Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/229

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

100. Λυκια. Ἀπὸ δὲ Καρίας Λυκία ἐστὶν ἔθνος· καὶ πόλεις Λυκίοις αἵδε· Τελμισσὸς καὶ λιμήν, καὶ ποταμὸς Ξάνθος, δι᾽ οὗ ἀνάπλους εἰς [Ξάνθον πόλιν,] Πάταρα πόλις [ἣ] καὶ λιμένα ἔχει· Φέλλος πόλις καὶ λιμήν· κατὰ ταῦτα νῆσός ἐστι Ῥοδίων Μεγίστη· Λίμυρα πόλις, εἰς ἣν ὁ ἀνάπλους κατὰ τὸν ποταμόν· εἶτα Γαγαία πόλις, εἶτα Χελιδονίαι, ἀκρωτήριον καὶ λιμὴν Σιδηροῦς. Ὑπὲρ τούτου ἐστὶν ἱερὸν Ἡφαίστου ἐν τῷ ὄρει καὶ πῦρ πολὺ αὐτόματον ἐκ τῆς γῆς καίεται καὶ οὐδέποτε σβέννυται. Καὶ ἐὰν προέλθῃς ἀπὸ θαλάττης ἀνώτερον, ἔστι Φασηλίς πόλις καὶ λιμὴν (ἔστι δὲ τοῦτο κόλπος) καὶ Ἴδυρος πόλις, νῆσος Λυρνάτεια, Ὀλβία,