Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/129

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

ἡνιόχοιο πόθῳ· θαλερὴ δ’ ἐμιαίνετο χαίτη
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. 440
Μυρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
«ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
θνητῷ, ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε;
ἦ ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχητον; 445
οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
ἦ οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὔτως; 450
σφῶϊν δ’ ἐν γούνεσσι βαλῶ μένος ἠδ’ ἐνὶ θυμῷ,
ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω,
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·» 455
Ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
τὼ δ’ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρου,
ἵπποις ἀΐσσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας· 460
ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ’ ἐκ Τρώων ὀρυμαγδοῦ,
ῥεῖα δ’ ἐπαΐξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων.
ἀλλ’ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·
οὐ γάρ πως ἦν οἶον ἐόνθ’ ἱερῷ ἐνὶ δίφρῳ
ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. 465
ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν