Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/247

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λεαγρίδες ἐνταῦθά εἰσιν, ἄλλου δὲ οὐδαμοῦ, ἂν μὴ ἐντεῦθεν ἐξαχθῶσιν. Τῇ δὲ λίμνῃ ταύτῃ ὄνομα Κηφησίας, τῷ δὲ κόλπῳ Κῶτης. Ἔστι δὲ Ἡρακλείων στηλῶν καὶ Ἑρμαίας ἄκρας ἐν τῇ μεταξύ. Ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ἕρματα τέταται μεγάλα, ἀπὸ δὴ τῆς Λιβύης ἐπὶ τὴν Εὐρώπην, οὐχ ὑπερέχοντα τῆς θαλάττης· ἐπικλύζει δὲ ἐπ᾿ αὐτὰ ἐνιαχῆ. Τέταται δὲ τὸ ἕρμα ἐπὶ ἑτέραν ἄκραν τῆς Εὐρώπης τὸ καταντικρύ· τῇ δὲ ἄκρᾳ ταύτῃ ὄνομα Ἱερὸν ἀκρωτήριον. Ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ποταμός ἐστιν Ἀνίδες· ἐξίησι δὲ οὗτος εἰς λίμνην μεγάλην. Μετὰ δὲ Ἀνίδην (εἶτά) ἐστιν ἄλλος ποταμὸς μέγας Λίξος καὶ πόλις Φοινίκων Λίξος, καὶ ἑτέρα πόλις Λιβύων ἐστὶ πέραν τοῦ