Μετάβαση στο περιεχόμενο

Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/453

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῆς ἀναγωγῆς προκαταβαίνουσι τὰ πλοῖα καὶ ἐπὶ σάλου διορμίζεται πρὸς ἀνάληψιν τῶν φορτίων διὰ δὴ τὸν ποταμὸν ἕρματα καὶ διάπλους ἔχειν ἐλαφρούς. Αὐτοὶ δὲ οἱ βασιλεῖς ἀμφοτέρων τῶν ἐμπορίων ἐν τῇ μεσογείᾳ κατοικοῦσι. Καὶ περὶ τούσδε τοὺς τόπους τοῖς ἐκ πελάγους [ἐρχομένοις] σημεῖον ἐπιβολῆς εἰσιν οἱ προαπαντῶντες ὄφεις, μέλανες μὲν καὶ αὐτοὶ τὴν χρόαν, βραχύτεροι δὲ καὶ δρακοντοειδεῖς τὴν κεφαλὴν καὶ τοῖς ὄμμασιν αἱματώδεις.

56. Πλεῖ δὲ εἰς τὰ ἐμπόρια ταῦτα μεγάλα πλοῖα διὰ τὸν ὄγκον καὶ τὸ πλῆθος τοῦ πεπέρεως καὶ τοῦ μαλαβάθρου. Προχωρεῖ δὲ εἰς αὐτὴν προηγουμένως χρήματα πλεῖστα, χρυσόλιθα, ἱματισμὸς ἁπλοῦς οὐ πολὺς, πολύμιτα, στίμμι, κοράλλιον, ὕαλος ἀργὴ, χαλκὸς, κασσίτερος, μόλυβδος, οἶνος οὐ πολὺς, ὡσεὶ δὲ τοσοῦτον ὅσον ἐν Βαρυγάζοις, σανδαράκη, ἀρσενικὸν, σῖτος δὲ ὅσος ἀρκέσει τοῖς περὶ τὸ ναυκλήριον διὰ τὸ μὴ τοὺς ἐμπόρους αὐτῷ χρῆσθαι. Φέρεται δὲ πέπερι μονογενῶς ἐν ἑνὶ τόπῳ τούτων τῶν ἐμπορίων γεννώμενον πολὺ, τῇ λεγομένῃ Κοττοναρικῇ· φέρεται δὲ καὶ μαργαρίτης ἱκανὸς καὶ διάφορος καὶ ἐλέφας καὶ ὀθόνια Σηρικὰ καὶ νάρδος ἡ Γαγγητικὴ καὶ μαλάβαθρον ἐκ τῶν ἔσω τόπων εἰς αὐτὴν, καὶ λιθία διαφανὴς παντοία καὶ ἀδάμας καὶ ὑάκινθος καὶ χελώνη ἥ τε Χρυσονησιωτικὴ καὶ ἡ περὶ τὰς νήσους θηρευομένη τὰς προκειμένας αὐτῆς τῆς Λιμυρικῆς. Πλέουσι δὲ εἰς αὐτὴν οἱ κατὰ καιρὸν ἀναγόμενοι ἀπ ́ Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὅ ἐστιν Ἐπιφί.

57. Τοῦτον δὲ ὅλον τὸν εἰρημένον περίπλουν ἀπὸ Κανῆς καὶ τῆς Εὐδαίμονος Ἀραβίας οἱ μὲν * μικροτέροις πλοίοις περικολπίζοντες ἔπλεον, πρῶτος δὲ Ἵππαλος