Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ἕτερος τόπος τὸ Κομὰρ λεγόμενον, ἐν ᾧ τόπῳ βριάριόν * ἐστι καὶ λιμὴν, εἰς ὃν οἱ βουλόμενοι τὸν μέλλοντα αὐτοῖς χρόνον ἱεροὶ γενέσθαι ἐρχόμενοι ἀπολούονται καὶ χῆροι μένουσιν αὐτοῦ· τὸ δὲ αὐτὸ καὶ γυναῖκες· ἱστορεῖται γὰρ τὴν θεὸν ἐκεῖ ἐπιμεῖναι κατά τινα χρόνον καὶ ἀπολελοῦσθαι.
59. Ἀπὸ δὲ τοῦ Κομαρεὶ ἐκτείνουσα (πρὸς τὸν νότον) χώρα μέχρι Κόλχων, ἐν ᾗ κολύμβησις τοῦ πινικοῦ ἐστίν· ἀπὸ δὲ κατακρισίμων κατεργάζεται· ὑπὸ τὸν βασιλέα Πανδίονά ἐστι. Μετὰ δὲ Κόλχους ἐκδέχεται πρότερος * αἰγιαλὸς ἐν κόλπῳ κείμενος, ἔχων χῶρον μεσόγειον, λεγόμενον Ἀργάλου· ἐν ἑνὶ τόπῳ * τερονεῖται