Γλώσσαι/Σ

Από Βικιθήκη
(Ανακατεύθυνση από Γλώσσαι Σ)
Γλώσσαι
Συγγραφέας:
Σ


<Σᾶ>
σῶα, ὑγιῆ, ἀκέραια. καὶ ἀντωνυμία δευτέρου προσώπου
<σαβάζειν>
εὐάζειν, βακχεύειν
*<σαβά>
αἰχμαλωσία
*<σαβέκ
"ἐν φυτῷ σαβέκ">. βάτος
<Σαβάζιος>
ἐπώνυμον Διονύσου. οἱ δὲ υἱὸν Διονύσου· καὶ <Σάβον> ἐνίοτε καλοῦσιν αὐτόν. Φρὺξ δὲ ὁ Σαβάζιος
<σαβακός>
ὁ σαθρός. Χῖοι
<σαβακτίδες>
ὀστράκινα ζῴδια
<σαβακῶς>
αὐστηρῶς, ξηρῶς, τραχέως
<σαβάξας>
διασκεδάσας, διασαλεύσας
<σαβαρίχην>
τὸ .....
<σάβειρος>
σάβειρος, σάβειος, κόραξ
<σαβῆρον>
τὸ δακτύλιον
<σάβηττοι>
κώνωπες
<σάβος>
βακχεία
<σάβυττος>
εἶδος ξυρής(εως) εἰς καλλωπισμόν· πότερον δὲ τοῦ πώγω- νος, ἢ τῆς κεφαλῆς, ἄδηλον. τινὲς δὲ τὸ γυναικεῖον
<σάγαρις>
πελέκιον μονόστομον. [φαρέτρα. ἄροτρον]
[<σάγανα>
σκεπάσματα. περιβόλαια]
*<Σαγ[γ]άριος>
ποταμὸς Λυδίας καὶ Φρυγίας
*<σαράβαρ[ι]α>
βρακία
*<σαδδαεί>
ἱκανοῦ
*<σαβαώθ>
στρατιῶν
*<σαβαώθ>
παντοκράτωρ
<σα(γ)γάδην>
[τὸν θύλακον>· ἄλλοι δὲ <σάκταν> λέγουσιν ὁδοιπορικὸν θύλακον
<σάγδας>
εἶδος μύρου. ἢ <ψάγδας>
<σάγη>
ἡ ὅλη πανοπλία. ἢ περιβόλαιον, σκέπασμα
<σαγηνεύειν>
θηρεύειν. αἰχμαλωτίζειν. ἢ ἁλιεύειν
<σαγηνεύσαντες>
τοὺς πολιορκηθέντας δικτύοις ἔθος. οἷς καὶ σαγη- νεύειν τοῦτο Ἕλληνες
<σαγήνη>
πλέγμα τι ἐκ καλάμων εἰς θήραν ἰχθύων. [Λάκωνες
<σαγείρετον>
μετακλέπτην
<σαγίς>
πήρα
<σαγλῶδες>
πλαδαρὸν σῶμα
<σάγμα>
τὸ ἔλυτρον τῆς ἀσπίδος
<σάγος>
μέρος τι τῆς πανοπλίας
<σάγουρον>
γυργάθιον
<Σάγραι>
ἔθνος Αἰθιόπων
[<σαγροῖς>
κοπίς. ἢ πέλεκυς]
<σαγύριον>
ἄρτου κλάσμα
<σάθα>
μόρια
<ς(.)αθεύει>
θάλπει
<σαθαρυγά>
ταραχή
[<σάθεα>
τὰ ἀσθενῆ]
<σάθη>
τὰ ἀνδρεῖα ἀναγκαῖα
<σαθρά>
ἀσθενῆ. κεκλασμένα
<σάθραξ>
φθείρ
<σάθων>
ὑποκόρισμα ἐπὶ παιδίων ἀῤῥένων, ἐπὶ τοῦ αἰδοίου
[<σαί>
τὸ κινηθῆναι ἁπλῶς·
<σαικίς>
δειλός
[<σαΐκτας>
θύλακας, μαρσίππους. ἔνιοι αὐλοθήκας]
[<σαίκουλουμ>
χρόνος, σάκκος. Ῥωμαῖοι]
<σαικωνῆσαι>
διασαικώνη [.....
<σαίνει>
κολακεύει, προσηνεύεται. τινάσσει. ἀσπάζεται. θωπεύει
<σαίνεται>
κινεῖται, σαλεύεται, ταράττεται
<σαινικρίζει>
ἐκτρέφει
<σαίνουροι> καὶ <σαινουρίδες>
οἱ τὰς οὐρὰς συνεχῶς κινοῦντες ἵπποι καὶ κύνες
<Σάϊοι>
πολέμιοι. νεκροί. καὶ ἔθνος, οἱ πρότερον Κίκονες
*<σεπτὸς ἢ σεπτή>
ἐλαία θλαστή
<σαίρει>
κοσμεῖ, φιλοκαλεῖ, καλλύνει
<σαίρειν>
σαροῦν, κοσμεῖν
<σαιρός>
σαρός
<σαῖς>
κοῦρος, κάρος
<Σαισαρία>
ἡ Ἐλευσὶν πρότερον
<σαιστός>
ἐλαία θλαστή
<Σακάδ(ε)ιον>
εἶδος μουσικοῦ ὀργάνου
<Σάκαι[οί]>
οἱ Σκύθαι
<σάκαια>
ἡ Σκυθικὴ ἑορτή
<σάκαν>
τὸ τῆς γυναικός
<Σάκας>
ἡμεῖς γάρ, ὦ 'νδρες οἱ παρόντες ἐν λόγῳ, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σά(κᾳ) οὕτω δὲ προσαγορεύει διὰ τὸ ξένος εἶναι· οἱ γὰρ <Σάκες> Θρᾷκες
<Σάκας[ασ] ἀφικνεῖ[α]>
......
[<σακέλα>
ὅπου τὸ χρυσίον τίθεται
<σακέλιον>
ὁμοίως]
<σακέσπαλος>
πολεμιστής
<σάκε' ὤμοισι κλίναντες>
κεραμιδώσαντες
<σακκίζειν>
ἐπὶ τοῦ ἐκκενῶσαι διὰ κλοπὴν τοὺς σάκκους· ὁποῖόν φασι τοῖς ἐργάταις. [ὡσεὶ ἔλεγε χαλκοδερμιστής. τὰ γὰρ σάκ[κ]η ἐπίχαλκα λέγει
[<σάκκινον>
λεπτόν, ἀσθενές]
<σακκινόσυκοι>
δασύπρωκτοι
<σα[κ]κοδερμιστής>
ὄφιν σάκος ἔχοντα. οἱ δὲ σκώληκα, παρ' ὅσον δερμιστὴς οὗτος. βέλτιον δὲ τὸ(ν) χαλκοῦν ἔχοντα δέρμα νοεῖν .......
<σάκοιτοι>
οἱ ἱστῶντες τὸν κέραμον
<σάκος>
ἀσπίς. ἀφ' οὗ καὶ οἱ νεώτεροι <σάγην> τὴν πανοπλίαν φασί
<σάκος αἴγειος>
ἀντὶ τοῦ τεῦχος αἴγειον. θέλει δὲ εἰπεῖν τὴν πήραν, κατὰ μετάληψιν
[<σακοφόροι>
ὁπλοφόροι]
<σάκταρον>
τοῦτο ἐμφερές ἐστι κόμ(μ)ει, γεν(ν)ώμενον ἐν τῇ Ἰνδικῇ, διαλυτικόν
<σάκτας>
ὁ θύλακος
<σακτῆρος>
θυλάκου. ἔλεγον δὲ καὶ <σάκταν>
<σακτός>
ὁ τεθησαυρισμένος. ὁ πολυχρόνιος, καὶ ἤδη ἀποκείμενος. καὶ χιτῶνος εἶδος. καὶ θύλακος
<σακυνδάκη>
ἔνδυμα Σκυθικόν
<σάκωσε>
κατέκλεισεν
<σάλα>
φροντίς. βλάβη
<Σαλαβακχώ>
πόρνης ὄνομα. ἀπὸ δὲ ταύτης καὶ τὰς κατωφερεῖς εἰς τὰ Ἀφροδίσια οὕτως ἔλεγον Ἀττικοί
<σαλαβάρ>
μάγειρος. Λάκωνες
<σαλάβη>
[καὶ] θύρας ὀπή. [φροντίς]
<σαλάβους>
θυρῶν ὀπάς
<σαλαγεῖ>
ταράσσει. ἡ γὰρ φροντὶς <σάλα> λέγεται
<σαλαγή>
βοή
<σάλαγξ>
ἰχθῦς ἀγαθός. καὶ μεταλλικὸν σκεῦος
(......) ὡσεὶ ἔλεγε σιδηροπλά(ς)της
<σαλαΐζειν>
κόπτεσθαι
<σαλαις(μός)>
κωκυτός
<σαλακύρων>
εὐήθων
<σαλάκων>
ὁ πτωχὸς ἀλαζών
<σαλακωνία>
ἡ ἐν πενίᾳ ἀλαζονεία
<σαλακωνίσαι>
σαλακωνεῦσαι. ἔλεγον τοὺς διαθρυπτομένους <σαλά- κωνας>· ἀπὸ τοῦ ἁβρῶς καὶ μετὰ θρύψεως βαδίζειν. ὁ δὲ Θεόφρα- στος <σαλάκωνά> φησι(ν) εἶναι τὸν δαπανῶντα, ὅπου μὴ δεῖ
<σαλάμβῃ>
ἡ ὀπή, δι' ἧς τὸ σέλας βαίνει. ἢ πύλη. καπνοδόχη. θυρίς. ἢ τροφός
<Σαλαμβώ>
ἡ Ἀφροδίτη παρὰ Βαβυλωνίοις
<Σαλαμίν>
νῆσος
<Σαλαμίνιος>
[μία τῶν ἱερῶν νεῶν
<σαλάννη>
φαρέτρα
<σαλαχθέν>
σεισθέν
<σαλάξαι>
κατακλύσαι. κινῆσαι
<σαλέη>
σάλη. βλάβη
<σαλεύειν>
ῥιπτάζεσθαι
<σαλητόν>
Σοφοκλῆς Ἀνδρομέδᾳ. Ἀντίπατρος [ἢ] βαρβαρικὸν χιτῶνα. οἱ δὲ καὶ μεσόλευκον αὐτὸν εἶναί φασι
<σαλία>
πλέγμα καλάθῳ ὅμοιον, ὃ ἐπὶ τῆς κεφαλῆς φοροῦσιν αἱ Λά- καιναι. οἱ δὲ <θολία>
<σαλιβάσσα>
τῇ θαλάσσῃ ἀπελθούσῃ
[<σάλιξ>
ἰτέα. Ῥωμαῖοι]
*<σαλιᾷ>
ἀρκεῖ
[<σάλμα>
σησάμη]
<σάλλα>
δρυσοφύουσα
<σάλλινον>
φρόντισμα
<Σάλμοξις>
ὁ Κρόνος. καὶ ὄρχησις. καὶ ᾠδή
<Σαλμυδης(ός)>
αἰγιαλὸς περὶ τὸν Εὔξεινον πόντον
<σάλος>
φροντίς, ταραχή. κλύδων, καὶ ἡ τῆς θαλάσσης κλύδωνος κί- νησις
<σαλοῦσα>
φροντίζουσα
<σάλπη>
ἰχθῦς ποιός, ὃν καὶ <βοῦν> καλοῦσιν
<σαλπιγκτής>
ὁ τῆς σάλπιγγος φωνοβόλος
<σάλπιγξ>
σιγηνοσάλπιγξ. ἀντὶ τοῦ κήρυξ. τινὲς δὲ ὄρνιν ποιόν. καὶ ὄργανον πολεμικόν. καὶ θαλασσίαν σάλπιγγα. παρὰ Ἀρχιλόχῳ δὲ τὸν στρόμβον. ἐκδέχονται δὲ καὶ <Σάλπιγγος Ἀθηνᾶς> ἱερὸν παρὰ Ἀργείοις
<σαλπι(ς)τής>
ὄρνεόν τι
<σαλύγα>
ἡ συνεχὴς κίνησις
<σαλύγην>
τὴν γινομένην κίνησιν ἐκ τῆς καταφορᾶς τοῦ ἀτράκτου οὕτω καλεῖσθαί φασι
<σάλω>
ἀρκεῖ. παρὰ Ῥίνθωνι
<σαλῶος>
ὁ πεφροντισμένος. ἡ γὰρ φροντίς <σάλα>
<σᾶμα>
μνῆμα, Δωριεῖς δὲ στοιχεῖον
<σάμαινα>
εἶδος νεώς, ὑὸς ἔχουσα προτομήν
<σαμαίνεται>
σφραγίζεται. παρὰ Ἐπιχάρμῳ
<σαμάκια>
κοσμαρίου εἶδος
<σάμαξ>
ὕλη τις δρυώδης, οἷον βούτομον. οἱ δὲ φορμόν. καὶ οἱ πλείους (σάκταν) ἀπὸ τοῦ σάττεσθαι. ἔνιοι δὲ τὴν βούτομον καλεῖσθαι σά- μακα. καὶ τοξικὸς κάλαμος. ἀφ' οὗ τὰ λεπτὰ συνάγοντες στιβάδια ποιοῦσιν
<σαμβά>
ὀσφῦς. ὀφρῦς
[<σάμβαι>
θύραι.] [σάμβαλα]
<σάμβαλα>
σάνδαλα
<σαμβύκη>
οὐ μόνον τὸ μουσικὸν ὄργανον, οὗ μέμνηται Ἰόβας· ἀλλὰ καὶ πολιορκητ(ικ)όν, οὗ Βίτων
<σάμεα>
τὰ ἐν ταῖς ὤαις τῶν ἱματίων παράσημα. Λάκωνες
<σαμένορα>
τὸν βραβευτὴν τῶν σφαιριζόντων
<σάμερα>
σάμερος. σήμερον
<σάμερον>
σήμερον, νῦν. Ταραντῖνοι
<Σάμη>
πόλις Κεφαλ(λ)ηνίας
<Σαμία>
εἶδός τι ἀμπέλου
<Σαμία γῆ>
ἰατρικὸν μῖγμα, ὅμοιον τῇ ἱερᾷ τριαδικῇ
<Σαμιακὸς τρόπος>
δύο δηλοῖ ἡ λέξις· ἓν μὲν τὸ ἐπὶ διαβολῆ τῶν Σαμίων θρυλλουμένων ὡς κατεαγότων· ἕτερον δέ, ὅτι αἱ λεγόμεναι Σάμαιναι ναῦς κατέστρωντο δι' ὅλου. Δίδυμος δὲ τὰς Σαμαίνας ἰδιαιτέραν παρὰ τὰς ἄλλας ναῦς τὴν κατασκευὴν ἔχειν· εὐρύτεραι μὲν γάρ εἰσι τὰς γαστέρας. τοὺς δὲ ἐμβόλους σεσίμωνται, ὡς δοκεῖν ῥύγχεσιν ὑῶν ὁμοίως κατεσκευάσθαι, οἷον ὑοπρώρους εἶναι. διὸ καὶ ἐπὶ τ(οι)αύτης λέγεται· ναῦς δέ τις ὠκυπόρος Σαμία ὑὸς εἶδος ἔχουσα
<σαμίθη>
ῥόφημά τι, ὡς Γλαυκίας ὁ ἰατρός
<σαμινά>
θαμινά. συνεχῶς. Λάκωνες
<Σαμίων ὁ δῆμος>
φησί τι(ς) παρὰ τῷ Ἀριστοφάνει, τοὺς ἐκ τοῦ μυ- λῶνος ἰδὼν Βαβυλωνίους· Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος· καταπληττόμενος τὴν ὄψιν αὐτῶν, καὶ ἐπαπορῶν. ἔστι δὲ καὶ ἑτέρα ἱστορία, δι' ἣν <πολυγράμματον> ἔφη <δῆμον>· ἐπειδὴ Ἑλλήνων Σάμιοι πολυγράμματοι ἐλέγοντο πρῶτοι καὶ χρησάμενοι καὶ δι(α)δόντες εἰς τοὺς ἄλλους Ἕλληνας τὴν διὰ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων χρῆσιν
<σάμμα>
ὄργανον μουσικὸν παρὰ Ἰνδοῖς
<Σάμου ὑληέσσης Θρηϊκίης>
τῆς Σαμοθρᾴκης. ἄλλοι τῆς πρὸς Θρᾴκῃ Σάμου, ᾗ ὁμωνύμως λέγεται καὶ τὸ ἐν αὐτῇ ὄρος. οὐ μνημο- νεύει, ἀλλὰ πάντοτε αὐτὴν Σά[λα]μον καλεῖ, καὶ οὐδέποτε Σαμοθρᾴ- κην κατὰ σύνθετον
<Σαμονία>
οἱ δὲ <Σαμορινία>. ἡ Ἔφεσος
<σαμυλίς>
ἡ πρόπολις ὑπὸ τῶν μελισσουργῶν
<σαμφόρας>
σαμφόραι ἵπποι λέγονται, οἷς ἐπικεχάρακται τὸ C στοι- χεῖον. τοῦτο γὰρ <σὰν> ἔλεγον
<σαμψοῦχος>
πλείστη γίνεται ἐν Αἰγύπτῳ. ἄλλοι δὲ μάραθον καλοῦ- σιν αὐτήν
<σαμώσῃ>
κεραυνώσῃ
<σάναπτιν>
τὴν οἰνιώτην. Σκύθαι
<σανδα[λα]ράχη>
χρώματος εἶδος
<σανδαία>
τροπὴ ἀπὸ γῆς. ἔνιοι δὲ τὸν λίβα ἄνεμον
<σανδάλια>
σάνδαλα· γυναικεῖα ὑποδήματα, ἃ καὶ βλαυτία. καὶ ἰατρι- κὸς ἐπίδεσμος <σανδάλιον>
<Σανδαλιῶτις>
ἡ Σαρδὼ πάλαι
<σανδαράκη>
τροφή τις τῶν μελισσῶν. ὡς Ἀριστοτέλης
<Σανδαροφάγος>
ὑπὸ Ἀλεξάνδρου ποταμὸς μετωνομάσθη, καὶ ἐκλήθη Ἀκεσίνης. [καὶ εἶδός τι μεταλλικόν
<σάνδυξ>
δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει, ὡς Σωσίβιος. ἢ φάρμακον ἰατρικόν. καὶ κιβωτός
[<σανθείς>
αἰσθόμενος, γνούς]
<σανίδες>
θύραι
<(Σ)ανίκετις>
θεοφιλής
<σανίς>
θύρα. λεύκωμα, ἐν ᾧ αἱ γραφαὶ Ἀθήνησιν ἐγράφοντο πρὸς τοὺς κακούργους. τίθεται δὲ καὶ ἐπὶ τοῦ (ς)ταυροῦ
<σάνιτρα>
τροφός, τιθήνη
<σαννάδας>
τὰς ἀγρίας αἶγας
<σάννιον>
τὸ αἰδοῖον, ἀντὶ τοῦ κέρκιον· [παρὰ τὸ τῇ κέρκῳ σαίνειν.] τὸ γὰρ αἰδοῖον ἐσθ' ὅτε οὐρὰν ἔλεγον, ὡς Εὔπολις
<σαν(ν)ιόπληκτος>
αἰδοιόπληκτος
<σαννίς>
δρυοσάνδραξ. Θούριοι
<σάννορος>
μωρός, παρὰ Ῥίνθωνι. Ταραντῖνοι
[<σάνουροι>
τὰς οὐρὰς σαίνοντες] ........
<σάξαι> καὶ <σάττειν>
νάξαι. ν(ά)σσειν
<σάξασθαι>
ὁπλίσασθαι. [πλήσασθαι]
<σαοῖ>
βοηθεῖ, καὶ σώζει
<σαοσίμβροτος>
ὁ σώζων ἀνθρώπους
<σαόφρων>
σώφρων
<Σάπαι>
ἔθνος Θρᾴκιον
<σαπέρδης>
ὄνομα ἰχθύος. οἱ δὲ ταρίχου εἶδος. ἄλλοι ὑπὸ Ποντικῶν τὸν κορακῖνον ἰχθύν
<σάπιθος>
θυσία. Πάφιοι
<σαπρία>
σῆψις, σάθρωμα. τυδράκιν
<σαπριοῦσι>
σήπουσι
<σαπρόν>
παλαιόν. αἰσχρόν, ἀκάθαρτον
<σαπύλλειν>
σαίνειν. Ῥίνθων
(*)<σάμφαρος>
μωρολόγος
<σαράβαρα>
τὰ περὶ τὰς κνημῖδας ἐνδύματα
<σάραβος>
τὸ γυναικεῖον αἰδοῖον
<σάραγος>
ὑπηρέτης ὁ σαρῶν τὰς δημοσίας στοάς
<Σάραπις>
Περσικὸς χιτὼν μεσόλευκος, ὡς Κτησίας· "καὶ διαῤῥηξα- μένη τὸν σάραπιν καὶ τὰς τρίχας καθειμένη ἐτίλλετό τε καὶ βοὴν ἐποίει>." καλεῖται δὲ καὶ ὁ Πλούτων οὕτως
<σαραπίους>
τὰς μαινίδας. Περγαῖοι
[<σαραφίν>
γνώσεως πληθυσμός, ἢ σοφίας χύσις]
<σαραχηρώ>
παρὰ Βηρώσῳ ἡ κοσμήτρια τῆς Ἥρας
<σαργάναι>
δεσμοί, καὶ πλέγματα γυργαθώδη σχοινίων ἀγχυράγωγα
<σάργανος>
ὁ ἀγροῖκος
<σαρδαναπαλᾶ>
ἀλλοιᾶ
<Σαρδανάπαλ(λ)ος>
πάντες σχεδὸν ἁπάσης ἀκολασίας καὶ τρυφῆς δοῦλον τοῦτον ἀναγράφουσι γεγονέναι. καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ ἐν τῇ Ἀσσυρίᾳ ἐν Νίνῳ φασὶν ἐπιγεγράφθαι Ἀσσυρίοις γράμμασι· <Σαρ- δανάπαλ(λ)ος> ........ γεγόνασι δὲ δύο Σαρδανάπαλ(λ)οι
<σαρδανάφαλλος>
γελωτοποιός
<σάρδιον>
βοτάνη ἐστὶ δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων τοῦ στόματος συστα- λέντων ἐκ τοῦ τοιούτου σπασμοῦ γυμνοῦσθαι λοιπὸν καὶ τοὺς ὀδόν- τας, καὶ γέλωτος φαντασίας δείκνυσθαι τοῖς ὁρῶσιν. ἔνθεν τὸ <Σαρ- δόνιος γέλως>
<σαρδόνες>
ἐν κυνηγετικῷ μέρη τινὰ δικτύων δηλοῦνται
<Σαρδόνιος γέλως>
ὁ καθ' ὑπόκρισιν ἢ ἐπὶ κατάρᾳ ἐῤῥιμμένος γέ- λως. ἢ ὑποκοριστικῶς <Σαρδόνιος γέλως>. οἱ τὴν Σαρδόν(α) κατοι- κοῦντες τῷ Κρόνῳ ἔθυον γελῶντα(ς) καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν· τὸν οὖν προσποιητὸν γέ- λωτα κληθῆναι Σαρδόνιον. τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. φύεται γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλω- τος ἀποθνήσκουσιν. ἄλλοι τὸν καθ' ὑπόκρισιν γινόμενον γέλωτα <Σαρ- δόνιον> καλεῖν εἰώθασιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσιν
<σάρδοντα>
διαπίπτοντα
<σαρδώ>
ἐν Πασιφάῃ τὸ σαρδόνιον ἡ σφραγὶς εἴρηται
<Σαρδώ[ν]>
νῆσος μεγάλη, πλησίον Ἀφρικῆς, ἡ καὶ Σαρδών[η]
<σάρητον>
ὁ σάραπις. [καὶ] εἶδος χιτῶνος
*<σαρκῶν>
σπερμολόγος
<σάρι[ν>
σαρὸν] φυτόν τι γινόμενον ἐν τοῖς κατ' Αἴγυπτον ἕλεσιν
<σαρίν>
ὀρνέου εἶδος, ὅμοιον ψάρῳ
<σαρίρ>
κλάδος φοίνικος Λάκωνες
<σάρις[ς]α>
δόρυ μακρόν, εἶδος ἀκοντίου Ἑλληνικοῦ, σπάθη βαρβαρική. Μακεδόνες
<σαρκάζει>
μειδιᾷ, εἰρωνεύεται, καταγελᾷ. ἀπὸ τοῦ σεσηρέναι
<σαρκάζων>
μετὰ πικρίας γελῶν
<σαρκάσας>
μετὰ πικρίας ἢ ἠρέμα τὰ τῶν χειλέων σάρκας διανοίξας, γελάσας
<σαρκήρη στάχυν>
τὸν ἐκ σαρκῶν συνηρμοσμένον, καὶ οὐκ ἐκ κριθῶν συνεστῶτα, οἷον ἄνθρωπον
<σαρκοβόρα>
σαρκοφάγον
<σαρκοκόλ(λ)α>
φυτοῦ δάκρυον
<σαρκῶν>
σεσηρώς
<σάρματα>
καλλύσματα. καὶ κόπρια παρὰ Ῥίνθωνι
<σάρμοι>
θερμοί. Καρύστιοι
<σαρμός>
σωρὸς γῆς. καὶ κάλλυσμα. ἄλλοι ψάμμον, ἄλλοι χόρτον
<σάρον>
Ἴων Ἀργείοις· ὡς παλαιὸν ἀκίσσαρον. βαρυτονητέον, ὡς παρὰ Σώφρονι. θέλει δὲ λέγειν, ὅτι ἄχρηστοί εἰσι διὰ τὸ γῆρας
<σάρον>
κάλ(λ)υντρον. Βυζάντιοι
<σαρός>
ἀριθμός τις παρὰ Βαβυλωνίοις. [ἢ κάλυντρον]
<Σαρπηδόνιον>
τὸ μέγα. καὶ ἡ ἐν Θρα[ισή]κῃ καὶ Κιλικίᾳ πέτρα ὑψηλοτάτη
<Σαρπήδοντος>
Σαρπηδόνος. ἅλις δὲ ταύτῃ χρῆται τῇ γενικῇ Σαρ- πήδοντος. ἔστι δὲ Αἰολικὴ ἀπὸ εὐθείας τῆς <Σαρπηδών>
<Σαρπηδών>
κόσμος τῶν θεῶν, ἀπὸ μέρους. ἔστι δὲ ἀπὸ λίθου σαρ- πηδονίου καλουμένου. καὶ ὄνομα κύριον
<Σαρπηδὼν ἀκτή>
ἀντὶ τοῦ Σαρπηδονία. τόπος δὲ οὗτος Θρᾴκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος
<σάρπους>
κιβωτούς. Βιθυνοὶ δὲ ξυλίνους οἰκίας
<σαῤῥυφθεῖν>
μωραίνειν
<σάρσαι>
ἅμαξαι
<σαρσίτει>
χορὸς πρὸς μύλον ποιούμενος τὴν χορείαν. Λάκωνες
<σαρῶ>
κοσμήσω
<σάρων>
λάγνος. τινὲς δὲ τὸ γυναικεῖον
<σαρῶνες>
τὰ τῶν θηρατῶν λινά
<Σαρωνία Ἄρτεμις>
Ἀχαιὸς Θησεῖ. ἀπὸ τοῦ ἐν Τροιζῆνι Σαρωνι- κοῦ κόλπου
*<σασαλαγεῖ>
θρηνεῖ
<σαρωνίδες>
πέτραι. ἢ αἱ διὰ παλαιότητα κεχηνυῖαι δρύες
*<σάτρα>
σηπία
<σάσαι>
καθίσαι. Πάφιοι
*<σάτον>
σιτικὸν μέτρον
<σαταρίδες>
σαταρνίδες. κόσμος κεφαλῆς γυναικεῖος
<σᾶτε[ῖ]ς>
τὸ ἐπ' ἔτος. Δωριεῖς
<σάτιλλα>
π[η]λειὰς τὸ ἄστρον
<σατίναι>
αἱ ἅμαξαι
<Σατνιόεις>
ποταμὸς ἐν Λελεγείᾳ. οἱ δὲ Λέλεγες Καρῶν γένος, πλη- σιόχωροι αὐτοῖς ὄντες. ἔστι δὲ καὶ Κιλικίας ποταμός
<σατός>
ἐπ' ἔτος
<σατράπαι>
ἀρχηγοί, στρατηλάται. Περσικὴ δὲ ἡ λέξις
<Σατριάς>
ἔθνος Αἰθιόπων
<σάττα>
κάλυμμα κεφαλῆς γυναικείας
<σατήοραι>
σκάφαι βοτρύων, παρὰ Λάκωσιν
*<σαττίν>
ὄνομα τόπου
<σατύραν>
καταφερῆ
<σατύριον>
πόα τις συνεργὸς πρὸς τὰς Ἀφροδισίας ὁρμάς. καὶ ζῶον τετράπουν, ἢ λιμναῖον
<σάτυροι>
μορφαὶ ἀπρεπεῖς
<σάτυρος>
ἡ ἔντασις. ἢ χορευτής
<σαυᾶδαι>
σαῦδοι. Ἀμερίας τοὺς σειλείνους οὕτω καλεῖσθαί φησιν ὑπὸ Μακεδόνων
(*)<σάνη>
ὁ κόσμος Βαβυλώνιος
<σαυκόν>
ξηρόν. Συρακούσιοι
<σαυκρόν>
ἁβρόν. ἐλαφρόν. ἄκρον.
[*<σάτων>
μόδιος γέμων, ἤγουν ἓν ἥμισυ μόδιον Ἰταλικόν
<σαυαρόν>
ἁβρόν. ἐλαφρόν. ἄκραν.] τρυφερόν. σεμνόν. σοβαρόν
<σαυκρόποδες>
ἁβρόποδες
<σαῦλα>
κοῦφα. ἥσυχα. τρυφερά
<σαῦλον>
ἁβρόν. κοῦφον. ἄκρον. τρυφερόν. Ἀττικοί
<σαυλοῦσθαι>
τρυφᾶν, θρύπτεσθαι, ἐναβρύνεσθαι
<σαυλοῦ>
θρύπτου
<σαύλωμα>
θρύμμα
[<σαυλάτηρ>
δορατοθήκη]
<σαυνά>
ἁπαλά
<σαυνίον>
ἀκόντιον βαρβαρικόν. καὶ σαθρὸν, χαῦνον, ἀσθενές, παρὰ Κρατίνῳ
<σαύρα>
τὸ ἑρπετὸν ζῶον. καὶ ἰχθῦς μέγιστος, σαῦρος
<Σαῦραι>
ἔθνος Θρᾴκιον
<σαυρῖται>
εἶδός τι ὄφεων
<σαυρίγγη>
πόα τις. καὶ τὸ ζῶον ἡ σαύρα
<σαυροβριθὲς ἔγχος>
ἐκ τοῦ σαυρωτῆρος βαρύ. καὶ Αἰσχύλος <ὀπι- σθοβριθὲς ἔγχος> ἔφη
<σαυρωτή>
ποικίλη
<σαυρωτήρ>
τὸ ἔσχατον σιδήριον τοῦ δόρατος. δηλοῖ δὲ καὶ στάθμην κεστόν
<σαυρωτῆρες>
τοῖς (ς)τύραξιν τῶν ὀπίσω τῶν δοράτων, ἤτοι σιδήρου τοῦ δόρατος
<σαυρωτῆρος> τοῦ σιδηρίου
<σαυρωτοῖς δόρασι>
τοῖς σαυρωτῆρας ἔχουσι κατὰ τῆς ἐπιδορατίδος
<σαύσακας>
τυροὺς ἁπαλοὺς εὐτρόφους. καὶ δοκοῦσι δὲ οὗτοι ἐπιφό- ρους ποιεῖν πρὸς συνουσίαν
<σαυσαρόν>
ψιθυρόν
<σαυσιαλεῖ>
μαστιγᾶται. Ἠλεῖοι
<σαυτορία>
σωτηρία. Ἀμερία(ς)
<σαυχμόν>
σαχνόν, χαῦνον, σαθρόν, ἀσθενές
<σάφα>
σαφῶς, φανερῶς, λαμπρῶς
<σαφές>
τὰ αὐτά
<σαφηνιεῖ>
ἑρμηνεύ(ς)ει
<σαφήνισον>
ἑρμήνευσον
<σαφήτωρ>
μάντις ἀληθὴς, μηνυτής, ἑρμηνεύς
*<σάγματα>
φορτία
*<σαγμίς>
ἡτοιμασμένος
<σαχνόν>
ἀσθενές, χαῦνον
<σαψίς>
ὁ ἀγαθὸς δαίμων, παρὰ Ἀράβοις
<σάω>
σῶζε, σῶσον
<σαώζει>
σώζει
<Σαωκίς>
ἡ Σαμοθράκη οὕτως ἐκαλεῖτο τὸ πρότερον
<σαωμένα>
θεωροῦσα
<σαώς>
ἥλιος. Βαβυλώνιοι
<σαώσεις>
σώσεις
<σαώ(σο)μεν>
σώσωμεν
<σαώτερος>
ὑγιέστερος. σῶος. ὑγιής. ἢ σωτηριώτερος. ἀπὸ πρωτοτύπου <σάος> Αἰολικοῦ
<σαωτηρία>
σωτηρία
*<σαόφρονα>
σώφρονα
<σβέννυται>
κατασβέννυται
<σβέσαι>
παῦσαι, κατασβέσαι
<σεαυτόν>
τοῦ σοί
[<σέβαμα>
ἐπιστροφὴ πονηρά]
<σέβας>
τιμή. θαῦμα. θάμβος, ἔκπληξις. αἰδώς
<σεβάσμιον>
τιμητόν, προσκυνητόν
<σεβάσσατο>
σεβαστὸν ἡγήσατο, ἐτίμησεν, ἐνετράπη
<σεβαστός>
προσκυνητός, τιμητός
<σεβέννιον>
τὸ ἐπ' ἄκρῳ τῷ φοίνικι φλοιῶδες γινόμενον
<σέβερος>
εὐσεβής, δίκαιος
<σέβεσθαι>
αἰδεῖσθαι, ἐντρέπεσθαι. προσκυνεῖν. αἰσχύνεσθαι
<σέβηται>
λατρεύηται. ἢ αἴδηται
<σεβιστόν>
τιμητόν
<σέβις>
πυξίς
<σεγάνιον>
γυργαθῶδες πλέγμα παρὰ Ῥοδίοις
<σέδας>
καθέδρας
<σε(.)έλλισαι>
Φρύνιχος ἐν Κρόν[ί]ῳ· ἄγαμαι Διονῦ σοῦ στόματος, ὡς σε(.)έλλισαι κεκόμπακας πολλάκις. Αἰσχίνης τις ὑπῆρχε, Σέλλου καλούμενος, ἀλα- ζὼν καὶ ἐν τῷ διαλέγεσθαι καὶ ἐν τῷ προσποιεῖσθαι πλουτεῖν, πε- νόμενος καθ' ὑπερβολήν, ὡς τοὺς παραπλησίους τούτῳ καλεῖσθαι .....
*<(Σ)εδέκ>
πόλις Μωαβιτῶν. ἑρμηνεύεται δὲ μελέτησις
<σέθεν>
σοῦ. ἰσοδυναμεῖ δὲ αὐτῷ καὶ τὸ <σεῦ> καὶ τὸ <σέο> καὶ <σεῖο>· τὸ δὲ καθ' Ὅμηρον τοῦ σοῦ σύναρθρον· μνῆσαι πατρὸς σεῖο καὶ σοῖο ἢ ἐκ σοῦ
<σεῖα>
ἐδίωξα. Βοιωτοί
<σεῖν>
θεῖν. Λάκωνες
<σεῖναι>
θεῖναι. Κρῆτες
<σείεις>
ἐξαπατᾷς. Ἀττικοί
<Σ[ε]ιθωνίη>]
ἡ Θεσσαλία
*<σεῖο>
σοῦ ἢ τοῦ σοῦ
<σειομένους>
καθαλλομένους
*<ς[ε]ίνεται>
κακοποιεῖ
*<σεῖο φονῆος>
τοῦ σοῦ φονέως
*<σεῖον ζυγόν>
ἀπὸ τοῦ παρακολουθοῦντος, συνεχῶς καὶ ἐπιτετα- μένως ἔτρεχον
<σειραί>
πλέγματα, ἡνίαι, ἢ πλεκτοὶ ἱμάντες
[<σειραχθῆσαι>
χρεῶν ἀποκοπαί]
<σειραφόρον>
ἡγεμονικόν. μετῆκται δὲ ἀπὸ τῶν δεξιοσείρων ἵππων
<σειρή(ν)>
ἡ ἀναδέσμη. καὶ μέλιττα, ἢ μελίττης οἶκος. καὶ ὀρνιθά- ριόν τι ποιόν. καὶ ἱμάτιον ἀσπάθητον λεπτόν
*<σειρή>
ἅλυσις, δεσμός
<σειρῆνες>
οἱ λεπτοὶ καὶ διαφανεῖς χιτῶνες
<σειριᾷ>
φλεγμαίνει, καροῦται
<σειρίδας>
τὰς σειράς
<σείριος>
ὁ ἥλιος. καὶ ὁ τοῦ κυνὸς ἀστήρ
<Σειρίου κυνὸς δίκην>
Σοφοκλῆς τὸν ἀστρῷον κύνα. ὁ δὲ Ἀρχί- λοχος τὸν ἥλιον. Ἴβυκος δὲ πάντα τὰ ἄστρα
[<σειροί ἐπαύλεις>]
[<σειρῆνες>
οἱ μὲν ἔξω γυναῖκάς φασι μελῳδούσας, ὁ δὲ Ἀκύλας στρουθοκάμηλον]
<σειρομάστης>
εἶδος ἀκοντίου
<σειρομαστῶν>
δορυφόρων. καὶ εἶδος λόγχης
<σειρόν>
τὸ ἀνδρεῖον, θέριστρον. Σικυώνιοι
<σειροφόρος>
οἰωνὸς ἡγεμονικός
<σεῖσαι>
συκοφαντῆσαι. ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων
<σείσατο>
ἐσείσθη
<σεισάχθεια>
Σόλων χρεῶν ἀποκοπὴν δημοσίων καὶ ἰδιωτικῶν ἐνομο- θέτησεν, ἥνπερ σεισάχθειαν ἐκάλεσε, παρὰ τὸ ἀποσείσασθαι τὰ βάρη τῶν δανείων
<σεισμός>
τρόμος
<σεισόφελος>
τὸ τῶν τροχίλων εἶδος
<σείσων>
ἄγγος κεραμεικόν, ἐν ᾧ τοὺς κυάμους φρύγουσιν
<σεῖφα>
σκοτία. Κρῆτες
<σεκάνες>
πόῤῥωθεν
<σεκούα[να>]
σικύα
<σεκουάνη>
ἐλαίας εἶδος. Λάκωνες
[<σέκρετον>
συνέδριον]
<σελαγίζει>
αἴθεται, φλέγεται. ἀπὸ τοῦ σέλας
<σελαγεῖται>
τὰ αὐτά
<σέλαιναι>
λαμπάδες
<σελάοντες>
λάμποντες
<σέλας>
φῶς, αὐγή. πῦρ, φλόξ, φέγγος τοῦ πυρός, λαμπρότης. [ἢ κα- θέδρα(ς)]
[<σελάσει>
φλέγει, λαμπαδίζει]
<Σελ(.)ασία>
Ἄρτεμις
<Σελ(.)ασία>
τόπος τῆς Λακωνικῆς, ὅθεν εἰκὸς κληθῆναι τὴν Ἄρ- τεμιν
<σέλας>
φῶς <πυρός>, ἢ λαμπρότης τοῦ πυρός, περιφραστικῶς· ἔνθεν καὶ σελήνη, παρὰ τὴν λαμπρότητα τὴν περὶ αὐτὴν γινομένην τοῦ ἡλίου· εἵατο πεντήκοντα (σέλᾳ) πυρὸς αἰθομένοιο
<σελασφόρος>
λαμπροφόρος
<σελάτης>
κοχλίας
<σελάχιον>
κόμμα ἰχθύος. ἢ τὰ σελάχια λεγόμενα. τινὲς δέ φασι· σελάχη λέγεται, ὅσα ἄποδα ζωοτοκεῖ. Σέλαχος δὲ λέγεται τὸ ἐκ τοῦ σελαχίου ψαρίου
<σελάχη>
εἴδη θαλασσίων θηρίων
<σελαχίας>
εἶδος ἰχθύων (οὐ) μεγάλων
<σελευκίς>
εἶδος ἐκπώματος, ἀπὸ τοῦ βασιλέως κληθέν. καὶ ὑπόδημα γυναικεῖον. καὶ ὄρνεον ἀκριδοφάγον
<σελήνας>
πόπανα, τῷ ἄστρῳ ὅμοια πέμματα
<σεληνίς>
φυλακτήριον, ὅπερ (δέρης) ἐκκρέμαται τοῖς παιδίοις
<Σεληπιάδαο>
Σεληπίου υἱοῦ
<σελίαρ>
φοίνιξ
<σελίδες>
τὰ μεταξὺ διαφράγματα τῶν διαστημάτων τῆς νεώς. καθά- περ καὶ ἐν τοῖς βιβλίοις, τὰ μεταξὺ τῶν παραγραφῶν
<σέλινον>
τὸ γυναικεῖον
<σελινουσία>
κράμβης εἶδος
<σελίνου στέφανος>
πένθει προσήκων. διὰ τοῦτο καὶ ἐν τῷ Ἰσθμικῷ ἀγῶνι στεφάνῳ ἐχρήσαντο αὐτῷ
<σελίς>
πτυχίον, καταβατὸν βιβλίου. ἢ [ἔνδοξον
<Σελλάδαι>
γένος ἰθαγενῶν
<σελληγορεῖ>
εὐχερείας ἀναφώνημα
<Σελλήεις>
ποταμὸς Θεσπρωτίας, ἀφ' οὗ καὶ τὸ ἔθνος Σελλοί, καὶ ἄλλο(ς) τῆς Τρωάδος. οἱ δὲ ἀναγινώσκοντες κατὰ συναλοιφὴν ἀμφὶ δέ σ' Ἑλλοί οὐχ ὑγιῶς ἀκούουσι τὸ ἔθνος
<Σελληϊάδεω>
Σελ(λ)έως υἱὸς ὁ μάντις, Βατουσιάδης τὸ ὄνομα
<σελλίζεσθαι>
ψελλίζεσθαι. τινὲς δὲ <σελλίζει>· ἀλαζονεύει
<σέλματα>
τὰ ζυγὰ τῆς νεώς· ἢ τὰ ἀπὸ τοῦ ζυγοῦ εἰς τὸν ζυγὸν δια- στήματα. ἢ αἱ καθέδραι τῶν ἐρετῶν, καὶ συναρμογαὶ τῶν σανίδων
<σέλμενοι>
γενόμενοι
<σελμίς>
ὁρμιὰ τριχίνη. καὶ τὰ ἰκρία
<σελμῶν>
σανίδων. ἀνταπόδοσις
[<Σελοί>
ἔθνος ἐν Δωδώνῃ. ἢ πτωχοί]
<σέλπιδες>
σχεδίαι
<σέλπον>
σίλφιον
<Σελχροί>
Πέρσαι
<σεμαλία>
ῥάκ[κ]η. Ἀργεῖοι
<σεμέλη>
τράπεζα. παρὰ δὲ Φρυνίχῳ ἑορτή
<σεμελοιρίδαι>
οἱ ἄνευ κελύφους· οὓς ἔνιοι λίψακας
<σέμελος>
κοχλίας
<σεμίαρ>
χιτών. ἢ πλὰξ ἀντὶ στέγης ἐπικείμενος, ὡς Λάκωνες
<Σεμίραμις>
περιστερὰ ὄρειος Ἑλληνιστί
<σεμνὰ τῆς σῆς παρθένου μυστήρια>
Σοφοκλῆς. τὰ ἄῤῥητα, καὶ ἀνεξήγητα μυστήρια
<σεμναὶ θεαί>
τὰς Εὐμενίδας οὕτως ἔλεγον, καὶ Ἐριν[ν]ύας ἐπὶ εὐ- φημισμῷ
<σεμνή>
τιμία. σώφρων
*<σεμνεῖον>
οἶκος ἱερός
<σεμνολόγημα>
......
<σεμνόν>
κατάστυγνον, καὶ ἥσυχον. δηλοῖ δὲ καὶ ἔνδοξον, καὶ θαυ- μαστόν, καὶ ἄξιον ἐντροπῆς, καὶ μέγα, καὶ ἕξιν ἔχον
<σεμνύνεσθαι>
κομπάζεσθαι, μέγα φρονεῖν. λαμπρύνεσθαι
<σεμνυνόμενος>
κομπάζων, μέγα φρονῶν. λαμπρυνόμενος
<σέμπαδα>
ὑποδήματα
<Σέξ[ε]στος>
ὄνομα κύριον
<σεπτά>
θαυμαστά, σεβάσμια
<σεπτεύειν>
σέβειν
<σεπτευομένης>
εὐχομένης, σεβομένης
[<σεπτοί>
μεταβαλλόμενοι]
<σεπτόν>
ἔντιμον, ἅγιον, σεβάσμιον, σεβαστόν
<σεπ[τ]υΐς>
πυξίς
<σεργοί>
ἔλαφοι
<σερήτιον>
ἡ σερίς
[<σερί>
ζωστήρ]
*<σειρομάστης>
εἶδος (ἀ)κονταρίου
<σερίδες>
σειραί
<σερίζω>
στηρίζω. στηρίζομαι
<Σέριφος>
Ἀριστοφάνης τὴν Λακεδαίμονα Σέριφον. ἔστι δὲ καὶ πόα σέριφος λεγομένη
<σέρκος>
ἀλεκτρυών. καὶ ἀλεκτορίδες <σέλκες>
<σερμοί>
θερμοί
<σερός>
χθές. Ἠλεῖοι
<σέρτης>
γέρανος. Πολυῤῥήνιοι
<σέρφοι>
οἱ πτερωτοὶ μύρμηκες
<σές>
ἔλαθες. Πάφιοι
<σέσακται>
ἔσταλται. καθὸ καὶ ἡμεῖς τὴν στολὴν <σάγην> λέγομεν
<σεσαλαγμένον>
σεσαγμένον, διατεταγμένον
<σεσάχθαι>
ἐσκευάσθαι, καθοπλίζεσθαι. <Σάγη> γὰρ ἡ καθόπλισις
<σεσελίσθαι>
ἀλαζονεύεσθαι καὶ σκώπτειν, ἀπὸ Αἰσχίνου τοῦ Σελλοῦ
<σέσελι>
πόα τις
<σεσήκασμαι>
πεπλάνημαι
<σέσηλοι>
κοχλίαι. Λάκωνες
<σεσημασμένον>
ἐσφραγισμένον
[<σεσηνομένον>
διασεσυρημένον]
<σεσηπυῖα>
διεῤῥωγυῖα
<σέσηρε>
γελᾷ δολίως. ψύχει τοὺς ὀδόντας (γελῶσα)
<σεσηρέναι>
γελᾶν προσποιητῶς [γελῶσα]
<σεσηρυῖαι>
γελῶσαι κατὰ θυμοῦ, ἢ ἐν ὑποκρίσει, ἢ προσποιητῶς
<σεσηρώς>
κεχηνώς. διηνοιγμένον, ἀνοικτὸν ἔχων στόμα
<σεσιμωμένος>
.......
<σεσοβημένος>
τεθορυβημένος, ἄτακτος τῇ κινήσει, τεταραγμένος
<σέσοψ>
ποιὸς ἰχθῦς
<σεσύανται>
ὡρμήκασιν
<σέσυφος>
πανοῦργος
<σεσωρευμένα>
βεβαρημένα
<σεσωσμένος>
γυναικὶ συγγεγονώς
<σεπτηρία>
καθαρμός. ἔκθυσις
<σεῦ>
σοῦ
<σεῦα>
ἐδίωξα
<σεῦαι>
(ἀ)πελάσαι. ἐλάσαι. διῶξαι. ἢ ὁρμὴν ἐμβαλεῖν
<σευάμενος>
ὁρμήσας, καὶ τὰ ὅμοια
<σεύ[άς]ας>
παρορμήσας. διώξας· σεύας ἐκ πεδίοιο
<σεῦε>
δίωκε
<σεύει>
διώκει
*<σεῦ>
σεῖο, σοῦ
<σεύεσθαι>
ὁρμᾶσθαι, διώκειν
*<σεύοντο>
ἐπορεύοντο
<σευομένη>
πορευομένη, ὁρμῶσα
<σεύονται>
ἀποδιώκουσιν
<σεχές>
τοῦ Ἑρμοῦ ἀστήρ. Βαβυλώνιοι
<σέψασθαι>
σεφθῆναι. θαυμάσαι
<σέων>
σητῶν
<σῆ>
τρέχε[ι]
<σηγᾷ>
σιωπᾷ
<σηδόν>
γλαυκὸν ἔλαιον
<σηδρακεῖ>
κτυπεῖ
<σῆκα>
οὕτως ἐπιφθέγγονται οἱ ποιμένες εἰς τὸ συγκλεῖσαι τὰ ποίμνια
<Σηκάνη>
πόλις Σικελίας
<σηκανατὰ> καὶ χλουρὰ ῥαβδία
<σηκάσθησαν>
συνεκλείσθησαν
<σηκίς>
οἰκογενὴς δοῦλος, ἢ δούλη. οἷον ἐκ τοῦ σηκοῦ
<σηκοί>
αἱ μάνδραι, αἱ ἐπαύλεις. ἀπὸ τοῦ τὰ εἰσαγόμενα σῶα μένειν
<σηκοῖς>
ὁμοίως
<σηκολόαι>
λῃσταί
<σηκοκόρος>
ὁ τὴν ἐπιμέλειαν τῶν σηκῶν ποιούμενος, [ὅθεν καὶ <νεωκόρος>. [<Κορεῖν> γὰρ τὸ σαίρειν καὶ <σηκοί> οἱ ναοὶ καὶ αἱ μάνδραι· τὸ δὲ <κορεῖν> ἀπὸ τοῦ καλλύνειν τὸ ἔδαφος· <κόρη> γὰρ καὶ <κόρος> εἰσὶ τὸ καθα- ρὸν καὶ καλόν, ἀφ' οὗ καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς διαυγῆ <κόραι> λέγονται. καὶ ὁ τὰς μάνδρας κοσμῶν καὶ καλλύνων <σηκοκόρος>, καὶ <μυληκόρον> τὸ τὸν μύλον κοροῦν]
<σηκός>
οἶκος. τάφος. ναός. μάνδρα. ἐνδότερος τόπος τοῦ ἱεροῦ
<σηκύλλαι>
αἱ ταμίαι παιδίσκαι
<σηκῷ>
οἴκῳ, ἐν ᾧ ἔφηβοι γυμνάζονται. ἢ βαθεῖ τόπῳ
<σηκωτήρ>
ὁ ἀναφορεὺς τοῦ ζυγοῦ
<σήλατο>
ἔσεισεν, ἐτίναξεν, κατέβαλεν, ἔῤῥηξε
*<σήλεκτος>
χαμοδικαστής
<σήλια>
τὰ μικρὰ πιθάρια. καὶ σκεῦος ἀρτοποιητικόν
<σῆμα>
τάφος. μνῆμα. ἢ ναοῦ εἶδος. [σημαία, σημεῖον]
<σημαία>
σημεῖον. σίγνον
<σήμαινε>
πρόστασσε
<σημαίνειν>
προστάττειν, ἄρχειν. δεικνύειν. δικάζειν. βουλεύεσθαι. σαλπίζειν
<σημάντορες>
ἐπιτάκτορες, βασιλεῖς, ἡγεμόνες· ἀπὸ τοῦ σημαίνειν, ὅ ἐστι προστάσσειν. ἡνίοχοι. ἐπιστάται
<σήμαντρα>
σφραγῖδες
<σημασία>
φανέρωσις ......
<σήματα>
τέρατα, σημεῖα. Ἀττικοὶ δὲ μνήματα
<σηματίζονται πέδον>
ὅσοι σημειοῦνται, ὅσοι Τρῶες λέγονται εἶναι
<Σημαχίδαι>
δῆμος τῆς Ἀντιοχίδος φυλῆς
<σημεῖον>
τέρας. ἢ σφραγίς
<σήμερον>
αὐτίκα, ταχύ
[<σημαιναῖον>
σημαίνει]
<σημήνασθαι>
σφραγίσασθαι
[<σῆμνον>
μέγα]
[<σημόκοινος>
ἡ ἀνατολή]
<σῆνα>
θυσία. Λάκωνες
<σήνασα>
προσγελάσασα, προσπαίξασα
<σηνιατήριον>
τὸ κόσκινον
<σηνίκη>
ἄτροχος ἅμαξα. καὶ τὸ τετράπουν ζῶον, σαύρᾳ παραπλήσιον. καὶ ζῶον πολύπουν, ὅμοιον τοῖς κατοικιδίοις ὄνοις
<σηπεδών>
σῆψις
*<σηνοῦροι>
ταῖς οὐραῖς σαίνοντες
<σῆπες>
ζῶα ἑρπετά, ὄφεις
<σηπετοῦ>
σηπεδόνος
[<σηπόωντο>
ὁρμὴν ἐλάμβανον]
<σηποιαλίς>
εἶδος ἀμπέλου
<σηρά>
σκῦλα. ἢ δεσμὸς πλεκτός
<σήραγγες>
κοιλώδεις τόποι. ἢ κισηρώδεις. ἢ πόροι γῆς λεπ(τ)οφόροι. ἢ πέτραι
<Σηράγγ(ε)ιον>
βαλανεῖον
<σήραγγος ἢ σήραγξ>. ἐπιθυμία
<σηράγκων>
σπηλαίων. ἐπιθυμιῶν
<σήραγξ>
σπήλαιον, κοιλότης, ὕφαλος πέτρα ῥήγματα ἔχουσα
<σήραμβος>
εἶδος κανθάρου
<Σῆρες>
ζῶα νήθοντα μέταξαν. ἢ ὄνομα ἔθνους, ὅθεν ἔρχεται καὶ τὸ ὁλοσήρικον
<σηρίον>
θηρίον
<σηρῶν>
σκωλήκων τῶν γεννώντων τὰ σηρικά· <σῆρες> γὰρ οἱ σκώληκες
<σής>
σκώληξ ὁ ἐν τοῖς μελισς(ε)ίοις γινόμενος καὶ ὑφάσμασι
<σησάμη>
σησαμίς. καὶ πλακοῦς ἐκ σησάμης
<σησαμίτης>
ἄρτου εἶδος
<σησαμοειδής>
ἐν Ἀντικύρᾳ πόα ἐοικυῖα ἠριγέροντι
<σησαμόεσσα>
ἐκ σησάμης κατεσκευασμένη μάζα
<σησαμόεντ' ἄρτον>
οὗτος ἔκειτο ἆθλον τοῖς διαγρυπνήσασι, πυρα- μοῦς καὶ σησάμινος καὶ τοιαῦτά τινα
<Σήσαμος>
πόλις Παφλαγονίας
<σησαμοῦς>
πέμμα ἐκ μέλιτος καὶ σησάμης
<σῇσιν>
ταῖς σαῖς
<σῇσιν ἔχε φρεσίν>
ἐν ταῖς σαῖς φύλασσε διανοίαις, καὶ διὰ ψυχῆς ἔχε καὶ διαμνημόνευε
<Σηστός>
πόλις Εὐρώπης
<σῆστρα>
κόσκινα. ἢ κύμβαλα
<σητάνιοι>
καθαροὶ πυροὶ οὕτω καλοῦνται
<σητείους>
νέους
<σητόβρωια>
ὑπὸ σκώληκος βεβρωμένα
<σητοδόκιδες>
ψυχαί, ἢ πτηνὰ ζῷα
<σθεναρά>
ἰσχυρά [ζῶα]
<σθεναρόν>
ἰσχυρόν, ὑγιῆ, ἀσινῆ, ἐῤῥωμένον, δυνατόν
<σθένει>
δύναται
<σθέν(ε)ια>
ἀγών τις ἐν Ἄργει οὕτω προσηγόρευτο
<σθενής>
ἰσχυρός, καρτερός
<σθένος>
δύναμις, βία, ἰσχύς
<σθενώσει>
ἐνισχύσει, δυναμώσει
<σιάδες>
θυσία, παρὰ Λάκωσιν
<σίαἱ>
πτύσαι. Πάφιοι
<σιαλενδρίς>
ποιὸς ὄρνις παρὰ Καλλιμάχῳ
<σιαλίδων διαλόγων>
<σιαλίζειν>
ὅπερ ἴσον τῷ κατασπᾶν ἑτέρου ἐσθίοντος, ἢ καὶ περὶ δεῖ- πνον διαλεγομένου καταπίνειν τὸν σίαλον
<σιαλίς>
βλέννος. Ἀχαιοί
<σίαλοι>
εὐτραφεῖς, λιπαροί
<σιαλοπάλλαγος>
ὁ παράληρος, καὶ ἀνόητος
<σιαλόρ>
θαλίς. Λάκωνες
<σίαλος>
σίελος. ἀφρός, πτύελος
<σιαλοῦται>
τρέφεται
<σιαλόχους>
τοὺς προσραίνοντας σίαλον ἐν τῷ προσδιαλέγεσθαι
<σιάλωμα>
μέρος τι τοῦ ὅπλου τοῦ καλουμένου θυρεοῦ
<σιαλῶσαι>
ποικῖλαι
<σία(ὁ)ρ>
θίασος. Λάκωνες
<σιβαία>
ἡ σίββα. πήρα
<σίβδαι>
ῥοιαί
<σιβδία>
σιδία
<σίβληθρα>
πόπανα τὰ περικεκνισμένα
<σί βόλε>
τί θέλεις. Κύπριοι
<σιβυλλιᾶ[ν>
τὸ τοὺς κροσσοὺς ἀποσείεσθαι
<σιβύνη>
ὅπλον δόρατι παραπλήσιον
<σιγάζοντος>
Ξενοφῶν ἐν ἀναβάσει ἐπὶ τοῦ σιγᾶν λιπαροῦντα
<σιγαλόεν>
ποικίλον τῇ γραφῇ, λαμπρόν. <Σιγάλωμα> γὰρ οἱ σκυτεῖς λέγουσιν, ἐν ᾧ τὰ δέρματα δασύνουσι
<σιγαλόεντα>
λαμπρά, ποικίλα, καὶ τὰ ὅμοια
<σιγαλ[φ]οί>
οἱ ἄφωνοι. καὶ οἱ ἄγριοι τέττιγες
<σιγαλώματα>
τὰ περιαπτόμενα ταῖς ὤαις
<σίγε>
θίγγανε. Λάκωνες
<σιγέρπης>
λαθροδάκτης
<σιγηλός>
ἄφωνος
<σιγημονᾶς>
σιγᾷς
<σιγηρῶς>
σιγηλῶς, ἡσύχως
<σίγκηρες>
ὑπηρέται βάρβαροι
<σίγλαι>
ἐνώτια
<σίγλον>
νόμισμα Περσικὸν δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς. καὶ εἶ- δος ἐνωτίων. Ξενοφῶν ἐν ἕκτῃ ἀναβάσεως λέγει. δύναται δὲ ὁ σίγλος δύο δραγμὰς Ἀττικάς
<σιγλοφόρων στάσις εὐνούχων>
τὰς κατακλεῖδας τῶν ἐνωτίων <σίγλας> φασίν. οἱ δὲ αὐτὰ τὰ ἐνώτια. ἔστι δὲ καὶ νόμισμα Σαρ- διανικόν, δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς
<σίγραι>
τῶν ἀγρίων συῶν οἱ βραχεῖς καὶ σιμοί
<σίγυνοι>
τὰ ξυστὰ δόρατα, ἢ τοὺς ὁλοσιδήρους ἄκοντας
<Σιγώρ>
πόλις μικρὰ τῆς Παλαιστίνης
<σίδαι>
ῥοιαί
<σίδαιον>
ἑτεροκλινές
<σιδάρεοι θεοί>
παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ ἐπεὶ οἱ ἐν τῷ Βυζαντίῳ λεπτῷ νομισματίῳ σιδηρῷ καὶ ἐλαχίστῳ ἐχρῶντο
<σιδάριος>
χαλκεύς
<σίδη>
Θεόφραστος φυτὸν ἕτερον τῆς ῥοιᾶς φησιν εἶναι τὴν σίδην, φύ- εσθαι δὲ ἐν τῷ Νείλῳ
<σιδήρ(ε)ιος δ' ὀρυμαγδός>
ὁ ἀπὸ τοῦ σιδήρου καὶ τῶν ὅπλων ψόφος
<σιδηρῖτιν τέχνην>
τὴν πολεμικήν. ἄλλοι δὲ τὴν Ξανθίου φασίν, ἤγουν τὴν χαλκευτικήν
<σιδηρῖτιν>
πόαν τὴν ἑλξίνην καλουμένην. ἔστι δὲ καὶ λίθος, ἀφ' οὗ οἱ μεταλλεῖς γίγνεσθαι τὸν σίδηρον .....
<σίδια>
τὰ τῶν ῥοιῶν λέπυρα· <σίδαι> γὰρ αἱ ῥοιαί. τίθεται δὲ καὶ ἐπὶ πάντων χλωρῶν
<σιδίῳ>
κόκκῳ ῥοᾶς
<Σιδόνιοι>
Φοίνικες καὶ οἱ τὴν ἐρυθρὰν οἰκοῦντες θάλασσαν
<Σιδουντιάς>
κώμη τῆς Κορινθίας
<σίδριμνον>
εὔζωνον
<σίζε>
ἤχει. κατὰ μίμησιν ἤχου
<σίζει>
ῥεῖ. περιῤῥεῖ, τινές. ἄμεινον δὲ ἐπὶ τοῦ σίζειν ὀφθαλμόν
<σιζεύς>
ἄγναφος
<σιηγόνες>
γνάθοι
<σίκα>
ὗς. Λάκωνες
<Σικανία>
Σικελία πρότερον
<Σικανίη>
χωρίον Σικελίας
<Σικανοί
χοροί> τινες
<Σικελία>
χώρα Θρᾴκης
<σικελίζειν>
ἀτηρεύεσθαι. οἱ δὲ πονηρεύεσθαι
<Σικελὸς στρατιώτης>
παροιμιῶδες, ἐπεὶ ξένοις ἐχρῶντο στρατιώ- ταις ὡς ἐπιπολὺ οἱ περὶ Ἱέρωνα τὸν τύραννον, ὡς διωθουμένων αὐ- τῶν τὸν μισθόν, μηδενὸς ἀποδιδόντος
<σίκεον>
ὡς Ἴστρος
*<σίκερα>
οἶνος συμμιγεὶς ἡδύσμασιν, ἢ πᾶν πόμα ἐμποιοῦν μέθην, μὴ ἐξ ἀμπέλου δέ, σκευαστόν, σύνθετον
*<σικύνδαροι>
τὰ προσκυνήματα
*<Σίκημα>
ἡ νέα πόλις, ἡ ἀναβαίνουσα, ἤγουν ἡ ἐξ ἐθνῶν ἐκκλησία
<σίκιννις>
ὄρχησίς τις στρατιωτικὴ Σατύρων σύντονος, ἀπὸ τοῦ σεί- εσθαι καὶ κινεῖσθαι. Ἦν δὲ καὶ <ἐμμέλεια> τραγικὴ καὶ κωμικὴ <κόρδαξ>
<σίκκα>
κούφη
<σίκλαι>
ἐνώτια
<σικλός>
βάρβαρος σικός
<σικύ(α)>
εἶδος κολοκύντης. καὶ σκεῦος ἰατρικόν
<σικυὸς σπερματίας>
ὃν ἡμεῖς μηλοπέπονα
<σικύς>
ὁ γναφεύς
<Σικυών>
πόλις .....
<σικυωνία>
κολοκύντη
<σικυώνια>
ὑποδήματα γυναικεῖα. καὶ ψέλια
<σίκχαι>
κράσπεδα
<σικχαζόμενος>
σκωπτόμενος
<σικχός>
ὁ μικόρσιτος. ἢ ὁ ἀηδής
[<σιλαίνει>
σκώπτει, ὑβρίζει]
<σιλαπορδῆσαι>
ἁβρύνεσθαι, θρύπτεσθαι, χλιδᾶν
<σίλβαι>
ῥοιαί
<σίλβη>
εἶδος πέμματος (ἐκ) κριθῆς, σησάμης καὶ μήκωνος
<σιλβία>
σιδία
[<Σιλγῖνοι>
οἱ Σάτυροι]
<σίλγης>
κολυμβητής
<σιλήνει>
μυλ(λ)ίζει, σκώπτει, σιωπᾷ
<Σιληνοί>
Σάτυροι
<Σιληνίαι>
τῆς Σαλαμῖνος, πλησίον τοῦ λεγομένου Τροπαίου
<σιληπορδεῖν>
σιληπορδῆσαι. στρηνιᾶν, ἁβρύνεσθαι, θρύπτεσθαι, χλι- δᾶν
<σιλλαίνειν>
σιλλοῦν. τὸ διασύρειν, καὶ μωκᾶσθαι. ἀπὸ τοῦ τοῖς ἰλ- λοῖς, τουτέστι τοῖς ὀφθαλμοῖς, σίνεσθαι
*<σίκλος>
τετράδραχμον Ἀττικόν
<σίλλας>
ἔμμετρον σκῶμμα
<σιλλέα>
τρίχωμα. ἢ λεῖον
<σιλλεῖ>
ἀναξαίνει. λυπεῖ
<σιλλοῖ>
μωκᾶται, ψέγει, κακολογεῖ
<σιλλόν>
λευκαίας σχοινίον
<σιλλός>
ἀναφάλ[λ]αντος. μῶμος, κακολογία, καὶ χλευασμός
<σίλλυβα>
κροσσοί. οἱ δὲ τὰ ἀνθέμια. καὶ κοροκόσμια .....
<σίλλυβον>
ἀκανθά(ρ)ιον ἁδρὸν καὶ ἐδώδιμόν τι. [καὶ τῶν βιβλίων τὰ δέρματα]
[<σίλμη>
Πλάτωνος]
[<σιλός>
ἡ πρῖνος. οἱ δὲ τὸν σωρόν]
<σίλφιον>
ξηρόν. οἱ δὲ νεκρόν
<σιλφίου λειμών>
Σοφοκλῆς περὶ γῆς ἐν Λιβύῃ τὸ σίλφιον φερού- σης. οἱ δὲ εἶδός τι τῆς Λιβύης τὸ σίλφιον
<σίμαι>
τῆς κιθάρας τὰ ἄκρα. καὶ ἐν ταῖς ὀροφαῖς θέσεις τινές
<Σιμαίθα>
ἑταίρας Μεγαρικῆς ὄνομα
<σίμβλαι>
ὅπου αἱ μέλισσαι τὸ μέλι τιθέασι, κύβεθρα
<σιμβλ(η)ίδες>
μέλισσαι
<σίμβλοι>
τὰ σμήνη, τὰ ἀγγεῖα τὰ τῶν μελισσῶν, ἐν οἷς τὰ κηρία συνάγεται. Ἀττικοὶ καὶ τὸν θησαυρόν
*<σίμβλαι>
τὰς θήκας τῶν μελισσῶν
<σιμὴ χείρ>
σχῆμα τραγικόν
<σιμικίνθια>
φακιόλια, ζωνάρια, ὠράρια τῶν ἱερέων
<σίμιον>
αἰγιαλός
<Σιμόεις>
ποταμὸς Τροίας
<Σιμόεντι>
ποταμῷ Τρωάδος
<σιμοῖ νῶτα>
ἀντὶ τοῦ μεταβάλλει τὰ νῶτα. <σιμὰς> δὲ ἔλεγον τὰς μετεώρους ἀναβάσεις
<σιμόν>
τὸ πρόσαντες χωρίον
<σιμός>
τυφλός
<σιμοῦσι>
μέμφονται
*<Σιλωάμ>
ἀπεσταλμένος
<Σιμωνίδης>
υἱὸς Λεοπρεποῦς
<σίμωρ>
παρὰ Πάρθοις καλεῖταί τι μυὸς ἀγρίου εἶδος, οὗ ταῖς δοραῖς χρῶνται πρὸς χιτῶνας
<σίν>
τὴν σεμνήν. <β>βῶν
<σινάμωρος>
κακόσχολος
<σινάπυξ>
γογγυλίς
<σιναρόν>
τὸ κεκακωμένον καὶ βεβλαμμένον πονηρόν. [οἱ δὲ σίντις περὶ τὸ δρᾶν
<σινάς>
ἡ φθαρτική
<Σινδίς>
ἡ Σκυθία. καὶ ἡ πόρνη
<Σινδικὸν διάσφαγμα>
τὸ τῆς γυναικός
<σίνδις>
γέρων
<Σίνδοι>
ἔθνος Ἰνδικόν. ἔστι δὲ πόλις ἐκεῖ <Σινδικὸς λιμήν> λεγο- μένη
<σινδοκύθορνοι>
ὑπόδημα ποιόν
<σινδοῦς>
χιτῶνας, σινδόνας
<σίνδρων>
[πονηρῶν, βλαπτικῶν. οἱ δὲ] ἀπελευθέρους ἢ δούλους ......
<σίνεσθαι>
κακουργεῖν, βλάπτειν, ἢ βλάπτεσθαι
<σίνες>
σίνις. κλέπτης, κακοῦργος, λῃστής
*<σινέσκοντο>
ἔβλαπτον
*<σίνεται>
βλάπτεται
<σινιᾶσαι>
σεῖσαι, κοσκινεῦσαι. καὶ τὸ κόσκινον δὲ σινιατήριον
<σινιατήριον>
κόσκινον
<σινίον>
κόσκινον
<σινόδους>
θὴρ ὁ σινόμενος τοῖς ὀδοῦσιν
<σινόμενοι>
βλαπτόμενοι
<σίνος>
βλάβος. [οἱ δὲ ἡμίονος]
<σινοῦται>
βλάπτεται
<σίνται>
βλαπτικοί, κακοῦργοι
<σίντην ἢ σίντης>
βλαπτικός, κακοῦργος, βλαβερός
<Σίντιες>
Θρᾳκῶν τι γένος. οἱ δὲ τοὺς τὴν Λῆμνον οἰκοῦντας
<σινωπίσαι>
τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν Σινώπην. ἐκωμῳδεῖτο γὰρ ἐπὶ τῷ ἀσχημονεῖν
<σιόαν>
οὕτω καλοῦσι Χαλδαῖοι τὸν Πάνημον μῆνα
<σιοκόρος>
νεωκόρος. θεοκόρος, θεραπευτὴς θεῶν
<σιομαλίδαι>
[διαμάχαι. καὶ τὸ πηδᾶν
<σίον>
λάχανον ἐμφερὲς σελίνῳ
<σιόρ>
θεός. Λάκωνες
<σιπαλόν>
ἀκάθαρτον. εἰδεχθέστατον
<σιπαλή>
ἐπάργεμος. βλοσυρά. δεινή. τουτέστι λεύκας ἐπὶ τῶν ὀφθαλ- μῶν ἔχουσα
<σιπαλός>
χαλεπός. καὶ τὰ ὅμοια
<σίπτα>
σιώπα. Μεσάπιοι
<σιπτῶναι>
ἀπεικάσαι
<σιπύη>
σιτηρὸν ἀγγεῖον. ἀρτοθήκη. φησὶ δὲ πευδρία
<Σίπυλον>
ὄρος Λυδίας καὶ Φρυγίας
<Σίρα>
Πάρθοι [μεγάλα. [καὶ πλεκτὸν ἱμάντωμα ἐν ταῖς ναυσίν. οἱ δὲ τὰ ῥάκκη]
[<σιραγγῶδες>
σαθρόν]
{<σιραιοῖς>
{*<σιροῖς> [βραχέως
<σίραιον>
τὸ ἀπὸ τῆς σταφίδος ἕψημα. οἱ δὲ τὸ γλυκύ, καὶ ἡψημένον οἶνον
<σίραμφος>
τὸ ῥύγχος
<Σιρβαίονον>
βρέφος ἀπὸ ξένης ἐνηνεγμένον καὶ πεπρα[γ]μένον
<σίρβηνον>
πόπανόν τι, ὃ παρετίθετο τῇ Ἀφροδίτῃ
<Σιρέων>
τῶν τὸν Σῖριν οἰκησάντων, τὴν νῦν Ἡράκλειαν
<Σ.ιρήν[αί]ων λόγους>
ἀπατεώνων
<σιρία>
ἀσφάλεια. Λάκωνες
<σίρις>
ἀπαίδευτος
<σιροῖς>
ὀρύγμασιν, ἐν οἷς κατετίθεντο τὰ σπέρματα
<σιρομάστης>
λόγχη, δόρυ, ῥομφαία
<σιρός>
[ἡμίονος]. πίθος. δεσμωτήριον
<σιρούς>
τοὺς σιριεῖς. οἱ δὲ τάφρους ἐσκεπασμένους
*<σιρομάστης>
σκεῦός τι σιδηροῦν, ὅπερ οἱ τελῶναι πρὸς ἔρευναν ἔχουσι, λαβὴν ξυλίνην ἔχον
<σισαμίς>
τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον <σέσελι>
<σίσανον>
τὸν ὀξίνην οἶνον
<σισάριον>
κοσμάριον χρυσοῦν γυναικεῖον, ὡς ἁλυσείδιον
[<σίσαχθοι>
χρεῶν ἀποκοπαί]
<σισίλαρος>
πέρδιξ. Περγαῖοι
[<σισίλαρος>
πέρδιξ]
<σίσιλλος>
νόσημα, καθάπερ σκωληκίασις. καὶ ζῶόν τι
<σισίνδιος>
γέρων
<σισόην>
κάρμα Γουθικόν
<σισόη>
κουρὰ ποιά. Φασηλ[ε]ῖται
<σισογάρδοσις ἀγορᾶς>
σφήγξ
[<σισορβάκος>
τράχουρος ὁ ἰχθῦς]
<σισύμβ[ρ]ια>
ἄνθη
<σισύμβριον>
Δίδυμος ἀνθύλλιόν τι. Θεόφραστος δὲ τὸ σισύμβριον γηράσκον μεταβάλλειν. οἱ δὲ αὐτὸ (ἡ)δυόσμου πλατυφυλλότερον
[<σίσυννον>
δόρυ]
<σισύρα>
τὸ παχὺ ἱμάτιον ἀπὸ αἰγείων δερμάτων
<σίσυρνον>
τὴν σισύρνην οἱ κατὰ Λιβύην τὸ ἐκ τῶν κωδίων ῥαπτό- μενον ἀμπεχόνιον καλοῦσι. τὸ αὐτὸ καὶ σισύραι
<σισυρνώδη[ς] στολή(ν)>
τὸν ἐκ τῆς σισύρνης στολισμόν. διαφέρει δὲ καὶ σίσυρνα σισύρας. <Σίσυρνα> μὲν γὰρ χιτῶνος εἶδος, <σι- σύρα> δὲ διφθέρα[ς], εἰς ἀμπεχόνην καὶ στρωμνὴν ἐπιτηδείως ἔχουσα, καθάπερ τὰ κώδια καὶ αἱ μηλωταί
<σίσυρνος>
οὕτω καλεῖταί τις τῶν ἰατρικῶν ἐπιδέσμων
<σίσυρος>
[γ]ράμματος εἶδος
<σίσυς>
καὶ αὐτὴ βαίτη. οἱ δὲ εἶδός τι χλαίνης εὐτελές. ἄλλοι χιτῶνα αἰγεῖον χειριδωτόν
<Σισυφ(ε)ίοις>
Κορινθίοις, <κακοῖς>· ἀπὸ Σισύφου βασιλέως
<Σίσυφος>
ἀπατητικός, ὅτε ἐπὶ τῶν μεγάλα ἐχόντων, ἀπὸ Ἀττικοῦ Σισύφου
<σῖτα>
ἄρτοι, βρώματα, τροφαί
<σιταρχία>
τὸ εἰς ὀψώνιον διατεταγμένον δαπάνημα. ὁ δὲ τούτου ἐπι- μελούμενος <σίταρχος>
<σιτέσκοντο>
ἐσιτοῦντο, ἤσθιον, ἠρίστουν
<σιτηρέσιον>
ἐφόδιον
<σιτήσας>
θρέψας
<σιτία>
δαπάνημα, βρῶμα, σιτηρέσιον
<σιτίζειν>
ψωμίζειν
<σιτίζοντος>
σῖτον παρέχοντος
<σιτνίδες>
θυσία τις Νύμφαις ἐπιτελουμένη
<σιτοβολῶνες>
ὅρια
<σιτοδ(ε)ία>
λιμός, ἔνδεια σίτου
<σιτοκάπηλοι>
σιτοπῶλαι
<σιτοκλονεῖσθαι>
ὑπὸ δίψους ἐνοχλεῖσθαι. οἱ δὲ ὑπὸ δίψους κλύε- σθαι. καὶ τὸ φαγεῖν
<σιτόκουρος>
ὁ <ἄχρηστος> καὶ μάτην τρεφόμενος
<σιτομνημονεῖν>
ἀντὶ τοῦ τὰ σῖτα μετρεῖν· παρόσον ἀπεγράφοντο οἱ λαμβάνοντες παρὰ τῶν δεσποτῶν τὰ τεταγμένα μέτρα
<σιτοποιός>
ἀρτοκόπος. ἢ πέπτρια
<σῖτος>
τροφή σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασι καὶ τόκος. καὶ ὁ μισθός
<σίτου ἐκβολή>
ἡ πρώτη ἔκφυσις τῆς χλόης
<σιτούμενος>
ἐσθίων
<σίττα>
ἐπιφώνημα αἰξίν
<σίττας>
ὄρνις ποιός. ἔνιοι δὲ τὸν ψιττακὸν λέγουσιν
<σίττη>
ὄρνις ποιός. οἱ δὲ δρυοκολάπτης
<σίττον>
οἱ μὲν γλαῦκα· ἢ κίσσαν· ἢ ἱέρακα
<σιττύβαι>
δερματίναι στολαί. τὰ μικρὰ ἱμαντάρια
<σίφα>
χωρία
<σιφλόν>
κακόν. ἐπίμωμον. πηρόν. αἰσχρόν. μωρόν. μωμητόν
<σίφλος>
μῶμος
<σιφλῶσαι>
ἀφανίσαι
<σιφλοῦν>
μωμᾶσθαι. αἰσχύνειν. πηροῦν. βλάπτειν
<σιφλώσειεν>
ἀφανίσειεν. μωμήσειεν
<σίφνα>
ποιὸς ἰχθῦς
<σιφνιάζειν>
καταδακτυλίζειν· διαβέβληνται γὰρ οἱ Σίφνιοι ὡς παι- δικοῖς χρώμενοι· <σιφνιάσαι> οὖν τὸ σκιμαλίσαι
<Σίφνιοι>
ἀκάθαρτοι, ἀπὸ Σίφνου τῆς νήσου
<σίφνον>
τὴν γῆν Ἀθηναῖοι, καὶ ἡ Δημητριακὴ σιπύα
<Σίφνιος ἀῤῥαβών>
περὶ τῶν Σιφνίων ἄτοπα διεδίδοτο, ὡς τῷ δακτύλῳ σκιμαλιζόντων. δηλοῖ οὖν τὸν διὰ δακτυλίου διδόμενον, ἐπὶ τοῦ κακοσχόλου
<σιφνός>
κενός
<σιφνύει>
κενοῖ
<σιφῶμαι>
τήκομαι
<σίφων>
ῥυπαρὸς ἄνθρωπος, καὶ λίχνος. ἢ εἶδος θηρίου μυρμηκοειδές, καὶ ὄργανον σκόλοπι ὅμοιον, ἐν ᾧ τοὺς μαρσίππους ἐπισκοποῦσι. καὶ τῶν σταχύων καὶ τοῦ πυροῦ οἱ κα(υ)λίσκοι. καὶ οἷς οἱ κάπηλοι τὸν οἶνον ἀρύονται. καὶ ὄργανόν τι εἰς πρόεσιν ὑδάτων ἐν τοῖς ἐμπρησμοῖς
<σιφώνιον>
τὰ αὐτά
<σιχά>
χωρία
[<σιχαβαττεῖν>
τὸ μετὰ σπουδῆς ἀπιέναι. οἱ δὲ τὸ κενεμβατεῖν]
<σιχθαρίς>
Λιβυκαὶ ὀρχήσεις
<σκάζει>
χωλεύει, χωλαίνει
<σκαιῇ>
ἀριστερᾷ χειρί. παρὰ τὸ ἐσκιάσθαι αὐτὴν καὶ κρύπτεσθαι ὡς τὰ πολλά, παρ' ᾧ καὶ ἡ δεξιὰ περὶ τοῖς δεξιοῖς. ἢ ὅτι ἀσθενεστέρα ἐστὶ τῆς δεξιᾶς, καὶ οἷον σκάζει, ἢ σκιά ἐστιν. ἀριστερὰ δὲ καὶ εὐώ- νυμος κατ' εὐφημισμὸν λέγεται
<Σκαιῇσι πύλῃσιν>
οὕτως ὀνομαστικῶς Σκαιαῖς ἐν Ἰλίῳ, διὰ τὸ ἐξ ἀριστερῶν κεῖσθαι· ἢ διὰ τὸ σκαιὰς μάχας ἐν αὐταῖς γεγενῆσθαι· ἢ διὰ τὸ σκολιὰς εἶναι κατὰ τὴν εἰσβολήν. τὰς αὐτὰς καὶ <Δαρδα- νίας> καλεῖ
<Σκαιοί>
ἔθνος Θρᾴκιον. καὶ ἀμαθεῖς, καὶ ἀπαίδευτοι
<σκαιὸν ῥίον>
χαλεπὸν ἀκρωτήριον. ἔστι γὰρ δύσβατον
<σκαιός>
δύσκολος. πονηρός, κακός. μωρός, ἀπαίδευτος, ἀμαθής. ἀπάν- θρωπος, ἄδικος, τραχύς, σκληρός, ἐπαχθής, ταραχώδης. ἀριστερός
<σκαιότης>
ἀναισθησία. μωρία. ταραχή
*<σκαιωρούμενον>
ταραττόμενον
<σκαίρει>
ἅλλεται, σκιρτᾷ, πηδᾷ, τρέχει, ὀρχεῖται
<σκαιωρία>
ὄρχησις, χορεία, καιρία, παιδ[ε]ιά. καὶ τὰ ὅμοια
<σκα(λα)θυρμάτ(ι)α>
σκαριφήματα. σκαλαύματα
*<σκάλα>
κλῖμαξ, ἀνάβασμα
<σκαλαθάρβα>
τύρβη, ἀπὸ τοῦ σκαλεύειν
<σκαλαθαρβία>
ἀκηδία
<σκαλαθύρει>
σκαλαύει. ἢ λάθρα πλησιάζει
<σκαλαθύρων>
ἀκολασταίνων. ὁ σκαλαύων
<σκαλαπάζει>
ῥέμβεται
<σκάλατος>
ὁ σκαφιτός
<σκαλεύει>
κινεῖ, ἀναστρέφει, ὀρύσσει
<σκαληνιεῖς ὀχετοί>
ἔντερα
<σκαληνόν>
σκολιόν, πολύγωνον. τοῦ γὰρ τριγώνου εἴδη τρία· ἰσό- πλευρον ἰσοσκελές σκαληνόν
<σκαλίς>
σκαφ(ε)ῖον
<σκαλλίον>
κυλίκιον μικρόν. οἱ δὲ σκαλλόν
<σκάλμη>
μάχαιρα Θρᾳκία. καὶ σιδηρολάβον δὲ αὐτήν τινες λέγουσιν
<σκάλλοντες>
σκάπτοντες
<σκαλοβατεῖ>
κλίμακι βαίνει
<σκάλοψ>
[σκαλόπετα]. ἀσπάλαξ, ζῶον γεωρύχον, τυφλόν
<σκαλ[α]πάζειν>
ῥεμβωδῶς βαδίζειν
<σκαλτωμίζειν>
λαμπυρίζειν
<σκαλῶ>
σκαλαβῶ
<σκαλώνια>
τὰ ἀσκωρώνια [καὶ ἀκμαῖα, ἃ σκαμβὰ καὶ καμπύλα
<σκάμαια>
κύων
<σκαμμάδες>
πόρναι
*<σκάμματα>
ἀγῶνες, στάδια
*<Σκάμανδρος>
ποταμός, ὃς καὶ Ξάνθος καλεῖται
<σκαμβάλλει>
ἀκηδί..
<σκαμβάλυξ>
σκαμβός, στρεβλός
<σκαμβηρίζοντες>
ὀλισθαίνοντες
<σκαμβίς>
θερμοποτίς. λακ<ώ> ρ<η>
<σκαμβός>
στρεβλός
<σκάμβυκες>
σκόλοπες, χάρακες
<Σκαμβωνίδαι>
δῆμος τῆς Λεοντίδος φυλῆς
<σκαμφυσεῖ>
μεμψιμοιρεῖ, ἀγανακτεῖ
<σκαμωνία>
εἶδος βοτάνης
<σκάναμα>
τόπος πρὸς τὸ εὖ στιβάσασθαι
<σκανα...ντα>
ἐπιχαλκ.. παρὰ Σωφρονἰωσκανὰς πορεύση ἐν τῇ ἀσπίδι. Καλλίας δὲ σκεῦος
<σκανδάληθρ' ἱστάς> καὶ <σκάνδαλον>
τὸ ἐν ταῖς μυάγραις
<σκάνδαλος>
ἐμποδισμός
<Σκάνδ(ε)ια>
χωρίον ἢ πόλις. καὶ εἶδος περικεφαλαίας
<σκάνδιξ>
λάχανον ἄγριον, παρὸ καὶ <σκανδικοπώλην> τὸν Εὐριπί- δην λέγουσιν, ἐπειδὴ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι
<σκάνδυκες>
σκόλοπες, χάρακες
<σκανεύεσθαι>
ἐπαρι(ς)τερεύεσθαι
<σκάνθαν>
κράββατον
<σκάνιξ>
ἐπαρίστερα
<σκάνος>
αἰτία. κώλυμα
<σκαπανεύς>
σκαφεύς
<σκαπάνη>
σκαφε(ῖ)ον. ὀρύγιον. δίκελ(λ)α
<σκαπάνιον>
ἡ βακτηρία. ἄλλοι σκίπωνα
<σκάπαρδος>
ὁ ταραχώδης. καὶ ἀνάγωγος
<σκαπέρδα>
ἐν τοῖς Διονυσίοις ἀγομένη πηγνυμένης δοκοῦ ἀνδρομή- κους καὶ τετρημένης διεῖρται διὰ ...... σχοινίον· καὶ δύο οἱ ἀγωνιζό- μενοι ἀντίους ἀλλήλοι(ς) τοὺς νώτους ἔχοντες ..... καὶ πᾶν τὸ δυσχε- ρὲς <σκαπέρδα> λέγεται καὶ ὁ πάσχων <σκαπέρδης>
<σκαπερδεῦσαι>
λοιδορῆσαι
<σκάπετος>
τάφρος. ἄλλοι τάφος
<σκᾶπος>
κλάδος. καὶ ἄνεμος ποιός
<σκάπτει>
ὀρύττει
<σκάραιβον>
αἱμοποιόν
<σκαρδαμύττειν>
τὸ πυκνῶς καταμύειν καὶ ἀναβλέπειν τοῖς ὄμμασι
<σκαρθμοί>
κινητοί, σκαρισμοί
<σκαρθμοῖς>
κινήσεσι. δρόμοις. κρηπῖσι. λακτισμοῖς. καὶ υἱὸς Τεύκρου ἀναγράφεται
<σκαρία>
παιδία
<σκαρίδες>
εἶδος ἑλμίνθων
<σκαρίζεται>
ταράττεται. βράζει
<σκαριφᾶσθαι>
ξύειν. σκάπτειν. γράφειν. ὅθεν καὶ ὁ (ς)κάριφος
<σκάριφος>
ξέσις. γραφή. μίμησις ἀκριβὴς τύπου
<σκάρκη>
Θρᾳκιστὶ ἀργύρια
<σκαρπαδεῦσαι>
κρῖναι
<σκάρτας>
ταχύς. [οἱ δὲ <σκάτας>]
<σκαρφᾶσθαι>
σκεδάννυσθαι
<Σκάρφη>
πόλις Λοκρίδος
<(ς)καρφνής>
ἰσχυρός
<σκαρφῶν>
εἶδος καμίνου ἐν τῷ Μεταλλικῷ
<σκάφαι>
ὀψοπλύνια
<σκάφαλος>
ἀντλητήρ
*<σκαφίδες>
ποιμενικὰ ἀγγεῖα
<σκαφηφόροι>
οἱ μέτοικοι οὕτως ἐκαλοῦντο· σκάφας γὰρ ἔφερον ἐν τοῖς Παναθηναίοις, ἵνα ὡς εὖνοι ἀριθμῶνται μετέ[ρ]χοντες τῶν θυσιῶν
<σκαφίον>
πτύον. καὶ εἶδος κουρᾶς τῆς κεφαλῆς, ὃ κείρεσθαί φασι τὰς ἑταιρευ[ν]ούσας· εἶναι δὲ περιτρόχαλον. καὶ ἰατρικὸν ἐπίδεσμον
<σκάφος>
πλοιάριον
<σκαφώρη>
ἡ ἀλώπηξ
<σκεδάζει>
σκορπίζει. ἀθετεῖ. ταράττει. ἐγχέει. καταργεῖ
<σκεθρόν>
ἀκριβές
<σκ[ε]ίρα>
ἑορτὴ Ἀθήνησιν· ἀρείονος. ἢ χωρία ὕλην ἔχοντα εὐθετοῦ- σαν εἰς φρύγανα
*<σκ[ε]ιραφ(ε)ῖον>
τὸ κυβευτήριον, ἴσως διὰ τὸ ἐν Σκίρῳ τὴν δια- τριβὴν ἔχειν
<Σκ[ε]ιρὰς Ἀθηνᾶ>
Σκίρον φασὶ τὸν Ποσειδῶνος υἱόν, γήμαντα Σα- λαμῖνα τὴν Ἀσωποῦ
*<Σκ[ε]ιρίτης>
λόχος οὕτω καλούμενος ὁ προκινδυνεύων. ἦν δὲ Ἀρ- καδικός
*<σκειράξαι>
κρεωφαγῆσαι
<σκ[ε]ίρατες>
οἱ προύνικοι. καὶ κυβευταί
<σκ[ε]ιραφεῖν>
κακοπραγμονεῖν
<Σκ[ε]ιρόμαντις>
ὁ ἐπὶ Σκ[ε]ίρῳ μαντευόμενος. τόπος δὲ ἦν οὗτος. ὅθεν τοὺς οἰωνοὺς ἔβλεπον
<σκ[ε]ιρόν>
[λατύπην. ἢ] σκληρόν
<σκ[ε]ῖρος>
ῥύπος καὶ ὁ δριμὺς τυρός. καὶ ἄλσος καὶ δρυμός. Φιλητᾶς δὲ τὴν ῥυπώδη γῆν
<σκείρων>
ἀργέστης λέγεται. δοκεῖ δὲ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν καταπνεῖν
<σκ[ε]ιρώσασθαι>
σκληροῦσθαι
<σκέλεαι>
τὰ τῶν σκελῶν σκεπάσματα. Πάρθοι <σαράβαρα>
<σκελέεσθαι>
ἄγαν σκληρῶς διακεῖσθαι
<Σκελερδεία>
Ἄνθεια ἡ νῆσος
<σκελετά>
σκίλλα
<σκέλεται>
ξηραίνει, ἰσχναίνει
<σκέλεφερ>
βόλου ὄνομα. Λύκωνες
*<σκέλισμα>
τὸ ἀείμνημα
<σκελήπερον>
νήπιον. Ἀρχίλοχος
<σκελ[λ]ίδες>
τὰ περιμήκη τμήματα
<σκέλ[λ]ισμα>
δρόμημα
<σκελλόν>
διεστραμμένον
*<σκελλόμενα>
σκελετευόμενα
*<σκελίς>
τὸ ἀπὸ τῆς ῥάχεως ἕως τοῦ ὑπογαστρίου
<σκελοῖν>
ποδῶν
<σκέλος>
τάττεται ἐπὶ τοῦ φορτικοῦ. καὶ μέρος τι τῆς νεώς
<σκελοῦνται>
σκελετισθήσονται
<σκέμμα>
διάνοια
<σκέπαρνον>
τὸν ἀμφίστομον πέλεκυν
<σκέπαρνον>
ἐπιδέσμου ἰατρικοῦ ὄνομα
<σκέπας>
σκέπη. ὑποδοχή
<σκεπᾶσθαι>
θερμανθῆναι
<σκέπη>
σκέπασμα
<σκεπινός>
ἰχθῦς ποιός
<σκεπόωσι>
σκέπωσι. παρέχωσιν
<σκέπ(τ)ετο>
ἀπεκρούετο. ἐφυλάσσετο, παρετήρει, περιεβλέπετο
<σκεραός>
οἰδός
<σκέραφος>
λοιδορία. βλασφημία
<σκέρβολον>
λοίδορον. ἀπατεῶνα
<σκέρβολλε>
λοιδόρει
<σκερβόλλει>
ἀπατᾷ
<σκέρβολος>
λοίδ(ορ)ος. καὶ τὰ ὅμοια
*<σκεῤῥὸν ὄντα>
σκιρτῶντα παῖδα
<σκερός>
αἰδοιολείκτης
<σκερολίγγες>
λαικασταί. ἢ ὠπισταί
<σκεύακας>
εὐωνύμους
<σκευή>
ὅπλισις, στολή
<σκευοποιούς>
τοὺς τὰ πρόσωπα ποιοῦντας
<σκεῦος>
ἀγγεῖον ἅπαν. καὶ τὸ <σκευοῦσθαι> ἑτοιμάζεσθαι
<σκευώρημα>
πλάσμα. κακουργία. κατασκευή. τὸ γινόμενον κατα- σκεύασμα εἰς βλάβην
<σκευωρία>
κατασκευή
<σκεψάμενος>
ἀποβλέψας
<σκέψομαι>
θεωρήσω
<σκέψις>
θεωρία
<σκηκός>
πόας εἶδος, καὶ ζώου
<σκήλειεν>
σκελετεύσειεν. ξηραίνειεν. καύσειεν
<σκῆλαι>
ξηρᾶναι
<σκηνάς>
καταγωγάς, οἰκήματα
<σκῆν>
ὅ τινες μὲν ψυχήν, τινὲς δὲ φάλαιναν
<σκηνή>
ἡ ἀπὸ ξύλων ἢ περιβολαίων οἰκία
<σκῆνος>
σῶμα. [ἢ σκῆλος.] ἢ πάθος ἐν μελίσσαις, ὅταν ἐν τῷ σμήνει γένηται σκώληξ
<σκήνους>
οἰκητηρίου
<σκήνωμα>
οἴκημα, οἶκος, τόπος
<σκηνῶντες>
σύσκηνοι. λέγονται δὲ καὶ <σκηνωταί>
<σκηνωταί>
συ[γ]σκηνοῦντες
<σκηπάνιον>
βακτηρία. ἢ σκῆπτρον
<σκηπανίῳ>
τὰ αὐτά
<σκηπήϊον>
πτύον
<σκηπήνιον>
βακτηρία. τρίαινα. βάκτρον. κηρύκ(ε)ιον. ῥάβδος
<σκήπτεται>
προφασίζεται
<σκήπτοιτο>
προφασίζοιτο
<σκηπτός>
κεραυνὸς ἄνωθεν διάπυρος
<σκηπτοῦχοι>
βασιλεῖς
.......
