Γλώσσαι/Υ
←Τ | Γλώσσαι Συγγραφέας: Υ |
Φ→ |
- <ὕαινα>· τετράπουν ζῶον. καὶ ἰχθῦς
- <ὑακίζει>· οἱ εἰς τὰ αὐχένια
- [<ὑακίζει>]· βρέχει ἢ <ὑετίζει> ἢ ὕει
- *<ὑακίνθινον>· ὑπομελανίζον, πορφυρίζον
- <ὑακίνθια>· ἑορτὴ ἐν Λακεδαίμονι .......
- <Ὑακινθίδες>· ἐπώνυμοι [Ἀπόλλωνος] ἀπὸ Ὑακίνθου
- <ὑάκινθος>· πόας εἶδος τὸ ὑακινθόκομον [τὰ ὑακίνθια]. εἴρηται δὲ ἀπὸ
τοῦ Ὑακίνθου
- *<ὑακινθίνῳ>· τῷ ὑακίνθῳ. ἔστι δὲ ἄνθος μέλαν καὶ μαλακόν
- <ὑάλε(ο)ν>· λαμπρόν, ὑαλίζον
- <ὑάλεται>· σκωληκιᾷ
- <ὑάλη>· ὕαλος. βόμβυξ. σκώληξ
- [<ὑαλίης ἢ ὑαλιεύς>· εἰκαῖος. βλοσυρός]
- <ὑάλικος κώμη>· Διονύσιος
- <ὑαλκάδαι>· χορὸς παίδων. Λάκωνες
- <ὑαλόεν>· διαφανές, λαμπρόν
- <ὑαλο(ῦ)ν>· λαμπρόν. πρᾶον. [ἢ λίθος τίμιος
- <ὕαλος>· ὕελος. [βόρβορος]
- <ὕαμα>· βάθος
- <Ὑάμπολις>· πόλις Φωκίδος
- <ὑανέοος>· εἰκαῖος. βλοσυρός, χαλεπός. ὕπτιος
- <ὑανεῶς>· τὰ αὐτά
- <ὑανία>· τύρβη, μάχη, ὕβρις, ἀγερωχία
- <ὔαξ>· πηδάλιον. ὁδηγός
- <Ὑαργίδες>· αἱ εὐειδεῖς Βάκχαι αἱ Ἀργεῖαι
- <ὑάσιν>· υἱοῖς
- <ὑββάλει>· ὑπερτίθεται, ὑποβάλλει
- <ὑβ[β]αλής>· καταφερής, λάγνος
- <Ὕβλα>· πόλις Σικελίας
- <Ὑβλήτης>· μάντις
- <ὑβ[λι]όν>· τὸν κυρτόν, καμπύλον, γυρόν. οἱ δὲ ὑβός, κυρτός. [ὑβρι-
στής]
- <ὕβρεις>· τραύματα, ὀνείδη
- <ὑβρίς>· ὄρνεον νυκτερινόν
- *<ὕβρεως>· τῆς ὕβρεως
- <ὑβριστής>· ὑπερήφανος, ἀγνώμων
- <ὑβριστοδίκαι>· οἱ μὴ θέλοντες εἰσάγειν τὰς δίκας παρὰ Ἀττικοῖς
- <ὑβώματα>· κυρτώματα
- <ὕγγεμος>· συλλαβή. Σαλαμίνιοι
- <ὑγυλόν>· ὑγιές
- *<ὑγρόν>· μαλακόν
- <ὑγιᾶ>· σῶον. νεαρόν. Κρῆτες
- <ὑγίεια>· ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ πεφυραμένα. καὶ πᾶν τὸ ἐκ θεοῦ φε-
ρόμενον, εἴτε μύρον, εἴτε θαλλός. ἢ ὑγίεια
- <ὑγιής>· τέλειος, σῶος
- <ὑγιοῦν>· τὸ σα[ῤῥ]οῦν. καὶ τὸ θεραπεύειν
- <ὑγιῶς>· ὀρθῶς, σώως, ὁλοκλήρως, ἐῤῥωμένως, καὶ εἴ τι ὅμοιον
- <ὑγλιῆναι>· φυσῆσαι
- <ὑγρὰ κέλευθα>· θαλασσία ὁδός, καὶ ἡ παρὰ τὴν θάλασσαν
- <ὑγρίην>· τὸ οὖρον. Διονύσιος
- <ὑγρὸν ἀέντων>· μαλακῶς πνεόντων
- <ὑγρὸν ἔλαιον>· [ὁ καταφερής] διὰ τὸ εἰς ἄνεσιν ἄγειν τὸ σῶμα, ἢ
ὅτι πάντων τῶν ὑγρῶν ὑγρότατόν ἐστι τὸ ἔλαιον. πᾶσι γὰρ τοῖς ὑγροῖς ἐπιπλεῖ βαλλόμενον τὸ ἔλαιον
- <ὑγρός>· ὁ εὐκαταφερὴς εἰς ἡδονάς
- <ὑδαλίς>· ὑδρωπιῶν
- <ὑδάν>· ἀγορασθεῖσαν
- <ὑδαρι(ᾷ)>· ὑδρωπιᾷ
- <ὑδατίδες>· σταγόνες
- <ὑδατοτροφέων>· ὑπὸ ὕδατος αὐξομένων ἢ τρεφομένων
- <ὑδέουσιν>· ὑμνοῦσιν
- <ὕδερον>· τὸν ὕδρωπα
- *<ὑδαρές>· τὸ ὑδαρόν
- <ὑδ(ε)ρῶν>· ὑδρωπιῶν
- <Ὕδη>· πόλις τῆς Λυδίας
- <ὑδεῖν>· ὑμνεῖν, [αἰδεῖν] ᾄδειν, λέγειν
- <ὕδης>· συνετός, ἢ ποιητής
- <ὕδναι>· ἔγγονοι, σύντροφοι
- <ὑδνεῖν>· τρέφειν, κρύβειν. αὔξειν
- <ὕδνης>· εἰδώς, ἔμπειρος
- <ὑδνόφυλλο(ν)>· ἡ ἐπὶ τοῖς ὕδνοις φυομένη πόα
- <Ὕδρα>· νῆσος εὐτελὴς Δολόπων. καὶ θηρίον πολλὰς ἔχον ὄφεων ὄψεις,
πολυκέφαλον
- <ὕδος>· ὕδωρ
- *<ὑδραλής>· μετάβολος
- <ὕδρα>· ὁ ὕδρος ὄφις. οἱ δὲ τὸν χέρσυδρον
- <ὑδράν.>· εἰς θυσίαν ἀκραιφνές. Ῥίνθων
- <ὑδράνη>· τὸ ἀκραιφνὲς καὶ καθαρόν
- <ὑδρανός>· ὁ ἁγνιστὴς τῶν Ἐλευσινίων
- *<ὑδραλής>· ὄφις ὕδατος
- <ὑδρεύειν>· ποτίζειν. ἀντλεῖν
- <ὑδρευσάμενος>· ἀντλήσας
- <ὑδρεῦσαν>· ὕδωρ φέρουσαν, ἤγουν ὑδρευομένην
- <ὕδρη>· ὁ ἔχις
- <ὑδρήϊον>· ὑδρ[ε]ία
- <ὑδρηλά>· ὑδατώδη
- <ὑδρηλοί>· κάθυδροι, μαλακοί, ἔνυδροι, ὑδατώδεις
- <ὑδρηλός>· τὸ αὐτό
- <ὑδρηναμένη>· λουσαμένη, ἢ περιρ(ραν)αμένη, ἢ ὕδατι περιχεαμένη
- <ὑδρήνασθαι>· λούσασθαι, περιῤῥάνασθαι
- <ὑδρηχόες>· ἰχθύες
- <ὑδριαφόροι>· μέτοικοι
- <ὑδρίσκη>· ὑδρ[ε]ία
- <ὑδροδόκοι>· λάκκοι
- <ὑδρόμυλοι>· ὑδραλετία ἀπὸ ὕδατος
- <ὕδρος>· ὄφις
- <ὕδρου>· ὄφεως εἶδος
- <Ὑδροῦσα>· ἡ Κέως οὕτως ἐκαλεῖτο
- *<ὑδροχόας>· ἀμάρας
- <ὑδροφόρια>· ἑορτὴ πένθιμος Ἀθήνησιν
- <ὑδροφόρους>· ὑδροῤῥόους
- <ὕδωρ καὶ γαῖα γένοισθε>· διαλυθείητε καὶ ἀποθάνοιτε
- <ὗεν>· ἔβρεχεν
- <ὕει>· βρέχει. χειμάζει
- <.ει>· ῥω.οιω.
- <ὕελος>· ὕαλος
- <ὕεν>· εὗρεν
- <ὕες>· χοῖροι
- <ὕεσι>· στολή. Πάφιοι
- *<ὑελέψης>· ὑελο....
