Μετάβαση στο περιεχόμενο

Γλώσσαι/Φ

Από Βικιθήκη
(Ανακατεύθυνση από Γλώσσαι Φ)
Γλώσσαι
Συγγραφέας:
Φ


<Φᾶ>
εἰπέ, λέγε
<φᾶν>
λέγειν
<φάανθεν>
ἐφάνησαν
<φαάνθη>
ἐφάνη
<φαάντερον>
λαμπρότερον
<φάβα>
μέγας φόβος. καὶ τὸ σύνηθες. ὄσπριον
<φαβοτύπος>
εἶδος ἱέρακος, καὶ περιστερᾶς ἀγρίας σπερμοφάγου
<φαβοκτόνος>
ἱερακοκτόνος
<Φαβρίς>
νησίδιον πρὸ τῆς Ἀττικῆς
<φαγανθρώπων>
ἀκαθάρτων
<φάγαινα>
φαγέδαινα νόσος ..... ἑλκῶδες νεμόμενον
<φαγέσωρ[ι]ον>
πολυφάγον
<φάγιλος>
ἀμνός
<φαγλαός>
χείμαῤῥος
<φαγόνες>
σιαγόνες, γνάθοι
<φάγυλοι>
μαστοί. μάρσιπποι
<φάγωρος>
ἰχθῦς ποιός
<φαδάσαι>
γνάψαι
<φάεα>
ὀφθαλμοί
<φαέθει>
καίει, λάμπει, φαίνει
<φαέθοντα>
ἐπιφανῆ, λάμποντα
<φα(έ)θοντα
τόκον> ἐπιφανῆ καὶ καταπληκτικὸν τῇ προσόψει
<φαέθων>
φαίνων, λάμπων
<φαεινή>
λαμπρά, φαιδρά
<φάεν>
ἐπέστειλεν
[<φαένθεν>
ἐφάνησαν]
<φαεινόν>
λαμπρόν, φαιδρόν, ὡραῖον
<φαέσασθαι>
ἰδεῖν, μαθεῖν
<φαεσίμβροτος>
ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη. καὶ ἥλιος
<φαεσφόρος>
γνώσει φωτίζων, καὶ ὁ τὸ φῶς παρέχων
[<φαζακηνίαις>
δειλίαις]
<φαζάλη>
πάθος σωματικόν, ὃ γίνεται τοῖς ἐρυθρὰν θάλασσαν πλέου- σιν
<φάηκες>
ὀφθαλμοί
<φάθι>
εἰπέ
<φαῖ>
δῆμος
<Φαίακες>
ἔθνος
<Φαιάκων>
αὐτὰ τὰ ἔθνη
<φαίδει>
ὄψει
<Φαίδιμος>
ὄνομα κύριον. ἢ λαμπρός. κατὰ ψυχὴν ἰσχυρός. ἐπίσημος. σπουδαῖος
<φαιδρός>
καθαρός. γεγηθώς. φανερός
<φαιδρυντής>
ὁ τὸ ἕδος τοῦ θεοῦ θεραπεύων
<φαιδρωπόν>
χάριεν τὸ πρόσωπον
<φαῖεν ἂν>
[φαίειν ἄν,] εἴποιεν ἄν
<φαί(η)>
εἴ(ποι)
<φαί(ην)>
εἴποιμι
<φαίην ἄν>
εἴποιμι ἄν
<φαίκανον>
πήγανον
<φαικάσιον>
ὑποδήματος εἶδος γεωργικοῦ
[<φαίκελον>
φορτίον]
<φαικόν>
ἐλαφρόν. ἰταμόν. κοῦφον. λαμπρόν
<φαικῷ>
ἐνεργῷ, ἀκμάζοντι, ἀπὸ τοῦ φαίνειν οἷον λαμπρόν
<φαικῶς>
λαμπρῶς. ἢ λίαν, καὶ τὰ ὅμοια
[<φαιλόνης>
εἰλητάριον μεμβράϊ(ν)ον. ἢ γλωσσόκομον]
<φαῖμεν>
εἴποιμεν. ὑπολάβοιμεν
[<φαινακίζει>
πλανᾷ, ἀπατᾷ, χλευάζει
<φαινακισθείς>
ἀπατηθείς
<φαινακισμός>
τὰ ὅμοια]
<φαίνει>
λάμπει, φαντάζει
<φαίνεται>
δοκεῖ. καὶ ὅμοια
<φαινόλα>
τὸ ὕφασμα οὕτως "ἔχουσα καινὰν φαινόλαν">
<φαινόλις>
λαμπρά, φωσφόρος
[<φαινόν>
φωτεινόν]
<Φαινύλιος>
ὄνομα ἥρωος
<φαίνων>
δεικνύων, δηλῶν
<φαιόν>
μέλαν
<φαιούς>
ἄρτους ῥυπαρούς
<φαιρίδδειν>
σφαιρίζειν
<φαιρωτήρ>
(ς)κύτος
<Φαιστός>
πόλις Κρήτης
<φάκελον>
φορτίον εὐάλωτον
<φακέλους>
φόρτους
<φάκελοι>
ὁμοίως
<φακός>
βρύον τὸ ἐν τῇ λίμνῃ. καὶ μέλασμά τι ἐν τῇ ὄψει. καὶ μέρος τοῦ χαλινοῦ. καὶ ἡ λεπτὴ τῆς μεταλλικῆς λίθου. καὶ ἰατρικὸν σκεῦος
<φάκται>
ληνοί, σιπύαι, πύελοι
*<Φακεέ>
διάνοιξις
*<φρακτεῖν>
φράττειν. <Φρακτός> γὰρ ὁ φραγμός. καὶ τὸ μέτρον φάκτον
<φάλαγγες>
πολεμικαὶ τάξεις, ἀπὸ τοῦ πέλας ἀλλήλων εἶναι. καὶ τὰ τῶν δακτύλων ἄρθρα. καὶ νεῶν ὑπερείσματα
<φαλάγγια>
στρογγύλα ξύλα καὶ σύμμετρα. Ἀττικοὶ δὲ <κόρακας>
*<φαλαγγηδόν>
κατὰ τάξεις
<φάλα(γ)ξ>
ζῶον παραπλήσιον ἀράχνῃ, ὃ δὴ καὶ αὐτὸ <ὑφαίνειν> δοκεῖ
<φαλάγγωμα>
πομπή τις ἐν τοῖς Διονυσίοις
<φαλαγγῶσα>
τεθηριωμένη, ἠρεθισμένη
<φάλαγξ>
πολεμιστῶν παράταξις
<φάλαι>
ὅρα, σκόπει
*<φαλαγγοστορύναι>
ὄργανα πολεμικά
<Φαλάκραι>
τόπος τῆς Ἴδης, καὶ νύμφαι .......
<Φαλάκρας>
ἄκρας τῆς Εὐβοίας
<Φάλακρον>
ἀκρωτήριον Ἴδης
[<φαλακτόνοιο>
εἶδος ἱέρακος]
<φαλάνθη>
ἐριουργός
<φάλανθον>
πολιόν. καὶ ἡ Νέστορος κάρα. οἱ δὲ φαλακρόν
*<φάλα>
ἡ μικρὰ κάρα
<φάλαρα>
ἀστραγαλίσκος ὁ ἐπὶ τῆς περικεφαλαίας, καὶ παραγναθίδες. χαλινοί, ἢ ἱπποκόσμια
[<Φαλαρεῖς>
δῆμος τῆς Αἰαντίδος φυλῆς]
[<φαλάρικα>
εἶδος λόγχης]
<φαλαρόν>
λευκόν
<φαλαρός>
φαλιός, φαλακρός, λευκομέτωπος, λευκός, καὶ φαλέον
<φαλεριαῶ>
πέφρικα
<φάληρα>
λευκά. ἀφρίζοντα, φρίσσοντα
<Φαληρεύς>
πολίτης
<Φαληρικαί>
αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς
<φαληριόωντα>
λευκανθίζοντα, ἢ λευκαινόμενα
<φαληρίς>
ὄρνις λιμναῖος. καὶ τὸ .......
<Φάλης>
δερμάτινον καὶ ἀνδρεῖον
<φαλίζει>
θέλει
<φαλικρόν>
ἄκρατον
<φαλιόν>
[λαμπρόν]
*<φαλίς>
κάνναβις
<φαλιόπουν>
λευκόπουν. <Φαλ[α]ιοὶ ταῦροι>· λευκομέτωποι
<φαλίπτει>
μωραίνει
<φαλίσσεται>
λευκαίνεται. ἀφρίζει
<φάλκη>
ὁ τῆς κόμης αὐχμός. ἢ νυκτερίς
<φάλ(λ)αι>
φάλ(λ)αιναι
*<φαρισαῖος>
ἀφωρισμένος, μεμερισμένος, καθαρός
*<φαλλός>
τὸ ξύλινον αἰδοῖον ἀνδρικόν
*<Φαραά>
διασκεδασμός. ἢ νόσος
<φάλ(λ)αινα>
ἡ ἐν τῇ κεφαλῇ θρίξ. καὶ ἰχθῦς κητώδης
[<φάλλα>
ἄκρα τῆς Εὐβοίας]
<φάλλη>
ἡ πετομένη ψυχή
<φα(λ)λικά>
ᾠδὴ πεποιημένη εἰς τὸν Διόνυσον, τοῦ φαλ(λ)οῦ ἀγομένου
<φαλλικόν>
ὄρχημά τι. οἱ δὲ μέλος. ἄλλοι ᾠδὴν αὐτοσχέδιον ἐπὶ τῷ φαλ(λ)ῷ ᾀδομένην
<φαλ[λ]ός>
λευκός. ἢ βόλος. καὶ [τὸ] φαλ[λ]ὸν τὸν ἐμμανῆ
[<φαλλοαί>
πέφρικεν]
<φαλόν>
τὸ στερεὸν κύκλωμα τοῦ στέρνου. οἱ δὲ τὸν μωρόν
<φάλος>
ὁ λόφος τῆς περικεφαλαίας. καὶ <τρυφάλεια> ἡ τρεῖς κεφα- λὰς ἔχουσα. ἔνιοι λευκὸς ἧλος. ἄλλοι ψελλός. ἄλλοι κωφός
<φαλύγματα>
ὑγράσματα
<φαλύνει>
λαμπρύνει
<φαλύσσεται>
καταῤῥήσσει. περιέρχεται
<φαλωθείς>
παρατραπείς
<φάμαν>
φήμην
<φαμάξαι>
φάσεις
[<φαμένων>
τετελευτηκότων
<φαμελία>
ὁμόδου<λ>]
*<φαμέν>
λέγομεν
*<φάμενος>
εἰπών
*<φάμην>
εἶπον
<φάμμη>
ἄλφιτα
<φαμμάστρια>
τὰ ψαιστά. καὶ ἑορτή τις
<φᾶν>
[ὑπέλαβον] λέγειν
<φάναι>
εἰπεῖν
<Φαναῖος>
Ἀπόλλων. Ἀχαιὸς Ὀμφάλῃ. παρὰ Χίοις οὕτω λέγεται
<φανᾶν>
θέλειν
<φάναοι>
ἄρνες
<φάνας>
[ἐκλάμψας, ἢ] τὰς ἐκλάμψεις
<φανόν>
τὸ φαινόμενον, φωτεινὸν καὶ λαμπρόν. Ἀττικοὶ δὲ <λυχνοῦ- χον> ἐκάλουν, ὃ ἡμεῖς νῦν φανόν
<φάντα>
λάμποντα
<φαντάζομαι>
συκοφαντοῦμαι
<φαντάζου δόμων .....>
φαίνου
<φαντάσας>
δείξας
<φαντασία>
τὸ μὴ ὂν ἀληθές, ἀλλὰ σχήματι
<φάντι>
εἰπόντι
<φαντίζοιτο>
φαίνοιτο
<φάντος>
εἰπόντος. [ἢ πλάτανος φανωτάτη, περιφανής, λαμπρά
[<φανοτάτη>
φωτεινοτάτη
<φαορκίς>
τρυγίς]
<φάος>
φώς, ὄρθρου ἀνατολή
<φάος ἠελίοιο>
ἡ αὐγή
<Φάπην>
τὴν Παφίην
<φαραγγαῖον>
τῆς φαρέτρας τὸ κάλυμμα
<φάραγξ>
τάφρος, κοίλωμα
<φάραγξι>
κοιλάσι
<φάραι>
ὑφαίνειν, πλέκειν
<φαραιδάκη>
μυρίκη
<φάργμα>
φραγμός
<φαρέτρα>
βελοθήκη
<φαρετρεών>
τοξότης
<φάρη>
ἱμάτια. νεφέλαι
<φαρικόν>
φάρμακον σύνθετον θανάσιμον
<φάριον>
τὸ(ν) ἐρεοῦν ......
<Φᾶρις>
ὄνομα πόλεως
<φαρκάζει>
κλέπτει
<φαρκιδούμενοι>
στυγνάζοντες
<φαρκίς>
ῥυτὶς ἡ ἐκ τοῦ γήρους γινομένη. ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦ- σα. [ἢ στολίς
<Φαρκίδων>
ῥυτίδων. ἢ πόλις
<φάρκες>
νεοσσοί
<φάρκτου>
φυλακὴν σκεύαζε
<φάρμακα>
βοτάναι. χρώματα. καὶ πᾶσα πόα
<φαρμακεύεται>
σκευάζεται, ἀρτύεται
<φαρμακίτης>
ἀδ[δ]ηφάγος
<φαρμακίς>
ἐπὶ γυναικὸς φαρμακίδος. καὶ εἶδος φαρμάκου. ἢ ἀκρίς
<φαρμακοί>
καθαρτήριοι. περικαθαίροντες τὰς πόλεις, ἀνὴρ καὶ γυνή
<φαρμακή>
ἡ χύτρα, ἣν ἡτοίμαζον τοῖς καθαίρουσι τὰς πόλεις
<φάρμακον>
ἡ ὑποστάθμη. ἄλλοι σύνθεσις ᾗ κηδεύουσι τὰ ἱερὰ τῶν ζώων
<φαρμακῶνες>
τὰ βαφεῖα, διὰ τὸ τὰ βάμματα φάρμακα καλεῖσθαι
<φαρμάξαι>
ὀξῦναι. βάψαι
<φαρμάξασα>
ἀπατήσασα
<φαρμάσσει>
[φαρμακεύεται,] θεραπεύει, φαρμακεύει
<φαρμάσσων>
βάπτων. στομῶν, στομοποιῶν. φαρμακεύων
<φαρματτόμενος>
κολακευόμενος. ἀλειφόμενος
<Φάρος>
ἱμάτιον, περιβόλαιον. ἀκρωτήριον καὶ νῆσος ἐν Αἰγύπτῳ
<φάρος στέλ(λ)ων>
τὸ περιβόλαιον στέλ(λ)ων, ἢ τὸ ἅρμενον
<φαροῦν>
ἀροτριᾶν
<φάρσος>
τρύφος, κλάσμα. πτερύγιον. [ἀκρωτήριον]
<φαρύγεθρον>
ὁ κατὰ τὰ παρίς(θ)μια τόπος
<φαρυγίνδην>
ἀντὶ τοῦ (κατὰ) γαστριμαργίαν
<φάρυγξ>
λάρυγξ, βρό(γ)χος, στόμα
<φαρυμός>
τολμηρός, θρασύς
<φαρβό>
ὁμοίως
<φαρύνει>
λαμπρύνει
<φαρῶσαι>
ἀρόσαι, νεῶσαι. λαμπρῦν[θῆν]αι
<φάς>
εἰπών
<φάσακες>
συκοφάνται
*<φάσγανον>
ξίφος, παρὰ τὸ <φάσαι>, ὅ ἐστιν ἀνελεῖν
<φασγάνεται>
ξίφει ἀναιρεῖται
<φασγανιῶσαν>
ἐξιφισμένην
<φασγανίων>
ἐξιφισμένων
<φάσεις>
ἐγκλήματα, συκοφαντίαι. ἢ ἐνυπνίων ὄψεις. λόγοι. φῆμαι
<φάσθαι>
λέγειν
<Φασιανοί>
ὄρνεις ποιοί. οἱ δὲ τοὺς Ποντικούς φασιν
<Φᾶσις>
ποταμὸς Κόλχων
<φασκάδες>
ὄρνεις ποιοί
*<φασί>
λέγουσι
<φάσκει>
λέγει
<φάσκοντα>
λέγοντα
<φάσκος>
τὸ ἐπὶ τῶν δρυῶν γενόμενον
<φασκώλιον>
βαλάντιον δερμάτινον. <Φάσκωλος> δὲ τὸ μέγα, εἰς ὁ τὰ ἱμάτια ἐμβάλλεται
*<φάσκω>
λέγω
<φάσμα>
φάντασμα. σημεῖον, τέρας
<φασσοφόνῳ>
τῷ τὰς φάσσας φονεύοντι. ἔστι δὲ εἶδος περιστερᾶς ὑπὸ τὴν τρυγόνα
<φάτε>
εἴπατε
<φατέ>
λέγετε
<φατίζει>
λέγει. χωρίζει
<φατιρίς>
εἶδος ὀρχήσεως
<φάτης>
ψεύστης
<φάτις>
φήμη. δόξα. λόγος. κλῃδών
<φάτνη>
καὶ ἡ τράπεζα, καὶ ἡ τῶν κτηνῶν, καὶ εἴτι τῶν τοιούτων
<φατνώματα>
σανιδώματα
<φατνωτῶν>
σανιδωτῶν
<φάτο>
εἶπε. διενοήθη, ὑπέλαβεν
<φατοί>
τεθνεῶτες. ῥητοί
<φατός>
ὁμοίως
<φατόν>
τεθνηκός. ῥητόν
<φατός>
στοίβη. φήμη
<φᾶτραι>
σύστημα
<φατρία>
σύνταγμα, σύστημα
<φάτριν>
τόπον ὕπαιθρον, ἐρείπιον, φάνα
<φατῶσαν>
γνῶθι
<Φαῦδα(ι)>
γένη Σκύθαι
<φαύειν>
ποιεῖν .....
<φαύζειν>
φρύγειν
<φαῦλα>
κακά. δόλια. εὐτελῆ
<φαυλία>
εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας
<φαύλια>
μῆλα τὰ μεγάλα
[<φαύλιον>
ἁδρόν, καλόν]
<φαύλιξ>
ὀρθός
<Φαῦνος>
Ἰταλικὸς θεός
<φαυλίστρια>
ἡ καταγελῶσα
<φαῦλον>
ἁδρόν, καλόν, εὐειδές, μέγα. μοχθηρόν. ἀραιόν. παληλθιτόν
<φαῦλος>
κακός, δόλιος, χαλεπός. εὐτελής, ἁπλοῦς. καταγέλαστος
<φαύλως>
ὁλοσχερῶς, καὶ τὰ ὅμοια
<φαῦνος>
φαίνων αὑτόν
<φαυόν>
ἀκανθῶδες φυτόν
<φαυόφοροι>
Αἰολεῖς, ἱέρειαι
<φαῦρος>
κοῦφος
<φαύσιγγες>
αἱ ἐν ταῖς πτέρναις γινόμεναι ῥαγάδες. ἔνιοι τὰς ἀπὸ τοῦ πυρὸς ἐν ταῖς κνήμαις καὶ τοῖς σκέλεσι γινομένας φλυκταίνας. δηλοῦσι δὲ καὶ αὐγὰς καὶ ἀκτῖνας. ἄλλοι δὲ αἱμοῤῥοΐδας καὶ φλυκταί- νας καὶ λαμπηδόνας
<φαῦσις>
φῶς, φέγγος, φωταυγία
<φαῦσμα>
σπλάγχνα ἐκ σίτων πεποιημένα. καὶ αἱ ἀπαρχαὶ τῶν πεμ- μάτων
<Φαῶν>
εὐμόρφων, ἐγένετο ἠρέσθην
[<Φέακες>
ἔθνος Φεάκων]
<φέβεσθαι>
φεύγειν
<φέβομαι>
φεύγω, φοβοῦμαι
<φέβοντο>
ἐφοβοῦντο, ἔφευγον
*<φοβεῖ>
διώκει, φεύγει
*<φοβψίς>
λαμπρὸν φαίνουσα
<φέγγουσαν>
λαμπρύνουσαν
<φέγγος>
φῶς ἡμέρας, φέγγος σελήνης
<Φειά>
πόλις Θεσσαλίας
<φειδαλφιτῆσαι>
φειδωλὸν περὶ τὰ ἄλφιτα γενέσθαι
<φείδεσθαι>
ἐλεεῖν
[<φειδικόμισος>
ἡ διὰ μαρτύρων πίστις]
<φειδός>
φειδωλός
<φειδοῦς>
φειδωλίας
<φειδώ>
τὸ φείδεσθαι
<φειδώλιον>
δίφρος, σφέλας. χόρτος
<φειδωλός>
φειδόμενος δαπάνης, σκνιφός
<Φείδων>
ὄνομα κύριον
*<Φεισών>
ποταμὸς παραδείσου, ὃ ἑρμηνεύεται στόμα κόρης· παρὰ δὲ Ἕλλησι Γάγ(γ)ης
*<φεῖσαι>
ῥῦσαι, σῶσαι
<φελγύνει>
ἀσυνετεῖ, ληρεῖ
<φελλά[ν]τας>
λίθος σκληρὸς ἀπὸ τόπου
<φελλεῦον>
ἐπιπλέον
<φελλεύς>
τὸ δυσεργὲς χωρίον
<φελλίνιοι>
ὀροβάκχαι
<φελλίνας>
κοῦφος, ἀπὸ τοῦ φελλοῦ
<φελλός>
[σκληρὸς τόπος καὶ δυσεργής, καὶ ἐξ ἐπιπολῆς πετρώδης. καὶ] φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν. [τὸ δὲ αὐτὸ καὶ <φελλεύς.>] [καὶ τὸ τῶν βιβλίων ἔξωθεν σκέπασμα.] [καὶ ἀλαζών]
<φένακας>
ἀπατεῶνας
<φέναξ>
χλευαστής, ἀπατεών, ψεύστης, πλάνος
<Φενεός>
[Φενέα] πόλις Ἀρκαδίας
[<φεννίδα>
παιδιὰν σφαίρας]
<φεννίον>
μηδικὴ ὁδός. Παμφύλιοι
[<φεννίς>
εἶδος παιδιᾶς μετὰ σφαίρας]
<φέννος>
θάνατος. ἐνιαυτός
<Φέραι>
πόλις τῆς Ἠλείας
<Φεραία>
Ἀθήνησι ξενικὴ θεός. οἱ δὲ τὴν Ἑκάτην
<φεραυγές>
κατάλαμπρον
<φέρβειν>
τρέφειν, βόσκειν
<φέρβεται>
τρέφεται
<φέρβητας>
νομεῖς
<φερβόμενος>
τρεφόμενος
[<φερέγγους>
φέρων τὸ βιβλίον, ἢ τῇ βίβλῳ ἐμφερομένους]
<φερέγγυος>
ἀξιόπιστος, ἐγγυητής, καὶ βεβαιωτής. <Ἔγγυος> βέβαιος
<φερέγγυον>
βέβαιον, δυνατόν
<φέρειν>
λαμβάνειν. βαστάζειν. ὑπομένειν
<Φερεκλέα>
τὸν Ἄδωνιν
[<φερεντάριοι>
τάγμα στρατιωτικόν]
<φερέοικος>
ὁ κοχλίας. ἔνιοι ζῶον ὅμοιον γα[λ]λῇ ὑπὸ δ(ρ)υσὶ καὶ ἐλάταις γινόμενον. οἱ δὲ ζῶον σφηκὸς μεῖζον
