Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/212

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ληνίδες αἵδε ἐν Θρᾴκηι· Ἀπολλωνία, Μεσημβρία, Ὀδησσόπολις, Κάλλατις καὶ ποταμὸς Ἴστρος. Παράπλους δὲ τῆς Θρᾴκης ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Σηστοῦ δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ Σηστοῦ μέχρι στόματός τοῦ Πόντου δύο ἡμερῶν καὶ νυκτῶν δύο, ἀπὸ δὲ τοῦ στόματός μέχρι τοῦ Ἴστρου ποταμοῦ ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. Ὁ σύμπας περίπλους ἀπὸ Θρᾴκης καὶ ποταμοῦ Στρυμόνος μέχρι τοῦ Ἴστρου ποταμοῦ ὀκτὼ ἡμερῶν καὶ ὀκτὼ νυκτῶν.

68. Σκυθια. Ταυροι. Μετὰ δὲ Θρᾴκην καὶ Σκύθαι ἔθνος καὶ πόλεις ἐν αὐτοῖς Ἑλληνίδες αἵδε· Τύρις ποταμός, Νικώνιον πόλις, Ὀφιοῦσα πόλις. Ἐπὶ δὲ τῇ Σκυθικῇ ἐποικοῦσι Ταῦροι ἔθνος ἀκρωτήριον τῆς ἠπείρου· εἰς θάλατταν δὲ τὸ ἀκρωτήριόν ἐστιν. Ἐν δὲ τῇ Ταυρικῇ οἰκοῦσιν Ἕλληνες <καὶ πόλεις αὐτῶν> αἵδε· Χερρόνησος ἐμπόριον, Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς. Μετὰ δὲ ταῦτά εἰσι Σκύθαι πάλιν, πόλεις δὲ Ἑλληνίδες αἵδε ἐν αὐτῇ· Θευδοσία, Κύταια καὶ Νυμφαία, Παντικάπαιον, Μυρμήκειον. Παράπλους εὐθὺς ἀπὸ Ἴστρου ἐπὶ Κριοῦ μέτωπον τριῶν ἡμερῶν καὶ τριῶν νυκτῶν, ὁ δὲ παρὰ γῆν διπλάσιος· ἔστι γὰρ κόλπος. Ἐν δὲ