- <ὑεστάκα>· ἱματισμός
- <(υ)ετής>· ὁ αὐτοετής. Μαρσύας
- <ὑετίς>· ὑδρίς. Ταραντῖνοι
- <ὑετός>· ὄμβρος. δρόσος. ὕδωρ
- <Ὑεύς>· Σαβάζιος
- <Ὑή>· ἡ Σεμέλη ἀπὸ τῆς (ὕ)σεως. καὶ ὑὲ δειλέ
- <Ὕης>· Ζεὺς ὄμβριος
- <ὕησον>· σάλευσον
- <ὕητα>· ὑστίς. Ταραντῖνοι
- <ὑθλεῖν>· ληρεῖν, μωραίνειν
- <ὕθλος>· φλυαρία, μωρία, ληρότης, φληναφία
- <ὕθλους>· φλυάρους, μωρούς, λήρους
- <υἷα>· υἱόν, τέκνον
- <υἷας>· τέκνα, υἱούς
- <ὑϊδεῖς>· υἱῶν υἱοί, ἔγγονοι
- <ὑΐδες>· [θυγατέρες, ἢ] υἱῶν θυγατέρες
- <ὑϊδῆν>· υἱοῦ θυγατέρα[ν]
- <ὑϊδός>· ὁ τοῦ υἱοῦ υἱός
- <υἱδοῦς>· ἢ υἱδεῖς. υἱῶν υἱούς
- <υἱεῖς>· υἱοί
- <υἱέος>· υἱοῦ, τέκνου
- <υἱες Ἀχαιῶν>· οἱ Ἕλληνες περιφραστικῶς
- <ὑιήν>· τὴν ἄμπελον. ἢ <υἱόν
- υἱήω>· ποιὰ βοτάνη
- <ὕιλη>· ὁμῆλος
- <υἱόν>· ἀναδενδράδα
- <υἱοθεσία>· ὅταν τις θετὸν υἱὸν λαμβάνῃ. καὶ τὸ ἅγιον βάπτισμα
- <υἱοθετεῖ>· υἱοποιεῖ, οὐ φύσει, ἀλλὰ θέσει
- <υἱωνεῖς>· υἱῶν υἱέες
- <υἱωνοί>· υἱῶν υἱοί
- <υἱωνός>· ὁ υἱὸς τοῦ υἱοῦ, ἔγγονος
- <ὑκελόν>· ὑγιές
- *<ὑλαγμό(ς)>· βοή
- <ὕκος>· ἐρυθρῖνος
- <ὑλάει>· θρυλλεῖ. ὑλακτεῖ. λέγει. θρηνεῖ
- <ὑλάζεσθαι>· ξυλίζεσθαι
- <ὑλακή>· ὑλαγμός, βοή
- <Ὑλακίδης>· Ὑλάκου υἱός
- <ὑλακόμωροι>· οἱ περὶ τὸ ὑλακτεῖν μεμορημένοι· ὅπερ ἐστὶν ἴσον τῷ
πεπονημένοι· οἱ βαρύφωνοι, ὀξύφωνοι
- <ὑλακτηθέντων>· φλυαρηθέντων
- <ὑλακτῶν>· μετὰ μανίας κράζων
- <ὕλαον>· ὑλάκτουν
- [<ὑλαλοῦν>· ὑλακτοῦν]
- <Ὕλας>· κρήνας Κιανοί. καλοῦνται δὲ καὶ βαρβάρων γένος οὕτως
- <ὑλάσασθαι>· ξύλα συναγαγεῖν
- <ὕλασσα>· ἡ ξυλ(ε)ία, καὶ φρυγανισμός
- <ὑλᾶται>· ἐστερήθη. ἀπέθανεν
- <Ὕλη>· πόλις. δηλοῖ δὲ καὶ τὸ σύνηθες, καὶ ξύλα τὰ ἤδη κεκομμένα.
ἢ σύμφυτος τόπος, ἐξ οὗ ἀποτελεῖται τὸ ἔργον
- <ὑλῆεν>· δασύ, ξυλῶδες
- <ὑληέσσης>· συμφύτου, ἢ ὕλας ἐχούσης
- <ὕλην>· κισσίαν. τὸν στέφανον
- <ὑληρεύς>· νομεὺς ἐν ὕλῃ φυλάττων
- <ὕλης μητέρα>· εἶδος σκώληκος, ὃ καλεῖται ὑλομήτρα. ἄλλοι δὲ βόμ-
βυκα
- <ὕλιγγες>· λόγχαι
- <ὑλίμη>· μάχη τίς
- [<ὑλί.ροι>· τέκτονες]
- <ὑλίτης>· οἴνου εἶδος
- [<ὑλλεῖ>· θρυλλεῖ, λέγει]
- <ὕλλει>· τὰ πρὸς κάσσωσι δέρματα
- <Ὕλεες>· οἱ ἐν Κρήτῃ Κυδώνιοι
- <ὑλίας>· τοὺς καρπατίμους τόμους
- <Ὕλλος>· ποταμὸς Λυδίας
- <ὕλογος>· στρατός. Περγαῖοι
- <ὕλοι>· σπόνδυλοι
- <Ὕλῳ ἰχθυόεντι>· ὄνομα ποταμοῦ ἰχθύας ἔχοντι
- <ὑλομανής>· ὁ ταῖς ὕλαις χαίρων
- <ὑλομήτρα>· εἶδος σκώληκος
- <ὑλοτόμος>· ξυλοτόμος
- <ὑλωρός>· ὕλην φυλάσσων
- <ὑμά>· ὑμέτερα ......
- <ὑμεδαπῶν>· τοῦ ὑμετέρου ἐδάφους
- <ὑμέναιος>· γάμος. ἢ ᾠδὴ ἐπιγάμιος
- <ὑμεναίων>· γαμικῶν ᾀσμάτων, μέλος ᾠδῆς
- <ὑμένιον>· λεπτόν
- <ὑμενῶδες>· λεπτόν, ἀεροειδές
- <ὑμήν>· εἶδος ἐνδύματος. ὑμέναιος. ἐπίπλους. καὶ τὸ διαφανές. καὶ τὸ
τοῖς γαμοῦσιν ἐπαυλούμενον <ὑμέναιος>, ἀπὸ τοῦ ἡμήσης παιδός, ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν
- <ὑμῆς>· ὑμετέρας
- <Ὑμήττης>· ἐν Ὑμήττῃ ὁ Ἀπόλλων τιμώμενος
- <Ὑμήττιος>· Ζεὺς παρὰ Ἀττικοῖς
- <ὔμμε>· ὑμᾶς, ὑμεῖς. Αἰολικῶς
- <ὔμμες>· ὑμεῖς, καὶ τὰ ὅμοια
- <Ὑμμητός>· ὄρος Ἀττικῆς
- <ὑμνεῖ>· εὐλογεῖ, ᾄδει
- <ὑμνηπολείτω>· ὑμνείτω
- <ὑμνίον>· τὸν ἀμόλγην Διονύσιον
- <ὑμνοθέται>· ποιηταί
- <ὑμνοθέτης>· ποιητής
- <ὑμνοτήϊαι>· σύνοδοι τῶν ἐπ' ἔτος γεγαμημένων
- <ὕμνος>· χρησμός
- <ὕναν>· τὴν εἰρήνην
- <Ὑνναρεύς>· Ζεὺς ἀπὸ τοῦ Ὑνναρίου ὄρους
- <ὑννάς>· αἲξ ἀγρία
- <ὑννή>· αἴξ. καὶ τὸ τοῦ ἀρότρου σιδήριον τὸ τέμνον τὴν γῆν. καὶ <ὕννις>
ὁμοίως
- <ὕννος>· πῶλος ὁ ἐν τῇ γαστρὶ νοσήσας, πρὶν κυηθῆναι
- <ὑντετράστιαν>· κατεαγέν. Σαλαμίνιοι
- <ὕντωσε>· συμπαρῆσαν
- <ὕξον>· βοήθησον
- <ὑολλός>· τόπος συῶν βορβορώδης
- <ὑοβότης>· συοβόσκης
- <ὑομεμνία>· ἑορτή τις ἐν Ἄργει
- <ὑομένη>· βρεχομένη
- <ὕον>· ὅμοιον
- <ὑός>· χοίρου
- <ὑοσκυαμᾷς>· μαίνῃ, ἀπὸ τῆς πόας
- <ὑοχαί>· τὸ βορβορῶδες ὕδωρ
- <ὑπάγειν>· τὸ ἡσύχως πίνειν
- <ὑπαγορ(ε)ία>· συμβουλία
- <ὑπαγορεύουσι>· λαλοῦσιν
- <ὑπάγορον>· κατὰ βίαν ὑπερήφανον
- <ὑπαγωγεύς>· πρὸς πλίνθων οἰκοδομὴν πηλός
- <ὑπαγωγή>· ὑποχώρησις
- <ὑπάγων>· ὑπὸ δίκην ἄγων
- <ὑπαί>· πρὸ τοῦ καὶ νῦν. <ὑπαὶ πόδα
- ὑπαὶ δὲ ἴδεσκε[ν]>· ὑπέβλεπεν
- <ὑπαὶ δείους>· ὑπὸ τοῦ δέους
- <ὑπαιδράσειαν>· ὑπόψειαν
- <ὕπαιθα>· ἔμπροσθεν
- <ὑπαίθριον>· ὑπὸ τὸν ἀέρα
- <ὑπαικαλούσας>· ὑποτρεμούσας
- <ὑπαιλίχαζε>· ἐκ πέτρας ὑποχώρει
- <ὑπαινίττεται>· αἰνιγματωδῶς ἐμφαίνει
- <ὑπαλευάμενος>· φυλαξάμενος
- *<ὑπαΐξας>· ὑφορμήσας
- *<ὑπαὶ πόδα>· ὑπὸ πόδα
- *<ὑπαλύξαι>· ἐκφυγεῖν. ἐκκλῖναι
- *<ὑπ' ἀνέρος>· ὑπ' ἀνδρός
- *<ὑπ' ἀνθερεῶνος>· τὸν ὑπογένειον τόπον
- <ὑπαντάξ[ας]>· ἐξ ἐναντίας, ἀντὶ τοῦ ὑπαντιάσας, συναντήσας
- <ὑπαντιάζει>· ὑπαντᾷ
- <ὑπ' ἀντιαίης>· ὑπὸ τῆς αἰσχρᾶς ἐξ ἐναντίας πολεμούσης
- <ὑπάντλ[ε]ια>· χαλκᾶ ἀγγεῖα, κάδοι
- <ὕπαντροι>· οἱ ὑπὸ τὸ σπήλαιον
- <ὑπανύσθαι>· ὑπουργεῖν
- <ὑπαπίει>· ὑποστρέφει
- <ὑπ' ἀπειρίας>· ὑπὸ ἁμαρτίας
- <ὕπαρ>· τὸ μεθ' ἡμέραν ὄναρ. ἐν ἡμέρᾳ. οἷον φανερῶς, ἐναργῶς, ἀλη-
θές
- <ὕπαρ>· μεθ' ἡμέραν. ἀληθές
- <ὕπαρνος ποίμνη>· ἄρνας ἔχουσα
- <ὑπάργυρον>· τὸ κινάμωμον
- <ὑπάρξας>· κατάρξας
- <ὕπαρξις>· προγένεσις. ἡ οὐσία
- <ὑπάρχει>· προκατάρχει
- <ὕπαρχος>· οἰκονόμος. πολέμου στρατηγός
- <ὑπάρχων>· πεφυκώς, ὤν
- <ὑπαρχθεῖσαν>· προγεγονυῖαν
- <ὑπασπισταί>· βοηθοί. ὑπηρέται
- *<ὑπασπίδια προποδίζων>· ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας
καὶ οὕτως προβαίνων
- <ὑπασπιστής>· βοηθός, δορυφόρος, ὑπηρέτης
- <ὑπάτη>· ὑψηλή. δυνατή
- *<ὕπατε κρειόντων>· βασιλεῦ βασιλευόντων
- <ὑπάτη>· ὑπερτάτη, ἀνωτάτη. πλουσία
- <ὑπάτμενοι>· δοῦλοι, ὑπουργοί
- <ὕπατον μήστωρα>· τὸν ἐν τῷ βουλεύσασθαι σοφώτατον, οἷον πρῶτον
- <ὕπατος>· ὑψηλός. ἔντιμος, πρῶτος, διαφέρων τῶν ἄλλων, ἐξοχώτατας
- <ὑπ' αὐλήν>· ὑπ' οἶκον
- <ὑπ' αὐλοῦ>· μετ' αὐλοῦ
- <ὑπ' αὐνήν>· παρ' Ἑκαταίῳ. Φιλητᾶς
- <ὑπαφήτορες>· ὑποτεταγμένοι
- <ὕπαφρον>· τὸ μὴ φανερὸν ὕπαφρον λέγουσιν, ἄλλοι [τὸ] ὕπαφρον τὸ
ὑγρασίαν ἔχον ἐμφερῆ ἀφρῷ. ἔνιοι κρύφιον καὶ ὕπουλον τὸ ὕπαφρον
- <Ὑπαχαιοί>· ὀνομαστικόν
- <ὑπαχθέντες>· ὑποβληθέντες. πεισθέντες. ἀπατηθέντες
- <ὔπεα>· τὰ ὀπήτια
- <ὑπέασιν>· ἐληλύθασιν
- [<ὑπεδείδεσκεν>· ὑπεβλέπετο]
- <ὑπέγραψεν>· ἐχάραξεν, ἢ ἔγραψεν
- <ὑπεδέσμευεν>· ὑπεξέκειτο
- <ὑπέδυ>· [ὑπεισέλθοι] ὑπεισῆλθεν
- <ὑπεζευγμένος>· ὑποτεταγμένος
- <ὑπεζῶσθαι>· τὸ εἰς ἄνδρας ἐλθεῖν. Φιλητᾶς
- <ὑπεζωσμένοι>· ἀναπείσαντες
- <ὑπέθην>· [ἔμπροσθεν] ὑπεκθέμην
- <ὑπέθεντο>· συνεβουλεύοντο
- [<ὑπεθολιάσθην>· ἔμπροσθεν ἐκλείσθην]
- [<ὑπεθόμησεν>· ὁμοίως]
- [<ὑπεθρεῖ>· ὑπερέχει, ὑπερβάλλει]
- [<ὕπεθρον>· ὑπὸ τὸν ἀέρα]
- <ὑπ[ε]ιδό[ύ]μενοι>· ὑφορώμενοι
- <ὑπείκει>· ὑπακούει. ὑποχωρεῖ, ὑποτάσσεται
- <ὑπείκετε>· τὰ αὐτά
- <ὑπειλημμένη>· ἀντ(ε)ιλημμένη
- <ὑπειλημμένον>· ὑπονενοημένον. ὑπενηνεγμένον
- <ὑπείνεχεν>· ὑπέβαλεν, ὑπεῖχεν
- <ὑπεῖξά σοι>· ὑπεχώρησά σοι
- <ὑπείξομαι>· ἥξω, ὑπονοστήσω. ὑποχωρήσω
- <ὑπεὶρ ἅλα>· ὑπὲρ τὴν ἅλα, ὑπὲρ τὴν θάλασσαν
- <ὑπείροχος>· ὑπέροχος, ὑπερέχων
- <ὑπεῖχεν>· ὑπέβαλεν
- [<ὑπ' ἐκ Διὸς αἶσαν>· παρὰ τὸ ἐκ Διὸς εἱμαρμένον]
- <ὑπέκειντο>· ὑποκείμενοι ἦσαν
- <ὑπέκθεσις>· ὑπόθεσις
- <ὑπεκινοῦντο>· κατενοίγοντο, ἢ ἐπτοοῦντο
- <ὑπέκλινεν>· ὑπέταξεν
- <ὑπεκδράμω>· φ[ε]ύγω
- <ὑπεκπροθέων>· ὑπεκτρέχων
- [<ὑπέκτρενον>· τὸ ἔτρεμον]
- <ὑπελθεῖν>· ὑπεισελθεῖν, ὑποδραμεῖν
- <ὑπέλαιος>· γλοιός
- *<ὑπέλαβεν>· ὑπεδέξατο
- <ὑπελεῖν>· ὑπειλεῖν
- <ὑπ' ἔμβρυον>· νεογνὸν βρέφος ὑπέβαλεν, ἵνα εὕρῃ ἀμέλξαι
- <ὑπεμνήμυκεν>· ὑπομέμυκε, κλαίει, στενάζει, στυγνάζει
- <ὑπ' ἐμοί>· ὑπὸ τὴν ἐμὴν ἐξουσίαν
- <ὑπεμφαίνει>· φανεροῖ
- <ὑπεναντίος>· ἐχθρός
- <ὑπένερθεν>· ὑποκάτωθεν
- <ὕπενες>· εἰς τετάρτην
- <ὑπ' ἐνεσίῃσι>· βουλαῖς
- <ὑπενηνεγμένον>· ὑποκείμενον
- <ὑπενόθευσεν>· ὑπέφθειρεν
- <ὑπενόστησεν>· ὑπέστρεψεν, ὑπεχώρησεν· <νόστος> γὰρ ἡ ὁδός
- <ὑπεξέθαυτο>· ὑπεκέκαυτο
- <ὑπεξέφερε>· προέτεινε, προεβάλλετο
- <ὑπεξέφερον>· εἰς τὸ ἔξω ἔφερον
- <ὑπεξαλέασθαι>· ὑπεκκλίνειν
- <ὑπεξήκριζον>· ὕβριζον
- <ὑπεξίει>· ὑπεξίσταται
- <ὑπεξίσταται>· τὰ αὐτά
- <ὑπεξίστησι>· μεθίστησι
- <ὑπέπισα>· ὑπεπότισα
- <ὑπεπόδισεν>· ἀνεπόδισεν
- <ὑπέρ>· πρόθεσις. πολύ, πλέον, λίαν
- <ὑπέρα>· ἐν τῇ νηὶ σχοινία τινά
- <ὑπεραγασθείς>· ὑπερθαυμάσας
- *<ὑπειρεσία>· ἡ τῶν ἐρεσσόντων καθέδρα
- *<ὑπειλημμένον>· ὑπενενοημένον
- *<(ὑ)περάγον>· διαφέρον
- <ὕπερα[ε]>· σκώληκές τινες
- <ὑπεραγοναστάς>· εἱμαρμένας κρόκας, οἷον ὑπερστήμονας
- <ὑπεραίρεται>· ὑψοῦται
- <ὑπεραέϊ>· ὑπεράγοντι κατὰ τὴν πνοήν
- *<ὑπέρας>· τὰ σχοινία
- <ὑπέρακμος>· μέγας
- <ὑπὲρ ἅλα>· θάλασσαν
- <ὑπεράλλα πέτηξ>· ὑπὲρ τὸ δέον
- <ὑπεράλ(λ)εται>· ὑπερπηδᾷ
- <ὑπεραλεῖται>· ὑπερπηδήσει
- <ὑπεράλμενον>· ὑπεραλλόμενον
- <ὑπερανάστης>· μετανάστης. μεταβάτης
- <ὑπερανέστηκεν>· ὑπερβέβηκεν, ἐκ τοῦ <ὑπέρ> ἤτοι ὑψηλότερον
- <ὑπέραντλα>· πολλά
- <ὑπερασπίζω>· βοηθῶ, ἀντιλαμβάνω. καὶ <ὑπερασπιστής>· ἀντι-
λήπτωρ
- <ὑπερασπιῶ>· προΐσταμαι
- <ὑπέραυχος>· ὑπερήφανος
- <ὑπερβάλλει>· ὑπερνικᾷ. ὑπερτίθεται. παραβαίνει. ἢ ἐπαναφέρει εἰς
συμβουλίαν
- <ὑπερβᾶν>· ὑπερώαν
- <ὑπέρβασις>· ὕβρις, ἀδικία. κόρος. ἁμαρτία. ὑπερηφανία. παράβασις
ὅρκων
- <ὑπερβασίης>· ἀδικίας. ὑπερηφανίας
- <ὑπερβατόν>· ὑπερβαινόμενον
- <ὑπέρβιον>· ὑπεράγοντα τῇ βίᾳ. ὑπὲρ δύναμιν. πάνυ βιαίως
- <ὑπερβλήδην>· ὑπεράγαν
- <ὑπερβλύζει>· .......
- <ὑπερβολή>· πολύ
- <ὑπερβολία>· ὕβρις. κόρος
- <ὑπεργμένων>· δοθέντων. προελθόντων
- <ὑπεργύϊον>· ὑπέρμηκες, μέγα
- <ὑπερδέα>· ὑπεραγόντως ἐνδεᾶ, ἢ ἐλάσσονα κατὰ δύναμιν·
ὑπερδέα δῆμ(ον) ἔχοντα
- [<ὑπέρδεσμα>· ἐνέχυρα, ὑποδήματα]
- <ὑπέρδικοι>· συνηγόροι οἱ τὸ δίκαιον ὑπερβαίνοντες
- <ὑπερδειπνεῖ>· ὑπερτρυφᾷ
- <ὑπερείδει>· στηρίζει
- [<ὑπερείδει>· καταφρονεῖ]
- <ὑπερειδούσης>· στηριζούσης
- <ὑπέρειπε>· κατέβαλ(λ)εν, ἀπὸ τοῦ <ἐρείπειν
- ὑπερείσατε>· στηρίξατε
- <ὑπερεκστήξει>· ὑπερσταθήσεται
- <ὑπερέκτισις>· ὑπεραπότισις
- <ὑπερένεγκαν>· ὑψώθησαν
- <ὑπερέλασις>· ὑπέρθεσις, ὑπερβολή
- *<ὑπερένδοξος>· ἄγαν ἔνδοξος
- <ὑπε(ρ)έξουσι>· μείζονες ἔσονται
- <ὑπερέπτατο>· ὑπερίπτατο. ὑπερέδραμεν. ὑπερεπήδησεν
- <ὑπέρεπτε>· ἤσθιεν. ὑπενεδίδου. ὑπέσυρεν
- <ὑπέρευγε>· ὑπερκάλως
- [<ὑπεριφερές>· μετεωροφόρον]
- <ὑπερέσχεθε γαίης
- ὑπερέσχεν>· ἀνέτειλεν
- <ὑπερέσσεται>· περιέσται, κρατήσει
- <ὑπερέχει>· ἄνωθεν ἐπιβάλλει. βοηθεῖ. διαφέρει, ὑπερβάλλει, ὑπεράνω
ἔχει
- <ὑπερέχοντι>· ἐξουσιάζοντι
- <ὑπερζέσας>· ἀναφλεχθείς
- <ὑπερηγάσθη>· ὑπερεθαυμάσθη
- <ὑπερηκόντισεν>· ὑπερέδραμεν
- <ὑπερήκρισας>· ὑπεράγαν ἐπήδησας
- <ὑπερήμεροι>· οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες καὶ
μὴ διαλυσάμενοι
- <ὑπερήμερος>· ἐκπρόθεσμος
- <ὑπερηνορεόντων>· ὑπερηφάνων
- <ὑπερήνωρ>· εὔψυχος, ἀνδρεῖος. ὑβριστής. ὑπερέχων. ὑπερήφανος. πα-
ράνομος. ἢ ὁ ὑπερέχων κατὰ τὴν ἀνδρείαν
- [<ὑπερήπης>· ὑπὸ τῆς ὁρμῆς]
- <ὑπερῆρτο>· κατεξανίστατο
- <ὑπερήσει>· ὑπερβαλεῖ
- <Ὑπερησία>· πόλις
- [<ὑπερήσμασι>· στηρίγμασι]
- <ὑπερήφανος>· ὑπεράφρων. ἀγνώμων
- <ὑπερθεῖ>· ὑπερέχει. ὑποτρέχει, ἤγουν θέει
- <ὕπερθεν>· ὑπεράνωθεν
- <ὑπὲρ θεόν>· παρὰ τὸ θεῖον ἢ τὴν τοῦ θεοῦ γνώμην
- <ὑπερθέοντας>· ὑπερτρέχοντας
- <ὑπερθέσεις>· ἀναβολαί. ὑπερβάσεις
- <ὑπερθορέονται>· ὑπερπηδῶσιν
- <ὑπέρθορον>· ὑπερεπήδησα, ὑπερηλάμην
- <ὑπέρθυμοι>· πρόθυμοι. μεγαλόψυχοι
- <ὑπερθύριον>· ὁ ἐπάνω τῶν θυρῶν τόπος
- <Ὑπερία>· ἡ τῶν Φαιάκων πόλις. καὶ κρήνη
- *<ὑπερίον[τ]α>· ὑπὲρ ἡμᾶς ἰόντα ὁ ἥλιος, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι
- <ὑπερίδῃ>· καταφρονῇ
- <ὑπ(ερ)ικταίνοντο>· ἔνιοι ὑπὲρ δύναμιν, ἴκνουν ὑπερικνοῦντο διὰ τὴν
χαράν, ὅ ἐστιν ἐξετείνοντο
- <ὑπεριπτία>· ἀγών τις παρθένων
- <ὑπέριπτεν>· κατέσειεν
- <ὑπερισχύουσαν>· ὑπερβάλλουσαν
- <ὑπερίων>· τὸν ἐν τῷ ἀέρι, ἢ ὁ ἥλιος ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι
- <ὑπερκαταβαπτύουσαν>· ἀντὶ τοῦ ὑπερηφάνους λόγους ποιουμένους
- <ὑπερκακεῖν>· ὃ νῦν <ἐκκακεῖν
- <ὑπὲρ κάρα φοιτῶντα>· ὑπὲρ κεφαλῆς ἐρχόμενον
- <ὑπερκείμενον>· ἄνω κείμενον
- <ὑπέρκεισαι>· ὑπερβάλλεις
- <ὑπερκείσθω>· ὑπερτεθείσθω
- <ὑπὲρ κεφαλῆς>· ὑπεράνω τῆς κεφαλῆς
- <ὑπερκόμπως>· ὑπερηφάνως
- <ὑπερκάϋστρα>· ἡ τῆς Ἀθηνᾶς ἱέρεια
- <ὑπερκόσμια>· ὡς ἄγγελοι, καὶ τὰ μέλλοντα ὑπὲρ τὸν κόσμον
- <ὑπερκυάνεον>· λίαν κυάνεον
- <ὑπερκύδαντας>· ὑπερέχοντας τῇ δόξῃ, ὑπερενδόξους γενομένους
- <ὑπερκυδέοντας>· λίαν ἐνδόξους
- <ὑπερμαζᾷ>· ὑπερτρυφᾷ
- <ὑπερμενέϊ>· τῷ ὑπεράγοντι κατὰ τὸ μένος, τουτέστι τῇ ἰσχύι ὑπερ-
κρατεῖ
- <ὑπερμενής>· μεγάλην ἔχων ἰσχύν
- <ὑπερμενέον(τα)>· ὑπερηφανοῦντα. ὑπερέχοντα τῇ δυνάμει
- <ὑπέρμορα>· ὑπὲρ τὸ δέον, ὑπὲρ τὸ καθῆκον
- <ὑπὲρ μόρον>· ὁμοίως
- <ὑπερνεμεῖς>· ὑπερορᾷς
- <ὑπερνήχεται>· ὑπερέχει, ὑπερβαίνει
- <ὑπερνικᾷ>· ἀντιμάχεται
- <ὑπέρογκον>· μέγα, ὑψηλόν, ὑπέρμετρον
- <ὑπεροι(α)ζομένου>· ὑπερηφανευομένου
- <ὑπεροιησάμενοι>· ὑπερηφανοῦντες
- [<ὑπερόλβη>· κόρος. ὕβρις]
- [<ὑπεροπεύει>· ψεύδεται]
- [<ὑπεροπεύς>· ψεύστης.] ὑπερόπτης]
- <ὑπεροπλίαις>· ὑπερηφανίαις, ὑπερφροσύναις
- [<ὑπεροπλῆσαι>· ὑπερβῆναι, ὑπερπηδῆσαι]
- <ὑπεροπλίσσαιτο>· νικήσειεν. ἢ ὑπερηφανήσειεν
- <ὑπέροπλον>· ὑπὲρ τὸ δέον. ὑπερήφανον. ψευδές
- <ὑπέροπτον>· μέγα, καὶ ὑπὲρ τὸ μέτρον, καὶ τὰ ὅμοια
- <ὑπερορᾷ>· καταφρονεῖ, παραβλέπει
- <ὑπερόριος>· ἐκτὸς τῶν ὁρίων
- <ὑπέρου περιστροφήν>· παροιμία. λέγεται δὲ ἐπὶ τῶν τὰ αὐτὰ
ποιούντων καὶ μηδὲν περαινόντων
- <ὑπερούσιος>· ἀγαπητός, πεφιλημένος
- <ὑπερόφρυς>· ὑπερηφάνους
- <ὑπέροφρυς>· ὑπέροπτος
- <ὑπεροχή>· ἐξοχή, ὑπερβολή
- <ὑπέροχον>· περισσόν. δεινόν. μεῖζον
- <ὑπεροψία>· ὑπερηφανία, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν
- <ὑπερπαθήσας>· πάνυ λυπηθείς
- <ὑπερπηδῶν>· ὑπερθορών
- <ὑπεῤ(ῥ)άγη>· διεῤῥάγη
- <ὑπερσχεῖν>· ἀνατελσεῖν. ὑπερμαχῆσαι. βοηθῆσαι. σκεπάσαι
- <ὑπέρσχες>· σκέπασον, καὶ τὰ ὅμοια
- <ὑπερτάτην>· ὑψηλήν, ὑπερβαίνουσαν
- <ὑπέρτατος>· μέγιστος. πρεσβύτατος. ἀνώτατος, ὑψηλότατος. εὐγενέ-
στατος
- <ὑπὲρ τέγος>· ὑπεράνω τῆς στέγης
- <ὑπερτεῖς>· Κρητικῶν πόλεων ἐπίθετα
- <ὑπερτελής>· ὑπὲρ τὸ τέλος ἀφικομένη
- <ὑπερτέλλοντες>· ἀνατέλλοντες
- <ὑπερτέλλων>· ὑπερα(να)τέλλων, ὑπερφαινόμενος τῶν ἄλλων ἄστρων
- <ὑπερτενῆ>· ὑπερανατείνουσα, ὑψηλή
- <ὑπερτέρα>· ὑψηλοτέρα· οἱ δὲ νεωτέρα. ἢ πρεσβυτέρα. ἢ ἄροτρον
- <ὑπερτερία>· τὸ ἄνωθεν τῆς ἁμάξης ἐπιτιθέμενον
- <ὑπερτερίῃσι>· νεωτερισμοῖς. ὑπερηφανίαις
- <ὑπερτερ[ε]ώτερος>· νεώτερος
- *<ὑπέρτερον>· ἔσχατον, ὕστερον. νεώτερον. εὐγενῆ
- (*)<ὑπερτερ[ε]ίη>· τὸ πῆγμα τῆς ἁμάξης
- (*)<ὑπέρτερα>· κρέατα ἐκτὸς τοῦ σώματος πρὸς τὴν σύγκρισιν τῶν
ἐντός
- <ὑπερτεροῦν>· δεσπόζον
- *<ὑπερτῆρα>· τὸ τῆς ἁμάξης πῆγμα
- <ὑπέρτεχνον>· σπουδαῖον
- <ὑπερτοναίων>· ὑπὲρ τῶν ἄνω συνδεδεμένων καὶ διατετα[γ]μένων
- <ὑπέρυθρος>· πυρακτής
- <ὑπέρφασις>· ὑπερηφανία, μεγαλοῤῥημοσύνη
- <ὑπερφέρεις>· ὑπερβά(λ)λεις
- <ὑπερφερές>· μέγα ὑπὲρ φύσιν, ἢ ὑπεράγον
- <ὑπέρφευ>· ὑπεράγαν
- <ὑπερφίαλος>· ὑπερήφανος, ὑβριστής, παράνομος, ὑπερφυής. μεγαλο-
πρεπής. ἢ ἔκσπονδος
- <ὑπερφλύζει>· ἀναῤῥεῖ, ἐκφυσᾷ
- <ὑπέρφρονα>· ὑπερήφανον. ἀγνώμονα. ὑψηλόφρονα
- <ὑπερφυᾶ>· ὑπὲρ φύσιν μέγαν
- <ὑπερφυές>· ὑπερμέγεθες, μεῖζον
- <ὑπερφύς>· ὑπεργεννηθείς
- <ὑπερφυῶς>· ὑπεραγόντως
- <ὑπερχειλές>· ὑπερμεμετρημένον
- <ὑπερχειλῶν>· ὑπερμέστων
- <ὑπερχέων>· ὑπερέχων
- <ὑπέρχολος>· ὑπερβαλλόντως ὀργιζόμενος
- <ὑπέρχρεως>· ὁ πολλῷ πλείω τῆς οὐσίας ὀφείλων
- <ὑπερῶ>· ὑποβα[λ]λῶ. ἀντὶ τοῦ προερῶ <ὑπερῶ>
- <ὑπερῴ(α)>· στόματος
- <ὑπερῷα>· ἀνώγαια
- <ὑπερώησαν>· ὑπ[ερ]εχώρησαν
- <ὑπερώϊον>· ὑπερῷον, ἀνώγαιον οἴκημα
- <ὑπερῷον>· ἀνώγαιον
- <ὑπερώφθη>· παρώφθη
- <ὑπεσάκκισεν>· ὑπήθει τῷ σάκκῳ. ἔνιοι πρόκοπτε
- [<ὑπεσενεχίζετο γέα>· ὑπεκάμπτετο. ἐκινεῖτο]
- <ὕπεσις>· ταπείνωσις, ἔνδοσις
- *<ὑπέρβιος>· ὑπέωρος
- <ὑπεσπληνισμένον>· ὑποπιασμένον. ἢ πεποικιλμένον
- <ὑπέστη>· ὑπέσχετο
- [<ὑπέτρεχον>· ὑπεράνω τοῦ πυρὸς εἶχον]
- <ὑπέσταν>· ὑπέστησαν, ἐπηγγείλαντο
- <ὑπεστειλάμην>· παρῃτησάμην
- <ὑπεστόρεσται>· ὑπέστρωται, ἥπλωται
- *<ὑπέχεσθαι>· ὑπερβάλλεσθαι
- <ὑπεσχηκώς>· ὑποστάς
- <ὑπέσχηται>· ἐπήγγελται
- <ὑπέφηνεν>· ὑπέδειξεν, ἐφανέρωσεν
- <ὑπεχάλκισα>· πρὸς χαλκοῦ ὑπεθέμην
- *<ὑπ' εὐθείας>· ἐπ' ἴσης
- *<ὑπεύθυνος>· ἔνοχος. ὑποκείμενος
- <ὕπεχε>· ὑπόφερε. πάρεχε. ὑπόμενε
- <ὑπέχει>· ὑπομένει. ὑφίσταται. δίδωσιν
- <ὑπέχεται>· προμηθεῖται
- <ὑπέχευεν>· ὑπέβαλλεν, ὑπέχυσεν
- <ὑπηγάγετο>· ἠπάτησεν. [ὑπέμεινεν
- [<ὑπηδόμενοι>· ὑφορώμενοι]
- <ὑπηλάτων>· τῶν ὑπὸ ἐλάττων, ἔνιοι φύλλων
- *<ὑπήλυθεν>· ὑπέδυ, ὑπεισῆλθεν
- [<ὑπηλήφαμεν>· ἐνομίσαμεν]
- <ὑπήλλαξεν>· ὑπεχώρει
- <ὑπῆν>· ὑπῆρχεν
- <ὑπήει>· ὑπομένει, ὑποφέρει
- <ὑπήνας>· γενειάδας
- <ὑπηνέμια ὠά>· τὰ δίχα τοῦ ὀχευθῆναι γεννώμενα
- <ὑπηνέμους>· σκεπηνούς
- *<ὑπηνέμιον ἄνεμον>· ὑετόν, καὶ τὰ ὅμοια
- <ὑπήνη>· τὸ γένειον, ἤτοι πώγων. ἄλλοι μύσταξ, ἄλλοι ὑπήνη, ὅς ἐστι
ὑπὸ τὴν ῥῖνα τόπος
- [<ὑπήνημος>· σκέπη]
- <ὑπηντίαζον>· ὑπήντων
- <ὑπηοίη>· ὑπὸ τὸν ὄρθρον, πρὸς τῆς ἕω
- <ὑπήρατος>· λογομάχος. ὑπέρλαμπρος
- <ὑπηρέσια>· τῶν κωπηλατούντων δέρματά τινα, ὡς προσκεφάλαια, ἐφ'
ὧν καθέζονται
- *<ὑπηρέτης>· δοῦλος
- <ὑπηρέσιον>· ἡ σανὶς τῆς καθέδρας
- <ὑπήτριον>· ὑπογάστριον, ἐφήβαιον
- <ὑπηχεῖ>· βομβεῖ
- <ὑπήχθην>· ἦλθον
- <ὑπ' ἠῶ>· ὑπὸ τὸν ὄρθρον
- <ὑπεὶρ ἅλα>· ὑπὸ τὴν θάλασσαν
- <ὑπίσχεται>· ἀναδέχεται, ὑπισχνεῖται
- <ὑπισχνεῖται>· ὁμολογεῖ, συντίθεται, ἐπαγγέλλεται
- <ὑπ' ἴχνιον>· ὑπὸ τὰ ἴχνη
- <ὑπιωγαί>· ὑπαγωγαί, ὑποδρομαὶ τῆς πέτρας διὰ σκέπην, σκεπηνὰ μέρη
- <ὑπνάσσει>· ὑπνώσσει
- <ὑπνοῖ>· κοιμᾶται
- <ὕπνος>· [κυρίως
- <ὕπνου δῶρον>· ὕπνος, ἀνάπαυσις
- <ὑπνῶ>· κοιμῶμαι. ἢ ἀγρυπνῶ
- <ὑπνωτικόν>· ὁ μανδραγόρας
- <ὑπό>· πρόθεσις ......
- <ὑποακταίνοντο>· ἔτρεμον
- <ὑποβάθρα>· κρηπίς, θεμέλιος. ὑπόβασις
- <ὑποβαίνει>· ἐλαττοῦται
- <ὑποβάσει>· ὑποκαταβάσει
- *<ὑποβάλλει>· ὑποκρούει
- <ὑποβας[ι]μόν>· ὑποβάθραν
- <ὑπόβασις>· ὁ ἐνδότατος χιτών, ἢ περίζωμα
- <ὑποβατᾶν>· ὑποβατόν. τὸ ὑποπόδιον
- <ὑποβεβηκώς>· μικρότερος, ἐλάττων
- <ὑποβιβάζοντες>· ὑποκαταβαίνοντες. ἐλαττοῦντες
- <ὑποβιβασθέν>· ὑποβεβρυχμένον (?) ὑποπεπτωκός
- <ὑποβλεπόμενος>· ὑπονοῶν. ἐχθραίνων
- <ὑποβλήδην>· ὑποβάλλων τὸν λόγον πρὶν σιωπῆσαι τὸν λέγοντα. ἄλλοι
ὑπολαμβάνων
- <ὑποβολιμαῖον>· οὐ γνήσιον, ἀλλὰ νόθον, ὑποβαλλόμενον, ὡς ἀπὸ
τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυταῖς ὑποβάλλουσιν αἱ γυναῖκες
- <ὑποβορβόριον>· ἡ τρύξ
- <ὑπόβρυχα>· ὑποβρύχια. ὑπὸ τὸ ὕδωρ. ὑπὸ κάτω τῶν κυμάτων βυ-
θισθέντες
- <ὑπογάιδιον>· ὑπόγειον τύμβον
- <ὑπὸ γαμφηλαῖς>· ὑπὸ ταῖς σιαγόσιν
- <ὑπὸ γαμφηλῇσιν>· ὁμοίως
- <ὑπογεγραμμένη>· ἐγκεχριμένη
- <ὑπόγειον>· ὑπὸ τὴν γῆν
- <ὑπογενειάζων>· λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτόμενος
- <ὑπογλωττίς>· εἶδος στεφάνου. καὶ πάθος τι κατὰ τὴν γλῶτταν. καὶ
μέρος ἐνστόμιον
- <ὑπὸ γλωχῖνα>· ὑπὸ τὴν γωνίαν
- <ὑπόγνυθα>· τὸ καθῆσθαι τὰς χεῖρας ἔχοντα ὑπὸ γνάθον
- [<ὑπόγοιον>· πρὸ μικροῦ γεγονός]
- <ὑπογράμματα>· στιμίσματα τῶν ὀφθαλμῶν
- <ὑπογραμμός>· τύπος. μίμημα
- <ὑπογράφειν>· τυποῦσθαι
- <ὑπογραφῆναι>· εἰσακουσθῆναι
- <ὑπογραφίον>· τῶν ἐπὶ τῷ σώματι δεδανεισμένων
- <ὑπόγυον>· προσδόκιμον. ἐγγύς, ἢ ὁμοῦ, καὶ τὸ πρὸ ὀλίγου γεγονός,
καὶ τὸ ἕτοιμον, πρόσφατον
- <ὑπὸ δαΐ(δ)ων>· ὑπὸ λαμπάδων
- <ὑποδέγμενος>· ὑποδεχόμενος
- <ὑποδεέστερος>· ταπεινότερος
- <ὑποδεής>· ἐνδεής, καταδεής. ὑπόφοβος
- <ὑποδενδρυάζειν>· τὸ ἐξ ἀφανοῦς καὶ αἰφνιδίως ἐπιφαίνεσθαι
- <ὑποδεξίη>· ὑποδοχή, ἢ ἡ χορηγία πρὸς ὑποδοχήν
- <ὑποδέραια>· ὑποτραχήλια
- <ὑποδέραιον>· ὑποδείριον καὶ περιτραχήλιον
- <ὑποδερίς>· ὁρμίσκος. ἔνιοι πλοκίον τι περιτραχήλιον καὶ μέρος τι
- <ὑποδέσματα>· ἐνέχυρα
- <ὑποδέσμιος>· [ἢ ὑποδήμιος, ἢ] ὑποτεθείς
- <ὑπὸ δ' ἔτ(ε)ινε>· ὑπέβαλλεν
- <ὑποδῆσαι>· ἐνεχυραθῆναι. Ἰταλιῶται
- *<ὑπόδειγμα>· σημεῖον
- <ὑποδιδάσκαλος>· χοροδιδάσκαλος
- <ὑπόδικος>· ὑπεύθυνος. χρεώστης. ἔνοχος δίκης
- <ὑποδμώς>· ὑποτεταγμένος, δοῦλος, θεράπων
- <ὑπόδρα>· ὑποβλεψάμενος, βλαπτικός
- <ὑποδράξ>· ὁμοίως
- <ὑποδρακεῖν>· ὑποπτεύσας
- <ὑπόδρα ἰδών>· δεινῶς ὑποβλεψάμενος, ἢ ὑποβλέψας
- <ὑποδραμών>· ὑφερπύσας
- <ὑποδρασίας>· τὰς ἔχθρας
- <ὑποδρασίη>· ὑποψία
- <ὑποδρής(ς)ουσιν>· ὑπουργοῦσιν, ὑπηρετοῦσιν
- <ὑπὸ δρόμον>· ὑπὸ τροχασμόν. ὑπὸ κακοήθειαν
- <ὑποδρόμους>· στόμια
- <ὑποδύεσθαι>· δειλιᾶν
- <ὑποδῦναι>· ὑπεκδῦναι
- <ὑποδύντες>· ὑπεισελθόντες
- <ὑποδύς>· ὑποβάς, ὑπεισελθών
- <ὑποδύτης>· τὸ ἐσώτερον ἱμάτιον
- <ὑπόεικεν>· ἀνεχώρει
- <ὑποείξομαι>· ὑποχωρήσω
- <ὑποέστης>· χιτών
- <ὑποεχμένη>· ὑπείκουσα. θεραπεύουσα
- <ὑποζάκοροι>· νεωκόροι
- <ὑποζατηθείς>· ὑποκατασχών
- <ὑποζύγια>· κτήνη τὰ ὑπὸ τὸν ζυγόν, καὶ [τὰ ὑπόζωνα] πάντα τὰ
ἐζευγμένα
- <ὑποθέσθαι>· συμβουλεῦσαι
- <ὑποθέσεις>· καταβολαί. πράγματα. αἰτίαι, προφάσεις
- <ὑπόθεο>· ὑπόθου. συμβούλευσον
- <ὑπόθευτον>· Ῥόδιοι ἐπὶ θυσίας
- <ὑποθήκη>· παραίνεσις, διδασκαλία. ἢ ἐνέχυρον. ἢ συμβουλή
- <ὑποθημοσύνη>· τὰ αὐτά
- <ὑποθήμων>· ὑποθέσεις καταγράφων
- <ὑποθήσομαι>· διδάξω καὶ <ὑπόθου> ὁμοίως
- <ὑποθυμί[ο]ς>· στέφανος ὑποτράχηλος
- <ὑποιατιθείς>· ὑποστρατευθείς
- <ὑποίζεσθαι>· ὑπονοεῖν
- <ὑποικουρεῖ>· ἀντὶ τοῦ συνέστη καὶ γεγάμηται
- <ὑποικουροῦσα· εἰς βάθος> οἰκοῦσα
- <ὑποίσει>· ὑφέξει, βαστάσει
- <ὑποι(ς)τά>· φορητά, βαστακτά
- <ὑποίσω>· ὑπενέγκω, ὑπομενῶ, καὶ τὰ ὅμοια
- <ὑποκαθῆσθαι>· ἐνεδρεύειν
- <ὑποκάλυκα>· ὑπὸ τὴν κλεῖδα τοῦ πυρός
- [<ὑπὸ κόρασιν>· ὑπὸ ταῖς κεφαλαῖς]
- <ὑποκείσεται>· ὑποβληθήσεται
- <ὑποκεντά>· ὑπομονητικά
- <ὑποκέοιτο>· ὑποκείσεται
- <ὑπὸ κεύθεα>· ὑπὸ κοῖλ[ι]α
- *<ὑποκυσσαμένη>· ἐγκυοῦσα
- <ὑποκόλπιον τοῦ χοροῦ>· τῆς στάσεως χῶραι αἱ ἄτιμοι
- <ὑποκομψίας>· τὸ κομψὸν ὑποφαίνων
- <ὑποκορίζεσθαι>· ὑποκοριστικοῖς λόγοις χρῆσθαι, ἤτοι κολακεύειν
- <ὑποκοριζόμενος>· ὁμοίως
- <ὑπὸ κρασίν>· ὑπὸ ταῖς κεφαλαῖς
- <ὑποκρέκειν>· ἐπὶ τῶν ἵππων, πορείας τις τρόπος, βῆμα
- <ὑπὸ κράτεσφιν>· ὑπὸ τῇ κεφαλῇ
- <ὑποκριθῆναι>· ἀποκριθῆναι
- <ὑποκρίναιτο>· ὑποκρίσει τι ποιῶν
- <ὑποκρίνοιτο>· ἀποκρίνοιτο. ἔνθεν καὶ <ὑποκριτής>, ὁ ἀποκρινόμενος
πρὸς τὸν χορόν
- <ὑπόκρισις>· εἰρωνεία. ὑπουλότης. δόλος
- <ὑποκριτής>· μάντις. καὶ ὁ ἐν τῇ σκηνῇ ἀποκρινόμενος
- <ὑποκρούει>· ἀντιλέγει
- <ὑποκρουνιδία>· θυσία τις παρὰ Κνιδίοις
- <ὑποκρουσταλίς>· εἶδος τοῦ λίνου σπέρματος
- <ὑποκυδές>· ὑποφρύδιον
- <ὑπόκυκλα>· τοὺς ἀστραγάλους τοὺς ὑποτιθεμένους τῷ πυθμένι τῶν
τριπόδων
- *<ὑποκυησαμένη>· ὑπὸ γαστρὸς ἔχουσα ἐγκοίλιον
- <ὑπόκυκλον>· ὑπότροχον, ἢ κάτωθεν σπεῖραν ἔχοντα
- <ὑποκυς(ς)αμένη>· ἔγκυος γενομένη, ἐγκύμων
- <ὑπολαβών>· ὑπονοήσας, νομίσας. ἀποκριθείς
- <ὑπολαΐς>· ὄρνις τις τῶν σκωληκοφάγων
- <ὑπολαλεῖ>· ψιθυρίζει
- <ὑπολάμβανε>· νόμιζε. ἀντιτίθει
- <Ὑπολάμπτειρα>· Ἑκάτη ἐν Μιλήτῳ
- *<ὑποληπτέον>· νομιστέον
- *<ὑπόληψις>· ὑπόνοια, καὶ τὰ ὅμοια
- <ὑποληΐς>· εἶδος ὄρνιθος. ἢ ... λαΐς
- <ὑποληκᾶν>· ὑποκρούειν
- <ὑπολ[ι]απάξας>· ὑποκενώσας
- <ὑπολίζονες>· μεγέθει ἐλάσσονες, ὀλιγώτεροι
- [<ὑπολιμαῖος>· ὁ μὴ γνήσιος]
- <ὑπολείπει>· ἐκλείπει
- <ὑπόλινον>· τὸ ὅρμινον
- <ὑπὸ λιπαροῖσι>· εὐτραφέσι
- <ὑπόλι(ς)φον>· ὀλισθηρόν
- *<ὑπολαιόν>· ὑποδαιστόν
- [<ὑπολύξας>· ἐκκλίνας]
- <ὑπομάζιον>· θηλάζον παιδίον
- <ὑπομαλανδριῶδες>· εἶδός τι ταρίχου
- <ὑπομέλαθρα>· Ἀρτέμιδος ἐπίθετον, ὡς ὁ Μύνδιος
- <ὑπομειδιῶντι>· γελῶντι
- <ὑπὸ μηνιθμόν>· ὑπὸ τὴν ὀργήν
- <ὑπομηλαφῆσαι>· ψηλαφῆσαι
- <ὑπομονή>· καρτερία
- <ὑπομνηματιστής>· ὁ ὑπόμνημα λέγων
- <ὑπονέμεσθαι>· ἐξαπατᾶν
- <ὑπὸ νηΐω>· τόπος δένδρον ἔχων, ἐν οἷς ἐδέσμευον τὰς ναῦς
- <ὑπονοεῖ>· ὑποπτεύει
- <ὑπονοθεῦσαι>· ὑποφθεῖραι
- <ὑπόνοια>· ὑπερηφανία, θράσος
- <ὑπονομαί>· κλοπαί. ὀχετοί
- <ὑπονοστήσας>· ἐπανελθών, ὑποστρέψας
- <ὑπονύσσεται>· καταπονεῖται
- [<ὑποοργός>· ὑπουργός]
- <ὑποπαθών>· ἠρέμα παθών
- <ὑποπεράτωσις>· τελείωσις
- *<ὑποπεζία>· ταπείνωσις
- <ὑποπερκάζουσι>· μεταβάλλουσιν ἐκ τοῦ ὄμφακος καὶ ὑπομελαίνονται
- <ὑπὸ παντὶ λίθῳ>· παροιμία τὸ "<ὑπὸ παντὶ λίθῳ σκορπίος
εὕδει>"
- *<ὑποπιάζομεν>· ταπεινοῦμεν. μαραίνομεν. <Ὑποπιασμὸς> γὰρ τα-
πείνωσίς ἐστι <σώματος
- <ὑποπῖσαι>· ὑποποτίσαι
- <ὑπὸ Πλάκῳ>· ὑπὸ τῷ Πλάκει ὄρει Κιλικίας
- <ὑπόπλεως>· μεστός, ἔμπλεως
- <ὑποποιεῖται>· προσποιεῖται
- <ὑπὸ πραπίδων>· ὑπὸ τῶν φρενῶν
- <ὑπόπτερος>· κοῦφος. καὶ <ὑπόπτερος> ὁ ταχύς
- [<ὑποπέτρου>]· ὑποπτέρου. ταχείας
- <ὑποπτεύει>· ὑπονοεῖ, ὑπολαμβάνει
- <ὕποπτος ἐχθρός>· .......