<φερέσβιος>
ὁ τὰ πρὸς τὸν βίον φέρων καὶ σώζων, ἢ ζωοποιός
<φέρεσκον>
ἔφερον
<Φέρητος>
ὄνομα κύριον
[<φέρι>
ἄγριε ἢ ἄγριαι]
<φέριστε>
βέλτιστε, κράτιστε, ἐξοχώτατε, ἀγαθέ. [καλλίον. μείζον]
<φ(έ)ρμια>
ἃς ἔνιοι ἀσίλλας τὰς ἐκ σχοίνων πλεκομένας, καὶ ἰχθυηρὰ ἀγγεῖα, οἷον σπυρίδια
<φερνάς>
προῖκας, δῶρα νυμφικά, ἀπὸ τοῦ φέρειν φεράς, καὶ πάντα τὰ φερόμενα
<φερνή>
προίξ, δῶρα νυμφικά
<φέροντο>
προσεφέροντο
<φεῤῥεύει>
ἀποφέρει
<Φερ(ρ)εφάττιον>
τόπος ἐν ἀγορᾷ
<Φερσεφόνεια>
ἡ τῆς Δήμητρος θυγάτηρ, ἡ φέρουσα τὸ ἄφενος, του- τέστι τὸν πλοῦτον, διὰ τὸν καρπόν, (ἢ) ἀπὸ τοῦ φέρειν ὄ(ν)ησιν
<φερτάζει>
φέρει
<φέρτατος>
ἀγαθώτατος
<φέρτε>
φέρετε, κατὰ συγκοπήν
*<φέρτατον>
κράτιστον, ἀγαθώτατον. φέριστον, βέλτιστον
<φέρτερον>
κρεῖσσον, ἀπὸ τοῦ φέρειν βέλτιον
<φέρτρον>
φορεῖον. καὶ ἡ τῶν νεκρῶν κλίνη
<φέρτρυς>
ἆθλος. Θούριοι
<φέρων>
λαμβάνων
<φερώνυμος>
ἀληθεύων τῷ ὀνόματι
<φετμαῖς>
ἐντολαῖς, παραγγελίαις
<φεῦ>
σχετλιασμοῦ ἐπίῤῥημα
<φεύγει>
ἀποδιδράσκει, ἀντὶ τοῦ εὐθύνεσθαι, ὡς καὶ φεύγειν κλοπῆς ἢ μοιχείας φαμέν
<φευκτά>
φεύξιμα
<φευκταῖοι>
ἀποτρόπαιοι
<φεύξεσθαι>
φεύγεσθαι
<φεῦ φεῦ>
ἴσον τῷ οἴμοι
<φεψάλυξ>
φέψελος, σπινθήρ, ἄνθραξ
<Φηγαιεύς>
δῆμος Αἰγηΐδος
<φήγινος>
δρύϊνος
<φηγός>
ἡ δρῦς
<φηδαινής>
ἀφρενής
[<φηδῶσαι>
ἀπατῆσαι. φθεῖραι, ἀπολέσαι]
<φηληκόθρεπτον>
ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον
<φήληξ>
ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον
*<φῆ>
εἶπεν, ἔλεγεν
<φηλήτῃσι>
λῃσταῖς
<φῆλον>
ἀπατηλόν, ληθαργόν, κακοῦργον, ἐπίβουλον
<φηλωθείς>
ἀπατηθείς
<φηλωθεῖσα>
ἀπατηθεῖσα
<φηλώσωμεν>
ἀντὶ τοῦ βοήσωμεν
<φήματα>
ῥήματα. φάσματα
<φημασι.μεν>
βοήσωμεν
<φήμη>
ἀκοή, ὀνομασία
<φημί>
λέγω. ὑπολαμβάνω
<φημίζεται>
μαντεύεται. λέγει
<φῆμις>
φήμη, κλῃδών, φωνή, λόγος
<φῆν>
εἶπον, λέγων
<φήνας>
δείξας
<φηνάσης>
δειξάσης
<φήνη>
ἀετοῦ εἶδος
<φηνόν>
λαμπρόν
<φήνωσι>
δείξωσι
<φῆρα>
θῆρα. εἶπεν
<Φῆρες>
οἱ Κένταυροι, Αἰολικῶς
<φηρία>
θηρία. Αἰολεῖς
<φῆρον>
ἡ τῶν ἀρχαίων θεῶν τροφή
<φῄς>
λέγεις. ὑπολαμβάνεις
<φῆσθα>
λέγεις. ἔφησθα
<φήσομαι>
λέξομαι, βοήσομαι
[<φητώ>
στρόφιγξ]
<φθαίημεν>
φθάσωμεν
<φθάν>
ἔφθασαν δὲ πολλῷ τοὺς ἱππέας οἱ πεζοί
<φθάνει>
καταλαμβάνει, προλαμβάνει
<φθατήση>
φθάσῃ
<φθεί(ει)>
θνήσκει
*<φθαρτόν>
θνητόν
<Φθειάδος>
Θετταλικῆς
[<φθειμένων>
ἀποθανόντων]
*<φθάνει>
ἀναλίσκεται
[<φθεινόπωρον>
τροπὴ κατὰ τὸ θέρος. ἢ νόσος]
<φθείρ>
ὁ τῆς πίτυος καρπός. καὶ μέρη τῆς νεὼς πρὸς τῇ πρύμνῃ. καὶ ἰχθῦς τις
<φθεῖρα>
φθειρίασις
<φθείρεται>
πλανᾶται. ἀπόλλυται
<φθειροκομίδης>
φθειρῶν γέμων
*<φθείης>
φθαρείης
<φθειρῶν ὄρος>
πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυς[ι]. τῶν γὰρ στροβίλων τὰ ἐντὸς <φθεῖρας> καλεῖσθαι
*<Φηρσί>
Κενταύροις
<φθείσονται>
διαφθαρήσονται
<φθῆ>
ἔφθασεν
<φθήῃ>
φθάσῃ πρότερος
<φθῆναι>
φθάσαι, προλαβεῖν. [δεῖξαι]
<φθήσεται>
καταλήψεται. φθάσει [καὶ
<Φθία>
πόλις Θεσσαλίας
<φθιακόν>
τμητικόν
<φθιεῖ>
φθίσει
<φθίμενοι>
θανόντες
<φθίμενος>
φθαρείς, θανών
<φθίνα>
ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας
<φθινὰς ἁμέρα>
τὴν ἱσταμένου τρίτην τριμήνιον λέγει
<φθινάσμασι>
φθίσεσι
*<φθίναντος>
λήγοντος, παυομένου, ἀναλισκομένου
<φθίνοντος μηνός>
λήγοντος τοῦ μηνός. Φθίνων δὲ μὴν καλεῖται ὁ ἀπὸ εἰκάδος ἕως τριακάδος· μέσος δὲ μὴν ὁ ἀπὸ δεκάδος ἕως εἰκά- δος· ἱστάμενος δὲ μὴν ὁ ἀπὸ πρώτης ἕως πέμπτης
<φθινόντων>
φθειρομένων
<φθινόπωρον>
ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγού- στου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου
<φθινύθειν>
φθείρεσθαι, τήκεσθαι
<φθινύθουσιν>
εἰς φθίσιν ἄγουσιν
<φθινύουσι>
φθείρονται
<φθίνουσαν>
ἐλαττουμένην
<Φθῖοι>
οἱ ὑπὸ Πρωτεσιλάῳ τεταγμένοι
<φθίρ>
ὁ τῆς πίτυος καρπός
<φθῖσα>
ἡ λεπτὴ ἀπὸ φθίσεως
<φθίσεσθαι>
θανεῖν
<φθισήνορα>
ἡ τοὺς ἄνδρας διαφθείρουσα, ἢ τὴν ἀνδρείαν
[<φθισκός>]
φθισικός
*<φθίσει>
ἀπολέσει
*<φθίσθαι>
ὀλές(θ)αι
<φθισίμβροτος>
ἀνθρωποκτόνος, διαφθείρων τοὺς ἄνδρας
<φθίσων>
εἰς φθίσιν ἄξων, [καὶ φθέρσων] καὶ φθερῶν
<φθ[ίνο]ῖτο>
θάνοι[το] ἢ ἔθανεν
<φθιτοί>
φθαρτοί, θνητοί, νεκροί. ἢ εἴδωλα
<Φθιώταν>
Θετταλικήν
<φθογγή>
φθέγμα, ἢ φωνή
<φθόγγος>
φθογγή, φωνή, καὶ τὰ ὅμοια
<φθόη>
φθίσις, φθορά, λύμη
*<φθοατήσει>
φθάσει <κτήσασθαι>
<φθόϊς>
πλακοῦς. καὶ τὰ πρὸς λεπτὸν ἀληλεσμένα. καὶ τὸ ἀποῤῥέον ψῆγμα τοῦ χρυσίου
<φθονεῖς>
ζηλοῖς, βασκαίνεις
<φθονερός>
ζηλωτής, ζηλότυπος
<φθόνος>
πάθος ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ
<φθορά>
ὄλεθρος
<φθόσις>
φθίσις
*<φθίδιον>
ὀλιγοχρόνιον, ὀλίγον
*<φθήρεται>
ὀδύρεται
<φία>
πιονία
<φιαρόν>
λαμπρόν, καθαρόν
<φιαρύνει>
λαμπρύνει
<φιβάλεως>
εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας
[<φίβλα>
πόρπη], φικίον [περόνη]
<Φῖγα>
φῖκα. σφίγγα
<Φιγάλ(ε)ια>
ἀπὸ ἑνὸς τῶν Λυκάονος παίδων
<φιδάκνη>
π[ε]ιθάριον μικρὸν στενόν
<φιδίτια>
συσσίτια
[<Φιδίαι>
λιθοξόοι]
[<φίδωλος>
ἐπιθυμητός]
<φίδνα>
ῥίζα ἡ Ἀχίλλειος καλουμένη
[<φιδρόν>
καθαρόν, λαμπρόν, ἁγνόν, ἱλαρόν]
<Φίκιον>
ὄρος Θηβῶν
<φίλα>
προσφιλέστατα
<φῖλαι>
φίλησον
<φιλαίμων>
φιλῶν τὸ αἷμα
<φιλαίτατος>
φίλος σφόδρα
<φιλαίτιοι>
μεμψίμοιροι
<φιλαίτιος>
μεμψίμοιρος
<φιλακριβοῦντες>
μετ' ἀκριβείας διαχωρίζοντες
<φιλακροάμονας>
.......
<φιλαλήθης>
ὁ τὴν ἀλήθειαν φιλῶν
<φιλαλληλίαν>
οἱ φιλοῦντες ἀλλήλους
<φίλαξ>
δρῦς, νέος. Ἠλεῖοι
<φιλαπεχθημόνως>
φιλομίσως, φιλοῦντα μισεῖσθαι
<φιλαργυρία>
φιλοχρηματία
<φίλατο>
ἐφίλησεν, ἠγάπησεν
[<φιλαυρᾶ>
τὰ κακά, τὰ ἄτοπα]
<φιλαυτία>
τὸ πάντα πρὸς τὰ ἑαυτῷ ἀρέσκοντα πράττειν
<φίλαυτοι>
οἱ ἑαυτοὺς φιλοῦντες
<φιλεῖ>
εἴωθεν. ξενίζει, ἢ κατὰ ψυχὴν ἀγαπᾷ
*<φιλέεσκεν>
ἐξένισεν
[<φιλεκήδωτον>
κηδεμονικόν]
<φιλένδοτος>
ἐλεήμων
<φιλεόντων>
φιλείτωσαν, ὡς τὸ ἔστων ἔστωσαν
<φιλέουσα>
φιλοῦσα
<φιλεργήσασι>
<φιλεργοί>
οἱ τὸ ἔργον φιλοῦντες
<φιλέριδες>
οἱ ἀγαπῶντες ἐρίσασθαι
<φιλέταιρος>
πεφιλημένος
<φιλέψιος>
φιλοπαίγμων. φιλοπάλαιστρος
<φίλη σχίνου>
παραφυάς
<φίληθεν>
ἐφιλήθησαν
<φιλήμης>
φιλίας
<φίλην>
φιλίαν, ἢ τὴν προσφιλεστάτην
<φιλήρετμοι>
φιλόκωποι, φιλοναῦται
<φίλησα>
ἐξένισα, ἠγάπησα
<φιλήσια>
φιλοτήσια, προσφιλῆ
<φιλησίαις>
κλεψοσύναις
<φιλήτης>
κλέπτης, λῃστής
<φιλήτωρ>
ἐραστής
<φιλητῶν γένος>
κλεπτῶν
<φίλια>
προσφιλέστατα
[<φιλιάζετο>
ἐχωρίσθη αὐτῶν]
[<φιλίδα>
σύριγγα]
<φιλιός>
ὁ ἀποτρόπαιος, κατ' εὐφημισμ[έν]όν
<φίλιπποι>
μοιχοί
<Φιλιστίδ(ε)ιον>
νόμισμά τι
<φιλίων>
ἀντὶ τοῦ φίλτερος, προσφιλέστερος. ἐσχημάτισται δὲ διὰ τὸ μέτρον, ὡς τὸ καλλίων· ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα
<φιλόδικος>
φιλοπράγμων
[<φιλοδοτεῖν>
λεπίδας ἔχοντι]
<φιλόθακος>
ἀργή
<φιλοθεάμων>
φιλοθεωρητής
<φιλοθεάμοσι>
φιλοθεωρηταῖς
<Φιλοθερς(ε)ίδης>
Φιλοθέρσου παῖς
<φίλοιφος>
πασχητής
*<φίλοι>
προσφιλέστατοι
*<φιλοκαλία>
[φιλοῦσα τὰ σπάστρα
*<φιλοΐστωρ>
φιλῶν ἱστορεῖν
<φιλόκαλος>
φιλόκοσμος
<φιλοκέρτομε>
φιλῶν σκώπτειν
<φιλοκηδής>
ὁ κηδεμονικός
<φιλοκνήμιδες>
φίλοπλοι
<φιλοκρινεῖν>
διαιρεῖν
<φιλοκτέανος>
φιλοκτήμων, φιλοχρήματος
<φιλοκτεανώτατε>
φιλοχρηματώτατε
<φιλοκτήμων>
φιλοχρήματος
<φιλολάμπαδος>
ἡ Ἄρτεμις
<φιλολόγος>
ἀσκητής. πολυλάλος
<φιλολόγος>
λαλιός, λάλος
<φιλομειδής>
φιλόγελως, φιλῶν τὰ μειδιάματα. ἱλαρά
<Φιλομηλείδης>
οἱ μὲν κύριον ὄνομα. πολλάκις γὰρ πατρωνυμικῷ τύπῳ κύριον δηλοῦται, ὡς Εὐηρίδης, Ἡρακλείδης
[<φιλομύθω>
πεπλασμένω λόγω]
<φίλον>
προσφιλές
<φιλόνεικος>
μάχιμος, φίλερις. <Φιλονεικία> γὰρ ἡ μάχη
<φιλοπευστεῖν>
ἀκούειν. μανθάνειν. ἐρωτᾶν
<φιλοπευστοῦντα>
ἡδέως ἀκούοντα. ἢ ἐρωτῶντα
<φιλοποιός>
φιλεργός
<φιλοπονία(ι)>
σπουδαῖα ἔργα
<φιλοπόνος>
φιλεργός, σπουδαῖος
<φιλόπυστος>
φιλοπράγμων
<φιλόσοφος>
ὁ πάντων πειραθείς, φιλομαθής
<φιλόστοργος>
φιλότεκνος. [<Φιλοσόφους> τέ φασι Λυδούς, τοὺς κιθαριστὰς καὶ μουσικούς. οἱ ἀρχαῖοι σοφοὺς [καὶ φιλοσόφους] καὶ σοφιστὰς ἔλεγον
<φιλόστροφος>
εὐμετάβολος
<φιλό[σύμ]μαχος>
φιλολοίδορος, μάχιμος
<φίλος>
ὁ προσφιλής
<φιλότης>
φιλία, ἡ συνουσία
<φιλοτησία>
πρόποσίς τις μετὰ τὸ δεῖπνον ὑπὲρ φιλίας
<φιλοτήσια ἔργα>
ἀφροδίσια, τὰ συνουσιαστικά
<φιλοτιμεῖται>
μεγάλα φρονεῖ, ἐπαίρεται, πλουτεῖ
<φιλοτιμία>
δωρεά. κενοδοξία. πλοῦτος. μεγαλοφροσύνη
<φιλότιμος>
ὁ φιλῶν τιμᾶν μεγάλως. ἢ θέλων αὐτὸς δοξάζεσθαι
<φιλοτιμούμενοι>
δαψιλῶς τιμῶντες
<φιλοτίμως>
φιλοδόξως. πλουσίως. μεγαλοψύχως. δαψιλῶς
<φιλοφρονοῦμαι>
δεξιῶς καὶ προθύμως εἰσδέχομαι, ἢ ἀποδέχομαι
<φιλοφροσύνη>
προθυμία, διάθεσις, σπουδή. ἀγάπη. παρὰ τὸ φίλα ἢ φίλια φρονεῖν
<φιλοχωρῶν>
τὴν χώραν ἀγαπῶν
<φιλοψεύστης>
ὁ τὸ ψεῦδος φιλῶν
<φιλόψυχον>
ἄψυχον
<φίλτατα>
τὰ ὄμματα καὶ προσφιλέστατα
<φίλτατοι>
φιλικώτατοι
<φίλτρον>
φιλία
<φίλυδρα>
(ἃ) φιλεῖ τὸ ὕδωρ
<φιλύρινον>
ἀσθενές
<φιλυρόν>
εὐῶδες. [ἐλαφρόν
<Φιλωνίδας>
ὑποκοριστικῶς ἀντὶ τοῦ φιλεῖν Φιλωνίδης
<φίλως>
ἡδέως
<φίλως χ' ὁρόῳτε>
ἡδέως ἂν βλέποιτε
<Φιλώψ>
κρήνη. ἢ φίλος
<φιλωτερίς>
κασταναία
*<φιλώτατα>
φίλτατα
*<φιλώτατος>
φίλτατος
<φίμα>
κημός, παραστόμιον, φιμός
<φιμοῖ>
δεσμεύει. ἐμφράττει. ἄγχει. ἐπιστομίζει
<φιμοῖ>
δεσμοῖ
<φιμοῦν>
δεσμεύειν, καὶ τὰ ὅμοια
<φίν>
αὐτοῖς, ἢ αὐταῖς
<φίνακα>
δρῦν
<φίνηται>
συντιθῇ
<φίσκος>
δημόσιον, ταμεῖον πολύχρημον
<φισκοσυνήγορος>
ὁ ταμιείων συνήγορος
<φίτρον>
μέτρον. μάταιον. ῥᾴδιον. καὶ τὸ μέσον τοῦ ῥινίου, τὸ κοῖλον. καὶ ὁ κορμὸς τοῦ ξύλου, παρὰ τὸ φύεσθαι
<φῖτυ>
φυτόν, φύτευμα
<φίτυμα>
τέκνον, γέννημα
<φιτύσατο>
ἐγέννησεν
<φλᾷ>
θλᾷ, μαλάττει, συντρίβει
<φλαδιᾶν>
θλαδιᾶν, μαλάττειν, τύπτειν
<φλᾶν>
μαλάσσειν πληγαῖς
<φλανύσσει>
φλυαρεῖ, ληρεῖ
*<φλασμός>
τῦφος
<..φλασμένος>
τετυφωμένος
<φλάσας>
θλάσας
<φ(λ)αυρικῶς>
ἀηδῶς
<φ(λ)αῦρα>
φαῦλα, κακά, πονηρά, κοῦφα, ἀσθενῆ
<φλέβαι>
νεῦρά τινα αἵματος δεκτικά
*<φίλιππος>
στόμα χειρῶν, ἢ λαμπάδος
<φλέγει>
καίει. λαμπρύνει
[<Φλέγεια>
ἡ νῦν Πελλήνη]
<φλέγεται>
καίεται. λαμπρύνεται
<φλέγμα>
φλόξ, καῦσος, παρὰ τὸ φλέγειν
<φλεγμαίνει>
ὀγκοῦται, φυσοῦται
<φλεγματίς>
ἡ φλέγματα ἔχουσα
<φλεγματόεν ἔκρηγμα>
τῆς φλογός
<φλεγμός>
τὸ αἷμα
<φλέγος>
τὸ φλέγμα
<Φλεγύαι>
ἔθνος ὑβριστικὸν καὶ ἀσεβές
<φλεγύας>
ἀετὸς ξανθός, ὀξύς
*<φλέγωμεν>
καίωμεν. λαμπρύνωμεν
<φλεγυρά>
ὑβριστική. λαμπρά
*<φλέγουσι>
βλάπτουσι
<φλεγυροῦ>
βλαβεροῦ
<φλεδονεῖ>
ἀναισθητεῖ, φλυαρεῖ. καὶ <φλεδονεύεσθαι> τὰ αὐτά
<φλεδονώδη>
φλύαρα, ληρώδη
<φλέδων>
φλυαρία. καὶ ὁ ἀλαζών, εὐήθης
<φλεῖ>
γέμει. εὐκαρπεῖ, πολυκαρπεῖ
*<φλέβηα>
φλυαρία
<φλέξαι>
κατακαῦσαι
<φλεξεντιής>
ἱππικὴ τάξις παρὰ Ῥωμαίοις
<φλέοντας>
φιλοῦντας, ἢ φλυαροῦντας
<φλεός>
βασκανία. φθορά. καὶ ὁ αἴλιος φλοιός
<φλέψ>
μώλωψ. καὶ τὸ ἀναλογοῦν τῷ σώματι
<Φλέω(ς)>
Διονύσου <ἱερόν>
<φληδῶντα>
ληροῦντα
<φληναφᾷ>
φλυαρεῖ, μωρολογεῖ
<φληναφοι>
μωρολόγοι
<φλήναφος>
φλύαρος, λῆρος, μωρολόγος
<φληναφῶντα>
φλυαροῦντα
[<φλῆφος>
φλύαρος]
<φλιαρά>
χλιαρά
<φλιᾶς>
τῆς θύρας παραστάδος
*<Φλίαισμος
<φλιδᾶν>
σήπεσθαι
<φλιδάνει>
διαπίπτει, διαῤῥεῖ
<φλιδιόωντο>
διε(ς)πῶντο. ἐτέμνοντο
<φλιδόνες>
τὰ ἐν τοῖς ἱματίοις σπάσματα, καὶ ῥυτίδες. τινὲς δὲ σφυγμοί
<φλιδόωσα>
ῥηγνυμένη
<φλίεθος>
καρποφόρος
<φλίη>
πρόθυρον, ἢ παραστὰς τῆς θύρας
<φλιοῦς>
ἡ τῶν καρπῶν ἔκχυσις
<φλίψεται>
ἀποθλιβήσεται
<φλῖψις>
θλῖψις
<φλόγα>
φλογερόν
<φλογερόν>
θερμόν, λαμπρόν
<(φ)λόγε(α)>
λαμπρά, φλογώδη
<φλογίδες>
κρέα ὀπτά. διὰ τὸ φλογίζεσθαι
*<φλεγμονή>
ὄγκος πορώδης συῤῥυέντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός
<φλογίδια>
αἱ κεγχρίδες δι' ἐλαίου σκευαζόμεναι
<φλογίνη>
καυστική
<φλογίσει>
καύσει
<φλογμός>
καῦσος, [βρασμός,] καύσων, φλογισμός
<φλογμῷ>
κατακαύσει, καταφλέξει
<φλογόδερπνοι>
ἄνθρακες
<φλογῶδες>
καυστικόν
<φλογόλευκον>
ἐρυθρόλευκον
<φλογώματα>
τῶν ἄρτων τὰ ἐπικεκαυμένα
<Φλοιά>
τὴν Κόρην τὴν θεὸν οὕτω καλοῦσι Λάκωνες
<φλοιδιᾶν>
πεπρῆσθαι
<φλοιδούμενος>
ταραττόμενος
<φλοινόν>
φλοιόν
<φλοιόν>
τὸ λέπος τοῦ ξύλου
<φλοῖ(ς)βος>
τάραχος. ἀφρός. ταραχή
<φλόμος>
πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ <θρυαλλίς>
<φλονίδες>
λεπίδες
<φλόξ>
ἡ τοῦ πυρός. καὶ ἄνθος τι
<φλουάζει>
φλυαρεῖ, ληρεῖ
<φλοῦκτος>
εἶδος ῥοφήματος
<φλοῦς>
φλοιός, λεπύχανον, λεπυρόν
[<φλυάκια>
τὰ ψυδράκια]
<φλύαξ>
μέθυσος, μεθυ[α]στής. γελοιαστής
<φλύαρος>
φαῦλος, εὐήθης
<φλυάσσει>
φλυαρεῖ. φλύει
<φλυδᾶν>
διαχεῖσθαι
<Φλυεῖς>
δῆμος τῆς Πτολεμαΐδος φυλῆς
<φλύζει>
ἀναζεῖ
<φλύζειν>
ἀναζεῖν, φλύζεσθαι
<Φλυήσιος>
ὁ Ἑρμῆς. καὶ μήν τις
<φλυκτά>
κακά, σχέτλια
<φλύκταινα>
τὸ ἀπὸ πυρὸς φύσημα γενόμενον ἐν τῷ σώματι
<φλύον>
βιβλίον. καθαρόν
<φλύσει>
ἀποβαλεῖ. ἐμέσει. ζέσει
<φλυσός>
στυβή. οἱ δὲ φλοιός
<φλύσσει>
ἐρυγγάνει
<φλυς(ς)ῶσα>
μαινομένη
*<φοβεῖται>
φεύγει. κνίζεται
<φόα>
ἐξανθήματα ἐν τῷ σώματι
<φοβεῖ>
κνίζει. διώκει
<φοβερόν>
δειλόν, ἔμφοβον
<φοβερόν>
δηλητήριον
<φοβεύμενος>
διωκόμενος
<φόβη>
κόμη. χαίτη, θρίξ. οἱ δὲ ἐκτενισμένη, ἀπὸ τοῦ φοίβου, ὅ ἐστι καθαροῦ
<φοβῆσαι>
ῥῖψαι
*<φόβος>
φυγή
<φοβήσας>
ἔνθουν ποιήσας
<φοβηθείς>
εἰς φυγὴν τραπείς
<φοίβα>
ἀγὼν δρόμου
<φοιβάζει>
μαντεύεται
<φοιβαζόντων>
προλεγόντων
<φοιβᾶναι>
λαμπρῦναι. μαντεύσασθαι. κοσμῆσαι. καθᾶραι. ἁγνίσαι. καὶ <φοιβάσαι> ὁμοίως
<φοιβᾶσθαι>
καθαίρε[ῖ]σθαι
<φοιβητεύειν>
χρησμῳδεῖν
<φοιβήτρια>
καθάρτρια
<φοῖβοι>
Ἀττικοὶ ἐπὶ τῶν λυσσωδῶν. οἱ δὲ καθαρούς
<φοῖβος>
καθαρός, λαμπρός, ἁγνός, ἀμίαντος
<φοίνια>
πυῤῥά
<φοινιά(ς)>
ἐρυσίβη
*<φοίνικι>
ἐρυθρῷ βάμματι
<Φοινικελίκτην καὶ λόγων ἀλαζόνα>
ἀπατηλὸν καὶ κάπηλον
<Φοινικίοις γράμμασι>
Σοφοκλῆς Ποιμέσιν. ἐπεὶ δοκεῖ Κάδμος αὐτὰ ἐκ Φοινίκης κεκομικέναι
[<Φοινικήϊ(α) γράμματα>
ἀπὸ Φοινίκης τῆς Ἀκταίονός φασιν ὠνο- μάσθαι αὐτά
*<φοιν(ή)εντα>
λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φόνιον, ἢ ἐρυθρὸν τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν
<φοινικάδες>
αἱ ῥάφανοι ὑπὸ Εὐβοέων
<Φοίνικες>
γένος τι Ἀθήνησιν
<Φοινικκία>
Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικός τινος ......
[<φοινικέγκτον>
ἀπατηλόν]
<φοινικήϊον>
πυῤῥόν
<φοινικ[η]ίδες>
αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα·
<φοινικιστής>
παρὰ Ξενοφῶντι ἐν πρώτῳ ἀναβάσεως· "<ἀπέκτεινεν ἄνδρα Πέρσην, Μεγαφέρνην, φοινικιστὴν βασίλειον>"
(*)<φοίνια>
κύναρος πυῤῥά
*<φοίνικι φαεινόν>
φοινικίνῳ χρώματι λελαμπρυσμένον
*<φοινικολόφοιο>
ξανθο[ῦ]λόφου
*<φοίνικος ἔρνος>
περιφραστικῶς τὸν φοίνικα
*<φοινικῆς>
ὅπλον ἐρυθρόν
<φοινικοβάλανα>
τὸ τράγημα. [καὶ εἶδος ἀμπέλου
<φοινικόεσσα>
πυῤῥὰ τῷ χρώματι, ἐρυθρά
<φοινικόλεγνον>
Ἴων τὸν πηνέλοπα, τὸ ὄρνεον. τὸν γὰρ τράχηλον ἐπίπαν φοινικοῦν. ἡ δὲ λέγνη παρέλκει
<φοινικοῦν>
πυῤῥόν, κόκκινον, αἱματῶδες
<φοινίκουρος>
ὄρνις ποιός, καὶ ὁ ἐρίθακος
<φοινικοῦς μάστιγας>
διὰ τὸ τὰ νῶτα φοινίσσειν
<φοινικόχλοος>
ξανθόχλοος
<φοῖνιξ>
τὸ δένδρον "φοίνικος νέον ἔρνος" καὶ ὁ καρπός. καὶ ὁ πυῤῥὸς τῷ χρώματι
<φοινίξαι>
αἱμάξαι. βάψαι
<φοίνιον>
φο(ι)νόν, δεινόν. ἐρυθρόν
<φοίνισσα>
εἶδος ἀμπέλου
<φοινίσσων>
βάπτων, ἐρυθρῶν
<φοίνικες>
γλυφαί
<φοινιχθέντων>
αἱμαχθέντων, αἱματωθέντων
<φοινόν>
πυῤῥόν
<φοιτᾷ>
ἔρχεται, βαδίζει. μαίνεται. περίεισιν, ἀφικνεῖται, περιέρχεται, παραγίνεται
<φοιταλέος>
παράκοπος, μανιώδης
<φοίτης>
ὁ κήρυξ. παρὰ τὸ φοιτᾶν πανταχοῦ
<φοιτήσας>
παραγενόμενος
<φοιτητής>
μαθητής
<φοῖτος>
μανία, λύσσα
<φοιτῶν>
ἀναστρεφόμενος
<φοιτῶντα ἄνδρα μανιάσι>
λυσσήμασι. τὴν .. ἑδραίαν μανίαν <φοῖτον> ἔλεγον, τουτέστι τὸν μεθ' ὁρμῆς μεμηνότα
<(Φο)λέγανδρος>
νῆσος ἐρήμη
<φολιά>
πάθα. Χρύσιππος δὲ καὶ τὸ σέλινον οὕτω καλεῖ
<φολίδες>
αἱ λεπίδες τοῦ ὄφεως
<φολίς>
λεπίς. καὶ σύριγξ πολυκάλαμος
<φολκός>
στραβός. οἱ δὲ λιπόδερμον
<φόλυες κύνες>
οἳ πυῤῥοὶ ὄντες μέλανα στόματα εἶχον. οἱ δὲ φυλακάς
<φολύνει>
μολύνει, καταπ(ί)μπλησιν
<φοναί>
οὕτω καλοῦνται οἱ τόποι ἔνθα τινὲς ἀναιροῦνται
<φονᾶν>
τὸ ἐπὶ φόνον μαίνεσθαι
<φονίαις>
φονοκτόνοις
[<φονίς>
ἰχθῦς ποιός]
<φόνος>
ὁ διὰ σφαγῆς θάνατος, καὶ αὐτὸ τὸ φονεύειν. ἢ αἷμα
<φονώντων>
πρὸς φόνον θρασυνομένων καὶ λυσσώντων
<φονῶσα>
φόνου ἐπιθυμοῦσα
<φοξός>
λιπόδερμος. ὀξυκέφαλος
<φορά>
πλημμύρα. σύστημα. καὶ ἡ τῶν μηχανικῶν ὀργάνων λαβή
<φοράδες>
αἱ θήλειαι ἵπποι
<φοράδην>
ὁ φερόμενος βασταγμῷ
<φοράν>
τὸ φέρεσθαι, τὴν ὁρμήν, κίνησιν
<φορβάδες>
νομάδες. φοιτάδες. βοσκήματα
<φορβάδην>
πάντα φερόμενον. νομάδων, βοσκημάτων
<φόρβαντα>
ἰατρικὰ φάρμακα
<Φόρβας>
Ἀττικὸς ἥρως
<φορβε(ι)ά>
ἕλκυστρον, περιστόμιον, καπίστριον
<φορβειά>
ἡ αὐλητικὴ στομίς. λέγεται δὲ καὶ ὁ χειλωτήρ
<φορβή>
βορά, τροφή, βοτάνη, βρῶσις
[<φορβαίαν>
περιστόμιον, καπίστριον]
<φόρβια>
φάρμακα. οἱ δὲ <φόρβα
φορβώμενος>
τρεφόμενος
<φόρβον>
ἀπάνονα
<φόρβυ>
τὰ οὖλα. Ἠλεῖοι
<φοργάνη>
ἡ ἀραιότης
<φορέεσκον>
ἔφερον, ἐβάσταζον, ἐφόρουν
<φορεήσεται>
οἴσεται
<φορεῖς>
οἱ τὴν μεταλλικὴν ὕλην ἐκκομίζοντες παῖδες. καὶ οἱ τῶν ἀσπίδων ἱμάντες. καὶ οἱ φέροντες
<φορε(ῖ)σθαι>
φέρεσθαι
<φορεύμενα>
φορούμενα
<φορεύουσι>
φοροῦσιν
<φορῆες>
οἱ βαστάζοντες ἢ φέροντές τι
<φορητά>
ἀκτά, βαστακτά, ἃ δύναταί τις φέρειν
<φορητούς>
ἐνεχθέντας βαστάκτως
[<φορί>
τὸν ὑπὲρ τοῦ ἀγροῦ σῖτον]
<φόριμος>
λυσιτελής
<φορίνη>
ἡ παρ' ἐνίοις πυρίνη
<φόριγγες>
τὰ ὕδνα
<φόρκες>
χάρακες
<Φορκίς>
μονόφθαλμος
<φορκόν>
λευκόν, πολιόν. ῥυσόν
*<φόρμικι>
τῇ κιθάρᾳ
*<φορμίζειν>
κιθαρίζειν
*<φόρμιξ>
κιθάρα ἡ τοῖς ὤμοις φερομένη
<φόρμικα>
μύρμηκα
<φορμίς>
σπυρίς
<Φορμίων>
οὗτος στρατηγὸς ἐγένετο Κροτωνιατῶν
<φορμίον>
πλέγμα ψιαθῶδες, φορμίδιον
<φορμός>
ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος
<φορμο(ρ)ραφούμεθα>
ὡς φόρμοι κατα(ρ)ραπτόμεθα
<φορμοσίκων>
παχύς
<φόροι>
δημόσιοι ἀπαιτήσεις
<φορολογῆσαι>
φόρους συνάξαι
<φορολόγητοι>
ὑποτελεῖς, λειτουργοί
<φορολόγος>
ἐξάκτωρ. ὁ ἀπα(ι)τῶν τοὺς φόρους
<φόρος>
ἡ τῶν χρημάτων καταβολή, ἢ νέον τέλεσμα
[<φοροτόν>
ὠγκώμενον, βαρύ]
<φορτικά>
τὰ γελοῖα, καὶ τὰ ὑπεροψίας σκώμματα
<φορτικόν>
ὅμοιον
<φορτίς>
φορτηγὸς ναῦς, πλοῖον
<φόρτος>
φορτίον
<φορύκαια>
δένδρον ποιόν
<φορύνει>
φυρᾷ, μολύνει, συγχεῖ
<φορύνετο>
ἐμολύνετο
<φορύξαι>
συγχέαι, φυράσαι
<φορύξαντες>
συγχέαντες, μολύναντες
<φόρυς>
δακτύλιος ὁ κατὰ τὴν ἕδραν
<φορυσσέμεναι>
μολύνειν
<φορυτόν>
ἄχυρα, φρύγανα
<φορυτός>
φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρ- τος, φρυγανῶδες, συρφετός, βόρβορος, ἀκαθαρσία
<Φορωνεύς>
ὄνομα βασιλικόν
*<φοροστά>
κιθαριστά
[<φόσσατον>
ὄρυγμα]
<φουάδδει>
σωμασκεῖ
<φούαξιρ>
ἡ ἐπὶ τῆς χώρας σωμασκία τῶν μελλόντων μαστιγοῦσθαι
<φοῦἱξ>
φῦσιγξ
<φοῦσκος>
ὀξυκέφαλος
<φοῦαι>
ἀλώπεκες
<φουλίδερ>
παρθένων χορός. [δωρι]
*<φυλλόμενοι>
τιλλόμενοι. Δωριεῖς
<φ(ο)ύρκορ>
ὀχύρωμα
<φόως>
φῶς. χαρά. σωτηρία
<φόως ἐρέουσα>
τὴν ἀνατολὴν τοῦ ἡλίου σημαίνουσα
<φράγματα>
καταστρώματα
<φραγμός>
τριγχός. ἢ καὶ ὁ νόμος
[<φρᾶ>
φρένας]
<φράδεν>
ἔλεγεν
<φραδάον>
ἑρμηνεῦον
<φραδέος>
συνετοῦ
<φραδαῖσι>
βουλαῖς
<φραδεύουσι>
λέγουσιν
<φράδμονες>
ἔμπειροι, συνετοί
<φραδῇ
[φράζε>· λέγει]
φρονήσει, συνέσει
<φραδμοσύνη>
σκέψις, βουλή, νόησις
<φραδῶς>
φραστικῶς, φανερῶς
<φράζει>
δεικνύει, σημαίνει, λέγει, διηγεῖται, σκέπτεται, διανοεῖται
<φράζεο>
λέγε, καὶ τὰ ὅμοια
<φράζεται>
φραζόμενος, φράζουσιν>· ὁμοίως
<φρανίζειν>
σωφρονίζειν
<φραξάμενος>
κλείσας. ὁπλισάμενος
<φράσαι>
διανοήθητι, σκέψαι
<φράσαντας>
εἰπόντας. δείξαντας. λέξαντας.
<φράσας ἢ φράσει>
τὰ αὐτά
<φρασθέν>
λεχθέν. δειχθέν, καὶ τὰ ὅμοια
<φρασίζωον>
διασκεπτόμενον εἰς ζωήν
*<φράσμων>
προσέχων
*<φράσασθαι>
φρασθῆναι, συνιέναι
<φράσις>
λέξις. διάλογος. ἑρμηνεία. <Φράσις> δὲ γένος Ἀθήνησι
<φρασσάμενος>
σκεψάμενος, νοήσας, λογισάμενος
<φράσσεται>
ἀσφαλίζεται. πληροῦται. ἀντέχεται
<φράσον>
εἰπέ, λέξον. ἑρμήνευσον
<φρασσόμεθα>
βουλευόμεθα. εἴπομεν
<φραστῆρες>
μηνυταί
<φραστύς>
σκέψις, ἔννοια. βουλή. φράσις. [καὶ <φράτωρ>· ἀδελφός]
<φράτορας>
τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς
<φράτορσιν>
ἑταίροις, συμμάχοις
<φραχθέντες>
ἀσφαλισάμενοι ἑαυτούς
<φρέαρ>
πηγή, λάκκος
<φρέαρ ὀρύττειν>
σκιοθ(η)ρεῖν· οἱ γὰρ ἀπὸ τῶν μαθημάτων εἰώθασι τὰς μεσουρανήσεις λαμβάνειν καὶ σκιοθηρεῖν ἐκ τῶν φρεάτων
<Φρεάριοι>
δῆμος τῆς Λεοντίδος φυλῆς
<φρεάτεια>
τὰ βαθέα ὀρύγματα
<φρεατοτύπανα>
ὄργανά τινα παρὰ Πολυβίῳ
<φρείατα>
φρέατα
*<φρεναπατᾷ>
χλευάζει
<φρεναρτίους>
φρενήρεις
[<φρέναι>
ἔννοιαι, φρονήσεις]
*<φρένας ἐΐσας>
ἴσας φρένας, οἷον ἡρμοσμένας, συμφώνους
[<φρενεῖν>
φρονεῖν διδάσκειν]
<φρεμπάρωσις>
βλαψίφρων
<φρένες>
μέρος τι τῶν ἐντοσθίων τὸ ὑπὸ τῷ ἥπατι κείμενον, τὸ διά- φραγμα τοῦ στήθους
<φρενήρης>
ἀ(ρ)τίφρων
<φρενοβλάβεια>
ἡ τῶν φρενῶν βλάβη
<φρενί>
διανοίᾳ
<φρενοκλοπεῖ>
ἐξαπατᾷ
<φρενὸς ἔκστασις>
ὁ εἰς ἑαυτὸν μὴ ὤν ....
<φρενοῦν>
φρονεῖν διδάσκειν, νουθετεῖν
<φρενοῦται>
νουθετεῖται
<φρενώσας>
παραλογισάμενος, ἀπατήσας
<φρενώσει>
νουθετήσει
<φρενωτήριον>
παραίνεσις
<φρεσί>
διανοίαις
<φρεσὶν ὁρμαίνοντα>
διανοούμενον
<Φρεωρύχοι>
γένος Ἀθήνησιν. ἢ οἱ τὰ φρέατα ὀρύσσοντες
*<φριμεῖται>
φριμάσσεται
*<φρίν>
φρένα, διάνοιαν, γνώμην
*<φρίζει>
φοβεῖται
<φρήτηρ>
ἀδελφός
<φρητία>
στόμα φρέατος
<φρήτρα> καὶ <φρήτρη>
φρατρία, συγγένεια, πατρικὴ γενεά. καὶ στιβά- δες. καὶ συσσίτια
<φρίκα>
λεπτοκυμία, ἡ ἀρχὴ τοῦ κύματος
<φρίκες>
χάρακες
<φρίκη>
ψῦχος, τρόμος
<φρικνόν>
φρικαλέον, δεινόν, φοβερόν
<φρικτόν>
φρικῶδες, φοβερόν, πάνυ δεινόν
<φρικωδέστερον>
φοβερώτερον
<φριμάσσεται>
σκιρτᾷ. ἐπεγείρεται
*<φρυᾶται>
βριμμένα
<φρίξ>
ἡ ἐπιπολῆς ἀνωμαλία τοῦ κύματος, ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός, ὅταν ἄρχηται ἄνεμος πνεῖν
<φρίξας εὐλόφῳ ς(φ)ηκώματι>
ἀντὶ τοῦ ἀναφὺς ἄρτιος
<φρῖξαν ἔθειραν>
ὀρθὴν ἔστησαν τὴν τρίχα
<φριξολόφος>
ὀρθοχαίτης
<φρίσσει>
διεγείρεται, ἐξορθοῦται. δέδοικε, τρέμει
<φρίσσει νῶτον>
τὰς τρίχας ὀρθοῖ τοῦ νώτου, ἤγουν ἐγείρει
<φρίσσει>
φοβεῖται, δέδοικεν
<φροίμια>
προοίμια, προῤῥήσεις. Ἀττικοί
<φρόκλος>
περίπολος
<φρονεῖν>
νοεῖν, διανοεῖσθαι
<φρονέω>
φρονῶ, διανοοῦμαι
<φρονέων>
φρονῶν, διανοούμενος
<φρόνημα>
βούλημα, θέλημα
<φρόνιμος>
σοφός, διανοητής
<φρονηματισθείς>
ἐπαρθεὶς τῷ φρονήματι
<φρόνιν>
φρόνησιν. τὴν καταφρόνησιν ἐκδεκτέον, οὐ τὴν λείαν, ὥς τινες
<φρόνις>
φρόνησις. βουλή. διάνοια
*<φρόνησις ἀκριβής>
νοῦς πράττων καλῶς
<φροντίζει>
μεριμνᾷ
<Φρόντις>
ὄνομα τοῦ κυβερνήτου Μενελάου· Φρόντιν Ὀνητορίδην
<φροντισταί>
φιλόσοφοι
<φροντιστήριον>
διατριβή. καὶ τὸ οἴκημα Σωκράτους. καὶ τὸ σχο- λ(ε)ῖον. καὶ μοναστήριον
<φρονῶ>
σωφρονῶ
<φροῦδα>
ἀφανῆ, ἄφαντα. [φρυγανώδη]
<φροῦδος>
πρόοδος, ἐξ οὗ τὸ οὐκ ἔρχεσθαι δηλοῦται. οἱ δὲ ἐληλυθώς, ἔκδημος, ἀφανής
<φροῦδον>
ἄρδην, παντελῶς ἀφανές, οὐ κεχωρηκός, ἔρημον
<φροῦδον>
τὰ αὐτὰ ........
<φρουρά>
φυλακή. στρατός
<φρουρεῖ>
φυλάττει, ἢ προφυλάττει
<φρούριον>
προφύλαγμα, προφυλακτήριον
<φρουρός>
φύλαξ, σωματοφύλαξ
<φρύαγμα>
ἔπαρσις, μετεώρισμα, ὑπερηφάνεια
<φρυάσσεται>
ἐπεγείρεται, μεγαλοφρονεῖ, γαυριᾷ
<φρυάττεται>
ἐπαίρεται
<φρύγανα>
ὕλη λεπτὴ καὶ ξηρά
<φρύγετρον>
ξυλήφιον, ᾧ κινοῦσι τὰς πεφρυγμένας κριθάς
<φρυγία>
ἡ φρύγουσα
<φρυγίνδα>
παιδιᾶς εἶδος διὰ κυάμων
<φρύγιον>
ξύλον ξηρόν
<Φρύγιον ἱστόρησον>
πέπαιχεν Ἐπίχαρμος ἐν Κωμασταῖς ἐπικενώ- μενος
<φρύγιος>
ξηρός
<φρυκτά>
ξηρὰ ἰχθύδια εὐτελῆ
<φρυκτός>
μάντις. κλῆρος, σύμβολον. πυρσός
<φρυκτὸς δελφίς>
κλῆρος. ἐχρῶντο δὲ τοῖς κλήροις μαντευόμενοι ἐν Ὀλυμπίᾳ
<φρυκτωρία>
πυρκαϊά, πυρσεία, λαμπάς, καῦσις
<Φρυνίχου πάλαισμα
ἐκφεύγειν τὰ Φρυνίχου κακά>
<φρῦνος>
βάτραχος ἢ παχύς
<Φρυνώνδας>
πονηρούς
<Φρύξ ἢ Φρύγιος>
ἀπὸ Φρυγίας ἐθνικόν
*<φρουρεῖ>
στρατεύεται
*<φρυγά>
φυγή, τροπὴ εἰς φυγάς
<φρῶν ἢ φρονοερῶν>, γυναικῶν
<φῦ>
ἔφυ. ἐφήψατο
*<φυγάς>
ἐξορίας
<φυαῖς>
φύσεσι
<φυγήν>
φεῦξιν
*<φρυγμόν>
καῦσιν
<φυγόσκειν>
φεύγειν
<φύει>
γεννᾷ
<φύεσθαι>
βλαστάνειν
<φύζα>
φυγή. φόβος, ἀθυμία, δειλία
<φυζακινή>
δειλή
<φυζακινός>
δειλός. φυγάς. [δειλός]
<φυζάναι>
φυγεῖν, δειλιάσαι
<φύζηλος>
δειλός, φυγάς
<φυή>
φύσις σώματος, ἡλικία
[<φύημα>
κόπρος]
<φυῆς>
φύσεως. [καὶ ἡ τοῦ σώματος ὑπόστασις
<φύκα>
σχέτλια, οὐκ ἀνεκτά
<φύκει>
εἶδος κομμωτικὸν γυναικεῖον
<φυκία>
θαλάττια βρύα
<φυκιόεν>
φυκία ἔχον. οἱ δὲ πορφύρεον, βαθύ
<φυκιοχαίτην>
ψαφαροχαίτην
<φῦκος>
τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ πράσον καλοῦσι. καὶ ἀκρωτήριον Λιβύης. ἢ βρύα, ἢ φλακτά.
<φυκτά>
φευκτά
[<φυκτῆρες>
φύλακες]
*<Φυλιστιείμ>
πίπτον ποτίματι, ἤγουν μέθῃ
<Φυκοῦντα>
Φυκοῦς ἀκρωτήριον περὶ τὴν ἀρχὴν τῆς Λιβύης, καὶ πο- λίχνιον ὁμώνυμον
<Φυλάδα>
ἡ Ἑκάτη
*<φῦλα>
ἔθνη. συγγενικὰ γένη
*<φῦλα θεοῦ>
ἔθνη θεοῦ
<Φυλακή>
φρουρά, εἱρκτή. τήρησις ἐντολῶν. πόλις Θεσσαλίας. ὀξυτό- νως δὲ ἀγρυπνία
<φύλαξ>
φυλακτήρ
<φυλακτῆρες>
φύλακες
<φυλακτηρία>
παννυχίς
<φυλαρχία>
πομπή τις
<φύλαρχος>
φυλῆς ἄρχων
<φύλαρχον>
χορήγιον
<φυλάς>
τὰς κατοικίας, ἀποχωρήσεις. καὶ τὰ τετράποδα
<Φυλάσιοι>
οἱ ἐκ τοῦ δήμου. καλεῖται δὲ οὕτω καὶ φυλή τις
<φυλάσσειν>
ἐπιτηρεῖν. ἄλλοι <δῶμα φυλασσέμεναι>
<φυλατός>
ἡ λέξις παρὰ Βλαίσῳ. σημαίνει δὲ ᾠδήν
<φυλέτης>
ἐκ τῆς (αὐτῆς) φυλῆς, ὅ ἐστιν ὁμόφυλος
<Φυλείδης>
Φυλέως παῖς ὁ Μέγης
<φυλ[ε]ίης>
Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος δένδρου ὅμοιον πρίνῳ
<Φυλή>
τόπος τῆς Ἀττικῆς οὕτω λεγόμενος
*<φυλίη>
ἀγριελαία
<φυλή>
τάγμα, μέρος πόλεως
<φύλλα>
τὰ τῶν δένδρων
<φυλλάδες>
οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες
<φυλλάς>
ξηρὰ δάφνη ἔχουσα φύλλα
<φυλλεῖα>
τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ φαῦλα
<φυλλιᾶν>
τοπάζειν
<φυλλιάς>
ἐκ λαχάνων ὑπότριμμά τι σκευαζόμενον. ἐκαλεῖτο δὲ <θρῖα>
<Φυλλί[α]δαι>
γένος ἰθαγενῶν
*<φύλλιον>
πέταλον. ἢ τὰ ἐκ τῆς γῆς ἄνθη
*<φυλλεῖν>
ἀδολεσχεῖν
*<φύλλες>
ἀλώπεκες
<φυλλίδες>
τὰ τῶν ἀνθῶν, ἅ τινα <φύλλα> ἐκάλουν
<φυλλίναι>
ἀγῶνες, ἐν οἷς μὴ ἐτίθετο ἀργύριον, ἀλλὰ στέφανοι μόνοι. καὶ εἶδός τι κυκεῶν(ος)
<Φυλλίς>
ἡ Σάμος τὸ πάλαι
<φυλ[λ]οβασιλεῖς>
ἐκ τῶν φυλ[λ]ῶν αἱρετοί, οἱ τὰς θυσίας ἐπιτε- λοῦντες
<φυλ[λ]οκρινεῖν>
τὰς φυλὰς διακρίνειν
<φυλοκρινο(ῦ)μαι>
ἐν τῇ φυλῇ διακρίνομαι
<φῦλον>
ἔθνος, γένος
<φύλοπις>
πόλεμος, μάχη
<φῦμα>
ψώρα, ἢ ἕτερον φῦμα
<φύματα>
ψυδράκια, ψῶραι
<φύντων>
γεννηθέντων
<φύξαι>
φύξειν. φυγεῖν
<φύξηλιν>
φυγάδα, δειλόν, φυγοπόλεμον
<φυξήλιδας>
δειλούς
<φυξήλιον>
φυγαδικὸν <βίον>
*<φυξῆ>
φυγῆ
<φυξίμηλα>
δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν βοσκημάτων
<φύξις>
φυγή
<φυομένας>
γεννωμένας
<φύος>
φύτευμα, γέννημα
<φύππαξ>
ὅπερ ἡμεῖς <βόμβαξ>
<φύραμα>
ζύμη. σπέρμα. ἢ ζημία
<φυρᾶν>
ζυμοῦν. ταράσσειν τὰ ἄλευρα
<φυραυτίς>
ὃ ἡμεῖς φύραν
<φυρδήσκια>
σκωλήκια
<φύρδην>
ἀτάκτως, συγκεχυμένως, ἀναμίξ
<φύρει>
μολύνει. μαλάσσει. μιγνύει
<φύρεσθαι>
μίγνυσθαι
<φυρκηλίτοι>
τειχήρεις
<φύρκος>
τεῖχος
<φῦρμα>
κόπρος, ῥύπος
<φυρμᾶται>
πτάρνυται
<φυρμός>
μολυσμός, ῥύπος, μίασμα
<φυροῖ>
μολύνει, ῥυποῖ
*<φύρακες>
ἐλαφροί
<φύρσω>
μολυνῶ
<φυρτήτης>
οἶνος
<φυρτίζεσθαι>
τὸ παίζειν συνεστραμ(μ)ένοις φυροῖς τοῖς ἱματίοις
<φυρτοῖσιν>
εἰκαίοις, συμπεφυραμένοις. [οἱ δὲ ἄλφιτα οἴνῳ δεδευμένα]. συμπεφυρμένοις
<φύς>
γεννηθείς. βλαστήσας
<φῦσα>
φαρέτρα. καὶ ἰχθῦς ποιὸς ἐν τῷ Νείλῳ γενόμενος. οἱ δὲ τὸ πνεῦμα καὶ ὁ ἀήρ. ἢ ἀσκός
<φυσᾷ>
πέπρηται. ἐπήρτηται
<φυσακτήρ>
ἄρτος ποιός τις ποπανώδης
<φυσαλλίδες>
φυσητήρια. αὐλοί
<φύσας>
γεννήσας. ἢ τοὺς ἀσκοὺς πληρώσας
<φύσασθαι>
γεννῆσαι
[<φυσγετός>
συρμός.] [φύσει δὲ σκληρόν]
<φύσει>
βλαστήσει, ἀληθῶς φύει
<φυς[ς]ητήρ>
ὁ τῶν κητωδῶν ἰχθύων αὐλός
<φύσιγγος>
εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. [καὶ οἱ πρόλοβοι τῶν ὀρνίθων. καὶ τὰ ἐν ταῖς κνήμαις ἐγκαύματα
<φυσίζοος>
(ἡ τὰ) πρὸς τὸ ζῆν φύουσα
<φυσικῇ ποιότητι>
*<φυσίωσις>
ἔπαρσις, ὑψηλοφροσύνη
<φυσιολογεῖ>
περὶ φύσεως διαλέγεται
<φυσιολογία>
λόγοι φύσεως ἐξαγγελτικοί
<φυσίον>
τὸ καθήλιον
<φυσιούμεθα>
ἐπαιρόμεθα, τυφούμεθα
<φυσιόων>
φυσιῶν, ἀσθμαίνων, πνευστιῶν
<φύσις>
γένος. οὐσία. προαίρεσις
<φυσίφρονες>
πεφυσημένοι τὰς φρένας, μάταιοι
<φύσκων>
γάστρων, παχύς
<φύσκη>
κοιλία, καὶ τὸ παχὺ ἔντερον
<φυστὴ μᾶζα>
ἄτριπτος
<φυταλιαῖς>
κήποις. [ἢ ταῖς γονίμαις καὶ φυτευτικαῖς]
<Φυταλίδαι>
γένος παρὰ Ἀθηναίοις
<φυταλίζειν>
φυτεύειν. πλησιάζειν
<φυταλιῆς>
κήπου, δενδροφόρου γῆς
<φυταλμίοις>
φυτευτικοῖς, γονίμοις
<φυτάλμιος Ζεύς>
συγγενής, ἢ ζωογόνος
<φυτάλμιοι>
ὁμοίως πληθυντικῶς
<φυτεύει>
κατασκευάζει. γεννᾷ
<φυτηκόμος>
σύνδε(ν)δρος τόπος
<Φύτιος>
ἥλιος. ἢ Ζεύς
<φύτλη>
γέννα, γένεσις, γένος
<φύτορες>
γεννήτορες
<φυτοσμῶν>
φεύγων
<φυτοῦ>
φύματος
<φύτρα>
φύσις. οἱ δὲ φυτήρια
<φῦ χειρί>
ἐμπεφυκότως λαβοῦσα τῇ χειρί
*<φύ.νται>
γεννῶνται
<φυῶς>
φύσει
<φῶ>
εἴπω
<φώγειν>
φρύγειν
<Φῶγος>
......
<φωΐδες>
τὰ πρὸ πυρὸς ἐν σώματι γινόμενα ἐκφυσήματα. οἱ δὲ τὰς φλυκταίνας
<φώκη>
ζῶον θαλάσσιον
<Φωκαεῖς>
ὄνομα ἔθνους. καὶ τὸ κάκιστον χρυσίον
<φωκίων>
ὄρνις ποιός
<φῶκος>
κῆπος θαλάσσιος ὅμοιος δελφῖνι
<φωλάδες>
ἐμφωλεύουσαι
<φωλάδι>
ἐμφωλευούσῃ
<φωλάζει>
ἐμφωλεύει
<φωλαΐδες>
ὀστράκινά τινα βρωμώδη
<φωλεόν>
διδασκαλεῖον. ἢ οὗ τὰ θηρία κοιμᾶται. ἢ οὗ χορεύουσι καὶ διδάσκουσιν. οἱ δὲ σπήλαιον
<φωλεύει>
οἰκουρεῖ, κρύπτε(τα)ι
<φωλητηρίοις
φωλητήρια> καὶ <φωλεαὶ> τῶν θ[ε]ιας(ωτ]ῶν καὶ συνόδων οἶκοι
<φωλητήρ>
ὁ ἐν τῷ αὐτῷ τόπῳ καθεζόμενος ἀεί
<φωλίς>
ἰχθῦς ποιός
<φῶμεν>
εἴπωμεν
<φωνασκεῖ>
φωνὴν ἀποτελεῖ, ἢ φωνῆς ἐπιμελεῖ
<φωνεῖ>
λέγει
<φωνή>
ἡ τοῦ ἀνθρώπου
<φωνήεις>
λαλῆσαι δυνάμενος
<φωνήσας>
εἰπών, λέξας
*<φωνεῖ>
λαλεῖ, λέγει
<φῶντα>
λάμποντα
<φώρ> καὶ <φῶρας>
κλέπτας, λῃστάς. κατασκόπους, πληθυντικῶς καὶ ἑνικῶς
<φωρά>
κλοπή
<φωρᾷ>
ζητεῖ
<φωραθείς>
εὑρεθείς, φανείς
<φωραθῆναι>
γνωσθῆναι, (ἐ)λε(γ)χθῆναι
<φωρᾶν>
τὸ τὰ κλεψιμαῖα ζητεῖν. καὶ <φωριᾶν. Φώρην> δὲ τὴν ἔρευναν
<φωράσαντες>
εὑρόντες <τὰ καλά
φωράσας>
ἐλέγξας
<φωρά(σε)σθαι>
ἐλεγχθήσεσθαι
<φωριαμός>
κιβωτός. "<(φ)ωριαμῶν> ......."
<φώριον>
κλέμμα. καὶ θρόνου εἶδος
<φώριος>
εἶδος μελίσσης
<φῶρος>
κατάσκοπος
<φωρυτόν>
συρφε[ρ]τόν. ἢ φρυγάνων σωρός. ἢ βόρβορος καὶ ἀκαθαρ- σία. καὶ χόρτος τῆς γῆς
<φῶς>
τὸ ὁρώμενον τὸ παρὰ τοῦ θεοῦ δημιουργηθέν. καὶ τὸ πῦρ. καὶ ἡ χαρά. ὀξυτόνως δὲ ὁ ἄνθρωπος
<φῶσαι>
φῶξαι, φρύξαι, θάλψαι
<φώσκει>
διαφαύει
<φωστήρ>
θυρίς
<φωσφόρεια>
ἑορτή
<φωσφόρος>
φωτοδότης, λαμπρὸς ἀστήρ
<φώς[ς]ων>
τὸ λινοῦν ἅρμενον
<φῶτα>
ἄνθρωπον. ἢ ὄμματα καὶ θυρίδες
<φωταγωγός>
ὁ τὸ φῶς φέρων
<φῶτας>
ἄνδρας, ἀνθρώπους
<φῶτας ἐννέα>
ἄνδρας ἐννέα
<φῶτε>
ἄνδρες, δυϊκῶς
<φωτί>
ἀνδρί
<φῶτες>
ἄνθρωποι, ἄνδρες
<φωτεύει>
γεννᾷ
<φωτία>
λαμπρία. καὶ ὄμματα
<φῶτιγξ>
[αὐγή.] σῦριγξ. λώτινος αὐλός, [ὡς] εἶδος σάλπιγγος
<φώτιον>
προσφιλές, ἡδύ
<φωτισμός>
αὐγὴ [τηλαυγές, καταυγάζον
<φωτολόγιον>
τυφλόν. νεκρόν
<φωτῶν>
ἀνδρῶν
<φωτός>
ἀνδρός
<φωτός>
ἡμέρας
<φώψ>
φάος