Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/246

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

νῆσοι αὗται πρὸς τῆι Εὐρώπηι· τούτων ἡ ἑτέρα πόλιν ἔχει· καὶ Ἡράκλειοι στῆλαι κατὰ ταύτας, ἡ μὲν ἐν τῇ Λιβύῃ ταπεινή, ἡ δὲ ἐν τῆι Εὐρώπῃ ὑψηλή. Αὗται δέ εἰσιν ἄκραι καταντικρὺ ἀλλήλων· διέχουσι δὲ αὗται ἀπ᾿ ἀλλήλων πλοῦν ἡμέρας. Παράπλους Λιβύης ἀπ᾿ Αἰγύτου τοῦ Κανωπικοῦ στόματος μέχρι Ἡρακλείων στηλῶν, τιθεμένου τοῦ λογισμοῦ κατὰ ταὐτά, ἅπερ ἐν Ἀσίαι καὶ Εὐρώπηι γέγραπται, κατὰ τοὺς κόλπους κύκλωι περιπλέοντι ἡμερῶν οδʹ. Ὅσα γέγραπται πολίσματα ἢ ἐμπόρια ἐν τῇ Λιβύῃ, ἀπὸ τῆς Σύρτιδος τῆς παρ᾿ Ἑσπερίδας μέχρι Ἡρακλείων στηλῶν ἐν Λιβύῃ, πάντα ἐστὶ Καρχηδονίων.

112. Μετὰ δὲ Ἡρακλείους στήλας εἰς τὸ ἔξω πλέοντι, ἔχοντι τὴν Λιβύην ἐν ἀριστερᾷ, κόλπος ἐστὶ μέγας μέχρι Ἑρμαίας ἄκρας. Ἔστι γὰρ καὶ ἐνταῦθα Ἑρμαία ἄκρα. Κατὰ δὲ μέσον τὸν κόλπον κεῖται Ποντίον τόπος καὶ πόλις. Περὶ δὲ τὴν πόλιν λίμνη κεῖται μεγάλη, ἐν δὲ τῇ λίμνη ταύτῃ κεῖνται νῆσοι πολλαί. Περὶ δὲ τὴν λίμνην πέφυκε κάλαμος καὶ κύπειρος καὶ φλέως καὶ θρυόν. Αἱ δὲ ὄρνιθες αἱ Με-