Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/130

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

Ἀλκιμέδων, υἱὸς Λαέρκεος Αἱμονίδαο·
στῆ δ’ ὄπιθεν δίφροιο, καὶ Αὐτομέδοντα προσηύδα·
«Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; 470
οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ’ Ἕκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.»
Τὸν δ’ αὖτ’ Αὐτομέδων προσέφη Διώρεος υἱός·
«Ἀλκίμεδον, τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος 475
ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
εἰ μὴ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.» 480
Ὣς ἔφατ’, Ἀλκιμέδων δὲ βοηθόον ἅρμ’ ἐπορούσας
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
Αὐτομέδων δ’ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,
αὐτίκα δ’ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
«Αἰνεία, Τρώων βουληφόρε χαλκοχιτώνων, 485
ἵππω τώδ’ ἐνόησα ποδώκεος Αἰακίδαο
ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.» 490
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
τὼ δ’ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
αὔῃσι στερεῇσι· πολὺς δ’ ἐπελήλατο χαλκός.
τοῖσι δ’ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς 495
αὐτώ τε κτενέειν ἐλάαν τ’ ἐριαύχενας ἵππους·