Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/27

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

ἤφυσ’· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
Ἰδομενεὺς δ’ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
ἐσπάσατ’, οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ 510
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
οὔτ’ ἄρ’ ἐπαΐξαι μεθ’ ἑὸν βέλος οὔτ’ ἀλέασθαι.
τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
τρέσσαι δ’ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. 515
τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτεν, ὃ δ’ Ἀσκάλαφον βάλε δουρί,
υἱὸν Ἐνυαλίοιο· δι’ ὤμου δ’ ὄβριμον ἔγχος
ἔσχεν· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 520
οὐδ’ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
ἀλλ’ ὅ γ’ ἄρ’ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. 525
  Οἳ δ’ ἀμφ’ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
Δηΐφοβος μὲν ἀπ’ Ἀσκαλάφου πήληκα φαεινὴν
ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ’ ἄρα χειρὸς
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. 530
Μηριόνης δ’ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὥς,
ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας,
ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ’ ἵκεθ’ ἵππους 535
ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες·
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
τειρόμενον· κατὰ δ’ αἷμα νεουτάτου ἔῤῥεε χειρός.