Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/37

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

ῥινοῖσιν πυκινήν, πολλὸς δ’ ἐπελήλατο χαλκός·
ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. 805
πάντῃ δ’ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
ἀλλ’ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
Αἴας δὲ πρῶτος προκαλέσσατο μάκρα βιβάσθων·
«δαιμόνιε σχεδὸν ἐλθέ· τίη δειδίσσεαι αὔτως 810
Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ 815
χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλις ἀθανάτοισι
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
οἵ σε πόλιν δ’ οἴσουσι κονίοντες πεδίοιο.» 820
Ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
αἰετὸς ὑψιπέτης· ἐπὶ δ’ ἴαχε λαὸς Ἀχαιῶν
θάρσυνος οἰωνῷ· ὃ δ’ ἀμείβετο φαίδιμος Ἕκτωρ·
«Αἶαν ἁμαρτοεπές, βουγάϊε ποῖον ἔειπες·
εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο 825
εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων,
ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισι
πᾶσι μάλ’, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα 830
δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺς
δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.»