Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/228

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ λιμὴν (οὗτοι Κᾶρες), νῆσος Κῶς καὶ πόλις καὶ λιμὴν κλειστός. Κατὰ ταῦτα Κεραμιακὸς κόλπος τῆς Καρίας, καὶ νῆσος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον. Ἀκρωτήριον ἱερὸν Τριόπιον, Κνίδος πόλις Ἑλληνίς καὶ χώρα ἡ Ῥοδίων ἡ ἐν τῇ ἠπείρῳ, Καῦνος Καρικὴ πόλις καὶ λιμὴν κλειστός, Κρυασσὸς ἀκρωτήριον. Ῥόδος κατὰ τοῦτο νῆσος καὶ πόλις· καὶ τρίπολις ἀρχαία ἐν αὐτῇ, πόλεις αἵδε· Ἴαλυσος, Λίνδος, Κάμειρος. Κατὰ δὲ τὴν Ῥόδον αἵδε νῆσοί εἰσιν οἰκούμενοι· Χάλκεια, Τῆλος, Κάσος, Κάρπαθος· αὕτη τρίπολις. Καὶ ὁ παράπλους Καρίας, ἀπὸ Μαιάνδρου ποταμοῦ ἐπὶ τὸν Κρυασσόν, ὅ ἐστι Καρίας ἀκρωτήριον, δύο ἡμερῶν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.