Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/211

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σταδίων Ϛʹ. Ἐντὸς δὲ Αἰγὸς ποταμοῦ Κρῆσσα, Κριθώτη, Πακτύη. Μέχρις ἐνταῦθα ἡ Θραικία Χερρόνησος. Ἐκ Πακτύης δὲ εἰς Καρδίαν διὰ τοῦ αὐχένος πεζῇ στάδια μʹ, ἐκ θαλάττης εἰς θάλατταν· καὶ πόλις ἐν τῷ μέσῷ, ἧι ὄνομα Ἀγορά. Χερρονήσου μῆκος ἐκ Καρδίας εἰς Ἐλαιοῦντα (ταύτῃ γάρ ἐστι μακροτάτη) στάδια υʹ. Μετὰ δὲ τὴν Χερρόνησόν ἐστι Θράικια τείχη τάδε· πρῶτον Λευκὴ ἀκτὴ, Τειρίστασις, Ἡράκλεια, Γάνος, Γανίαι, Νέον τεῖχος, Πέρινθος πόλις καὶ λιμήν, Δαμινὸν τεῖχος, Σηλυμβρία πόλις καὶ λιμήν. Ἀπὸ τούτου ἐπὶ τοῦ στόματος τοῦ Πόντου εἰσὶ στάδιοι φʹ. Καλεῖται δὲ Ἀνάπλους ὁ τόπος ἀνὰ Βόσπορον μέχρι ἂν ἔλθηις ἐφ᾽ Ἱερόν. Ἀφ᾽ Ἱεροῦ δὲ τοῦ στόματός ἐστι τοῦ Πόντου εὖρος στάδια ζʹ. Εἰσὶ δὲ ἐν τῷ Πόντῳ πόλεις Ἑλ-