Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/161

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
18. ΙΛΙΑΔΟΣ Σ

Αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
τεῦξ’ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, 610
τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν,
καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
Αὐτὰρ ἐπεὶ πάνθ’ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. 615
ἡ δ’ ἴρηξ ὣς ἆλτο κατ’ Οὐλύμπου νιφόεντος,
τεύχεα μαρμαίροντα παρ’ Ἡφαίστοιο φέρουσα.