τράπεζαν μέν, ὁπόση ἐμψύχων, ἀνῃρῆσθαι πᾶσαν ῾ἂν᾽ ἕλοιτο, οἴνου δὲ ἐκλελῆσθαι καὶ τὸν σοφίας μὴ ἐπιθολοῦν κρατῆρα, ὃς ἐν ταῖς ἀοίνοις ψυχαῖς ἕστηκεν, οὐδὲ χλαῖνα θάλψει αὐτόν, οὐδὲ ἔριον, ὃ ἀπ᾽ ἐμψύχου ἐπέχθη, ὑπόδημα δὲ αὐτοῖς βύβλου δίδωμι καὶ καθεύδειν ὡς ἔτυχε, κἂν ἀφροδισίων ἡττηθέντας αἴσθωμαι, βάραθρά ἐστί μοι, καθ᾽ ὧν σοφίας ὀπαδὸς δίκη φέρει τε αὐτοὺς καὶ ὠθεῖ, χαλεπὴ δ᾽ οὕτως ἐγὼ τοῖς τἀμὰ αἱρουμένοις, ὡς καὶ δεσμὰ γλώττης ἐπ᾽ αὐτοὺς ἔχειν. ἃ δ᾽ ἐστί σοι καρτερήσαντι ταῦτα, ἐμοῦ μάθε· σωφροσύνη μὲν καὶ δικαιοσύνη αὐτόθεν, ζηλωτὸν δὲ ἡγεῖσθαι μηδένα τυράννοις τε φοβερὸν εἶναι μᾶλλον ἢ ὑπ᾽ αὐτοῖς κεῖσθαι, θεοῖς τε ἡδίω φαίνεσθαι μικρὰ θύσαντα ἢ οἱ προχέοντες αὐτοῖς τὸ τῶν ταύρων αἷμα, καθαρῷ δὲ ὄντι σοι καὶ προγιγνώσκειν δώσω καὶ τοὺς ὀφθαλμοὺς οὕτω τι ἐμπλήσω ἀκτῖνος, ὡς διαγιγνώσκειν μὲν θεόν, γιγνώσκειν δὲ ἥρωα, σκιοειδῆ δ᾽ ἐλέγχειν φαντάσματα, ὅτε ψεύδοιντο εἴδη ἀνθρώπων.’ ἥδε μοι βίου αἵρεσις, ὦ σοφοὶ Αἰγυπτίων, ἣν ὑγιῶς τε καὶ κατὰ τὸν Πυθαγόραν ἑλόμενος οὔτε ἐψευσάμην οὔτε ἐψεύσθην, ἐγενόμην μὲν γὰρ ἃ χρὴ τὸν φιλοσοφήσαντα, φιλοσοφοῦντι δὲ ὁπόσα δώσειν ἔφη, πάντ᾽ ἔχω. ἐφιλοσόφησα γὰρ ὑπὲρ γενέσεως τῆς τέχνης καὶ ὁπόθεν αὐτῆς αἱ ἀρχαί, καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα ψυχήν τε ἄριστα ἐσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννητον πηγαὶ γενέσεως. Ἀθηναίοις μὲν οὖν οὐ πάνυ προσήκων ἐφαίνετό μοι ὅδε ὁ λόγος, τὸν γὰρ Πλάτωνος λόγον, ὃν θεσπεσίως ἐκεῖ καὶ πανσόφως ὑπὲρ ψυχῆς ἀνεφθέγξατο, αὐτοὶ διέβαλλον ἐναντίας ταύτῃ καὶ οὐκ ἀληθεῖς δόξας ὑπὲρ ψυχῆς προσέμενοι, ἔδει δὲ σκοπεῖν, τίς μὲν εἴη πόλις, ποίων δὲ ἀνδρῶν ἔθνος, παρ᾽ οἷς οὐχ ὁ μέν τίς, ὁ δὲ οὔ, πᾶσα δὲ ἡλικία ταὐτὸν ὑπὲρ ψυχῆς φθέγγοιτο κἀγὼ μὲν νεότητός τε οὕτως ἀγούσης καὶ τοῦ μήπω ξυνιέναι πρὸς ὑμᾶς ἔβλεψα, ἐπειδὴ πλεῖστα ἐλέγεσθε ὑπερφυῶς εἰδέναι, καὶ πρὸς τὸν διδάσκαλον τὸν ἐμαυτοῦ διῄειν ταῦτα, ὁ δὲ ἐφιστάς με ‘εἰ τῶν ἐρώντων’ εἶπεν ‘ἐτύγχανες ὢν ἢ τὴν ἡλικίαν ἐχόντων τοῦ ἐρᾶν, εἶτα μειρακίῳ καλῷ ἐντυχὼν καὶ ἀγασθεὶς αὐτὸ τῆς ὥρας σὺ δὲ καὶ ὅτου εἴη παῖς ἐζήτεις, ἦν δὲ ὁ μὲν ἱπποτρόφου καὶ στρατηγοῦ πατρὸς καὶ χορηγοὶ οἱ πάπποι, σὺ δ᾽ αὐτὸν τριηράρχου τινὸς ἢ φυλάρχου ἐκάλεις, ἆρά γ᾽ ἂν οἴει προσάγεσθαι τὰ παιδικὰ τούτοις, ἢ κἂν ἀηδὴς δόξαι μὴ πατρόθεν ὀνομάζων τὸ μειράκιον, ἀλλ᾽ ἀπ᾽ ἐκφύλου σπορᾶς καὶ νόθου; σοφίας οὖν ἐρῶν, ἣν Ἰνδοὶ εὗρον, οὐκ ἀπὸ τῶν φύσει πατέρων ὀνομάζεις αὐτήν, ἀλλ᾽ ἀπὸ τῶν θέσει καὶ δίδως τι μεῖζον Αἰγυπτίοις, ἢ εἰ πάλιν αὐτοῖς, ὡς αὐτοὶ ᾄδουσι, μέλιτι ξυγκεκραμένος ἀναβαίη ὁ Νεῖλος; ταῦτά με πρὸ ὑμῶν ἐπ᾽ Ἰνδοὺς ἔτρεψεν ἐνθυμηθέντα περὶ αὐτῶν, ὡς λεπτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι καθαρωτέραις ὁμιλοῦντες ἀκτῖσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεώς τε καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς τῆς ζῳογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες· ἐντυχών τε αὐτοῖς ἔπαθόν τι πρὸς τὴν ἐπαγγελίαν τῶν ἀνδρῶν, ὁποῖον λέγονται πρὸς τὴν Αἰσχύλου σοφίαν παθεῖν Ἀθηναῖοι· ποιητὴς μὲν γὰρ οὗτος τραγῳδίας ἐγένετο, τὴν τέχνην δὲ ὁρῶν ἀκατάσκευόν τε καὶ μήπω κεκοσμημένην εἰ μὲν ξυνέστειλε τοὺς χοροὺς ἀποτάδην ὄντας, ἢ τὰς τῶν ὑποκριτῶν ἀντιλέξεις εὗρε παραιτησάμενος τὸ τῶν μονῳδιῶν μῆκος, ἢ τὸ ὑπὸ σκηνῆς ἀποθνήσκειν ἐπενόησεν, ὡς μὴ ἐν φανερῷ σφάττοι, σοφίας μὲν μηδὲ ταῦτα ἀπηλλάχθω, δοκείτω δὲ κἂν ἑτέρῳ παρασχεῖν ἔννοιαν ἧττον δεξιῷ τὴν ποίησιν, ὁ δ᾽ ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον τοῦ τραγῳδίαν ποιεῖν φθέγγοιτο, ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον ἢ τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρίβαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκείνοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, ἃ πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν Ἀθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο, ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς· καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλ᾽ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ᾽ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν· ὡς δὲ ἐν δίκῃ μὲν ἠγάσθην αὐτούς, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν· εἶδον ἄνδρας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ᾽ αὐτῆς καὶ ἀτειχίστως τετειχισμένους καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων. εἰ δ᾽ αἰνιγμάτων ἅπτομαι, σοφία Πυθαγόρου ξυγχωρεῖ ταῦτα, παρέδωκε γὰρ καὶ τὸ αἰνίττειν διδάσκαλον εὑρὼν σιωπῆς λόγον· σοφίας δὲ ταύτης ἐγένεσθε μὲν καὶ αὐτοὶ Πυθαγόρᾳ ξύμβουλοι χρόνον, ὃν τὰ Ἰνδῶν ἐπῃνεῖτε, Ἰνδοὶ τὸ ἀρχαῖον πάλαι ὄντες· ἐπεὶ δ᾽ αἰδοῖ τοῦ λόγου, δι᾽ ὃν ἐκ μηνιμάτων τῆς γῆς ἀφίκεσθε δεῦρο, ἕτεροι μᾶλλον ἐβούλεσθε δοκεῖν ἢ Αἰθίοπες οἱ ἀπὸ Ἰνδῶν ἥκοντες, πάντα ὑμῖν ἐς τοῦτο ἐδρᾶτο· ὅθεν ἐγυμνώθητε μὲν σκευῆς, ὁπόση ἐκεῖθεν, ὥσπερ ξυναποδυόμενοι τὸ Αἰθίοπες εἶναι, θεοὺς δὲ θεραπεύειν ἐψηφίσασθε τὸν Αἰγύπτιον μᾶλλον ἢ τὸν ὑμέτερον τρόπον, ἐς λόγους τε οὐκ ἐπιτηδείους ὑπὲρ Ἰνδῶν κατέστητε, ὥσπερ οὐκ αὐτοὶ διαβεβλημένοι τῷ ἀφ᾽ οἵων διαβεβλῆσθαι ἥκειν, καὶ οὐδὲ μετερρύθμισθέ πώ γε τοῦτο, οἳ καὶ τήμερον ἐπίδειξιν αὐτοῦ πεποίησθε φιλολοίδορόν τε καὶ ἰαμβώδη, χρηστὸν οὐδὲν ἐπιτηδεύειν Ἰνδοὺς φάσκοντες, ἀλλ᾽ ἢ ἐκπλήξεις καὶ ἀγωγάς, καὶ τὰς μὲν ὀφθαλμῶν, τὰς δὲ ὤτων, σοφίαν δὲ οὔπω ἐμὴν εἰδότες ἀναίσθητοι φαίνεσθε τῆς ἐπ᾽ αὐτῇ δόξης, ἐγὼ δ᾽ ὑπὲρ ἐμαυτοῦ μὲν λέξω οὐδέν, εἴην γάρ, ὅ με Ἰνδοὶ ἡγοῦνται, Ἰνδῶν δὲ οὐ ξυγχωρῶ ἅπτεσθαι. ἀλλ᾽ εἰ μέν τις ὑγιῶς καὶ ὑμᾶς ἔχει σοφία Ἱμεραίου ἀνδρός, ὃς ᾄδων ἐς τὴν Ἑλένην ἐναντίον τῷ προτέρῳ λόγῳ παλινῳδίαν αὐτὸν ἐκάλεσεν οὐκ ἔστιν ἔτυμος ὁ λόγος οὗτος ἤδη καὶ αὐτοὺς ὥρα λέγειν, ἀμείνω τῆς νῦν παρεστηκυίας μεταλαβόντας περὶ αὐτῶν δόξαν. εἰ δὲ καὶ ἄμουσοι πρὸς παλινῳδίαν ὑμεῖς, ἀλλὰ φείδεσθαί γε χρὴ ἀνδρῶν, οὓς ἀξιοῦντες θεοὶ τῶν αὐτοῖς ὄντων οὐδὲ ἑαυτοὺς ἀπαξιοῦσιν ὧν ἐκεῖνοι πέπανται. διῆλθές τινα, Θεσπεσίων, καὶ περὶ τῆς Πυθοῦς λόγον ὡς ἁπλῶς τε καὶ ἀκατασκεύως χρώσης, καὶ παράδειγμα ἐγένετό σοι τοῦ λόγου νεὼς κηροῦ καὶ πτερῶν ξυντεθείς· ἐμοὶ δὲ ἀκατάσκευα μὲν δοκεῖ οὐδὲ ταῦτα, τὸ γὰρ

ξυμφέρετε πτερά τ᾽ οἰωνοὶ κηρόν τε μέλιτται

κατασκευαζομένου ἦν οἶκον καὶ οἴκου σχῆμα, ὁ δ᾽, οἶμαι, μικρὰ ταῦτα ἡγούμενος καὶ τῆς ἑαυτοῦ σοφίας ἥττω καὶ ἄλλου ἐδεήθη νεὼ καὶ ἄλλου καὶ μεγάλων ἤδη καὶ ἑκατομπέδων, ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα, καὶ οὔτ᾽ ἀγαλματοποιίαν ἀπήλασεν ἀπάγουσαν αὐτῷ κολοσσοὺς ἐς τὸ ἱερὸν τοὺς μὲν θεῶν, τοὺς δὲ ἀνθρώπων, τοὺς δὲ ἵππων τε καὶ ταύρων καὶ ἑτέρων ζῴων οὔτε Γλαῦκον μετὰ τοῦ ὑποκρατηριδίου ἥκοντα, οὔτε τὴν ἁλισκομένην Ἰλίου ἀκρόπολιν, ἣν Πολύγνωτος ἐκεῖ γράφει. οὐ γὰρ δὴ τὸν χρυσόν γε τὸν Λύδιον καλλώπισμα τῆς Πυθοῦς ἡγεῖτο, ἀλλ᾽ ἐκεῖνον μὲν ὑπὲρ τῶν Ἑλλήνων ἐσήγετο ἐνδεικνύμενος, οἶμαι, αὐτοῖς τὸν τῶν βαρβάρων πλοῦτον, ἵνα γλίχοιντο ἐκείνου μᾶλλον ἢ τοῦ διαπορθεῖν τὰ ἀλλήλων, τὸν δὲ δὴ Ἕλληνά τε καὶ προσφυᾶ τῇ ἑαυτοῦ σοφίᾳ τρόπον κατεσκευάζετο καὶ ἠγλάιζε τούτῳ τὴν Πυθώ. ἡγοῦμαι δὲ αὐτὸν κόσμου ἕνεκα καὶ ἐς μέτρα ἐμβιβάζειν τοὺς χρησμούς. εἰ γὰρ μὴ τοῦτο ἐπεδείκνυτο, τοιάσδε ἂν τὰς ἀποκρίσεις ἐποιεῖτο· δρᾶ τὸ δεῖνα ἢ μὴ δρᾶ, καὶ ἴθι ἢ μὴ ἴθι, καὶ ποιοῦ ξυμμάχους ἢ μὴ ποιοῦ, βραχέα γάρ που ταῦτα, ἤ, ὥς φατε ὑμεῖς, γυμνά, ὁ δ᾽ ἵνα μεγαλορρήμων τε φαίνοιτο καὶ ἡδίων τοῖς ἐρωτῶσι, ποιητικὴν ἡρμόσατο, καὶ οὐκ ἀξιοῖ εἶναι, ὅ τι μὴ οἶδεν, ἀλλὰ καὶ τὴν ψάμμον εἰδέναι φησίν, ὁπόση, ἀριθμήσας αὐτήν, καὶ τὰ τῆς θαλάττης μέτρα ξυνειληφέναι πάντα. ἢ καὶ ταῦτα τερατολογίᾳ προσγράφεις, ἐπειδὴ σοβαρῶς αὐτὰ ὁ Ἀπόλλων καὶ ξὺν φρονήματι ὀρθῷ φράζει; εἰ δὲ μὴ ἀχθέσῃ, Θεσπεσίων, τῷ λόγῳ, γρᾶες ἀνημμέναι κόσκινα φοιτῶσιν ἐπὶ ποιμένας, ὅτε δὲ καὶ βουκόλους, ἰώμεναι τὰ νοσοῦντα τῶν θρεμμάτων μαντικῇ, ὥς φασιν, ἀξιοῦσι δὲ σοφαὶ ὀνομάζεσθαι καὶ σοφώτεραι ἢ οἱ ἀτεχνῶς μάντεις· τοῦτό μοι καὶ ὑμεῖς παρὰ τὴν Ἰνδῶν σοφίαν φαίνεσθε, οἱ μὲν γὰρ θεῖοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν, ὑμεῖς δέ — ἀλλ᾽ οὐδὲν εἰρήσεται περαιτέρω, εὐφημία γὰρ φίλη μὲν ἐμοί, φίλη δὲ Ἰνδοῖς, ἣν ἀσπαζοίμην ὡς ὀπαδὸν ἅμα καὶ ἡγεμόνα τῆς γλώττης, τὰ μὲν ἐμαυτῷ δυνατὰ θηρεύων ξὺν ἐπαίνῳ τε αὐτῶν καὶ ἔρωτι, ὅ τι δὲ μὴ ἐφικτὸν εἴη μοι, καταλείπων αὐτὸ ἄχραντον ψόγου. σὺ δὲ Ὁμήρου μὲν ἐν Κυκλωπίᾳ ἀκούων, ὡς ἡ γῆ τοὺς ἀγριωτάτους καὶ ἀνομωτάτους ἄσπορος καὶ ἀνήροτος ἑστιᾷ, χαίρεις τῷ λόγῳ, κἂν Ἠδωνοί τινες ἢ Λυδοὶ βακχεύωσιν, οὐκ ἀπιστεῖς, ὡς γάλακτος αὐτοῖς καὶ οἴνου πηγὰς δώσει καὶ ποτιεῖ τούτους, τοὺς δὲ σοφίας ἁπάσης βάκχους ἀφαιρήσῃ δῶρα αὐτόματα παρὰ τῆς γῆς ἥκοντα; τρίποδες δὲ αὐτόματοι καὶ ἐς τὰ ξυμπόσια τῶν θεῶν φοιτῶσι, καὶ ὁ Ἄρης ἀμαθής περ ὢν καὶ ἐχθρὸς οὔπω τὸν Ἥφαιστον ἐπ᾽ αὐτοῖς γέγραπται, οὐδ᾽ ἔστιν, ὡς ἤκουσάν ποτε οἱ θεοὶ τοιαύτης γραφῆς· ἀδικεῖς, Ἥφαιστε, κοσμῶν τὸ ξυμπόσιον τῶν θεῶν καὶ περιιστὰς αὐτῷ θαύματα, οὐδὲ ἐπὶ ταῖς δμωαῖς αἰτίαν ποτὲ ἔσχε ταῖς χρυσαῖς ὡς παραφθείρων τὰς ὕλας, ἐπειδὴ τὸν χρυσὸν ἔμπνουν ἐποίει, κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ἑτέρῳ φασὶ τύφῳ. τὰ δὲ Ἡλίου τε καὶ Ἰνδῶν πάτρια καὶ ὅπῃ χαίρει θεραπευόμενος ἐχέτω τὸν αὐτῶν νόμον, θεοὶ μὲν γὰρ χθόνιοι βόθρους ἀσπάσονται καὶ τὰ ἐν κοίλῃ τῇ γῇ δρώμενα, Ἡλίου δὲ ἀὴρ ὄχημα, καὶ δεῖ τοὺς προσφόρως ᾀσομένους αὐτὸν ἀπὸ γῆς αἴρεσθαι καὶ ξυμμετεωροπολεῖν τῷ θεῷ· τοῦτο δὲ βούλονται μὲν πάντες, δύνανται δὲ Ἰνδοὶ μόνοι.’

ἀναπνεῦσαι ὁ Δάμις ἑαυτόν φησιν, ἐπειδὴ ταῦτα ἤκουσεν· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων οὕτω διατεθῆναι τοὺς Αἰγυπτίους, ὡς τὸν Θεσπεσίωνα μὲν καίτοι μέλανα ὄντα κατάδηλον εἶναι, ὅτι ἐρυθριῴη, φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκπληξιν ἐφ᾽ οἷς ἐρρωμένως τε καὶ ξὺν εὐροίᾳ διαλεγομένου ἤκουσαν, τὸν νεώτατον δὲ τῶν Αἰγυπτίων, ᾧ ὄνομα ἦν Νεῖλος, καὶ ἀναπηδῆσαί φησιν ὑπὸ θαύματος μεταστάντα τε πρὸς τὸν Ἀπολλώνιον ξυμβαλεῖν τε αὐτῷ τὴν χεῖρα καὶ δεῖσθαι αὐτοῦ τὰς ξυνουσίας, αἳ ἐγένοντο αὐτῷ πρὸς τοὺς Ἰνδούς, φράζειν. τὸν δὲ Ἀπολλώνιον ‘σοὶ μὲν οὐδενὸς ἂν’ φάναι, ‘βασκήναιμι ἐγὼ λόγου φιληκόῳ τε, ὡς ὁρῶ, τυγχάνοντι καὶ σοφίαν ἀσπαζομένῳ πᾶσαν,’ Θεσπεσίωνι δὲ καὶ εἴ τις ἕτερος λῆρον τὰ Ἰνδῶν ἡγεῖται, μὴ ἂν ἐπαντλῆσαι τοὺς ἐκεῖθεν λόγους· ὅθεν ὁ Θεσπεσίων ‘εἰ δὲ ἔμπορος’ εἶπεν ‘ἢ ναύκληρος ἦσθα καί τινα ἡμῖν ἀπῆγες ἐκεῖθεν φόρτον, ἆρα ἂν ἠξίους, ἐπειδὴ ἀπ᾽ Ἰνδῶν οὗτος, ἀδοκίμαστον αὐτὸν διατίθεσθαι καὶ μήτε γεῦμα παρέχειν αὐτοῦ μήτε δεῖγμα;’ ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος ‘παρειχόμην ἂν’ εἶπε τοῖς γε χρῄζουσιν, εἰ δ᾽ ἥκων τις ἐπὶ τὴν θάλατταν καταπεπλευκυίας ἄρτι τῆς νεὼς ἐλοιδορεῖτο τῷ φόρτῳ καὶ διέβαλλε μὲν αὐτὸν ὡς ἥκοντα ἐκ γῆς, ἣ μηδὲν ὑγιὲς φέρει, ἐμοὶ δὲ ἐπέπληττεν ὡς οὐχ ὑπὲρ σπουδαίων ἀγωγίμων πλεύσαντι τούς τε ἄλλους ἔπειθεν οὕτω φρονεῖν, ἆρ᾽ ἄν σοι δοκεῖ τις καταπλεύσας ἐς τοιόνδε λιμένα βαλέσθαι τινὰ ἄγκυραν ἢ πεῖσμα, ἀλλ᾽ οὐχὶ μᾶλλον ἀνασείσας τὰ ἱστία μετεωρίσαι ἂν τὴν ναῦν ἐς τὸ πέλαγος ἀνέμοις ἐπιτρέψας τὰ ἑαυτοῦ ἥδιόν γε ἢ ἀκρίτοις τε καὶ ἀξένοις ἤθεσιν; ‘ἀλλ᾽ ἐγὼ’ ἔφη ὁ Νεῖλος ‘λαμβάνομαι τῶν πεισμάτων καὶ ἀντιβολῶ σε, ναύκληρε, κοινωνῆσαί μοι τῆς ἐμπορίας, ἣν ἄγεις, καὶ ξυνεμβαίην ἄν σοι τὴν ναῦν περίνεώς τε καὶ μνήμων τοῦ σοῦ φόρτου.’

διαπαῦσαι δὲ ὁ Θεσπεσίων ῾ζητῶν᾽ τὰ τοιαῦτα ‘χαίρω’ ἔφη ‘Ἀπολλώνιε, ὅτι ἄχθῃ ὑπὲρ ὧν ἤκουσας· καὶ γὰρ ἂν καὶ ἡμῖν ξυγγιγνώσκοις ἀχθομένοις ὑπὲρ ὧν διέβαλες τὴν δεῦρο σοφίαν, οὐδὲ ἐς πεῖράν πω αὐτῆς ἀφιγμένος.’ ὁ δ᾽ ἐκπλαγεὶς μὲν ὑπὸ τοῦ λόγου πρὸς βραχὺ τῷ μηδ᾽ ἀκηκοέναι πω τὰ περὶ τὸν Θρασύβουλόν τε καὶ τὸν Εὐφράτην, ξυμβαλὼν δ᾽, ὥσπερ εἰώθει, τὸ γεγονὸς ‘Ἰνδοὶ δέ’, εἶπεν ‘ὦ Θεσπεσίων, οὐκ ἂν τοῦτο ἔπαθον, οὐδ᾽ ἂν προσέσχον Εὐφράτῃ καθιέντι ταῦτα, σοφοὶ γὰρ προγιγνώσκειν. ἐγὼ δὲ ἴδιον μὲν ἐμαυτοῦ πρὸς Εὐφράτην διηνέχθην οὐδέν, χρημάτων δὲ ἀπάγων αὐτὸν καὶ τοῦ μὴ ἐπαινεῖν τὸ ἐξ ἅπαντος κέρδος οὔτ᾽ ἐπιτήδεια ξυμβουλεύειν ἔδοξα οὔτε ἐκείνῳ δυνατά, καὶ ἔλεγχον δὲ ἡγεῖται ταῦτα καὶ οὐκ ἀνίησιν ἀεί τι κατ᾽ ἐμοῦ ξυντιθείς. ἐπεὶ δὲ πιθανὸς ὑμῖν ἔδοξε τοὐμὸν διαβάλλειν ἦθος, ἐνθυμεῖσθε, ὡς προτέρους ὑμᾶς ἐμοῦ διέβαλεν· ἐμοὶ γὰρ κίνδυνοι μὲν καὶ περὶ τὸν διαβεβλησόμενον οὐ σμικροὶ φαίνονται, μισήσεται γάρ που ἀδικῶν οὐδέν, ἐλεύθεροι δὲ κινδύνων οὐδ᾽ οἱ τῶν διαβολῶν ἀκροασόμενοι δοκοῦσιν, εἰ πρῶτον μὲν ἁλώσονται ψευδολογίαν τιμῶντες καὶ ἀξιοῦντες αὐτὴν ὧνπερ τὴν ἀλήθειαν, εἶτα κουφότητα καὶ εὐαγωγίαν — ἡττᾶσθαι δὲ τούτων καὶ μειρακίῳ αἰσχρόν — φθονεροί τε δόξουσι διδάσκαλον ἀκοῆς ἀδίκου ποιούμενοι τὸν φθόνον, αὐτοί τε μᾶλλον ἔνοχοι ταῖς διαβολαῖς, ἃς ἐφ᾽ ἑτέρων ἀληθεῖς ἡγοῦνται, αἱ γὰρ τῶν ἀνθρώπων φύσεις ἑτοιμότεραι δρᾶν, ἃ μὴ ἀπιστοῦσι. μὴ τυραννεύσειεν ἀνὴρ ἕτοιμος ταῦτα, μηδὲ προσταίη δήμου, τυραννὶς γὰρ καὶ ἡ δημοκρατία ὑπ᾽ αὐτοῦ ἔσται, μηδὲ δικάσειεν, ὑπὲρ μηδενὸς γὰρ γνώσεται, μηδὲ ναυκληρήσειεν, ἡ γὰρ ναῦς στασιάσει, μηδὲ ἄρξειε στρατοῦ, τὸ γὰρ ἀντίξοον εὖ πράξει, μηδὲ φιλοσοφήσειεν οὕτως ἔχων, οὐ γὰρ πρὸς τἀληθὲς δοξάσει. ὑμᾶς δὲ Εὐφράτης ἀφῄρηται καὶ τὸ σοφοὺς εἶναι, οὓς γὰρ ψεύδει ὑπηγάγετο, πῶς ἂν οὗτοι σοφίας αὑτοὺς ἀξιώσειαν, ἧς ἀπέστησαν τῷ τὰ μὴ πιθανὰ πείσαντι;’ διαπραΰνων δ᾽ αὐτὸν ὁ Θεσπεσίων ‘ἅλις Εὐφράτου’ ἔφη ‘καὶ μικροψύχων λόγων, καὶ γὰρ ἂν καὶ διαλλακταὶ γενοίμεθά σοι τε κἀκείνῳ, σοφὸν ἡγούμενοι καὶ τὸ διαιτᾶν σοφοῖς. πρὸς δὲ ὑμᾶς,’ εἶπε ‘τίς διαλλάξει με; χρὴ γάρ που καταψευσθέντα ἐκπεπολεμῶσθαι ὑπὲρ τοῦ ψεύδους.’ ‘ἐχέτω οὕτως’ ἦ δ᾽ ὁ Ἀπολλώνιος ‘καὶ σπουδῆς ἁπτώμεθα, τουτὶ γὰρ ἡμᾶς διαλλάξει μᾶλλον.’

ἐρῶν δὲ ὁ Νεῖλος τῆς ἀκροάσεως τοῦ ἀνδρὸς ‘καὶ μὴν σὲ’ ἔφη ‘προσήκει ἄρξαι τοῦ σπουδάσαι, διελθόντα ἡμῖν τήν τε ἀποδημίαν τὴν γενομένην σοι ἐς τὸ Ἰνδῶν ἔθνος τάς τε ἐκεῖ σπουδάς, ἃς ὑπὲρ λαμπρῶν δήπου ἐποιεῖσθε.’ ‘ἐγὼ δὲ’ ἔφη ὁ Θεσπεσίων ‘καὶ περὶ τῆς Φραώτου σοφίας ἀκοῦσαι ποθῶ, λέγεσθε γὰρ καὶ τῶν ἐκείνου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν.’ ὁ μὲν δὴ Ἀπολλώνιος ἀρχὴν τοῦ λόγου τὰ ἐν Βαβυλῶνι ποιησάμενος διῄει πάντα, οἱ δὲ ἄσμενοι ἠκροῶντο ὑποκείμενοι τῷ λόγῳ. μεσημβρία δ᾽ ὡς ἐγένετο, διέλυσαν τὴν σπουδήν, τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Γυμνοὶ πρὸς ἱεροῖς γίγνονται.

δειπνοῦντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ᾽ αὐτὸν ὁ Νεῖλος ἐφίσταται λαχάνοις ἅμα καὶ ἄρτοις καὶ τραγήμασι, τὰ μὲν αὐτὸς φέρων, τὰ δὲ ἕτεροι, καὶ μάλα ἀστείως ‘οἱ σοφοὶ’ ἔφη ‘ξένια πέμπουσιν ὑμῖν τε κἀμοὶ ταῦτα, κἀγὼ γὰρ ξυσσιτήσω ὑμῖν οὐκ ἄκλητος, ὥς φασιν, ἀλλ᾽ ἐμαυτὸν καλῶν.’ ‘ἡδὺ’ εἶπεν ὁ Ἀπολλώνιος ‘ἀπάγεις, ὦ νεανία, ξένιον, σεαυτόν τε καὶ τὸ σεαυτοῦ ἦθος, ὃς ἀδόλως μὲν φιλοσοφοῦντι ἔοικας, ἀσπαζομένῳ δὲ τὰ Ἰνδῶν τε καὶ Πυθαγόρου. κατακλίνου δὴ ἐνταῦθα καὶ ξυσσίτει.’ ‘κατάκειμαι,’ ἔφη ‘σιτία δὲ οὐκ ἔσται σοι τοσαῦτα, ὡς ἐμπλῆσαί με.’ ‘ἔοικας’ εἶπεν ‘εὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν.’ ‘δεινότατος μὲν οὖν,’ ἔφη ‘ὃς γὰρ τοσαύτην καὶ οὕτω λαμπρὰν δαῖτά σου παραθέντος οὔπω ἐμπέπλησμαι, διαλιπὼν δὲ ὀλίγον πάλιν ἐπισιτιούμενος ἥκω, τί φήσεις ἀλλ᾽ ἢ ἀκόρεστόν τε εἶναί με καὶ δεινῶς γάστριν;’ ‘ἐμπίπλασο,’ εἶπεν ‘ἀφορμαὶ δ᾽, ὁπόσαι λόγων, τὰς μὲν αὐτὸς παραδίδου, τὰς δὲ ἐγὼ δώσω.’