- <ὑπόπτως>· ἐχθροειδῶς
- <ὑπόπτωσις>· κατάπτωσις
- <ὑπόπτωτον>· ὑποπῖπτον
- <ὑπόρ(ε)ια>· τὰ ὑπὸ τὰ ὄρη
- <ὑπορίνους>· τοὺς ὑπὸ ῥινὶ φθεγγομένους
- *<ὑποργηθεῖσα>· ὑποχρισθεῖσα
- <ὑπὸ ῥιπῆς>· ὑπὸ τῆς ὁρμῆς
- [<ὑποῤῥόφιοι>· ὑπόστεγοι]
- <ὑποῤῥάπτεις λόγους>· συντίθης
- <ὑποσακίζειν>· ὑπηθεῖν τῷ σάκκῳ. καὶ τὸ προσκόπτειν
- <ὑποσκελίσει>· ἀπατήσει, χλευάσει
- <ὑπόσκοπον χέρα>· Αἰσχύλος. ὥσπερ οἱ ἀποσκοποῦντες, οὕτω κελεύει
σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι. σχῆμα δέ ἐστιν ὀρχηστικὸν ὁ <σκοπός>
- *<ὑπὸ σκήπτρῳ>· ὑπὸ τῇ βασιλείᾳ
- <ὕποσμος>· ὀσφραινόμενος
- <ὑποσμύχει>· θλίβει, ἀνιᾷ, καταπονεῖ, ἐκ μεταφορᾶς τῶν τραυμάτων
- <ὑποσμύχεται>· ὑποκαίεται
- <ὑποσμύχουσα· ἔνδον> ἐρεθίζουσα
- <ὑπόσπονδος>· σπονδὰς αἰτήσας
- <ὑπος(ς)είουσι>· κάτωθεν ἕλκουσιν
- <ὑπόστα>· ὑπόμενε
- <ὑποστάθμη>· τρυγία, τρύξ
- <ὑποσταίη>· ὑπόσχοιτο
- <ὑπόστασις>· πρόσωπον
- <ὑποσταχύοιτο>· ὑπαύξοιτο ἀπὸ τοῦ στάχυος
- <ὑποστειλάμενος>· ὑποκρυψάμενος. φοβηθείς
- <ὑποστέλλεσθαι>· ἀναδύεσθαι. δολιεύεσθαι. ὑποκρίνεσθαι
- <ὑποστέλλεται>· φοβεῖται. καὶ τὰ ὅμοια
- <ὑπόστερνον>· ὑπογάστριον
- <ὑπόστημα>· πλῆθος
- <ὑποστῆσαι>· ὅταν τις ἐγκάθετον στήσῃ ἐπὶ τῷ ὠνήσασθαί τι
- <ὑποστήσεται>· ὑπομενεῖ
- <ὑποστήτω>· ὑποταγήτω, εἰξάτω, παραχωρησάτω
- <ὑποστολή>· δειλία, φυγή
- [<ὑποστρέσαι>· ἀποφυγεῖν διὰ δέος]
- <ὑπόστροφον>· ἀφιγμένον, ὑποστρέφοντα
- <ὑπόστρωμα>· περίστρωμα
- <ὑπόσχε[τ]ο>· ὑπόσχου, ἐπαγγέλλου
- <ὑποσχεῖν>· ὑποβαλεῖν, δοῦναι
- <ὑποσχέσεις>· ἐπαγγελίαι
- <ὑπόσχωμαι>· ὑποβάλωμαι, ἐπαγγέλλωμαι
- <ὑποσχών>· τὰ αὐτά
- [<ὑποτάβλων>· ὑπεξουσίαν]
- <ὑποτέτροφεν>· ὑπέτροφεν
- <ὑποτίθεται>· συμβουλεύει
- <ὑποτιμήσεως>· προφάσεως
- <ὑποτίτθια>· θηλάζοντα, γαλουχούμενα παιδία
- <ὑποτονθορύζει>· γογγύζει
- <ὑποτοπάσαι>· ὑπολαβεῖν, ὑπονοεῖν
- <ὑποτοπήσομεν>· ὑπονοήσομεν
- <ὑποτρέχοντες>· ὑπεισερχόμενοι, σπεύδοντες
- <ὑπότριμμα>· ἐκ φοίνικος καὶ μέλιτος καὶ κυμίνου καὶ ἄλλων τινῶν
ἀρτυμάτων ἔργον
- <ὑποτρύζει>· ὑποβάλλει. ὑποψιθυρίζει. γογγύζει
- *<ὑπότροπον>· ὑπεστροφότα, ἐπανελθόντα ἐκ δευτέρου
- *<ὑπότροπος>· ἐξ ὑποστροφῆς
- <ὕπουλος>· ὕποπτος, δόλιος, ὑποκριτής, ὀλέθριος, ἀσυμφανής. <Ὕπο(υ)λα>
δὲ λέγεται τὰ μὴ φανερὰ τῶν ὀφθαλμῶν ἕλκη
- <ὑπουργεῖ>· ὑπηρετεῖ
- <ὕπουρα>· ὑπὸ τὰ ὄρη
- <ὑποφαίνει>· φανεροῖ, δεικνύει
- <ὑποφαίσεις>· εἰς θεωρίας
- <ὑποφέρει>· ὑπομένει
- <ὑποφέρονται>· ὑποβάλλονται
- <ὑποφῆται>· μάντεις, προφῆται, ἱερεῖς, διερμηνευταί, χρησμολόγοι
- <ὑποφήτορες>· ὑποτεταγμένοι
- <ὑποφθάς>· προφθάσας
- <ὑποφθαμένη>· προφθάσασα
- <ὑπόφορος>· ὑπὸ τέλος, [ὑπὸ κῖνσον] ὑπεύθυνος
- <ὑποφωνῆσαι>· ὑποδεῖξαι
- <Ὑποχαλκίς>· ἡ ὑπὸ Ὁμήρου Χαλκὶς διὰ τὸ κεῖσθαι ὑπό τι ὄρος
- <ὑπώπια>· τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδήματα. ἀπὸ μέρους δὲ ὅλην τὴν
ὄψιν δηλοῖ. καὶ τὰ πελιώματα
- <ὑπωπίς>· ἡ θαψία
- <ὑπώρ(ε)ια>· τὸ κάτω μέρος τοῦ ὄρους
- <ὑπωρόφιον>· ὑπόστεγον
- [<ὑπῶς>· ἀρτίως]
- [<ὑρεῖ>· φοβεῖται]
- <ὑράξ>· μίγδην, ἀναμίξ
- <ὑρειγαλέον>· διεῤῥωγός
- <Ὑρία>· πόλις Βοιωτίας
- <ὑριατόμος>· ὁ τὰ κηρία τέμνων τῶν μελισσῶν
- <ὕριγγα>· πτύον. Σαλαμίνιοι
- <ὑρίσιδα>· σπυρίδιον, σπυρίς
- <ὑρις[ς]ός>· φορμός
- <Ὑρμίνη>· πόλις
- <ὕρον>· σμῆνος. Κρῆτες. ἥσυχον
- <Ὑῤῥάδιος>· ἀπό τινος τῶν προγόνων, ἄδοξος, ἢ εἰκαῖος. *)/Uῤῥα παιδίον
- <ὕῤῥαχα>· πρίσχη
- <ὑῤῥώφθαι>· φληναφᾶν
- <ὑρτακός>· ὄστρεον
- <ὑρτάνα>· ἀπομάχυτρας
- <ὑρτήρ>· πλυνεύς
- <ὔρχας>· ἄμφωτον κεράμιον, καὶ βικῶδες τὸ εἶδος
- <ὔρχη>· ἐφ' ἧς τὰ φορτία φέρουσιν οἱ ναῦται
- <ὗς>· χοῖρος, ἢ σῦς. καὶ ἰχθῦς
- <ὗς>· ἀλείφαβοῦς· οἱ γὰρ Σκύθαι ἀλείμ(μ)ατι χρῶνται ὑείῳ καὶ μο-
σχ(ε)ίῳ στέατι
- <ὕσας>· βρέξας
- <ὕσγινον>· βάμ(μ)α τι
- <ὔσδοι>· ὄζοι, κλάδοι
- <ὗσαι>· βρέξαι
- <ὕσειμι>· ἐκεῖ βαδίζω
- <ὗς ἐκώμασα>· παροιμία ἐπὶ τῶν ἀκόσμως τι ποιούντων
- <ὑσθλός>· σαλός, φλύαρος
- <ὕσκλοι>· ἀγκύλαι, βρόχοι, οὓς ἡμεῖς ὕσκλους τῶν ὑποδημάτων καὶ τὰς
λέγνας τῶν ἱματίων
- *<ὑσκυθά>· ὑὸς ἀφόδευμα
- *<ὑσκίνιοι>· ὑσκάνιοι
- <ὑσμῆθες>· οὐσίαι
- <ὑσμίνας>· μάχας
- <ὑσμίνη>· μάχη. παράταξις. ταραχή. σύνοδος
- <ὑσόν>· τὸ ὅσον. βοὸς σὺν ἀρότρῳ συνανα(ς)τροφή
- <ὕσπληξ>· βαλβίς. μύωψ, ὁ πλήσσων τοὺς βόας. καὶ παγὶς λύκων
- <ὕσπληγα>· τὸ ῥόπτρον. [τῆς σφραγῖδος
- <ὕσπληγξ>· ἄφεσις, ἀφετηρία. πάγη. [πάσσαλος, καὶ ὁ κεράτινος κρίκος]
- <ὑσπολεῖν>· συβωτεῖν
- <ὕσσακος>· ὑστακός
- <ὕσταξ>· πάσσαλος κεράτινος
- <Ὑσσέλινον>· τὸ νῦν Ἀραχναῖον ὄρος ἐν Ἄργει καλούμενον
- <ὕς(ς)ωπος>· βοτάνη σμήχουσα
- <ὑστάδα>· ἡ δασεῖα ἄμπελος
- <ὑστακητεῖ>· φενακίζει
- [<ὑσταλωπιᾷ>· νυστάζει]
- <ὑστάς>· πλαστὰς ἀμπέλων
- <ὕστατα>· ἔσχατα
- <ὕστατον>· ἐσχάτιον, τελευταῖον
- <ὑστέρα>· μήτρα
- <ὑστεροβουλία>· μετάνοια, μετάμελος, ἡ ἐσχάτη βουλή
- <ὕστερον>· ἧσσον, ἧττον, ἔσχατον
- <ὑστερόπους>· ὕστερον ἐρχόμενος
- <ὑστερόποτμος>· ᾧ ζῶντι ὁ τάφος ὡς τεθνηκότι γέγονεν. ἄλλοι τὸν
δεύτερον γάμον
- <ὑστιακκός>· ποτήριον ποιόν. Ἰταλιῶται
- <ὑστρία>· κωλεός
- <ὕστριξ>· [ζῶον ὀστρακόδερμον, ἐνάλιον, βρώσιμον
- <ὑστριχίς>· μάστιξ πεπλεγμένη ἐξ ὑείων τριχῶν
- <ὕστρος>· γαστήρ
- <ὗς ὑπὸ ῥόπαλον δραμεῖται>· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλε-
θρον ἐμβαλ(λ)όντων
- <ὑσωπίς>· ἡ σάμψυχος
- <ὑτθόν>· τὸ πυρίεφθον
- <ὕφα(ι)μον>· αἱματῶδες
- *<ὑφαίνει>· κατασκευάζει
- <ὑφαίαρ>· τὸ ἐπιφυόμενον ταῖς πεύκαις καὶ ἐλάταις
- <ὑφαίρεσις>· μείωσις, στέρησις
- [<ὑφαγωρή>· μεγαληγόρως]
- <ὑφαῖς>· ἡ ὤα, λῶμα. φυλακή
- <ὑφαιρέτρια>· μαῖα
- <ὑφάλοις>· τοῖς ὑποκάτω τῆς θαλάσσης ....
- <ὕφαλος φάτις>· ἡ κρύφα ......
- <ὑφαιρῶ>· μειῶ
- <ὕφασμα>· ἱστός τις
- [<ὑφαύχην>· μεγαλαύχην]
- <ὑφιείς>· ὑπενδούς
- <ὑφ[ε]ίενται>· παρομολογοῦσιν
- <ὑφειμένος>· ἐνδεδομένος, κεχαλασμένος, ἠλαττωμένος
- (*)<ὑφαίνει>· ἐμπρῆσαι. ὑφᾶται. Ἀμερίας
- <ὑφεῖτο>· ὑπεβάλλετο
- <ὕφεκτον>· ὁ λέβης
- <ὑφέλκεται>· προτρέπεται
- <ὑφέν>· ἅμα, ὁμοῦ. καὶ πάθος προσῳδιῶν
- <ὑφέντες>· χαλάσαντες. ὑφελόντες
- <ὑφείλατο>· ἐπῇρεν, ἐκούφισεν
- <ὑφεξαίρειν>· ὑφαιρεῖν, ἐπαίρειν
- <ὑφεξαιρομένου>· ἐπαιρομένου
- <ὑφέξει>· παραστήσει
- <ὑφέξελε>· ἔπαρον
- <ὑφέξω>· δώσω
- <ὑφέσει>· ὑποκαταβάσει
- <ὕφεσις>· ὑπένδοσις, ταπείνωσις, ἐλάττωσις, χάλασις
- <ὑφεσμούς>· συμποδισμούς
- <ὑφεστάναι>· εἶναι, ὑπάρχειν
- <ὑφεστώς>· ὀχετός
- <ὑφεστώς>· ἐνυπόστατος, ὑποκείμενος
- <ὑφεττόν>· ὑπομονητόν
- <ὑφήγησις>· ἐξήγησις
- <ὑφήμενος>· καθήμενος, ταπεινός
- <ὑφῆναι>· κατασκευάσαι
- <ὑφηνίοχος>· ἡνίοχος
- <ὑφιεμένον>· ἐνδεδομένον, τεταπεινωμένον
- <ὑφιζάνει>· ἐλαττοῦται, ὑποκάθηται, ὑφίεται
- <ὑφιζάνοντι>· ὑποκαθημένῳ
- <ὑφίησιν>· ὑποχαλᾶ[ν], ἐλαττοῖ[ν], μειοῖ[ν]
- <ὑφιστάς>· ὑποτιθείς
- <ὑφίσταται>· ὑπομένει
- [<ὑφιμένως>· ἐνδεδομένως]
- *<ὑφορᾷ>· φοβεῖται
- *<ὑφόριον>· ὕποπτον
- <ὑφόλμιον>· μέρος τι τοῦ αὐλοῦ πρὸς τῷ στόματι, ἢ αἱ γλωττίδες. καὶ
ὑπόθεμά τι
- <ὑφόρ(μιον)>· χρυσοῦν κοσμάριον
- <ὑφορώμενος>· ὑποβλεπόμενος, φοβούμενος, ὑπονοῶν
- <ὑφόωσι[ο]ν>· ὑφαίνουσιν
- <ὕφυδρ[ο]ον>· ὑποβρύχιον
- <ὑφ' οὗ>· παρ' οὗ
- <ὑφ' ᾧ>· ἐν ᾧ>
- <ὑφ' ὧν>· ὑπὸ τῶν
- *<ὑφοραθείην>· φοβηθείην
- *<ὑφορᾶσθαι>· διανοεῖσθαι
- *<ὑφορώμενον>· τὰ αὐτά
- <ὕχιος>· νύξ
- <ὑψαγορεῖ>· μεγαληγορεῖ
- <ὑψαύχενες>· γαῦροι. ἢ ὑπερήφανοι
- <ὑψαυχεῖν>· μεγαλαυχεῖν
- <ὑψεῖται>· τραπεζῖται ἀργυρίου
- [<ὑψηβρεμέτης>· ὁ ἐν ὕψει βροντῶν]
- <ὑψηγορία>· ὑπερηφανία
- <ὑψηρεφές>· ἐν ὕψει τὸν ὄροφον ἔχον, ἢ ὑψηλὴν ὀροφήν. ἐξ οὗ τὸ
μέγα καὶ ὑψηλὸν δηλοῖ
- <ὑψηλόν>· μέγα
- <ὑψητησινίο>· ὑψηλῆς, μεγάλης
- <ὑψηχέες ἵπποι>· ἀπὸ τοῦ εἰς ὕψος ἔχειν τοὺς τραχήλους, οἷον
ὑψαύχενες, ἢ μεγαλόφωνοι
- <ὑψ..μετέωρον>· ἄνω. ὑψηλοῦ
- <ὑψιβάμονος>· ἐν ὕψει βαίνοντος
- <ὑψίζυγος>· ὑψηλὴν ἔχων τὴν καθέδραν
- <ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν>· μετέωρον αὐτὴν ἐπὶ ἀγκυρῶν ὁρ-
μίσσομεν
- <ὑψικέραυνος>· [ἡ διάπυρος πληγή
- <ὑψικόλωνον>· τραχεῖαν. ὑψηλήν
- <ὑψίκομος>· φοίνιξ. καὶ ὁ ἄνω τὰς τρίχας ἔχων
- <ὑψιμέδων>· ἐν ὕψει βασιλεύων
- <ὕψιον>· μεῖζον. μετέωρον
- <ὑψιπέτηλον>· ὑψηλόν, μακρόν
- <ὑψιπέτης>· εἰς ὕψος πετόμενος
- <ὑψιπόρους>· δι' ὕψους τρέχοντας
- <ὑψίπυλον>· ὑψηλὰς πύλας ἔχον
- [<ὑψιρεφές>· ζτ# ὕψη]
- [<ὑψίροφον>· ὁμοίως]
- <ὑψίστολοι>· οἱ ἄνω ἐσταλμένοι τοὺς χιτῶνας
- <ὑψιτελέες>· ταχιτῶνες. ζτ#
- <ὕψιστον>· ὑψηλότατον
- <ὑψιτένων>· ὑψαύχην, ὑψηλὸς τῷ φρονήματι
- <ὑψιφοίτης>· ὑψηλοπόρος
- [<ὑψιχέες>· ὑψαύχενες]
- <ὑψόθι>· ἄνωθι
- <ὑψόσε>· εἰς ὕψος
- <ὑψόροφον>· ὑψηλόν, μέγα
- <ὑψοῦ>· ἄνω ἐν ὕψει
- <ὑψοῦ διᾴττει>· εἰς ὕψος ὁρμᾷ
- <ὕω>· βρέχω
- *<ὑωλυνύων>· μολύνων
- <ὑωδία>· ἀηδία. φυρμὸς ἐν βορβόρῳ
- <ὑωδίνων>· φύρων. βορβορῶν. μολύνων
- <ὕων>· βρέχων, ὑγραίνων
- *<ὑψιστάριος>· αἵρεσις, ὥς φασι, τῶν τὸν ὕψιστον σεβομένων