Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/227

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Κλαρίου ἱερόν, Καϋστρος ποταμός, Ἔφεσος καὶ λιμήν, Μαραθήσιον καὶ ἐν τῇ ἠπείρῳ Μαγνησία πόλις Ἑλληνίς, Ἄναια, Πανιώνιον, Ἐρασιστράτιος, Χαραδροῦς, Φώκαια, Ἀκαδαμίς, Μυκάλη· ἐν τῇ Σαμίων χώρᾳ ταῦτά ἐστι. Πρὸ δὲ τῆς Μυκάλης Σάμος ἐστὶ νῆσος πόλιν ἔχουσα καὶ λιμένα κλειστόν. Αὕτη ἡ νῆσος οὐκ ἐλάσσων ἐστὶ Χίου. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἐπὶ τῆς Μυκάλης ἐστὶ πόλις Πριήνη λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν· εἶτα ποταμὸς Μαίανδρος. Παράπλους δὲ Μυσίας καὶ Λυδίας, ἀπὸ Ἀστύρων μέχρι Μαιάνδρου ποταμοῦ, δύο ἡμερῶν καὶ νυκτὸς μιᾶς.

99. Καρια. Μετὰ δὲ Λυδίαν Καρία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ Ἑλληνίδες αἵδε· Ἡράκλεια, εἶτα Μίλητος, εἶτα Μύνδος καὶ λιμήν, Ἁλικαρνασσὸς καὶ λιμὴν κλειστὸς καὶ ἄλλος λιμὴν περὶ τὴν νῆσον καὶ ποταμός, Κάλυμνα νῆσος, Καρύανδα νῆσος καὶ πόλις