Οἱ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει. 540
ἔνθ’ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
λαιμὸν τύψ’ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
ἐκλίνθη δ’ ἑτέρωσε κάρη, ἐπὶ δ’ ἀσπὶς ἑάφθη
καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας 545
οὔτασ’ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
ἥ τ’ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ ἱκάνει·
τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δ’ ὕπτιος ἐν κονίῃσι
κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
Ἀντίλοχος δ’ ἐπόρουσε, καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων 550
παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. 555
οὐ μὲν γάρ ποτ’ ἄνευ δηΐων ἦν, ἀλλὰ κατ’ αὐτοὺς
στρωφᾶτ’· οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας, ἀλλὰ μάλ’ αἰεὶ
σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
Ἀλλ’ οὐ λῆθ’ Ἀδάμαντα τιτυσκόμενος καθ’ ὅμιλον 560
Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
καὶ τὸ μὲν αὐτοῦ μεῖν’ ὥς τε σκῶλος πυρίκαυστος
ἐν σάκει Ἀντιλόχοιο, τὸ δ’ ἥμισυ κεῖτ’ ἐπὶ γαίης· 565
ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων·
Μηριόνης δ’ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/28
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν