Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/131

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

νήπιοι, οὐδ’ ἄρ’ ἔμελλον ἀναιμωτί γε νέεσθαι
αὖτις ἀπ’ Αὐτομέδοντος. ὁ δ’ εὐξάμενος Διὶ πατρὶ
ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
αὐτίκα δ’ Ἀλκιμέδοντα προσηύδα, πιστὸν ἑταῖρον· 500
«Ἀλκίμεδον, μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
ἀλλὰ μάλ’ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
πρίν γ’ ἐπ’ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν 505
Ἀργείων, ἤ κ’ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.»
Ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
«Αἴαντ’, Ἀργείων ἡγήτορε, καὶ Μενέλαε,
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’ οἵ περ ἄριστοι,
ἀμφ’ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, 510
νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
Ἕκτωρ Αἰνείας θ’, οἳ Τρώων εἰσὶν ἄριστοι.
ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.» 515
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην·
ἡ δ’ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
ὡς δ’ ὅτ’ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ, 520
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο,
ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
ὣς ἄρ’ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
νηδυίοισι μάλ’ ὀξὺ κραδαινόμενον λύε γυῖα.
Ἕκτωρ δ’ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· 525
ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·