Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν
Ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ’ ἅμ’ ἕποντο
ἠχῇ θεσπεσίῃ, ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθεν.
Ἀργεῖοι δ’ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο 835
ἀλκῆς, ἀλλ’ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς.