Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/213

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῷ κόλπῳ τούτῳ νῆσός ἐστι, νῆσος δὲ ἐρήμη, ἧι ὄνομα Λευκή, ἱερὰ τοῦ Ἀχιλλέως. Ἀπὸ δὲ Κριοῦ μέτωπον πλοῦς εἰς Παντικάπαιον ἡμέρας καὶ νυκτός· ἀπὸ δὲ Παντικαπαίου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἐστὶ στάδια κʹ. Ἡ δὲ Μαιῶτις λίμνη λέγεται ἥμισυ εἶναι τοῦ Πόντου. Ἐν δὲ τῇ Μαιώτιδι λίμνηι εὐθὺς εἰσπλέοντί εἰσιν ἐπ᾽ ἀριστερᾶς Σκύθαι· καθήκουσι γὰρ ἐκ τῆς ἔξω θαλὰσσης ὑπὲρ τῆς Ταυρικῆς εἰς τὴν Μαιῶτιν λίμνην.

Συρμαται. Μετὰ δὲ Σκύθας Συρμάται ἔθνος καὶ ποταμὸς Τάναις, ὃς ὁρίζει Ἀσίαν καὶ Εὐρώπην.

69. Παραπλους απασης της ευρωπης. Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπηι περιπλέοντι τοὺς κόλπους παρὰ γῆν, λογιζομένῳ δὲ ὅσαι γεγραμμέναι εἰσί, νύκτες ἀντὶ τούτων ἡμέρας, καὶ, ὅπου στάδιά εἰσι γεγραμμένα, ἀντὶ τῶν φʹ σταδίων ἡμεραῖον τὸν πλοῦν, γίνεται τῆς Εὐρώπης ὁ παράπλους, τοῦ ἡμίσεος μέρους τοῦ Πόντου ὄντος ἴσου τῆς Μαιώτιδος λίμνης, ἡμερῶν ρνʹ τριῶν.

Μέγιστοι δὲ ποταμοί εἰσιν ἐν Εὐρώπηι ὁ Τάναις, ὁ Ἴστρος, ὁ Ῥοδανός.