Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/547

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τεσσαράκοντα· ὅρμος ναυσίν. Ἀπὸ δὲ Κορδύλης ἐς Ἑρμώνασσαν πέντε καὶ τεσσαράκοντα· καὶ δεῦρο ὅρμος. Ἀπὸ δὲ Ἑρμωνάσσης εἰς Τραπεζοῦντα στάδιοι ἑξήκοντα. Ἐνταῦθα σὺ ποιεῖς λιμένα· πάλαι γάρ, ὅσον ἀποσαλεύειν ὥρᾳ ἔτους, ὄρμος ἦν.

25. Τὰ δὲ ἀπὸ Τραπεζοῦντος διαστήματα μέχρι Διοσκουριάδος προείρηται διὰ τῶν ποταμῶν ἀναμετρηθέντα· ἀθροίζονται δὲ ἀπὸ Τραπεζοῦντος εἰς Διοσκουριάδα, τὴν νῦν Σεβαστόπολιν καλουμένην, στάδιοι δισχίλιοι διακόσιοι ἑξήκοντα.

26. Τάδε μὲν οὖν τὰ ἀπὸ Βυζαντίου πλεόντων ἐπὶ δεξιὰ ὡς ἐπὶ Διοσκουριάδα, ἐς ὅπερ στρατόπεδον τελευτᾷ Ῥωμαίοις ἡ ἐπικράτεια ἐν δεξιᾷ ἐσπλεόντων εἰς τὸν Πόντον. Ἐπεὶ δὲ ἐπυθόμην Κότυν τετελευτηκέναι, τὸν βασιλέα τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, ἐπιμελὲς ἐποιησάμην καὶ τὸν μέχρι τοῦ Βοσπόρου τοῦ Κιμμερίου πλοῦν δηλῶσαί σοι· ὡς, εἴ τι βουλεύοιο περὶ τοῦ Βοσπόρου, ὑπάρχειν σοι καὶ τόνδε τὸν πλοῦν μὴ ἀγνοοῦντι βουλεύεσθαι.

27. Ὁρμηθεῖσιν οὖν ἐκ Διοσκουριάδος, πρῶτος ἂν εἴη ὅρμος ἐν Πιτυοῦντι· στάδιοι τριακόσιοι πεντήκοντα. Ἐνθένδε ἐς τὴν Νιτικὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν· ἵναπερ πάλαι ᾤκει ἔθνος Σκυθικὸν, οὗ