Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/162

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Τ


Ἠὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάων
ὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
ἡ δ’ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱόν,
κλαίοντα λιγέως· πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι 5
μύρονθ’· ἡ δ’ ἐν τοῖσι παρίστατο δῖα θεάων,
ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
«τέκνον ἐμόν, τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
τύνη δ’ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο, 10
καλὰ μάλ’, οἷ’ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.»
Ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε’ ἔθηκε
πρόσθεν Ἀχιλλῆος· τὰ δ’ ἀνέβραχε δαίδαλα πάντα.
Μυρμιδόνας δ’ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
ἄντην εἰσιδέειν, ἀλλ’ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς 15
ὡς εἶδ’, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
τέρπετο δ’ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων,
αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· 20
«μῆτερ ἐμή, τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ’ ἐπιεικὲς