Μετάβαση στο περιεχόμενο

Επιστολή προς τον Ευλόγιο

Από Βικιθήκη
(Ανακατεύθυνση από Epistula ad Eulogium)

Ἡσύχιος γραμματικὸς Ἀλεξανδρεὺς Εὐλογίῳ τῷ ἑταίρῳ χαίρειν. Πολλοὶ μὲν καὶ ἄλλοι τῶν παλαιῶν τὰς κατὰ στοιχεῖον συντεθείκασι λέξεις, ὦ πάντων ἐμοὶ προσφιλέστατε Εὐλόγιε· ἀλλ' οἱ μὲν τὰς Ὁμη- ρικὰς μόνας ὡς Ἀππίων καὶ Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου· οἱ δὲ τὰς κωμικὰς ἰδίᾳ καὶ τὰς τραγικὰς ὡς Θέων καὶ Δίδυμος καὶ ἕτεροι τοιοῦτοι· ὁμοῦ δὲ πάσας τούτων οὐδὲ εἷς. Διογενιανὸς δέ τις μετὰ τούτους γεγο- νὼς ἀνὴρ σπουδαῖος καὶ φιλόκαλος, τά τε προειρημένα βιβλία καὶ πάσας τὰς σποράδην παρὰ πᾶσι κειμένας λέξεις συναγαγών, ὁμοῦ πάσας καθ' ἕκαστον στοιχεῖον συντέθεικε· λέγω δὴ τάς τε Ὁμηρικὰς καὶ κωμικὰς καὶ τραγικάς, τάς τε παρὰ τοῖς λυρικοῖς καὶ παρὰ τοῖς ῥήτορσι κειμένας, οὐ μὴν ἀλλὰ καὶ <τὰς> παρὰ τοῖς ἰατροῖς τάς τε παρὰ τοῖς ἱστοριογρά- φοις. συλλήβδην δὲ [ὁμοῦ] οὐδεμίαν λέξιν ἔσθ' ἣν παρέλιπεν οὔτε τῶν παλαιῶν οὔτε τῶν ἐπ' ἐκείνου γεγενημένων. προέθηκε δὲ κατ' ἀρχὴν ἑκάστης λέξεως τριῶν ἢ τεσσάρων στοιχείων τάξιν, ἵν' οὕτως εὐμα- ρεστέραν ἔχοι τὴν εὕρεσιν ἧς ἐπιζητεῖ τάξεως ὁ τοῖς βιβλίοις ἐντυγχάνειν προαιρούμενος. καὶ πρὸς τούτοις ὅσας οἷός τε ἦν παροιμίας εὑρεῖν, οὐδὲ ταύτας παρέλιπεν, ἐπιγράψας τὰ βιβλία Περιεργοπένητας, καὶ ταύτῃ χρησάμενος τῇ διανοίᾳ· ἡγεῖτο γάρ, οἶμαι, μὴ μόνοις πλουσίοις, ἀλλὰ καὶ τοῖς πένησι τῶν ἀνθρώπων χρησιμεύσειν τε καὶ ἀντὶ διδασκάλων ἀρκέσειν αὐτά, εἰ μόνον περιεργασάμενοι πανταχόθεν ἀνευρεῖν ταῦτα δυνηθεῖεν καὶ ἐγκρατεῖς αὐτῶν γενέσθαι. Ἐπαινῶ μὲν ἔγωγε τὸν ἄνδρα καὶ τῆς φιλοκαλίας καὶ τῆς σπουδῆς, ὅτι χρησιμωτάτην πραγματείαν καὶ τοῖς σπουδαίοις τῶν φιλολόγων ὠφελιμωτάτην χορηγίαν πρὸς ἅπασαν παιδείαν προείλετο παρέχειν. ἐβουλόμην δὲ αὐτὸν μήτε τὰς πλείους τῶν παροιμιῶν ψιλῶς καὶ ἄνευ τῶν ὑποθέσεων τεθεικέναι, μήτε τὰς ἐζητημένας τῶν λέξεων οὐκ ἐχούσας τά τε τῶν κεχρημένων ὀνόματα καὶ τὰς τῶν βιβλίων ἐπιγραφὰς ἔνθα φέρονται, τάς τε πολυσήμους αὐτῶν παραδραμεῖν καὶ ἀσαφεῖς παραλιπεῖν, δέον δὲ καὶ ἐν ταύταις ἑκάστης διαφόρου διανοίας τὴν παράστασιν ἀπὸ τῆς τῶν χρησαμένων μνήμης παρασχεῖν. ἅτινα σύμπαντα καὶ τῆς παρ' ἡμῶν ἐπιμελείας δεηθέντα κατὰ δύναμιν τετύχηκε πάσης, ἐν δευτέρῳ κειμένης τῆς τῶν φιλεπιτιμητῶν μέμψεως. Οὐ γὰρ ὀκνήσω μετὰ παῤῥησίας εἰπεῖν ὅτι τῶν Ἀριστάρχου καὶ Ἀππίωνος καὶ Ἡλιοδώρου λέξεων εὐπορήσας, καὶ τὰ βιβλία προσθεὶς Διογενιανοῦ, ὃ πρῶτον καὶ μέγιστον ὑπάρχει πλεονέκτημα δαιτός, ἰδίᾳ χειρὶ γράφων ἐγώ, μετὰ πάσης ὀρθότητος καὶ ἀκριβεστάτης γραφῆς κατὰ τὸν γραμματικὸν Ἡρωδιανόν, λέξιν μὲν οὐδεμίαν παρέλιπον κειμένην ἐν αὐτοῖς, ἀλλὰ καὶ πλείστας οὐχ εὑρὼν προστέθεικα. ἐκείνην δὲ γραφὴν ἠξίωσα, ἧς εὕρισκον καὶ τὴν διάνοιαν τέλος περιέχουσαν καὶ τὴν φράσιν μετὰ τοῦ δοκίμου σαφῆ. ταῖς παροιμίαις ἀποδέδωκα τὰς ὑποθέσεις· καὶ τῶν πλειόνων λέξεων καὶ σπανίως εἰρημένων οὐ μόνον αὐτῶν τῶν χρησαμένων τὰ ὀνόματα προσγέγραφα, ἀλλὰ καὶ τὰς ἐπιγραφὰς πάντων μὲν ἀπὸ τῶν ἀντι- γράφων προστιθείς, οὐδαμοῦ δὲ πονεῖν παραιτησάμενος, ὡς ἂν μὴ καὶ αὐτὸς μέμψιν ὀφλήσαιμι δικαίως τινά, καὶ οἷς ἐγκαλῶ Διογενιανῷ πεπτωκὼς φανείην. Καὶ πληρώσας τὴν πραγματείαν, ὅσον εἰς ἀνθρω- πίνην ἐλήλυθε κρίσιν τέλος γεγενημένην, εἰ μὴ πού τις ἢ σαφὴς οὖσα λέξις ἢ οὐκ ἀναγκαία παραλέλειπται, ἀπέστειλα πρὸς τὴν σὴν ἀναμίλ- λητον φιλίαν, πεπεισμένος μὲν εἶναι τὸ κτῆμα μέγα, τὴν δὲ <φιλίαν τὴν> σὴν καὶ μειζόνων ἀξίαν ὑπάρχουσαν. εὔχομαι δὲ τῷ Θεῷ σωζόμενόν σε καὶ ὑγιαίνοντα χρήσασθαι τοῖς βιβλίοις.

[Δεῖ εἰδέναι τὸν λέξιν τινὰ ζητοῦντα ἐν τῷ λεξικῷ τούτῳ, ὅτι εἰ σύνθετός ἐστιν ἡ λέξις ἣν ζητεῖ πολλάκις διαιρῶν αὐτὴν εἰς τὰς ἐξ ὧν σύγκειται εὑρίσκει αὐτῆς τὴν ἑρμηνείαν ἐν τῷ ἀρκτικῷ [αὐτῆς] γράμ- ματι ἑνὸς τῶν μερῶν αὐτῆς. οἷον· <ἀνθρωποείκελος> μὲν ὡς κεῖται ἐν συνθέσει οὐκ ἔχει, ἐὰν δὲ διέλῃς τὴν λέξιν καὶ ζητήσῃς ἐν τῷ <εἴκω>, εὕρῃς "<εἴκελος ὅμοιος>," ὡς εἶναι τὴν πᾶσαν λέξιν <ἀνθρώπῳ ὅμοιος>. καὶ ἐπὶ πολλῶν λέξεων τοῦτο ποιῶν πολλάκις, ὡς εἴρηται, εὑρίσκεις τὸ ζητούμενον.]}}

Λεξικόν

[Επεξεργασία]
  1. Γλώσσαι Α
  2. Γλώσσαι Β
  3. Γλώσσαι Γ
  4. Γλώσσαι Δ
  5. Γλώσσαι Ε
  6. Γλώσσαι Ζ
  7. Γλώσσαι Η
  8. Γλώσσαι Θ
  9. Γλώσσαι Ι
  10. Γλώσσαι Κ
  11. Γλώσσαι Λ
  12. Γλώσσαι Μ
  13. Γλώσσαι Ν
  14. Γλώσσαι Ξ
  15. Γλώσσαι Ο
  16. Γλώσσαι Π
  17. Γλώσσαι Ρ
  18. Γλώσσαι Σ
  19. Γλώσσαι Τ
  20. Γλώσσαι Υ
  21. Γλώσσαι Φ
  22. Γλώσσαι Χ
  23. Γλώσσαι Ψ
  24. Γλώσσαι Ω