Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/546

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσεν, καὶ λέγει Σινωπέων ἄποικον εἶναι· νῦν δὲ κώμη ἐστίν, καὶ οὐδὲ αὐτὴ μεγάλη. Ἀπὸ Κοτυώρων ἐς Μελάνθιον ποταμὸν στάδιοι μάλιστα ἑξήκοντα.

24. Ἐνθένδε εἰς Φαρματηνὸν ἄλλον ποταμὸν πεντήκοντα καὶ ἑκατόν. Καὶ ἔνθεν εἰς Φαρνακείαν εἴκοσιν καὶ ἑκατόν. Αὕτη ἡ Φαρνακεία πάλαι Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος. Ἐνθένδε ἐς τὴν Ἀρητιάδα νῆσον τριάκοντα. Καὶ ἔνθεν ἐς Ζεφύριον εἴκοσι καὶ ἑκατόν· ὅρμος ναυσίν. Ἀπὸ δὲ Ζεφυρίου εἰς Τρίπολιν στάδιοι ἐνενήκοντα. Ἐνθένδε ἐς τὰ Ἀργύρια στάδιοι εἴκοσι. Ἐκ δὲ τῶν Ἀργυρίων εἰς Φιλοκάλειαν ἐνενήκοντα. Ἐνθένδε ἐς Κόραλλα ἑκατόν. Ἀπὸ δὲ Κοράλλων εἰς Ἱερὸν ὄρος πεντήκοντα καὶ ἑκατόν. Ἀπὸ δ’ Ἱεροῦ ὄρους εἰς Κορδύλην