Τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
«Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, 775
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
μέλλω, ἐπεὶ οὐδ’ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντες ὁμιλέομεν Δαναοῖσι
νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. 780
οἴω Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος
οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
ἀμφοτέρω κατὰ χεῖρα· φόνον δ’ ἤμυνε Κρονίων.
νῦν δ’ ἄρχ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημι 785
ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.»
Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
βὰν δ’ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
ἀμφί τε κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα 790
Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
Πάλμύν τ’ Ἀσκάνιόν τε Μόρυν θ’ υἷ’ Ἱπποτίωνος,
οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
οἳ δ’ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, 795
ἥ ῥά θ’ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
θεσπεσίῳ δ’ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης,
κυρτὰ φαληριόωντα, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ ἄλλα·
ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι, 800
χαλκῷ μαρμαίροντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο.
Ἕκτωρ δ’ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ,
Πριαμίδης· πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην,
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/36
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν