πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
ἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης.
καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν ὁρμηθήτην 530
εἰ μή σφω’ Αἴαντε διέκριναν μεμαῶτε,
οἵ ῥ’ ἦλθον καθ’ ὅμιλον ἑταίρου κικλήσκοντος·
τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
Ἕκτωρ Αἰνείας τ’ ἠδὲ Χρομίος θεοειδής,
Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ, 535
κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
«ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.»
Ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα 540
θῆκ’, ἂν δ’ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
Ἂψ δ’ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς 545
ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ.
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
Ζεὺς ἐξ οὐρανόθεν, τέρας ἔμμεναι ἢ πολέμοιο,
ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, 550
ὣς ἡ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
δύσετ’ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
πρῶτον δ’ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα,
ἴφθιμον Μενέλαον—ὁ γάρ ῥά οἱ ἐγγύθεν ἦεν—
εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· 555
«σοὶ μὲν δή, Μενέλαε κατηφείη καὶ ὄνειδος
ἔσσεται, εἴ κ’ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/132
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