Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/548

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μνήμην ποιεῖται ὁ λογοποιὸς Ἡρόδοτος. Καὶ λέγει τούτους εἶναι τοὺς φθειροτρωκτέοντας· καὶ γὰρ εἰς τοῦτο ἔτι ἡ δόξα ἡ αὐτὴ ὑπὲρ αὐτῶν κατέχει. Ἐκ δὲ Νιτικῆς ἐς Ἄβασκον ποταμὸν στάδιοι ἐνενήκοντα. Ὁ δὲ Βόργυς τοῦ Ἀβάσκου διέχει σταδίους ἑκατὸν καὶ εἴκοσιν, καὶ ὁ Νῆσις τοῦ Βόργυος, ἵναπερ καὶ ἡ Ἡράκλειος ἄκρα ἀνέχει, σταδίους ἑξήκοντα. Ἀπὸ δὲ Νήσιος ἐς Μασαιτικὴν στάδιοι ἐνενήκοντα. Ἐνθένδε εἰς Ἀχαιοῦντα στάδιοι ἑξήκοντα· ὅσπερ ποταμὸς διορίζει Ζιλχοὺς καὶ Σανίγας. Ζιλχῶν βασιλεὺς Σταχέμφαξ· καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔσχεν.

28. Ἀπὸ δὲ Ἀχαιοῦντος εἰς Ἡράκλειαν ἄκραν πεντήκοντα καὶ ἑκατὸν στάδιοι. ἐνθένδε εἰς ἄκραν, ἵναπερ σκέπη ἐστὶν ἀνέμου θρασκίου καὶ βορρᾶ, ὀγδοήκοντα καὶ ἑκατόν. Ἐνθένδε εἰς τὴν καλουμένην Παλαιὰν Λαζικὴν εἴκοσιν καὶ ἑκατὸν στάδιοι. Ἐνθένδε ἐς τὴν Παλαιὰν Ἀχαΐαν πεντήκοντα καὶ ἑκατόν· καὶ ἔνθεν ἐς Πάγρας λιμένα πεντήκοντα καὶ τριακόσιοι. Ἀπὸ δὲ Πάγρας λιμένος εἰς Ἱερὸν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν. Ἐνθένδε εἰς Σινδικὴν τριακόσιοι.