Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/549

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

29. Ἀπὸ δὲ Σινδικῆς εἰς Βόσπορον τὸν Κιμμέριον καλούμενον καὶ πόλιν τοῦ Βοσπόρου Παντικάπαιον τεσσαράκοντα καὶ πεντακόσιοι. Ἐνθένδε ἐπὶ Τάναϊν ποταμὸν ἑξήκοντα· ὃς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην· καὶ ὁρμᾶται μὲν ἀπὸ λίμνης τῆς Μαιώτιδος, ἐσβάλλει δὲ εἰς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου· καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. Λέγουσι γοῦν παρ' αὐτῷ οἱ Τιτᾶνες πρὸς τὸν Προμηθέα ὅτι

Ἥκομεν
τοὺς σοὺς ἄθλους τούσδε, Προμηθεῦ,
δεσμοῦ τε πάθος τόδ' ἐποψόμενοι.

Ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον·

Πῇ μὲν δίδυμον χθονὸς Εὐρώπης
μέγαν ἠδ' Ἀσίας τέρμονα Φᾶσιν.

Τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται σταδίων ἀμφὶ τοὺς ἐνακισχιλίους.

30. Ἀπὸ δὲ Παντικαπαίου εἰς κώμην Καζέκα ἐπὶ θαλάττῃ ᾠκισμένην στάδιοι εἴκοσι καὶ τετρακόσιοι. Ἐνθένδε ἐς Θεοδοσίαν πόλιν ἐρήμην στάδιοι ὀγδοήκοντα καὶ διακόσιοι. Καὶ αὕτη πάλαι ἦν Ἑλλὰς