ἐπεὶ δ᾽ ἐδείπνησαν, ‘ἐγὼ’ ἦ δ᾽ ὁ Νεῖλος ‘τὸν μὲν ἄλλον χρόνον ἐστρατευόμην ὁμοῦ τοῖς Γυμνοῖς οἷον ψιλοῖς τισιν ἢ σφενδονήταις ἐκείνοις ἐμαυτὸν ξυντάττων, νυνὶ δὲ ὁπλιτεύσω καὶ κοσμήσει με ἡ ἀσπὶς ἡ σή.’ ‘ἀλλ᾽ οἶμαί σε,’ εἶπεν ‘Αἰγύπτιε, παρὰ Θεσπεσίωνί τε καὶ τοῖς ἄλλοις ἕξειν αἰτίαν, ἐφ᾽ οἷς οὐδὲ ἐς ἔλεγχον ἡμῶν καταστὰς πλείω σὺ δ᾽ ἑτοιμότερον ἢ ξυγχωρεῖ βίου αἵρεσις ἐς τὰ ἡμέτερα ἤθη ἀφήσεις.’ ‘οἶμαι,’ ἔφη ‘εἰ δ᾽ αἰτία ἑλομένου ἔσται τις, τάχα καὶ μὴ ἑλομένου αἰτία, καὶ ἁλώσονται μᾶλλον ἅπερ ἐγὼ ἑλόμενοι· τὸ γὰρ πρεσβυτέρους ὁμοῦ καὶ σοφωτέρους ὄντας μὴ πάλαι ᾑρῆσθαι, ἅπερ ἐγὼ νῦν, δικαίαν αἰτίαν κατ᾽ ἐκείνων ἔχοι ἂν μᾶλλον οὕτω πλεονεκτοῦντας μὴ ἐς τὸ βέλτιον ἑλέσθαι, ὅ τι χρήσονται.’ ‘οὐκ ἀγεννῆ μέν, ὦ νεανίσκε, λόγον εἴρηκας· ὅρα δέ, μὴ αὐτῷ τῷ οὕτω μὲν σοφίας, οὕτω δὲ ἡλικίας ἔχειν ἐκεῖνά γε ὀρθῶς ᾑρημένοι φαίνονται ταῦτά τε ξὺν εἰκότι λόγῳ παραιτούμενοι, σύ τε θρασυτέρου λόγου δοκῇς ἅπτεσθαι καθιστὰς μᾶλλον αὐτὸς ἢ ἐκείνοις ἑπόμενος.’ ὑποστρέψας δὲ ὁ Αἰγύπτιος παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν ‘ἃ μὲν εἰκὸς ἦν’ ἔφη ‘πρεσβυτέροις ὁμαρτεῖν νέον, οὐ παρεῖταί μοι, σοφίαν γὰρ ὁπότ᾽ ᾤμην εἶναι περὶ τοὺς ἄνδρας, ἣν οὐκ ἄλλοις τισὶν ἀνθρώπων ὑπάρχειν, προσεποίησα ἐμαυτὸν τούτοις, πρόφασις δέ μοι τῆς ὁρμῆς ἥδε ἐγένετο· ἔπλευσέ ποτε ὁ πατὴρ ἐς τὴν Ἐρυθρὰν ἑκών, ἦρχε δὲ ἄρα τῆς νεώς, ἣν Αἰγύπτιοι στέλλουσιν ἐς τὸ Ἰνδῶν ἔθνος, ἐπιμίξας δὲ τοῖς ἐπὶ θαλάττῃ Ἰνδοῖς διεκόμισε λόγους περὶ τῶν ἐκείνῃ σοφῶν ἀγχοῦ τούτων, οὓς πρὸς ἡμᾶς διῆλθες· ἀκούων δὲ αὐτοῦ καὶ τοιουτονί τινα λόγον, ὡς σοφώτατοι μὲν ἀνθρώπων Ἰνδοί, ἄποικοι δὲ Ἰνδῶν Αἰθίοπες, πατρῴζουσι δὲ οὗτοι τὴν σοφίαν καὶ πρὸς τὰ οἴκοι βλέπουσι, μειράκιον γενόμενος τὰ μὲν πατρῷα τοῖς βουλομένοις ἀφῆκα, γυμνὸς δὲ Γυμνοῖς ἐπεφοίτησα τούτοις, ὡς μαθησόμενος τὰ Ἰνδῶν ἢ ἀδελφά γε ἐκείνων, καί μοι ἐφαίνοντο σοφοὶ μέν, οὐ μὴν ἐκεῖνα, ἐμοῦ δ᾽ αὐτοὺς ἐρομένου, τοῦ χάριν οὐ τὰ Ἰνδῶν φιλοσοφοῦσιν, ἐκείνων μὲν ἐς διαβολὰς κατέστησαν παραπλησίως ταῖς πρὸς σὲ εἰρημέναις τήμερον, ἐμὲ δὲ νέον ἔτι, ὡς ὁρᾷς, ὄντα κατέλεξαν ἐς τὸ αὑτῶν κοινὸν δείσαντες, οἶμαι, μὴ ἀποπηδήσας αὐτῶν πλεύσαιμι ἐς τὴν Ἐρυθράν, ὥσπερ ποτὲ ὁ πατήρ, ὃ μὰ τοὺς θεοὺς οὐκ ἂν παρῆκα· προῆλθον γὰρ ἂν καὶ μέχρι τοῦ ὄχθου τῶν σοφῶν, εἰ μή σέ τις ἐνταῦθα θεῶν ἔστειλεν ἐμοὶ ἀρωγόν, ὡς μήτε τὴν Ἐρυθρὰν πλεύσας μήτε πρὸς τοὺς Κολπίτας παραβαλόμενος σοφίας Ἰνδικῆς γευσαίμην οὐ τήμερον βίου ποιησόμενος αἵρεσιν, ἀλλὰ πάλαι μὲν ᾑρημένος, ἃ δὲ ᾤμην ἕξειν, οὐκ ἔχων. τί γὰρ δεινόν, εἰ ὁτουδὴ ἁμαρτών τις ἐπάνεισιν ἐφ᾽ ὃ ἐθήρευεν; εἰ δὲ κἀκείνους ἐς τουτὶ μεταβιβάζοιμι καὶ γιγνοίμην αὐτοῖς ξύμβουλος ὧν ἐμαυτὸν πέπεικα, τί ἄν, εἰπέ μοι, θρασὺ πράττοιμι; οὔτε γὰρ ἡ νεότης ἀπελατέα τοῦ τι καὶ αὐτὴ βέλτιον ἐνθυμηθῆναι ἂν τοῦ γήρως, σοφίας τε ὅστις ἑτέρῳ γίγνεται ξύμβουλος, ἣν αὐτὸς ᾕρηται, διαφεύγει δήπου τὸ μὴ οὐχ ἃ πέπεισται πείθειν, τοῖς τε ἥκουσιν ἀγαθοῖς παρὰ τῆς τύχης ὅστις ἀπολαβὼν αὐτὰ χρῆται μόνος, ἀδικεῖ τἀγαθά, ἀφαιρεῖται γὰρ αὐτῶν τὸ πλείοσιν ἡδίω φαίνεσθαι.’

τοιαῦτα εἴραντος τοῦ Νείλου καὶ οὕτω νεανικὰ ὑπολαβὼν ὁ Ἀπολλώνιος ‘ὑπὲρ μισθοῦ δὲ’ εἶπεν ‘οὐ διαλέξῃ μοι πρότερον σοφίας γε ἐρῶν τῆς ἐμῆς;’ ‘διαλεγώμεθα’ ἦ δ᾽ ὁ Νεῖλος ‘καὶ ὅ τι βούλει, αἴτει.’ ‘αἰτῶ σε,’ εἶπεν ‘ἃ μὲν αὐτὸς εἵλου, ᾑρῆσθαι, τοὺς δὲ Γυμνοὺς μὴ ἐνοχλεῖν ξυμβουλεύοντα ἃ μὴ πείσεις.’ ‘πείσομαι’ ἔφη ‘καὶ ὁμολογείσθω ὁ μισθός.’ ταῦτα μὲν δὴ οὕτως ἐσπούδασαν, ἐρομένου δ᾽ αὐτὸν μετὰ ταῦτα τοῦ Νείλου, πόσου χρόνου διατρίψοι περὶ τοὺς Γυμνούς, ‘ὁπόσου’ ἔφη ‘χρόνου ἀξία ἡ τῶνδε σοφία τῷ ξυνεσομένῳ σφίσιν, εἶτα ἐπὶ Καταδούπων τὴν ὁδὸν ποιησόμεθα τῶν πηγῶν ἕνεκα, χαρίεν γὰρ τὸ μὴ μόνον ἰδεῖν τὰς τοῦ Νείλου ἀρχάς, ἀλλὰ καὶ κελαδοῦντος αὐτοῦ ἀκοῦσαι.’

ὧδε διαλεχθέντες καί τινων Ἰνδικῶν μνημονεύσαντες ἐκάθευδον ἐν τῇ πόᾳ, ἅμα δὲ τῇ ἡμέρᾳ προσευξάμενοι τὰ εἰωθότα εἵποντο τῷ Νείλῳ παρὰ τὸν Θεσπεσίωνα αὐτοὺς ἄγοντι· προσειπόντες οὖν ἀλλήλους καὶ ξυνιζήσαντες ἐν τῷ ἄλσει διαλέξεως ἥπτοντο, ἦρχε δ᾽ αὐτῆς ὁ Ἀπολλώνιος· ‘ὡς μὲν γὰρ πολλοῦ’ ἔφη ‘ἄξιον τὸ μὴ κρύπτειν σοφίαν, δηλοῦσιν οἱ χθὲς λόγοι· διδαξαμένων γάρ με Ἰνδῶν, ὁπόσα τῆς ἐκείνων σοφίας ᾤμην προσήκειν ἐμοί, μέμνημαί τε τῶν ἐμαυτοῦ διδασκάλων καὶ περίειμι διδάσκων, ἃ ἐκείνων ἤκουσα, καὶ ὑμῖν δ᾽ ἂν ἐν κέρδει γενοίμην, εἴ με καὶ τὴν ὑμετέραν σοφίαν εἰδότα πέμποιτε, οὐ γὰρ ἂν παυσαίμην Ἕλλησί τε διιὼν τὰ ὑμέτερα καὶ Ἰνδοῖς γράφων.’

‘ἐρώτα,’ ἔφασαν ‘ἕπεται γάρ που ἐρωτήσει λόγος.’ καὶ ὁ Ἀπολλώνιος ‘περὶ θεῶν’ εἶπεν ‘ὑμᾶς ἐρήσομαι πρῶτον, τί μαθόντες ἄτοπα καὶ γελοῖα θεῶν εἴδη παραδεδώκατε τοῖς δεῦρο ἀνθρώποις πλὴν ὀλίγων· ὀλίγων γάρ; πάνυ μέντοι ὀλίγων, ἃ σοφῶς καὶ θεοειδῶς ἵδρυται, τὰ λοιπὰ δ᾽ ὑμῶν ἱερὰ ζῴων ἀλόγων καὶ ἀδόξων τιμαὶ μᾶλλον ἢ θεῶν φαίνονται.’ δυσχεράνας δὲ ὁ Θεσπεσίων ‘τὰ δὲ παρ᾽ ὑμῖν’ εἶπεν ‘ἀγάλματα πῶς ἱδρῦσθαι φήσεις;’ ‘ὥς γε’ ἔφη ‘κάλλιστόν τε καὶ θεοφιλέστατον δημιουργεῖν θεούς.’ ‘τὸν Δία που λέγεις’ εἶπε ‘τὸν ἐν τῇ Ὀλυμπίᾳ καὶ τὸ τῆς Ἀθηνᾶς ἕδος καὶ τὸ τῆς Κνιδίας τε καὶ τὸ τῆς Ἀργείας καὶ ὁπόσα ὧδε καλὰ καὶ μεστὰ ὥρας.’ ‘οὐ μόνον’ ἔφη ‘ταῦτα, ἀλλὰ καὶ καθάπαξ τὴν μὲν παρὰ τοῖς ἄλλοις ἀγαλματοποιίαν ἅπτεσθαί φημι τοῦ προσήκοντος, ὑμᾶς δὲ καταγελᾶν τοῦ θείου μᾶλλον ἢ νομίζειν αὐτό.’ ‘οἱ Φειδίαι δὲ’ εἶπε·‘καὶ οἱ Πραξιτέλεις μῶν ἀνελθόντες ἐς οὐρανὸν καὶ ἀπομαξάμενοι τὰ τῶν θεῶν εἴδη τέχνην αὐτὰ ἐποιοῦντο, ἢ ἕτερόν τι ἦν, ὃ ἐφίστη αὐτοὺς τῷ πλάττειν;’ ‘ἕτερον’ ἔφη ‘καὶ μεστόν γε σοφίας πρᾶγμα.’ ‘ποῖον;’ εἶπεν ‘οὐ γὰρ ἄν τι παρὰ τὴν μίμησιν εἴποις.’ ‘φαντασία’ ἔφη ‘ταῦτα εἰργάσατο σοφωτέρα μιμήσεως δημιουργός· μίμησις μὲν γὰρ δημιουργήσει, ὃ εἶδεν, φαντασία δὲ καὶ ὃ μὴ εἶδεν, ὑποθήσεται γὰρ αὐτὸ πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος, καὶ μίμησιν μὲν πολλάκις ἐκκρούει ἔκπληξις, φαντασίαν δὲ οὐδέν, χωρεῖ γὰρ ἀνέκπληκτος πρὸς ὃ αὐτὴ ὑπέθετο. δεῖ δέ που Διὸς μὲν ἐνθυμηθέντα εἶδος ὁρᾶν αὐτὸν ξὺν οὐρανῷ καὶ ὥραις καὶ ἄστροις, ὥσπερ ὁ Φειδίας τότε ὥρμησεν, Ἀθηνᾶν δὲ δημιουργήσειν μέλλοντα στρατόπεδα ἐννοεῖν καὶ μῆτιν καὶ τέχνας καὶ ὡς Διὸς αὐτοῦ ἀνέθορεν. εἰ δὲ ἱέρακα ἢ γλαῦκα ἢ λύκον ἢ κύνα ἐργασάμενος ἐς τὰ ἱερὰ φέροις ἀντὶ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς καὶ Ἀπόλλωνος, τὰ μὲν θηρία καὶ τὰ ὄρνεα ζηλωτὰ δόξει τῶν εἰκόνων, οἱ δὲ θεοὶ παραπολὺ τῆς αὑτῶν δόξης ἑστήξουσιν.’ ‘ἔοικας’ εἶπεν ‘ἀβασανίστως ἐξετάζειν τὰ ἡμέτερα· σοφὸν γάρ, εἴπερ τι Αἰγυπτίων, καὶ τὸ μὴ θρασύνεσθαι ἐς τὰ τῶν θεῶν εἴδη, ξυμβολικὰ δὲ αὐτὰ ποιεῖσθαι καὶ ὑπονοούμενα, καὶ γὰρ ἂν καὶ σεμνότερα οὕτω φαίνοιτο.’ γελάσας οὖν ὁ Ἀπολλώνιος ‘ὦ ἄνθρωποι,’ ἔφη ‘μεγάλα ὑμῖν ἀπολέλαυται τῆς Αἰγυπτίων τε καὶ Αἰθιόπων σοφίας, εἰ σεμνότερον ὑμῶν καὶ θεοειδέστερον κύων δόξει καὶ ἶβις καὶ τράγος, ταῦτα γὰρ Θεσπεσίωνος ἀκούω τοῦ σοφοῦ. σεμνὸν δὲ δὴ ἢ ἔμφοβον τί ἐν τούτοις; τοὺς γὰρ ἐπιόρκους καὶ τοὺς ἱεροσύλους καὶ τὰ βωμολόχα ἔθνη καταφρονεῖν τῶν τοιούτων ἱερῶν εἰκὸς μᾶλλον ἢ δεδιέναι αὐτά, εἰ δὲ σεμνότερα ταῦτα ὑπονοούμενα, πολλῷ σεμνότερον ἂν ἔπραττον οἱ θεοὶ κατ᾽ Αἴγυπτον, εἰ μὴ ἵδρυτό τι αὐτῶν ἄγαλμα, ἀλλ᾽ ἕτερον τρόπον σοφώτερόν τε καὶ ἀπορρητότερον τῇ θεολογίᾳ ἐχρῆσθε· ἦν γάρ που νεὼς μὲν αὐτοῖς ἐξοικοδομῆσαι καὶ βωμοὺς ὁρίζειν καὶ ἃ χρὴ θύειν καὶ ἃ μὴ χρὴ καὶ ὁπηνίκα καὶ ἐφ᾽ ὅσον καὶ ὅ τι λέγοντας ἢ δρῶντας, ἄγαλμα δὲ μὴ ἐσφέρειν, ἀλλὰ τὰ εἴδη τῶν θεῶν καταλείπειν τοῖς τὰ ἱερὰ ἐσφοιτῶσιν, ἀναγράφει γάρ τι ἡ γνώμη καὶ ἀνατυποῦται δημιουργίας κρεῖττον, ὑμεῖς δὲ ἀφῄρησθε τοὺς θεοὺς καὶ τὸ ὁρᾶσθαι καλῶς καὶ τὸ ὑπονοεῖσθαι.’ πρὸς ταῦτα ὁ Θεσπεσίων, ‘ἐγένετό τις’ ἔφη ‘Σωκράτης Ἀθηναῖος ἀνόητος, ὥσπερ ἡμεῖς, γέρων, ὃς τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον θεούς τε ἡγεῖτο καὶ ὤμνυ.’ ‘οὐκ ἀνόητος,’ εἶπεν ‘ἀλλὰ θεῖος καὶ ἀτεχνῶς σοφός, ὤμνυ γὰρ ταῦτα οὐχ᾽ ὡς θεούς, ἀλλ᾽ ἵνα μὴ θεοὺς ὀμνύοι.’

μετὰ ταῦτα ὁ Θεσπεσίων ὥσπερ μεθιστάμενος τουτουὶ τοῦ λόγου ἤρετο τὸν Ἀπολλώνιον περὶ τῆς Λακωνικῆς μάστιγος καὶ εἰ δημοσίᾳ οἱ Λακεδαιμόνιοι παίονται· ‘τὰς ἐξ ἀνθρώπων γε,’ εἶπεν ‘ὦ Θεσπεσίων, αὐτοὶ μάλιστα οἱ ἐλευθέριοι τε καὶ εὐδόκιμοι.’ ‘τοὺς δὲ οἰκέτας ἀδικοῦντας τί’ ἔφη ‘ἐργάζονται;’ οὐκέτ᾽ ἀποκτείνουσιν, εἶπεν ‘ὡς ξυνεχώρει ποτὲ ὁ Λυκοῦργος, ἀλλ᾽ ἡ αὐτὴ καὶ ἐπ᾽ ἐκείνους μάστιξ.’ ‘ἡ δὲ Ἑλλὰς πῶς’ ἔφη ‘περὶ αὐτῶν γιγνώσκει;’ ‘ξυνίασιν,’ εἶπεν ‘ὥσπερ ἐς τὰ Ὑακίνθια καὶ τὰς Γυμνοπαιδιάς, θεασόμενοι ξὺν ἡδονῇ τε καὶ ὁρμῇ πάσῃ.’ ‘εἶτ᾽ οὐκ αἰσχύνονται’ ἔφη ‘οἱ χρηστοὶ Ἕλληνες ἢ τοὺς αὑτῶν ποτε ἄρξαντας ὁρῶντες μαστιγουμένους ἐς τὸ κοινόν, ἢ ἀρχθέντες ὑπ᾽ ἀνθρώπων, οἳ μαστιγοῦνται δημοσίᾳ; σὺ δὲ πῶς οὐ διωρθώσω ταῦτα; φασὶ γάρ σε καὶ Λακεδαιμονίων ἐπιμεληθῆναι.’ ‘ἅ γε’ εἶπε ‘δυνατὸν διορθοῦσθαι, ξυνεβούλευον μὲν ἐγώ, προθύμως δ᾽ ἐκεῖνοι ἔπραττον, ἐλευθεριώτατοι μὲν γὰρ τῶν Ἑλλήνων εἰσί, μόνοι δ᾽ ὑπήκοοι τοῦ εὖ ξυμβουλεύοντος, τὸ δὲ τῶν μαστίγων ἔθος τῇ Ἀρτέμιδι τῇ ἀπὸ Σκυθῶν δρᾶται χρησμῶν, φασιν, ἐξηγουμένων ταῦτα· θεοῖς δ᾽ ἀντινομεῖν μανία, οἶμαι.’ ‘οὐ σοφούς, Ἀπολλώνιε,’ ἔφη ‘τοὺς τῶν Ἑλλήνων θεοὺς εἴρηκας, εἰ μαστίγων ἐγίγνοντο ξύμβουλοι τοῖς τὴν ἐλευθερίαν ἀσκοῦσιν.’ ‘οὐ μαστίγων,’ εἶπεν ‘ἀλλὰ τοῦ αἵματι ἀνθρώπων τὸν βωμὸν ῥαίνειν, ἐπειδὴ καὶ παρὰ Σκύθαις τούτων ἠξιοῦτο, σοφισάμενοι δὲ οἱ Λακεδαιμόνιοι τὸ ἀπαραίτητον τῆς θυσίας ἐπὶ τὸν τῆς καρτερίας ἀγῶνα ἥκουσιν, ἀφ᾽ ἧς ἐστι μήτε ἀποθνήσκειν καὶ ἀπάρχεσθαι τῇ θεῷ τοῦ σφῶν αἵματος.’ ‘διὰ τί οὖν’ ἔφη ‘τοὺς ξένους οὐ καταθύουσι τῇ Ἀρτέμιδι, καθάπερ ἐδικαίουν ποτὲ οἱ Σκύθαι;’ ‘ὅτι’ εἶπεν ‘οὐδενὶ Ἑλλήνων πρὸς τρόπου βάρβαρα ἐξασκεῖν ἤθη.’ ‘καὶ μὴν καὶ φιλανθρωπότεροι ἐδόκουν ἂν ἕνα που καὶ δύο θύοντες ἢ ξενηλασίᾳ χρώμενοι ἐς πάντας.’ ‘μὴ καθαπτώμεθα,’ εἶπεν ‘ὦ Θεσπεσίων, τοῦ Λυκούργου, χρὴ γὰρ ξυνιέναι τοῦ ἀνδρὸς καὶ ὅτι τὸ μὴ ἐνδιατρίβειν ἐᾶν τοὺς ξένους οὐκ ἀμιξίας αὐτῷ νοῦν εἶχεν, ἀλλὰ τοῦ ὑγιαίνειν τὰς ἐπιτηδεύσεις μὴ ἐνομιλούντων τῇ Σπάρτῃ τῶν ἔξωθεν.’ ‘ἐγὼ δὲ ἄνδρας’ ἔφη ‘Σπαρτιάτας ἡγούμην ἄν, οἷοι δοκεῖν ἀξιοῦσιν, εἰ συνδιαιτώμενοι τοῖς ξένοις μὴ μεθίσταντο τῶν οἴκοι, οὐ γὰρ τῷ ἀπόντων, ἀλλὰ καὶ τῷ παρόντων ὁμοίους ὁρᾶσθαι ἔδει, οἶμαι, τὰς ἀρετὰς κτᾶσθαι. οἱ δὲ καίτοι ξενηλασίαις χρώμενοι διεφθάρησαν τὰς ἐπιτηδεύσεις καὶ οἷς μάλιστα τῶν Ἑλλήνων ἀπήχθοντο, τούτοις ὅμοια πράττειν ἔδοξαν. τὰ γοῦν περὶ τὴν θάλατταν καὶ αἱ μετὰ ταῦτα ἐπιτάξεις τῶν φόρων ἀττικώτερον αὐτοῖς ἐβουλεύθη, καὶ ὑπὲρ ὧν πολεμητέα πρὸς Ἀθηναίους ᾤοντο αὐτοῖς εἶναι, ταῦτ᾽ ἐς τὸ καὶ αὐτοὶ δρᾶν κατέστησαν τὰ μὲν πολέμια τοὺς Ἀθηναίους νικῶντες, ὧν δὲ ἐκείνοις ἐπιτηδεύειν ἔδοξεν ἡττώμενοι. καὶ αὐτὸ δὲ τὸ τὴν ἐκ Ταύρων τε καὶ Σκυθῶν ἐσάγεσθαι δαίμονα ξένα ἦν νομιζόντων. εἰ δὲ χρησμῶν ταῦτα, τί ἔδει μάστιγος; τί δὲ καρτερίαν ἀνδραποδώδη πλάττεσθαι; λακωνικώτερον πρὸς θανάτου ῥώμην ἐκεῖνο ἦν, οἶμαι, Σπαρτιάτην ἔφηβον ἑκόντα ἐπὶ τοῦ βωμοῦ θύεσθαι. τουτὶ γὰρ ῾ἂν᾽ τὴν μὲν Σπάρτην εὐψυχοτέρους ἐδείκνυε, τὴν δὲ Ἑλλάδα ἀπῆγε τοῦ μὴ ἐς ἀντίπαλα αὐτοῖς ἀντικαθίστασθαι. εἰ δὲ ἐς τὰ πολέμια φείδεσθαι τῶν νέων εἰκὸς ἦν, ἀλλ᾽ ὅ γε νόμος ὁ παρὰ Σκύθαις ἐπὶ τοῖς ἑξηκοντούταις κείμενος οἰκειότερος ἦν Λακεδαιμονίοις ἐπιτηδεύειν ἢ Σκύθαις, εἰ τὸν θάνατον ἀτεχνῶς, ἀλλὰ μὴ κόμπου ἕνεκα ἐπαινοῦσι. ταῦτα οὐ πρὸς Λακεδαιμονίους εἴρηταί μοι, πρὸς δὲ σέ, Ἀπολλώνιε· εἰ γὰρ τὰ παλαιὰ νόμιμα καὶ πολιώτερα ἢ γιγνώσκειν αὐτὰ πικρῶς ἐξετάζοιμεν ἐς ἔλεγχον καθιστάμενοι τοῦ θείου, διότι αὐτοῖς χαίρουσι, πολλοὶ καὶ ἄτοποι λόγοι τῆς τοιᾶσδε φιλοσοφίας ἀναφύσονται, καὶ γὰρ ἂν καὶ τῆς Ἐλευσῖνι τελετῆς ἐπιλαβοίμεθα, διότι τό, ἀλλὰ μὴ τό, καὶ ὧν Σαμόθρᾳκες τελοῦσιν, ἐπεὶ μὴ τὸ δεῖνα, τὸ δεῖνα δὲ αὐτοῖς δρᾶται, καὶ Διονυσίων καὶ φαλλοῦ καὶ τοῦ ἐν Κυλλήνῃ εἴδους καὶ οὐκ ἂν φθάνοιμεν συκοφαντοῦντες πάντα. ἴωμεν οὖν ἐφ᾽ ὅ τι βούλει ἕτερον, τιμῶντες καὶ τὸν Πυθαγόρου λόγον ἡμεδαπὸν ὄντα· καλὸν γάρ, εἰ καὶ μὴ περὶ πάντων, ἀλλ᾽ ὑπέρ γε τῶν τοιούτων σιωπᾶν.’ ὑπολαβὼν δ᾽ ὁ Ἀπολλώνιος ‘εἰ σπουδάσαι,’ εἶπεν ‘ὦ Θεσπεσίων, ἐβούλου τὸν λόγον, πολλὰ ἄν σοι καὶ γενναῖα ἔδοξεν ἡ Λακεδαίμων λέγειν ὑπὲρ ὧν ὑγιῶς τε καὶ παρὰ πάντας ἐπιτηδεύει τοὺς Ἕλληνας, ἐπεὶ δὲ οὕτως ἀποσπουδάζεις αὐτόν, ὡς μηδὲ ὅσιον ἡγεῖσθαι τὸ ὑπὲρ τοιούτων λέγειν, ἴωμεν ἐφ᾽ ἕτερον λόγον πολλοῦ ἄξιον, ὡς ἐμαυτὸν πείθω· περὶ δικαιοσύνης γάρ τι ἐρήσομαι.’

