Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/248

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ποταμοῦ καὶ λιμήν. Μετὰ δὲ Λίξον Κράβις ποταμὸς καὶ λιμὴν καὶ πόλις Φοινίκων Θυμιατηρία ὄνομα. Ἀπὸ Θυμιατηρίας * εἰς Σολόεντα ἄκραν, ἣ ἀνέχει μάλιστα εἰς τὸν πόντον. Τῆς δὲ Λιβύης πᾶσα αὕτη ἡ χώρα ὀνομαστοτάτη καὶ ἱερωτάτη. Ἐπὶ δὲ τῷ ἀκρωτηρίῳ τῆς ἄκρας ἔπεστι βωμὸς μέγας, ποινής *, Ποσειδῶνος. Ἐν δὲ τῷ βωμῷ εἰσὶ γεγραμμένοι ἀνδριάντες, λέοντες, δελφῖνες· Δαίδαλον δέ φασι ποιῆσαι. Ἀπὸ δὲ Σολόεντος ἄκρας ποταμός ἐστιν, ᾧ ὄνομα Ξιῶν. Περὶ τοῦτον τὸν ποταμὸν περιοικοῦσι Αἰθίοπες ἱεροί. Κατὰ δὲ ταῦτα νῆσός ἐστιν, ᾧ ὄνομα Κέρνη. Παράπλους δὲ ἀπὸ Ἡρακλείων στηλῶν ἐπὶ Ἑρμαῖαν ἄκραν ἡμερῶν δύο. Ἀπὸ δὲ Ἑρμαίας ἄκρας εἰς Σολόεντα ἄκραν παράπλους ἡμερῶν τριῶν. Ἀπὸ δὲ Σολόεντος εἰς Κέρνην παράπλους ἡμερῶν ἑπτά. Σύμπας δὲ ὁ παράπλους οὗτός ἐστι ἀπὸ Ἡρακλείων στηλῶν εἰς Κέρνην νῆσον ἡμερῶν δώδεκα. Τῆς Κέρνης δὲ νήσου τὰ ἐπέκεινα οὐκέτι ἐστὶ πλωτὰ διὰ βραχύτητα θαλάττης καὶ πηλὸν καὶ φῦκος. Ἔστι δὲ τὸ