Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/454

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κυβερνήτης, κατανοήσας τὴν θέσιν τῶν ἐμπορίων καὶ τὸ σχῆμα τῆς θαλάσσης, τὸν διὰ πελάγους ἐξεῦρε πλοῦν, ἀφ ́ οὗ καὶ τοπικῶς ἐκ τοῦ ὠκεανοῦ φυσώντων, κατὰ τὸν καιρὸν τῶν παρ ́ ἡμῖν, ἐτησίων ἐν τῷ Ἰνδικῷ πελάγει ὁ λιβόνοτος φαίνεται [ἵππαλος] προσονομάζεσθαι [ἀπὸ τῆς προσηγορίας τοῦ πρώτως ἐξευρηκότος τὸν διάπλουν] . Ἀφ ́ οὗ μέχρι καὶ νῦν τινὲς μὲν εὐθὺς ἀπὸ τῶν Κανῆς, τινὲς δὲ ἀπὸ τῶν Ἀρωμάτων ἀφιέντες οἱ μὲν εἰς Λιμυρικὴν πλέοντες ἐπὶ πλεῖον τραχηλίζοντες, οἱ δὲ εἰς Βαρύγαζα οἵ τε εἰς Σκυθίαν οὐ πλεῖον ἢ τρεῖς ἡμέρας ἀντέχουσι καὶ τὸ λοιπὸν παρεπίφορον πρὸς ἴδιον δρόμον ** ἐκ τῆς χώρας ὑψηλοὶ διὰ τοῦ ἔξωθεν γῆς παραπλέουσι τοὺς προειρημένους κόλπους.

58. Ἀπὸ δὲ Βακαρῆς τὸ λεγόμενον Πυρρὸν ὄρος ἄλλῃ παρήκει χώρᾳ τῇ * κης η * Παραλίᾳ λεγομένῃ πρὸς αὐτὸν τὸν νότον (ἐν ᾗ καὶ κολύμβησίς ἐστιν ὑπὸ τὸν βασιλέα Πανδίονα πινικοῦ καὶ πόλις ἡ λεγομένη Κόλχοι.) Πρῶτος τόπος Βαλίτα καλούμενος ὅρμον καλὸν ἔχων καὶ κώμην παραθαλάσσιον· ἀπὸ δὲ ταύτης ἐστὶν