‘ἁπτώμεθα’ ὁ Θεσπεσίων ἔφη ‘τοῦ λόγου, προσήκων γὰρ σοφοῖς τε καὶ μὴ σοφοῖς. ἀλλ᾽ ἵνα μὴ τὰς Ἰνδῶν δόξας ἐνείροντες ξυγχέωμεν αὐτὸν καὶ ἀπέλθωμεν ἄπρακτοι τοῦ λόγου, πρῶτον εἰπὲ τὰ περὶ δικαιοσύνης Ἰνδοῖς δόξαντα, εἰκὸς γὰρ βεβασανίσθαι σοι ἐκεῖ ταῦτα, κἄν μὲν ἡ δόξα ὀρθῶς ἔχῃ, ξυνθησόμεθα, εἰ δ᾽ αὐτοί τι σοφώτερον εἴποιμεν, ξυντίθεσθε, δικαιοσύνης γὰρ καὶ τοῦτο.’ ‘ἄριστα,’ εἶπεν ‘ὦ Θεσπεσίων, καὶ ὡς ἐμοὶ ἥδιστα εἴρηκας· ἄκουε δὴ τῶν ἐκεῖ σπουδασθέντων· διῄειν πρὸς αὐτοὺς ἐγώ, κυβερνήτης ὡς γενοίμην μεγάλης νεώς, ὁπόθ᾽ ἡ ψυχὴ σώματος ἑτέρου ἐπεμέλετο, καὶ δικαιότατον ἡγοίμην ἐμαυτόν, ἐπειδὴ λῃσταὶ μὲν ἐμισθοῦντό με προδοῦναι τὴν ναῦν καθορμισάμενον οἷ λοχήσειν αὐτὴν ἔμελλον, δἰ ἃ ἦγεν, ἐγὼ δὲ ἐπαγγειλαίμην μὲν ταῦτα, ὡς μὴ ἐπίθοιντο ἡμῖν, παραπλεύσαιμι δ᾽ αὐτοὺς καὶ ὑπεράραιμι τοῦ χωρίου.’ ‘ξυνέθεντο δ᾽’ ἦ δ᾽ ὁ Θεσπεσίων ‘δικαιοσύνην εἶναι Ἰνδοὶ ταῦτα;’ ‘κατεγέλασαν μὲν οὖν,’ εἶπε ‘μὴ γὰρ εἶναι δικαιοσύνην τὸ μὴ ἀδικεῖν.’ ‘ὑγιῶς’ ἔφη ‘ἀπέδοξε τοῖς Ἰνδοῖς, οὔτε γὰρ φρόνησις τὸ μὴ ἀνοήτως τι ἐνθυμεῖσθαι, οὔτε ἀνδρεία τὸ μὴ λείπειν τὴν τάξιν, οὔτε σωφροσύνη τὸ μὴ ἐς τὰ τῶν μοιχῶν ἐκπίπτειν, οὔτε ἄξιον ἐπαίνου τὸ μὴ κακὸν φαίνεσθαι· πᾶν γάρ, ὃ τιμῆς τε καὶ τιμωρίας ἴσον ἀφέστηκεν, οὔπω ἀρετή.’ ‘πῶς οὖν, ὦ Θεσπεσίων,’ εἶπε ‘στεφανώσομεν τὸν δίκαιον, ἢ τί πράττοντα;’ ‘ἀνελλιπέστερον’ ἔφη ‘καὶ προσφορώτερον ἂν ὑπὲρ δικαιοσύνης ἐσπουδάσατε, ἢ ὁπότε βασιλεὺς τοσῆσδέ τε καὶ οὕτως εὐδαίμονος χώρας ἄρχων ἐπέστη φιλοσοφοῦσιν ὑμῖν ὑπὲρ τοῦ βασιλεύειν, δικαιοτάτου κτήματος;’ ‘εἰ ὁ Φραώτης’ εἶπεν ‘ὁ ἀφικόμενος ἦν, ὀρθῶς ἂν ἐμέμφου τὸ μὴ ὑπὲρ δικαιοσύνης ἐπ᾽ αὐτοῦ σπουδάσαι, ἐπεὶ δὲ εἶδες τὸν ἄνθρωπον ἐν οἶς χθὲς ὑπὲρ αὐτοῦ διῄειν μεθύοντα καὶ ἀχθόμενον φιλοσοφίᾳ πάσῃ, τί ἔδει παρέχειν ὄχλον; τί δ᾽ αὐτοὺς ἔχειν φιλοτιμουμένους ἐπ᾽ ἀνθρώπου σύβαριν ἡγουμένου πάντα; ἀλλ᾽ ἐπεὶ σοφοῖς ἀνδράσιν, ὥσπερ ἡμῖν, ἰχνευτέα ἡ δικαιοσύνη μᾶλλον ἢ βασιλεῦσί τε καὶ στρατηγοῖς, ἴωμεν ἐπὶ τὸν ἀτεχνῶς δίκαιον. ὃ γὰρ ἐμαυτόν τε ἡγούμην, ὁπότε ἡ ναῦς, ἑτέρους τε, οἳ μὴ ἀδίκων ἅπτονται, οὔπω δικαίους φατέ, οὐδ᾽ ἀξίους τιμᾶσθαι.’ ‘καὶ εἰκότως’ εἶπεν ‘οὐδὲ γὰρ ἂν Ἀθηναίοις ποτὲ ἢ Λακεδαιμονίοις ἐγράφη γνώμη τὸν δεῖνα στεφανοῦν, ἐπεὶ μὴ τῶν ἡταιρηκότων ἐστίν, ἢ τὸν δεῖνα ποιεῖσθαι πολίτην, ἐπεὶ μὴ τὰ ἱερὰ ὑπ᾽ αὐτοῦ συλᾶται. τίς οὖν ὁ δίκαιος καὶ ὁ τί πράττων; οὐρὲ γὰρ ἐπὶ δικαιοσύνῃ τινὰ στεφανωθέντα οἶδα, οὐδὲ γνώμην ἐπ᾽ ἀνδρὶ δικαίῳ γραφεῖσαν, ὡς τὸν δεῖνα χρὴ στεφανοῦν, ἐπειδὴ τὸ δεῖνα πράττων δίκαιος φαίνεται, τὰ μὲν γὰρ Παλαμήδους ἐνθυμηθέντι τὰ ἐν Τροίᾳ καὶ τὰ Σωκράτους τὰ Ἀθήνησιν οὐδ᾽ εὐτυχεῖν ἡ δικαιοσύνη δόξει παρὰ τοῖς ἀνθρώποις, ἀδικώτατα γὰρ δὴ οἵδε ἔπαθον δικαιότατοι ὄντες. πλὴν ἀλλ᾽ οὗτοι μὲν ἐπὶ δόξῃ ἀδικημάτων ἀπώλοντο ψήφου παρὰ τὸ εὐθὺ ἐνεχθείσης, Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ αὐτή ποτε ἡ δικαιοσύνη ἀπώλλυ καὶ ἀνὴρ τοιόσδε ἐπὶ τοιᾷδε ἀρετῇ φεύγων ᾤχετο. καὶ ὡς μὲν γελοία ἡ δικαιοσύνη δόξει, γιγνώσκω, τεταγμένη γὰρ ὑπὸ Διός τε καὶ Μοιρῶν ἐς τὸ μὴ ἀδικεῖσθαι τοὺς ἀνθρώπους οὐδαμοῦ ἑαυτὴν ἐς τὸ μὴ αὐτὴ ἀδικεῖσθαι τάττει. ἐμοὶ δὲ ἀπόχρη τὰ τοῦ Ἀριστείδου ἐς τὸ δηλῶσαι, τίς μὲν ὁ μὴ ἄδικος, τίς δὲ ὁ δίκαιος· εἰπὲ γάρ μοι, οὐχ οὗτος Ἀριστείδης ἐκεῖνος, ὅν φατε ὑμεῖς οἱ ἀπὸ Ἑλλήνων ἥκοντες πλεύσαντα ἐς τὰς νήσους ὑπὲρ τῶν φόρων ξυμμέτρους τε αὐτοὺς τάξαι καὶ ξὺν τῷ αὐτῷ ἐπανελθεῖν τρίβωνι;’ ‘οὗτος,’ εἶπε ‘δἰ ὃν καὶ πενίας ἔρως ποτὲ ἤνθησεν.’ ‘εἰ οὖν,’ ἔφη ‘δύο Ἀθήνησι δημαγωγοὶ γενοίσθην ἐπαινοῦντες τὸν Ἀριστείδην ἄρτι ἐκ τῆς ξυμμαχίδος ἥκοντα, καὶ ὁ μὲν γράφοι στεφανοῦν αὐτόν, ἐπειδὴ μὴ πλουτῶν ἀφῖκται μηδὲ βίον ἑαυτῷ ξυνειλοχὼς μηδένα, ἀλλὰ πενέστατος μὲν Ἀθηναίων, πενέστερος δὲ ἑαυτοῦ, ὁ δ᾽ αὖ τοιουτονί τι γράφοι ψήφισμα· ἐπειδὴ Ἀριστείδης οὐχ᾽ ὑπὲρ τὸ δυνατὸν τῶν ξυμμάχων τάξας τοὺς φόρους, ἀλλ᾽ ὡς ἕκαστοι γῆς ἔχουσι, τῆς τε ὁμονοίας αὐτῶν ἐπεμελήθη τῆς πρὸς Ἀθηναίους καὶ τοῦ μὴ ἀχθομένους δοκεῖν φέρειν ταῦτα, δεδόχθω στεφανοῦν αὐτὸν ἐπὶ δικαιοσύνῃ, ἆρ᾽ οὐκ ἄν σοι δοκεῖ τῇ μὲν προτέρᾳ γνώμῃ κἂν ἀντειπεῖν αὐτός, ὡς οὐκ ἀξίᾳ τῶν ἑαυτῷ βεβιωμένων, εἰ ἐφ᾽ οἷς οὐκ ἀδικεῖ τιμῷτο, τὴν δ᾽ ἴσως ἂν καὶ αὐτὸς ἐπαινέσαι, στοχαζομένην ὧν διενοήθη; βλέψας γάρ που ἐς τὸ Ἀθηναίων τε καὶ τῶν ὑπηκόων ξυμφέρον ἐπεμελήθη τῆς ξυμμετρίας τῶν φόρων καὶ τοῦτο μετὰ τὸν Ἀριστείδην ἐδείχθη μᾶλλον· ἐπειδὴ γὰρ παραβάντες Ἀθηναῖοι τοὺς ἐκείνῳ δόξαντας βαρυτέρους ἐπέγραψαν ταῖς νήσοις, διεσπάσθη μὲν αὐτοῖς ἡ ναυτικὴ δύναμις, ᾗ μάλιστα φοβεροὶ ἦσαν, παρῆλθε δὲ ἡ Λακεδαιμονίων ἐς τὴν θάλατταν, ξυνέμεινε δὲ τῆς δυνάμεως οὐδέν, ἀλλ᾽ ἅπαν τὸ ὑπήκοον ἐς νεώτερα ὥρμησε καὶ ἀποστροφῆς ἥψατο. δίκαιος οὖν, ὦ Ἀπολλώνιε, κατὰ τὸν εὐθὺν λόγον οὐχ ὁ μὴ ἄδικος, ἀλλ᾽ ὁ δίκαια μὲν αὐτὸς πράττων, καθιστὰς δὲ καὶ ἑτέρους ἐς τὸ μὴ ἀδικεὶν, καὶ φύσονται τῆς τοιαύτης δικαιοσύνης καὶ ἄλλαι μὲν ἀρεταί, μάλιστα δὲ ἡ δικαστική τε καὶ ἡ νομοθετική. δικάσει μὲν γὰρ τοιόσδε πολλῷ δικαιότερον ἢ οἱ κατὰ τῶν τομίων ὀμνύντες, νομοθετήσει δέ, ὥσπερ οἱ Σόλωνές τε καὶ οἱ Λυκοῦργοι, καὶ γὰρ δὴ κἀκείνοις τοῦ γράψαι νόμους δικαιοσύνη ἦρξεν.’

τοσαῦτα ὁ Δάμις διαλεχθῆναί φησιν αὐτοὺς ὑπὲρ ἀνδρὸς δικαίου, καὶ τὸν Ἀπολλώνιον ξυμφῆσαι τῷ λόγῳ, τοῖς γὰρ ὑγιῶς λεγομένοις ξυμβαίνειν. φιλοσοφήσαντες δὲ καὶ περὶ ψυχῆς, ὡς ἀθάνατος εἴη, καὶ περὶ φύσεως παραπλήσια ταῖς Πλάτωνος ἐν Τιμαίῳ δόξαις, περί τε τῶν παρ᾽ Ἕλλησι νόμων πλείω διαλεχθέντες ‘ἐμοὶ’ εἶπεν ὁ Ἀπολλώνιος ‘ἡ δεῦρο ὁδὸς ὑμῶν τε ἕωεκα καὶ τῶν τοῦ Νείλου πηγῶν ἐγένετο, ἃς μέχρι μὲν Αἰγύπτου προελθόντι ξυγγνώμη ἀγνοῆσαι, προχωρήσαντι δὲ ἐπ᾽ Αἰθιοπίαν, ὃν ἐγὼ τρόπον, κἂν ὄνειδος φέροι τὸ παρελθεῖν αὐτὰς καὶ μὴ ἀρύσασθαί τινας αὐτῶν λόγους.’ ‘ἴθι χαίρων’ ἔφη ‘καὶ ὅ τι σοι φίλον, εὔχου ταῖς πηγαῖς, θεῖαι γάρ. ἡγεμόνα δὲ οἶμαι ποιήσῃ τὸν πάλαι Ναυκρατίτην, νῦν δὲ Μεμφίτην, Τιμασίωνα, τῶν τε γὰρ πηγῶν ἐθὰς οὗτος καὶ οὕτω τι καθαρός, ὡς μὴ δεῖσθαι τοῦ ῥαίνεσθαι. σοὶ δέ, ὦ Νεῖλε, βουλόμεθα ἐφ᾽ ἑαυτῶν διαλεχθῆναί τι.’ ὁ μὲν δὴ νοῦς τῶν λόγων οὐκ ἀφανὴς ἦν τῷ Ἀπολλωνίῳ, ξυνίει γὰρ αὐτῶν δυσχερῶς διακειμένων, ἐπειδὴ ἤρα αὐτοῦ ὁ Νεῖλος, ἐξιστάμενος δὲ αὐτοῖς τῆς διαλέξεως ἀπῄει συσκευασόμενος, ὡς ἐξελῶν ἅμα τῇ ἕῳ, μετ᾽ οὐ πολὺ δὲ ἥκων ὁ Νεῖλος, ἀπήγγειλε μὲν οὐδὲν ὧν ἤκουσεν, ἐφ᾽ ἑαυτοῦ δὲ θαμὰ ἐγέλα· ἠρώτα δ᾽ οὐδεὶς ὑπὲρ τοῦ γέλωτος, ἀλλ᾽ ἐφείδοντο τοῦ ἀπορρήτου.

τότε μὲν δὴ δειπνήσαντες καὶ διαλεχθέντες οὐχ ὑπὲρ μεγάλων αὐτοῦ ἐκοιμήθησαν, ἅμα δὲ τῇ ἡμέρᾳ τοὺς Γυμνοὺς προσειπόντες ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες λόγου ἄξια· οἱ Κατάδουποι γεώδη ὄρη καὶ παραπλήσια τῷ Λυδῶν Τμώλῳ, κατάρρους δὲ ἀπ᾽ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι, καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν.

προϊόντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ᾽ αὐτὸν μαστοὶ ὀρῶν ἐφαίνοντο παρεχόμενοι δένδρα, ὧν Αἰθίοπες τὰ φύλλα καὶ τὸν φλοιὸν καὶ τὸ δάκρυον καρπὸν ἡγοῦνται, ἑώρων δὲ καὶ λέοντας ἀγχοῦ τῆς ὁδοῦ καὶ παρδάλεις καὶ τοιαῦτα θηρία ἕτερα, καὶ ἐπῄει οὐδὲν αὐτοῖς, ἀλλ᾽ ἀπεπήδα σφῶν, ὥσπερ ἐκπεπληγμένα τοὺς ἀνθρώπους, ἔλαφοι δὲ καὶ δορκάδες καὶ στρουθοὶ καὶ ὄνοι πολλὰ μὲν καὶ ταῦτα ἑωρᾶτο, πλεῖστα δὲ οἱ βόαγροί τε καὶ οἱ βούτραγοι· ξύγκειται δὲ τὰ θηρία ταῦτα τὸ μὲν ἐλάφου τε καὶ ταύρου, τὸ δὲ ἀφ᾽ ὧνπερ τὴν ἐπωνυμίαν ᾕρηκε. καὶ ὀστοῖς δὲ τούτων ἐνετύγχανον καὶ ἡμιβρώτοις σώμασιν, οἱ γὰρ λέοντες, ἐπειδὰν θερμῆς τῆς θήρας ἐμφορηθῶσιν, ἀτιμάζουσιν αὐτῆς τὰ περιττά, πιστεύοντες, οἶμαι, τῷ καὶ αὖθις θηράσειν.

ἐνταῦθα νομάδες οἰκοῦσιν Αἰθίοπες ἐφ᾽ ἁμαξῶν πεπολισμένοι, καὶ πλησίον τούτων οἱ τοὺς ἐλέφαντας θηρῶντες, κατακόπτοντες δὲ αὐτοὺς ποιοῦνται ἀγοράν, ὅθεν ἐπώνυμοί εἰσι τῆς τῶν ἐλεφάντων πράσεως. Νασαμῶνες δὲ καὶ Ἀνδροφάγοι καὶ Πυγμαῖοι καὶ Σκιάποδες ἔθνη μὲν Αἰθιόπων καὶ οἵδε, καθήκουσι δὲ ἐς τὸν Αἰθίοπα Ὠκεανόν, ὃν μόνον ἐσπλέουσιν οἱ ἀπενεχθέντες ἄκοντες.

διαλεγομένους δὲ ὑπὲρ τῶν θηρίων τοὺς ἄνδρας καὶ φιλοσοφοῦντας ὑπὲρ τῆς φύσεως ἄλλο ἄλλως βοσκούσης ἠχὼ προσέβαλεν οἷον βροντῆς οὔπω σκληρᾶς, ἀλλὰ κοίλης ἔτι καὶ ἐν τῷ νέφει. καὶ ὁ Τιμασίων ‘ἐγγὺς’ ἔφη ‘ὁ καταρράκτης, ὦ ἄνδρες, ὁ κατιόντων μὲν ὕστατος, ἀνιόντων δὲ πρῶτος.’ καὶ στάδια δέκα ἴσως προελθόντες ἰδεῖν φασι ποταμὸν ἐκδιδόμενον τοῦ ὄρους μείω οὐδὲν ἢ ἐν πρώταις ξυμβολαῖς ὁ Μαρσύας καὶ ὁ Μαίανδρος, προσευξάμενοι δὲ τῷ Νείλῳ χωρεῖν πρόσω καὶ θηρία μὲν οὐκέτι ὁρᾶν, ψοφοδεᾶ γὰρ φύσει ὄντα προσοικεῖν τοῖς γαληνοῖς μᾶλλον ἢ τοῖς ῥαγδαίοις τε καὶ ἐνήχοις, ἑτέρου δὲ καταρράκτου ἀκοῦσαι μετὰ πεντεκαίδεκά που στάδια χαλεποῦ ἤδη καὶ οὐκ ἀνεκτοῦ αἰσθέσθαι, διπλασίω μὲν γὰρ εἶναι αὐτὸν τοῦ προτέρου, ὀρῶν δὲ ὑψηλοτέρων ἐκπίπτειν. ἑαυτοῦ μὲν οὖν καί τινος τῶν ἑταίρων οὕτω τι κτυπηθῆναι τὰ ὦτα ὁ Δάμις φησίν, ὡς αὐτός τε ἀναζεῦξαι τοῦ τε Ἀπολλωνίου δεῖσθαι μὴ χωρεῖν πρόσω, τὸν δὲ ἐρρωμένως ξύν τε τῷ Τιμασίωνι καὶ τῷ Νείλῳ τοῦ τρίτου καταρράκτου ἔχεσθαι, περὶ οὗ τάδε ἀπαγγεῖλαι ἥκοντα· ἐπικρέμασθαι μὲν τῷ Νείλῳ κορυφὰς ἐκεῖ σταδίων μάλιστα ὀκτὼ ὕψος, τὴν δὲ ὄχθην τὴν ἀντικειμένην τοῖς ὄρεσιν ὀφρὺν εἶναι λιθοτομίας ἀρρήτου, τὰς δὲ πηγὰς ἀποκρεμαννυμένας τῶν ὀρῶν ὑπερπίπτειν ἐς τὴν πετρώδη ὄχθην, ἀναχεῖσθαι δὲ ἐκεῖθεν ἐς τὸν Νεῖλον κυμαινούσας τε καὶ λευκάς. τὰ δὲ πάθη τὰ περὶ αὐτὰς ξυμβαίνοντα πολλαπλασίας ἢ αἱ πρότεραι οὔσας καὶ τὴν πηδῶσαν ἐκ τούτων ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστορίαν τοῦ ῥεύματος. τὴν δὲ πρόσω ὁδὸν τὴν ἐπὶ τὰς πρώτας πηγὰς ἄγουσαν ἄπορον μὲν ἐλθεῖν φασιν, ἄπορον δὲ ἐνθυμηθῆναι, πολλὰ γὰρ καὶ περὶ δαιμόνων ᾄδουσιν, οἷα καὶ Πινδάρῳ κατὰ σοφίαν ὕμνηται περὶ τοῦ δαίμονος, ὃν ταῖς πηγαῖς ταύταις ἐφίστησιν ὑπὲρ ξυμμετρίας τοῦ Νείλου.

καταλύσαντες δὲ μετὰ τοὺς καταρράκτας ἐν κώμῃ τῆς Αἰθιοπίας οὐ μεγάλῃ ἐδείπνουν μὲν περὶ ἑσπέραν ἐγκαταμιγνύντες σπουδὴν παιδιᾷ, βοῆς δὲ ἀθρόας τῶν ἐν τῇ κώμῃ γυναικῶν ἤκουσαν ἐπικελευομένων ἀλλήλαις ἑλεῖν καὶ διῶξαι, παρεκάλουν δὲ καὶ τοὺς αὑτῶν ἄνδρας ἐς κοινωνίαν τοῦ ἔργου, οἱ δ᾽ ἁρπασάμενοι ξύλα καὶ λίθους καὶ ὅ τι ἐς χεῖρας ἑκάστῳ ἔλθοι, ξυνεκάλουν ὥσπερ ἀδικούμενοι τοὺς γάμους. ἐπεφοίτα δὲ ἄρα τῇ κώμῃ δέκατον ἤδη μῆνα σατύρου φάσμα λυττῶν ἐπὶ τὰ γύναια, καὶ δύο ἀπεκτονέναι σφῶν ἐλέγετο, ὧν μάλιστα ἐδόκει ἐρᾶν. ἐκπλαγέντων οὖν τῶν ἑταίρων ‘μὴ δέδιτε,’ εἶπεν ὁ Ἀπολλώνιος ‘ὑβρίζει γάρ τις ἐνταῦθα σάτυρος.’ ‘νὴ Δί᾽,’ ἔφη ὁ Νεῖλος ‘ὅν γε ἡμεῖς οἱ Γυμνοὶ χρόνῳ ἤδη ὑβρίζοντα μήπω μετεστήσαμεν τοῦ σκιρτᾶν.’ ‘ἀλλ᾽ ἔστιν’ εἶπεν ‘ἐπὶ τοὺς ὑβριστὰς τούτους φάρμακον, ᾧ λέγεται Μίδας ποτὲ χρήσασθαι· μετεῖχε μὲν γὰρ τοῦ τῶν σατύρων γένους ὁ Μίδας οὗτος, ὡς ἐδήλου τὰ ὦτα, σάτυρος δὲ ἐπ᾽ αὐτὸν εἷς κατὰ τὸ ξυγγενὲς ἐκώμαζε τὰ τοῦ Μίδου διαβάλλων ὦτα, καὶ οὐ μόνον ᾄδων, ἀλλὰ καὶ αὐλῶν τούτω, ὁ δ᾽, οἶμαι, τῆς μητρὸς ἀκηκοώς, ὅτι σάτυρος οἴνῳ θηρευθείς, ἐπειδὰν ἐς ὕπνον καταπέσῃ, σωφρονεῖ καὶ διαλλάττεται, κρήνην τὴν οὖσαν αὐτῷ περὶ τὰ βασίλεια κεράσας οἴνῳ ἐπαφῆκεν αὐτῇ τὸν σάτυρον, ὁ δὲ ἔπιέ τε καὶ ἥλω. καὶ ὅτι μὴ ψεύδεται ὁ λόγος, ἴωμεν παρὰ τὸν κωμάρχην, καὶ ἢν ἔχωσιν οἱ κωμῆται οἶνον, κεράσωμεν αὐτὸν τῷ σατύρῳ, καὶ ταὐτὰ τῷ Μίδου πείσεται.’ ἔδοξε ταῦτα καὶ ἀμφορέας Αἰγυπτίους τέτταρας οἰνοχοήσας ἐς ληνόν, ἀφ᾽ ἧς ἔπινε τὰ ἐν τῇ κώμῃ πρόβατα, ἐκάλει τὸν σάτυρον ἀφανῶς τι ἐπιπλήττων, ὁ δὲ οὔπω μὲν ἑωρᾶτο, ὑπεδίδου δὲ ὁ οἶνος, ὥσπερ πινόμενος· ἐπεὶ δὲ ἐξεπόθη ‘σπεισώμεθα’ ἔφη ‘τῷ σατύρῳ, καθεύδει γάρ.’ καὶ εἰπὼν ταῦτα ἡγεῖτο τοῖς κωμήταις ἐς Νυμφῶν ἄντρον, πλέθρον οὔπω ἀπέχον τῆς κώμης, ἐν ᾧ καθεύδοντα δείξας αὐτὸν ἀπέχεσθαι εἶπε τοῦ παίειν ἢ λοιδορεῖσθαί οἱ, ‘πέπαυται γὰρ τῶν ἀνοήτων.’ τοῦτο μὲν δὴ τοιοῦτον Ἀπολλωνίου, μὰ Δί᾽, οὐχὶ ὁδοῦ πάρεργον, ἀλλὰ παρόδου ἔργον, κἂν ἐντύχῃ τις ἐπιστολῇ τοῦ ἀνδρός, ἣν πρὸς μειράκιον ὑβρίζον γράφων καὶ σάτυρον δαίμονα σωφρονίσαι φησὶν ἐν Αἰθιοπίᾳ, μεμνῆσθαι χρὴ τοῦ λόγου τούτου. σατύρους δὲ εἶναί τε καὶ ἐρωτικῶν ἅπτεσθαι μὴ ἀπιστῶμεν· οἶδα γὰρ κατὰ τὴν Λῆμνον τῶν ἐμαυτοῦ τινα ἰσηλίκων, οὗ τῇ μητρὶ ἐλέγετο τις ἐπιφοιτᾶν σάτυρος, ὡς εἰκὸς ἦν τῇ ἱστορίᾳ ταύτῃ, νεβρίδα γὰρ ξυμφυᾶ ἐῴκει ἐνημμένῳ κατὰ τὸν νῶτον, ἧς οἱ ποδεῶνες οἱ πρῶτοι ξυνειληφότες τὴν δέρην περὶ τὸ στέρνον αὐτῷ ἀφήπτοντο. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, οὔτε γὰρ ἡ πεῖρα ἀπιστητέα οὔτε ἐγώ.

καταβάντι δὲ αὐτῷ ἐξ Αἰθιοπίας ἡ μὲν πρὸς τὸν Εὐφράτην διαφορὰ τότε μάλιστα ἐπέδωκε ἐκ τῶν ὁσημέραι διαλέξεων, ἐπέτρεπε δὲ αὐτὰς Μενίππῳ τε καὶ Νείλῳ, σμικρὰ ἐπιτιμῶν αὐτὸς τῷ Εὐφράτῃ, τοῦ δὲ Νείλου σφόδρα ἐπεμελεῖτο.

ἐπεὶ δὲ Τίτος ᾑρήκει τὰ Σόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα τὰ ὅμορά τε ἔθνη ἐστεφάνουν αὐτόν, ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου, μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας, ἐπῄνει ὁ Ἀπολλώνιος ταῦτα, γνώμη τε γὰρ περὶ τὸν ἄνδρα ἐφαίνετο καὶ ξύνεσις ἀνθρωπείων τε καὶ θείων, καὶ σωφροσύνης μεστὸν τὸ μὴ στεφανοῦσθαι ἐφ᾽ αἵματι. ξυντάττει δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἧς διάκονον ποιεῖται τὸν Δάμιν, καὶ ἐπιστέλλει ὧδε· ‘Ἀπολλώνιος Τίτῳ στρατηγῷ Ῥωμαίων χαίρειν. μὴ βουληθέντι σοι ἐπ᾽ αἰχμῇ κηρύττεσθαι, μηδ᾽ ἐπὶ δηίῳ αἵματι δίδωμι ἐγὼ τὸν σωφροσύνης στέφανον, ἐπειδὴ ἐφ᾽ οἷς δεῖ στεφανοῦσθαι, γιγνώσκεις. ἔρρωσο.’ ὑπερησθεὶς δὲ ὁ Τίτος τῇ ἐπιστολῇ ‘καὶ ὑπὲρ ἐμαυτοῦ’ ἔφη ‘χάριν οἶδά σοι καὶ ὑπὲρ τοῦ πατρός, καὶ μεμνήσομαι τούτων, ἐγὼ μὲν γὰρ Σόλυμα ᾕρηκα, σὺ δὲ ἐμέ.’

ἀναρρηθεὶς δὲ αὐτοκράτωρ ἐν τῇ Ῥώμῃ καὶ ἀριστείων στείων ἀξιωθεὶς τούτων ἀπῄει μὲν ἰσομοιρήσων τῆς ἀρχῆς τῷ πατρί, τὸν δὲ Ἀπολλώνιον ἐνθυμηθείς, ὡς πολλοῦ ἄξιος αὑτῷ ἔσται κἂν πρὸς βραχὺ ξυγγενόμενος, ἐδεῖτο αὐτοῦ ἐς Ταρσοὺς ἥκειν, καὶ περιβαλὼν ἐλθόντα ‘πάντα μοι ὁ πατὴρ’ ἔφη ‘ἐπέστειλεν, ὧν ξύμβουλον ἐποιεῖτό σε, καὶ ἰδοὺ ἡ ἐπιστολή, ὡς εὐεργέτης τε αὐτοῦ ἐν αὐτῇ γέγραψαι καὶ πᾶν ὅ τι ἐσμέν, ἐγὼ δὲ ἔτη μὲν τριάκοντα ταυτὶ γέγονα, ἀξιούμενος δὲ ὧν ὁ πατὴρ ἑξηκοντούτης ὢν καὶ καλούμενος ἐς τὸ ἄρχειν πρὶν οὐκ οἶδ᾽ εἰ ἀρχθῆναι εἰδέναι, δέδια μὴ μειζόνων, ἢ ἐμὲ χρή, ἅπτωμαι.’ ἐπιψηλαφήσας δὲ αὐτοῦ τὸν αὐχένα ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ ἔρρωτο αὐτὸν ἴσα τοῖς ἀσκοῦσι τὸ σῶμα, ‘καὶ τίς’ εἶπε ‘βιάσεται ταῦρον αὐχένα οὕτω κρατερὸν ὑποσχεῖν ζυγῷ;’ ‘ὁ ἐκ νέου’ ἔφη, ‘μοσχεύσας με,’ τὸν πατέρα τὸν ἑαυτοῦ λέγων ὁ Τίτος καὶ τὸ ὑπ᾽ ἐκείνου ἂν μόνου ἀρχθῆναι, ὃς ἐκ παιδὸς αὐτὸν τῇ ἑαυτοῦ ἀκροάσει ξυνείθιζε. ‘χαίρω’ εἶπεν ὁ Ἀπολλώνιος ‘πρῶτον μὲν παρεσκευασμένον σε ὁρῶν ἕπεσθαι τῷ πατρί, ὑφ᾽ οὗ χαίρουσιν ἀρχόμενοι καὶ οἱ μὴ φύσει παῖδες, θεραπεύσοντά τε τὰς ἐκείνου θύρας, ᾧ ξυνθεραπευθήσῃ. νεότητος δὲ γήρᾳ ἅμα ἐς τὸ ἄρχειν ἰούσης τίς μὲν λύρα, τίς δὲ αὐλὸς ἡδεῖαν ὧδε ἁρμονίαν καὶ ξυγκεκραμένην ᾄσεται; πρεσβύτερα γὰρ ξυμβήσεται νέοις, ἐξ ὧν καὶ γῆρας ἰσχύσει καὶ νεότης οὐκ ἀτακτήσει.’

‘ἐμοὶ δέ,’ εἶπεν ὦ Τυανεῦ, περὶ ἀρχῆς καὶ βασιλείας τί ὑποθήσῃ; ‘ἅ γε’ ἔφη ‘σεαυτὸν πέπεικας, ὑποκείμενος γὰρ τῷ πατρὶ δῆλά που, ὡς ὁμοιώσῃ αὐτῷ· καὶ τὸν Ἀρχύτου δ᾽ ἂν εἴποιμι νυνὶ λόγον, γενναῖος γὰρ καὶ μαθεῖν ἄξιος· ἐγένετο ὁ Ἀρχύτας ἀνὴρ Ταραντῖνος τὰ Πυθαγόρου σοφός· οὗτος ὑπὲρ παίδων ἀγωγῆς γράφων ‘ἔστω’ φησὶν ‘ὁ πατὴρ παράδειγμα ἀρετῆς· τοῖς παισίν, ὡς καὶ τῶν πατέρων ξυντονώτερον βαδιουμένων ἐπὶ τὰς ἀρετάς, ἢν ὁμοιῶνταί σφισιν οἱ παῖδες.’ ἐγὼ δέ σοι καὶ Δημήτριον ξυστήσω τὸν ἐμαυτοῦ ἑταῖρον, ὃς ξυνέσται σοι ὁπόσα βούλει, διδάσκων, τί δεῖ πράττειν τὸν ἀγαθὸν ῾ἄρχοντα.’) ‘τίς δέ,’ ἔφη ‘Ἀπολλώνιε, ἡ σοφία τοῦ ἀνδρὸς τούτου;’ ‘παρρησία’ εἶπε ‘καὶ τὸ ἀληθεύειν ἐκπλήττεσθαί τε ὐπὸ μηδενός, ἐστὶ γὰρ τοῦ Κυνικοῦ κράτους.’ δυσχερῶς δὲ τοῦ Τίτου τὸν κύνα ἀκούσαντος ‘Ὁμήρῳ μέντοι’ ἔφη ‘νέος ὢν ὁ Τηλέμαχος καὶ δυοῖν ἐδόκει κυνῶν δεῖσθαι καὶ ξυμπέμπει αὐτοὺς ὀπαδοὺς τῷ μειρακίῳ ἐς τὴν τῶν Ἰθακησίων ἀγορὰν καίτοι ἀλόγους ὄντας, σοὶ δὲ ξυνέσται κύων, ὃς ὑπὲρ σοῦ τε πρὸς ἑτέρους καὶ πρὸς αὐτόν σε, εἴ τι ἁμαρτάνοις, σοφῶς ἅμα καὶ οὐδὲ ἀλόγως ὑλακτήσει.’ ‘δίδου’ εἶπε ‘τὸν ὀπαδὸν κύνα, ξυγχωρῶ δὲ αὐτῷ καὶ δακεῖν, εἴ τι με ἀδικοῦντα αἴσθοιτο.’ ‘γεγράψεται’ ἔφη ‘πρὸς αὐτὸν ἐπιστολή, φιλοσοφεῖ δὲ ἐπὶ τῆς Ῥώμης.’ ‘γεγράφθω,’ εἶπεν ‘ἐβουλόμην δ᾽ ἂν καὶ πρὸς σὲ ὑπὲρ ἐμοῦ τινα γράφειν, ὡς ἅμα τῆς ἐς τὴν Ῥώμην ὁδοῦ κοινωνὸς ἡμῖν γένοιο.’ ‘άφίξομαι,’ ἔφη ‘ὁπότε ἀμφοῖν λῷον.’

μεταστησάμενος δὲ ὁ Τίτος τοὺς παρόντας ‘αὐτοί’ εἶπεν ‘ὦ Τυανεῦ, γεγόναμεν, ξυγχωρεῖς γάρ που ἐρωτᾶν ὑπὲρ τῶν ἐμοὶ σπουδαιοτάτων;’ ‘ἐρώτα,’ ἔφη ‘καὶ τοσούτῳ προθυμότερον, ὅσῳ ὑπὲρ μειζόνων.’ ‘περὶ ψυχῆς’ εἶπε ‘τῆς ἐμαυτοῦ, καὶ οὓς μάλιστα φυλαττοίμην ἄν, ἔσται μοι ἡ ἐρώτησις, εἰ μὴ δόξω δειλὸς δεδιὼς ἤδη ταῦτα.’ ‘ἀσφαλὴς μὲν οὖν’ ἔφη ‘καὶ ἐφεστηκώς, προορᾶν γὰρ τούτου χρὴ μάλιστα.’ καὶ ἐς τὸν ἥλιον ἀναβλέψας ὤμνυ αὐτόν, ἦ μὴν αὐτὸς μέλλειν ὑπὲρ τούτων πρὸς αὐτὸν λέξειν μηδὲ ἐρωτῶντα, τοὺς γὰρ θεοὺς φῆναί οἱ προειπεῖν αὐτῷ ζῶντος μὲν τοῦ πατρὸς δεδιέναι τοὺς ἐκείνῳ πολεμιωτάτους, ἀποθανόντος δὲ τοὺς ἑαυτῷ οἰκειοτάτους. ‘ἀποθανοῦμαι δὲ’ εἶπε ‘τίνα τρόπον;’ ‘ὅν γε’ ἔφη ‘Ὀδυσσεὺς λέγεται, φασὶ γὰρ κἀκείνῳ τὸν θάνατον ἐκ θαλάττης ἐλθεῖν.’ ταῦτα ὁ Δάμις ὧδε ἑρμηνεύει· φυλάττεσθαι μὲν αὐτὸν τὴν αἰχμὴν τῆς τρυγόνος, ᾗ τὸν Ὀδυσσέα βεβλῆσθαί φασι, δυοῖν δὲ ἐτοῖν μετὰ τὸν πατέρα τὴν ἀρχὴν κατασχόντα ὑπὸ τοῦ θαλαττίου λαγὼ ἀποθανεῖν, τὸν δὲ ἰχθὺν τοῦτον παρέχεσθαι χυμοὺς ἀπορρήτους ὑπὲρ πάντα τὰ ἐν τῇ θαλάττῃ καὶ γῇ ἀνδροφόνα, καὶ Νέρωνα μὲν ἐσποιῆσαι τοῖς ἑαυτοῦ ὄψοις τὸν λαγὼν τοῦτον ἐπὶ τοὺς πολεμιωτάτους, Δομετιανὸν δὲ ἐπὶ τὸν ἀδελφὸν Τίτον, οὐ τὸ ξὺν ἀδελφῷ ἄρχειν δεινὸν ἡγούμενον, ἀλλὰ τὸ ξὺν πρᾴῳ τε καὶ χρηστῷ. τοιαῦτα διαλεχθέντες ἰδίᾳ περιέβαλον ἀλλήλους ἐν φανερῷ, ἀπιόντα δὲ προσειπὼν ‘νίκα, ὦ βασιλεῦ,’ ἔφη ‘τοὺς μὲν πολεμίους ὅπλοις, τὸν δὲ πατέρα ἀρεταῖς.’

ἡ δὲ πρὸς τὸν Δημήτριον ἐπιστολὴ ὧδε εἶχεν· Ἀπολλώνιος φιλόσοφος Δημητρίῳ κυνὶ χαίρειν. δίδωμί σε βασιλεῖ Τίτῳ διδάσκαλον τοῦ τῆς βασιλείας ἤθους, σὺ δ᾽ ἀληθεῦσαί τέ μοι πρὸς αὐτὸν δίδου καὶ γίγνου αὐτῷ, πλὴν ὀργῆς, πάντα. ἔρρωσο.

οἱ δὲ τοὺς Ταρσοὺς οἰκοῦντες τὸν μὲν ἄλλον χρόνον ἤχθοντο τῷ Ἀπολλωνίῳ διά τε τὰς ἐπιπλήξεις, ἐπειδὴ ξυντόνους αὐτὰς ἐποιεῖτο, διά τε τὸ ἀνειμένοι καὶ τρυφῶντες μηδὲ τὴν τοῦ λόγου ἀνέχεσθαι ῥώμην, τότε δ᾽ οὕτω τι ἡττήθησαν τοῦ ἀνδρός, ὡς οἰκιστήν τε αὐτὸν ἡγεῖσθαι καὶ στήριγμα τοῦ ἄστεος. ἔθυε μὲν γὰρ δημοσίᾳ ὁ βασιλεύς, ξυνελθοῦσα δὲ ἡ πόλις ἱκέτευεν ὑπὲρ τῶν μεγίστων, ὁ δὲ μεμνήσεσθαι τούτων πρὸς τὸν πατέρα ἔφη καὶ πρεσβεύσειν αὐτὸς ὑπὲρ ὧν δέονται· παρελθὼν δὲ ὁ Ἀπολλώνιος ‘εἰ δὲ ἐνίους’ ἔφη ‘τούτων ἐλέγξαιμι σοὶ μὲν καὶ πατρὶ τῷ σῷ πολεμίους, πεπρεσβευμένους δὲ ὑπὲρ νεωτέρων ἐς τὰ Σόλυμα, ξυμμάχους δ᾽ ἀφανεῖς τῶν σοι φανερωτάτων ἐχθρῶν, τί πείσονται;’ ‘τί δὲ ἄλλο γε,’ εἶπεν ‘ἢ ἀπολοῦνται;’ ‘εἶτα οὐκ αἰσχρὸν’ ἔφη ‘τὰς μὲν τιμωρίας αὐτίκα ἀπαιτεῖν, τὰς δὲ εὐεργεσίας ὀψὲ διδόναι, καὶ τὰς μὲν καθ᾽ ἑαυτὸν ποιεῖσθαι, τὰς δὲ ἐς κοινωνίαν γνώμης ἀνατίθεσθαι;’ ὑπερησθεὶς δὲ ὁ βασιλεὺς ‘δίδωμι τὰς δωρεάς,’ εἶπεν ‘οὐ γάρ μοι ἀχθέσεται ὁ πατὴρ ἀληθείας ἡττωμένῳ καὶ σοῦ.’

τοσαῦτα ἔθνη φασὶν ἐπελθεῖν τὸν Ἀπολλώνιον σπουδάζοντά τε καὶ σπουδαζόμενον. αἱ δὲ ἐφεξῆς ἀποδημίαι πολλαὶ μὲν ἐγένοντο τῷ ἀνδρί, οὐ μὴν τοσαῦταί γε ἔτι, οὐδὲ ἐς ἕτερα ἔθνη πλὴν ἃ ἔγνω, περί τε γὰρ τὴν ἐπὶ θαλάττῃ Αἴγυπτον καταβάντι αὐτῷ ἐξ Αἰθιοπίας διατριβὴ πλείων ἐγένετο, περί τε Φοίνικας καὶ Κίλικας Ἴωνάς τε καὶ Ἀχαιοὺς καὶ Ἰταλοὺς πάλιν οὐδαμοῦ ἐλλείποντι τὸ μὴ οὐχ ὁμοίῳ φαίνεσθαι. χαλεποῦ γὰρ τοῦ γνῶναι ἑαυτὸν δοκοῦντος χαλεπώτερον ἔγωγε ἡγοῦμαι τὸ μεῖναι τὸν σοφὸν ἑαυτῷ ὅμοιον, οὐδὲ γὰρ τοὺς πονηρῶς φύντας ἐς τὸ λῷον μεταστήσει μὴ πρότερον ἐξασκήσας τὸ μὴ αὐτὸς μεθίστασθαι. ὑπὲρ μὲν δὴ τούτων ἐν ἑτέροις λόγοις ἱκανῶς εἴρηκα διδάσκων τοὺς μὴ μαλακῶς αὐτοῖς ὁμιλοῦντας, ὅτι τὸν ἀτεχνῶς ἄνδρα μήτε μεταστήσει τι μήτε δουλώσεται. ὡς δὲ μήτε ἐς λόγων ἴοιμεν μῆκος ἀκριβῶς ἀναδιδάσκοντες τὰ παρ᾽ ἑκάστοις αὐτῷ φιλοσοφηθέντα μήτ᾽ αὖ διαπηδῶντες φαινοίμεθα λόγον, ὃν οὐκ ἀπόνως παραδίδομεν τοῖς ἀπείροις τοῦ ἀνδρός, δοκεῖ μοι τὰ σπουδαιότερα ἐπελθεῖν τούτων καὶ ὁπόσα μνήμης ἀξιώσεται. ἡγώμεθα δὲ αὐτὰ παραπλήσια ταῖς τῶν Ἀσκληπιαδῶν ἐπιδημίαις.

μειράκιον ἑαυτοῦ μὲν ἀπαιδεύτως εἶχε, τοὺς δὲ ὄρνις ἐπαίδευε καὶ ξυνοίκους ἐπὶ σοφίᾳ ἐποιεῖτο· ἐδίδασκε δὲ αὐτοὺς λαλεῖν τε ὅσα οἱ ἄνθρωποι καὶ τερετίζειν ὅσα αὐλοί. τούτῳ περιτυχὼν ‘τί’ ἔφη ‘ἐπιτηδεύεις;’ ἐπεὶ δὲ τάς τε ἀηδόνας αὐτῷ διῄει καὶ τοὺς κοψίχους καὶ ὁπόσα εὐγλωττίζοι τοὺς χαραδρίους, τὴν φωνὴν δὲ ἀπαίδευτον ἐφαίνετο ‘δοκεῖς μοι’ ἔφη ‘διαφθείρειν τοὺς ὄρνις, πρῶτον μὲν τῷ μὴ ξυγχωρεῖν αὐτοῖς τὸ ἑαυτῶν φθέγμα οὕτως ἡδὺ ὄν, ὡς μηδ᾽ ἂν τὰ μουσικὰ τῶν ὀργάνων ἐς μίμησιν αὐτοῦ καταστῆναι, εἶτα καὶ τῷ κάκιστα Ἑλλήνων αὐτὸς διαλεγόμενος μαθητὰς αὐτοὺς ποιεῖσθαι ἀφωνίας. ἐπιτρίβεις δ᾽ , ὦ μειράκιον, καὶ τὸν σεαυτοῦ οἶκον· βλέψαντι γὰρ ἐς τοὺς ἀκολούθους καὶ ὡς κατεσκεύασαι, τῶν ἁβρῶν ἔμοιγε καὶ οὐκ ἀπλούτων φαίνῃ, τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκοφάνται κέντρα ἐπ᾽ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. καὶ τί χρήσῃ τῇ φιλορνιθίᾳ τότε; οὐδὲ γὰρ τὰ πασῶν ἀηδόνων μέλη ξυμφέρων ἀποσοβήσεις αὐτοὺς ἐγκειμένους τε καὶ ἐρείδοντας, ἀλλ᾽ ἐπαντλεῖν χρὴ τῶν ὄντων καὶ προβάλλειν αὐτοῖς τὸ χρυσίον, ὥσπερ τὰ μειλίγματα τοῖς κυσί, κἂν ὑλακτῶσιν, αὖθις διδόναι καὶ αὖθις, εἶτα αὐτὸν πεινῆν ὕστερον καὶ ἀπορεῖν. δεῖ δέ σοι ἐκτροπῆς λαμπρᾶς καὶ μεταβολῆς ἤδη τινὸς τῶν τρόπων, ὡς μὴ λάθῃς πτερορρυήσας τὸν πλοῦτον καὶ ἀξίως πράττων τοῦ θρηνεῖσθαι μᾶλλον ὑπ᾽ ὀρνίθων ἢ ᾄδεσθαι. τὸ δὲ φάρμακον τῆς μεταβολῆς οὐ μέγα, ἐστὶ γάρ τι ἐν ἁπάσαις πόλεσιν ἔθνος ἀνθρώπων, ὃ σὺ οὔπω μὲν γιγνώσκεις, καλοῦσι δὲ αὐτὸ διδασκάλους· τούτοις ἀπὸ τῆς οὐσίας μικρὰ δοὺς ἀσφαλῶς κεκτήσῃ τὰ πλείω, ῥητορικὴν γάρ σε παιδεύσουσι τὴν τῶν ἀγοραίων, ῥᾳδία δ᾽ ἡ τέχνη. εἰ μὲν γὰρ παῖδά σε ἑώρων ἔτι, ξυνεβούλευον ἂν φοιτᾶν ἐπὶ φιλοσόφων τε καὶ σοφιστῶν θύρας καὶ σοφίᾳ πάσῃ τὴν οἰκίαν τὴν σεαυτοῦ φράττειν, ἐπεὶ δὲ ἔξωρος τούτων τυγχάνεις ὤν, τὸ γοῦν ὑπὲρ σεαυτοῦ λέγειν ἔκμαθε, νομίσας, εἰ μὲν τὰ τελεώτερα ἔμαθες, κἂν ὅμοιος ἀνδρὶ ὁπλιτεύοντί τε καὶ φοβερῷ δόξαι, ταυτὶ δ᾽ ἐκμαθὼν τὴν τῶν ψιλῶν τε καὶ σφενδονητῶν σκευὴν ἕξεις, βάλλοις γὰρ ἂν τοὺς συκοφάντας, ὥσπερ τοὺς κύνας.’ ξυνῆκε τὸ μειράκιον τούτων καὶ τὰς τῶν ὀρνίθων διατριβὰς ἐκλιπὸν ἐς διδασκάλων ἐβάδισεν, ὑφ᾽ ὧν καὶ ἡ γνώμη αὐτῷ καὶ ἡ γλῶττα ἴσχυσεν.

δυοῖν δὲ λόγοιν ἐν Σάρδεσι λεγομένοιν, τοῦ μέν, ὡς ὁ Πακτωλός ποτε τῷ Κροίσῳ ψῆγμα χρυσοῦ ἄγοι, τοῦ δέ, ὡς πρεσβύτερα τῆς γῆς εἴη τὰ δένδρα, τὸν μὲν πιθανῶς ἔφη πεπιστεῦσθαι, χρυσία γὰρ εἶναί ποτε τῷ Τμώλῳ ψαμμώδη καὶ τοὺς ὄμβρους αὐτὰ φέρειν ἐς τὸν Πακτωλὸν κατασύροντας, χρόνῳ δέ, ὅπερ φιλεῖ τὰ τοιαῦτα, ἐπιλιπεῖν αὐτὰ ἀποκλυσθέντα, τοῦ δ᾽ ἑτέρου λόγου καταγελάσας ‘ὑμεῖς μὲν’ ἔφη ‘προγενέστερα τῆς γῆς φατε εἶναι τὰ δένδρα, ἐγὼ δὲ πολὺν οὕτω χρόνον φιλοσοφήσας οὔπω ἔγνων οὐρανοῦ προγενεστέρους ἀστέρας’ διδάσκων ὅτι μηδ᾽ ἂν γένοιτό τι τοῦ ἐν ᾧ φύεται μὴ ὄντος.

στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συρίας ἄρχοντος καὶ καθιέντος ἐς αὐτοὺς ὑποψίας, ὑφ᾽ ὧν διειστήκεσαν ἐκκλησιαζομένη πόλις, σεισμοῦ δὲ γενναίου προσπεσόντος, ἔπτηξαν καὶ ὅπερ ἐν διοσημίαις εἴωθεν, ὑπὲρ ἀλλήλων ηὔξαντο. παρελθὼν οὖν ὁ Ἀπολλώνιος ‘ὁ μὲν θεὸς’ ἔφη ‘διαλλακτὴς ὑμῶν σαφὴς γέγονεν, ὑμεῖς δὲ οὐδ᾽ ἂν αὖθις στασιάσαιτε, τὰ αὐτὰ φοβούμενοι.’ καὶ κατέστησεν αὐτοὺς ἐς ἔννοιαν ὧν πείσονται, καὶ ῾ὡσ᾽ ταυτὸ τοῖς ἑτέροις φοβήσονται.

ἄξιον δὲ καὶ τούτου ἐπιμνησθῆναι· ἔθυέ τις ὑπὲρ θησαυροῦ τῇ Γῇ καὶ οὐδὲ τῷ Ἀπολλωνίῳ προσεύχεσθαι ὑπὲρ τούτου ὤκνει, ὁ δὲ ἐνθυμηθείς, οἵων ἐρᾷ, ‘δεινόν γε,’ ἔφη ‘χρηματιστὴν ὁρῶ.’ ‘κακοδαίμονα μὲν οὖν,’ εἶπεν ‘ᾧγέ ἐστιν οὐδὲν πλὴν ὀλίγων, ἃ μὴ ἀπόχρη βόσκειν τὸν οἶκον.’ ‘ἔοικας’ ἔφη ‘πολλοὺς τρέφειν καὶ ἀργοὺς οἰκέτας, οὐδὲ γὰρ αὐτός γε τῶν ἀσόφων φαίνῃ.’ ὁ δὲ ἠρέμα ἐπιδακρύσας ‘θυγάτριά μοι’ εἶπεν ‘ἐστὶ τέτταρα καὶ φερνῶν δεῖ τεττάρων, ἐμοὶ δέ εἰσι δισμύριαί που δραχμαὶ νῦν, ἐπειδὰν δὲ ταῖς θυγατράσι κατανεμηθῶσιν, ἐκεῖναί τε σμικρὰ εἰληφέναι δόξουσιν ἐγώ τε ἀπολοῦμαι ἔχων οὐδέν.’ παθὼν οὖν τι πρὸς αὐτὸν ὁ Ἀπολλώνιος ‘ἐπιμελησόμεθά σου’ ἔφη ‘κἀγὼ καὶ ἡ Γῆ, φασὶ γάρ σε θύειν αὐτῇ.’ καὶ εἰπὼν ταῦτα προῄει τὰ προάστεια, ὥσπερ οἱ τοὺς καρποὺς ὠνούμενοι, ἰδὼν δέ τι χωρίον ἐλᾳῶν πλῆρες καὶ ἡσθεὶς τοῖς δένδρεσιν, ὡς εὐφυᾶ τε ἦν καὶ μεγάλα καὶ τινος κηπίου ἐν αὐτῷ ὄντος, ἐν ᾧ σμήνη τε καὶ ἄνθη ἑωρᾶτο, παρῆλθεν ἐς τὸ κηπίον ὥς τι ἐπισκεψόμενος μεῖζον καὶ προσευξάμενος τῇ Πανδώρᾳ ἐχώρει ἐς τὸ ἄστυ. βαδίσας δὲ παρὰ τὸν τοῦ ἀγροῦ δεσπότην, ᾧ πλοῦτος ἐκ τῶν παρανομωτάτων πεπόριστο τὰς Φοινίκων οὐσίας ἐνδεικνύντι ‘χωρίον’ ἔφη ‘τὸ δεῖνα πόσου ἐπρίω καὶ τί πεπόνηταί σοι ἐς αὐτό;’ τοῦ δὲ πέρυσι μὲν ἐωνῆσθαι τὸν ἀγρόν, πεντακισχιλίων δὲ καὶ μυρίων φήσαντος, οὔπω δ᾽ ἐκπεπονηκέναι τι, πείθει τὸν ἄνθρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτὸν εὕρημα ποιησάμενον τὰς πεντακισχιλίας. ὁ μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν οὔπω ξυνίει τοῦ δώρου, ἀλλ᾽ οὐδ᾽ ᾤετο ἴσα ἔχειν, τοσούτῳ δὲ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖν χεροῖν οὔσας ἐφ᾽ ἑαυτῷ εἶναι ἄν, τὸν δ᾽ ἀντ᾽ αὐτῶν ἀγρὸν ἐπὶ πάχναις κείσεσθαι καὶ χαλάζαις καὶ τοῖς ἄλλοις, ἃ τοὺς καρποὺς φθείρει· ἐπεὶ δὲ ἀμφορέα μὲν τρισχιλίων δαρεικῶν αὐτίκα εὗρε περὶ αὐτὸ μάλιστα τὸ ἐν τῷ κηπίῳ σμῆνος, εὐφόρου δὲ τοῦ τῆς ἐλαίας καρποῦ ἔτυχεν οὐκ εὐφορούσης τότε τῆς ἄλλης γῆς, ὕμνοι αὐτῷ ἐς τὸν ἄνδρα ᾔδοντο καὶ μνηστήρων θεραπευόντων αὐτὸν πλέα ἦν πάντα.

κἀκεῖνα ἀξιομνημόνευτα εὗρον τοῦ ἀνδρός· ἐρᾶν τις ἐδόκει τοῦ τῆς Ἀφροδίτης ἕδους, ὃ ἐν Κνίδῳ γυμνὸν ἵδρυται, καὶ τὰ μὲν ἀνετίθει, τὰ δ᾽ ἀναθήσειν ἔφασκεν ὑπὲρ τοῦ γάμου, Ἀπολλωνίῳ δὲ καὶ ἄλλως μὲν ἄτοπα ἐδόκει ταῦτα, ἐπεὶ δὲ μὴ παρῃτεῖτο ἡ Κνίδος, ἀλλ᾽ ἐναργεστέραν ἔφασαν τὴν θεὸν δόξειν, εἰ ἐρῷτο, ἔδοξε τῷ ἀνδρὶ καθῆραι τὸ ἱερὸν τῆς ἀνοίας ταύτης, καὶ ἐρομένων τῶν Κνιδίων αὐτόν, εἴ τι βούλοιτο τῶν θυτικῶν ἢ εὐκτικῶν διορθοῦσθαι ‘ὀφθαλμοὺς’ ἔφη ‘διορθώσομαι, τὰ δὲ τοῦ ἱεροῦ πάτρια ἐχέτω, ὡς ἔχει.’ καλέσας οὖν τὸν θρυπτόμενον ἤρετο αὐτόν, εἰ θεοὺς νενόμικε, τοῦ δ᾽ οὕτω νομίζειν θεοὺς φήσαντος, ὡς καὶ ἐρᾶν αὐτῶν, καὶ τῶν γάμων μνημονεύσαντος, οὓς θύσειν ἡγεῖτο, ‘σὲ μὲν ποιηταὶ’ ἔφη ‘ἐπαίρουσι τοὺς Ἀγχίσας τε καὶ τοὺς Πηλέας θεαῖς ξυζυγῆναι εἰπόντες, ἐγὼ δὲ περὶ τοῦ ἐρᾶν καὶ ἐρᾶσθαι τόδε γιγνώσκω· θεοὶ θεῶν ἄνθρωποι ἀνθρώπων θηρία θηρίων καὶ καθάπαξ ὅμοια ὁμοίων ἐρᾷ ἐπὶ τῷ ἔτυμα καὶ ξυγγενῆ τίκτειν, τὸ δὲ ἑτερογενὲς τῷ μὴ ὁμοίῳ ξυνελθὸν οὔτε ζυγὸς οὔτε ἔρως. εἰ δὲ ἐνεθυμοῦ τὰ Ἰξίονος, οὐδ᾽ ἂν ἐς ἔννοιαν καθίστασο τοῦ μὴ ὁμοίων ἐρᾶν. ἀλλ᾽ ἐκεῖνος μὲν τροχῷ εἰκασμένος δι᾽ οὐρανοῦ κνάμπτεται, σὺ δ᾽, εἰ μὴ ἄπει τοῦ ἱεροῦ, ἀπολεῖ ἐν ἁπάσῃ τῇ γῇ οὐδ᾽ ἀντειπεῖν ἔχων τὸ μὴ οὐ δίκαια τοὺς θεοὺς ἐπὶ σοὶ γνῶναι.’ ὧδε ἡ παροινία ἐσβέσθη καὶ ἀπῆλθεν ὁ φάσκων ἐρᾶν ὑπὲρ ξυγγνώμης θύσας.

σεισμῶν δὲ κατασχόντων ποτὲ τὰς ἐν τῷ ἀριστερῷ Ἑλλησπόντῳ πόλεις, Αἰγύπτιοι μὲν καὶ Χαλδαῖοι περὶ αὐτὰς ἠγείροντο ὑπὲρ ξυλλογῆς χρημάτων, ὡς δεκαταλάντους θυσίας Γῇ καὶ Ποσειδῶνι θύσοντες, ξυνέφερον δ᾽ αἱ πόλεις τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὰ δὲ ἀπὸ τῶν οἴκων ὑποκείμενοι τῷ φόβῳ, οἱ δέ, εἰ μὴ ἐπὶ τραπεζῶν ἐκτεθείη τὸ ἀργύριον, οὐκ ἂν ἔφασαν ὑπὲρ αὐτῶν θῦσαι· δοκεῖ δὴ τῷ ἀνδρὶ μὴ περιιδεῖν τοὺς Ἑλλησποντίους καὶ παρελθὼν ἐς τὰς πόλεις τοὺς μὲν ἀπήλασεν ὡς θησαυρὸν πεποιημένους τὰ ἑτέρων κακά, τὰς δὲ αἰτίας τῶν μηνιμάτων ξυλλαβὼν καὶ ὡς ἑκάστῃ πρόσφορον θύσας ἀπεύξατο τὴν προσβολὴν δαπάνῃ σμικρᾷ, καὶ ἡ γῆ ἔστη.

Δομετιανοῦ δὲ βασιλέως ὑπὸ τὸν αὐτὸν χρόνον εὐνούχους τε μὴ ποιεῖν νομοθετήσαντος ἀμπέλους τε μὴ φυτεύειν ἔτι καὶ τὰς πεφυτευμένας δὲ αὐτῶν ἐκκόπτειν παρελθὼν ἐς τοὺς Ἴωνας ὁ Ἀπολλώνιος ‘τὰ μὲν προστάγματα οὐ πρὸς ἐμὲ’ ἔφη ‘ταῦτα, μόνος γὰρ ἴσως ἀνθρώπων οὔτε αἰδοίων δέομαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων.’ ὅθεν ἐς θάρσος ἡ Ἰωνία ἦλθε πρεσβεύσασθαι πρὸς τὸν βασιλέα ὑπὲρ ἀμπέλων καὶ παραιτήσασθαι νόμον, ὃς ἐκέλευε καὶ δῃοῦσθαι τὴν γῆν καὶ μὴ φυτεύεσθαι.

κἀκεῖνα ἐν Ταρσοῖς τοῦ ἀνδρὸς ᾄδουσι· κύων ἐνεπεπτώκει ἐφήβῳ λυττῶν καὶ ἀπῆγε τὸν ἔφηβον τὸ δῆγμα ἐς τὰ τῶν κυνῶν πάντα, ὑλάκτει τε γὰρ καὶ ὠρύετο καὶ τετράπους ἔθει τὼ χεῖρε ὑπέχων τῷ δρόμῳ. νοσοῦντι δ᾽ αὐτῷ τριακοστὴν ἡμέραν ἐφίσταται μὲν ὁ Ἀπολλώνιος ἄρτι ἐς τοὺς Ταρσοὺς ἥκων, κελεύει δὲ ἀνιχνευθῆναί οἱ τὸν κύνα, ὃς ταῦτα εἰργάσατο, οἱ δ᾽ οὔτε ἐντετυχηκέναι τῷ κυνὶ ἔφασαν, ἔξω γὰρ τείχους εἰλῆφθαι αὐτὸν τοῦ ἐφήβου πρὸς ἀκοντίοις ὄντος, οὔτ᾽ ἂν τοῦ νοσοῦντος μαθεῖν, ἥτις ἡ ἰδέα τοῦ κυνός, ἐπεὶ μηδὲ αὑτὸν ἔτι οἶδεν. ἐπισχὼν οὖν ‘ὦ Δάμι,’ ἔφη ‘λευκὸς ὁ κύων λάσιος προβατευτικὸς Ἀμφιλοχικῷ ἴσος, προσέστηκε δὲ τῇ δεῖνι κρήνῃ τρέμων, τὸ γὰρ ὕδωρ καὶ ποθεῖ καὶ δέδοικεν· ἄγε μοι τοῦτον ἐπὶ τὴν τοῦ ποταμοῦ ὄχθην, ἐφ᾽ ἧς αἱ παλαῖστραι, μόνον εἰπών, ὅτι ὑπ᾽ ἐμοῦ καλοῖτο.’ ἑλχθεὶς δ᾽ ὁ κύων ὑπὸ τοῦ Δάμιδος ὑπεκλίθη τοῖς τοῦ Ἀπολλωνίου ποσίν, ὥσπερ οἱ βώμιοι τῶν ἱκετῶν κλαίων, ὁ δ᾽ ἡμέρου τε αὐτὸν ἔτι μᾶλλον καὶ τῇ χειρὶ ἐπράυνε, τὸν ἔφηβόν τε ἵστη ἐγγὺς ξυνέχων αὐτός, ὡς δὲ μὴ λάθοι τοὺς πολλοὺς μέγα ἀπόρρητον ‘μεθέστηκε μὲν’ ἔφη ‘ἐς τὸν παῖδα τοῦτον ἡ Τηλέφου ψυχὴ τοῦ Μυσοῦ, Μοῖραι δ᾽ ἐπ᾽ αὐτῷ ταὐτὰ βούλονται,’ καὶ εἰπὼν ταῦτα ἐκέλευσε τὸν κύνα περιλιχμήσασθαι τὸ δῆγμα, ὡς ἰατρὸς αὐτῷ πάλιν ὁ τρώσας γένοιτο. ἐπεστράφη τὸ ἐντεῦθεν ἐς τὸν πατέρα ὁ παῖς καὶ ξυνῆκε τῆς μητρὸς προσεῖπέ τε τοὺς ἥλικας καὶ ἔπιε τοῦ Κύδνου, περιώφθη δὲ οὐδὲ ὁ κύων, ἀλλὰ κἀκεῖνον εὐξάμενος τῷ ποταμῷ δι᾽ αὐτοῦ ἧκεν. ὁ δ᾽ ἐπεὶ διέβη τὸν Κύδνον, ἐπιστὰς τῇ ὄχθῃ φωνήν τε ἀφῆκεν, ὅπερ ἥκιστα περὶ τοὺς λυττῶντας τῶν κυνῶν ξυμβαίνει, καὶ τὰ ὦτα ἀνακλάσας ἔσεισε τὴν οὐρὰν ξυνιεὶς τοῦ ἐρρῶσθαι, φαρμακοποσία γὰρ λύττης ὕδωρ, ἢν θαρσήσῃ αὐτὸ ὁ λυττῶν. Τοιαῦτα τοῦ ἀνδρὸς τὰ ὑπὲρ ἱερῶν τε καὶ πόλεων καὶ τὰ πρὸς δήμους καὶ ὑπὲρ δήμων καὶ τὰ ὑπὲρ τεθνεώτων ἢ νοσούντων καὶ τὰ πρὸς σοφούς τε καὶ μὴ σοφοὺς καὶ τὰ πρὸς βασιλέας, οἳ ξύμβουλον αὐτὸν ἀρετῆς ἐποιοῦντο.