σκηπτροφόρος <βασιλεύς>
<σκῆπτρον>
κυρίως μὲν πᾶσα ῥάβδος· ἀπὸ τοῦ σκηρίπτεσθαι ἐπ' αὐτῇ, ὅ ἐστιν ἐπερείδεσθαι. καὶ τὸ βασιλικὸν δὲ σύμβολον
<σκηρίπτεσθαι>
ἐπερείδεσθαι ῥάβδῳ, ἢ ἄλλῳ τινί
<σκηριπτόμενος>
ἐπερειδόμενος, στηριζόμενος, ἐπαναπαυόμενος ῥάβδῳ. [τὸν ἐπερείδεσθαί τινι λόγῳ, σκήπτεσθαι προφασιζόμενον]
[<σκηριπτούμενος>
τὰ αὐτά]
<σκηρόν>
σκληρόν. τ(ρ)αχύ
<σκῆψαι>
πεσεῖν
<σκήψας>
προφασίσας
<σκῆψις>
πρόφασις
<σκιά>
σκίασις, ἐπιφάνεια τοῦ χρώματος ἀντίμορφος
<σκιαγραφίαν>
τὴν σκηνογραφίαν οὕτω λέγουσιν. ἐλέγετο δέ τις καὶ Ἀπολλόδωρος ζωγράφος <σκιογράφος> ἀντὶ τοῦ σκηνογράφος. οὗτος δὲ καὶ πῖλον ἐφόρει ὀρθόν. καὶ ἐν τοῖς ἔργοις ἐπιγράφεται· <μωμή- σεταί τις μᾶλλον ἢ μιμήσεται>
<σκιαγράφος>
ὁ Ἀπολλόδωρος
<σκιαδεύς>, τινὲς δὲ <σκίαινα>
εἶδος ἰχθύος
<σκιάδ(ε)ια>
σκηνοπήγια. ἔστι δὲ τόπος, ἐν ᾧ τὰ μειράκια ἐκαθέζετο
<σκιάδ(ε)ιον>
σκηνή. καμελαύκιον
<σκιάζει>
σκεπάζει
<Σκίαθος>
νῆσος Κυκλάδων
<Σκιάποδες>
οἱ ἐν Λιβύῃ πλατεῖς ἔχουσι τοὺς πόδας, καὶ ποιοῦσι σκιὰν αὐτοῖς ἐν καύματι
<Σκιάπους>
ἔθνος περὶ τὴν Αἰθιοπίαν πλατύπουν
<Σκιάρα>
ἡ Κεφαληνία
<σκιάς>
ἡ ἀναδενδράς. καὶ σκηνὴ ὠροφωμένη. καὶ τὸ θολῶδες σκιά- δ(ε)ιον, ἐν ᾧ ὁ Διόνυσος κάθηται. καὶ τὸ πρυτανεῖον. καὶ κλάδοι εὐμεγέθεις <σκιάδες> λέγονται. καὶ ἡ τοῦ σώματος σκιά, ὅθεν καὶ τὰς ὥρας ἐτεκμαίροντο
<σκιδαρόν>
ἀραιόν
<σκίδναται>
διασκεδάννυται, σκορπίζεται, χωρίζεται
<σκίδνανται>
διασκορπίζονται
<σκιδναμένου>
διασκορπιζομένου
<σκιερόν>
κατάσκιον. [ἀκρι(βές)] εὔσκιον, ἢ σκιὰν ἔχον
<σκιθακός>
ἰχθῦς ὁ καὶ τράχουρος
<σκίλλα>
σκαμμωνία, θανατηφόρος μυῶν
[<σκιλλεῖον>
σκιάδιον]
<σκίλλος>
ἰκτῖνος
<σκίλλωνται>
ἐδάνυνται
<σκιμαλίσαι>
καταδακτυλίσαι
<σκιμβάζει>
χωλεύει
<σκιμβασμός>
φιλήματος εἶδος
<σκιμβάδες>
ὕλη εὔθετος εἰς τοίχων ἐπίθεσιν, σκέπης χάριν
<σκιμβόλος>
ἠλίθιος
<σκιμβός>
χωλός
<σκίμποδα>
κράββατον
<σκιμπόδιον>
εὐτελὲς κλινίδιον μονόκοιτ[ι]ον
<σκιμπόδων>
κραββάτων
<σκίμπους>
κράββατος
<σκίμπτει>
σκίμπεται. χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει
<σκίμπτεσθαι>
τὰ αὐτά
<σκίμψαι>
ἐμπαγῆναι. [ἐκπλαγῆναι.] ἐμπελασθῆναι
[<σκιμπτύει>
χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει
<σκίμπτεσθαι>
τὰ αὐτά
<σκίμψαι>
ἐμπαγῆναι. ἐκπλαγῆναι]
<σκιμφθῇ>
ἐγγίσῃ. προσπελασθῇ
<σκίμψαιτο>
ἐλάβοιτο
<σκίμψασθαι>
ἐρείσασθαι. πλῆξαι. ἐκπλαγῆναι
<σκίνακες>
ἐπὶ τῶν λαγωῶν
<σκινδάλαμος>
σκόλοψ. τινὲς δὲ διὰ τοῦ χ <σχινδάλαμος>. ἄλλοι <σκινδαλμός>
<σκινδαρεύεσθαι>
κακοσχολεύεσθαι, δακτυλίζεσθαι, σκιμαλίζεσθαι
<σκινδαρίσαι>
τὰ αὐτά
<σκινδάρ(ε)ιος>
ὄρχησις οὕτω καλουμένη
<σκίνδαροι>
τὰ προσκυνήματα
<σκίνδαρος>
ἡ ἐπανάστασις νυκτὸς ἀφροδισίων ἕνεκα
<σκινθαρίζειν>, ἔνιοι <σκα(νθα)ρίζειν>
τὸ γὰρ τῷ μέσῳ δακτύλῳ τὴν μυκτῆρα παίειν δηλοῖ, ὡς Δίδυμος
<σκινθίζεται>
λακτίζεται
<σκιοειδέα>
σκιοειδῆ
<σκιόεν>
σκιερόν, μέλαν. βαθύ
<σκιόεντα>
σύσκια. σκοτεινά. ὑψηλά. ἢ τὰ μεγάλην σκιὰν ποιοῦντα
<σκίουρος>
ζῶον, ὁ καὶ <καμψίουρος>. ἄλλοι <ἵππουρος>
<σκίπει>
νύσσει
<σκιπός>
σκνιφός. ὁ μικρολόγος
<σκίπων>
βακτηρία, ῥάβδος
*<σκίθαρκος>
ἰχθῦς ὁ καὶ <τράχουρος>
<σκίπωνι χειρός>
βακτηρίᾳ χειρός
<σκιρεῖται>
σκιρός ἐστιν ἡ λατύπη
<σκιροφόρια>
ὄνομα ἑορτῆς
<σκιρτᾷ>
ἅλλεται, κινεῖται, ὀρχεῖται, τρέχει, ἀναστρέφεται
<σκίρτησις>
ἰσχύς, δύναμις. καὶ τὰ ὅμοια
<σκιρ(ω)θῶσι>
σκληρυνθῶσιν
<σκιρώσασθαι>
ἀπο(ς)κληροῦσθαι
<σκίταλοι>
ἀπὸ τῶν ἀφροδισίων καὶ τῆς προυνικίας τῆς νυκτερινῆς θεούς τινας ἐσχημάτισεν. Θέων δέ φησι πεπλάσθαι τοὔνομα
<σκιτυπίαι>
σκηναί
<σκιφίας>
εἶδος ἰχθύος
<σκιφίζει>
ξιφίζει. ἔστι δὲ σχῆμα μαχαιρικῆς ὀρχήσεως
<σκιφίνιον>
πλέγμα ἐκ φοίνικος
<σκίφος>
ξίφος. οἱ μὲν τὸ ἐγχειρίδιον, ἄλλοι ἐπὶ τοῦ αἰδοίου
<σκιφύδρια>
εἶδος κογχυλίου
<σκίψαι>
ὀκλάσαι. Ἀχαιοί
<σκληραγωγία>
ἄσκησις. παρὰ τὸ σκληρῶς ἄγεσθαι
<σκληρός>
νόσημά τι ἀραχνίδων ἐν τοῖς σμήνεσι, πρὸς τὸ <σήπε- σθαι τὰ κηρία>
<σκληφροί>
οἱ ἰσχνοὶ καὶ λεπτοὶ τοῖς σώμασι
<σκνιπόν>
μικρολόγον
<σκνίπτειν>
νύσσειν. καινοτομεῖν
<σκνιφ.>
ἄκρα ἡμέρας καὶ ἑσπέρας λεῖοι
<σκνιφόν>
ἀμυδρὸν βλέπον. Ἀττικοὶ γὰρ καὶ τὸ σκότος <σκνίφος> λέγουσι
<σκνίψ>
ζῶον χλωρόν τε καὶ τετράπτερον
<σκοβαδές>
ἔδεσμά τι
<σκογχούλας>
γογγυσμούς. τονθρυσμούς
<σκοιά>
σκοτεινά. τινὲς κολόροβοι
<σκοΐδιον>
σκιάδ(ε)ιον
<σκοῖδος>
ἀρχή τις παρὰ Μακεδόσι τεταγμένη ἐπὶ τῶν δικαστηρίων. Ἡ λέξις κεῖται ἐν ταῖς ἐπιστολαῖς Ἀλεξάνδρου
<ς[κ]οίθης>
διάβολος. Ἀττικοί. λάλος, στωμύλος
<σκοιόν>
ἰσχυρόν. δασύ. μαλακόν. βαθύ. μέγα. χλωρόν. ποικίλον. σύσκιον
<σκοῖπος>
ἡ ἐξοχὴ τῶν ξύλων, ἐφ' ὧν εἰσιν οἱ κέραμοι
<σκοίψ>
ψώρα
<σκόλεφραι>
κατακεκαυμέναι τὰς τρίχας
<σκόλια>
τὴν παροίνιον ᾠδὴν οὕτως ἔλεγον, οὐ διὰ τὸν τῆς μελοποιΐας τρόπον, ὅτι σκολιὸς ἦν, ἀλλ' ὅτι οὐχ ἅπαντες ᾖδον αὐτά, ἀλλὰ μόνοι οἱ συνετοί
<σκολιά>
σκαμβά, οὐκ ὀρθά. ἄδικα. δυσχερῆ. ἐπικαμπῆ. ἄνισα. δύσκολα
<σκολλέ>
σκυμμόν
<σκόλλυς>
κορυφὴ ἡ καταλελειμμένη τῶν τριχῶν. τινὲς δὲ μαλλόν, πλόκαμον
<σκολοῖς>
δρεπάνοις
<σκολόπαξ>
ὄρνις ποιός
*<σκόλοπες>
ὀξέα ξύλα ὀρθά
<σκολόπενδρα>
ζῶον καὶ ἐνάλιον καὶ χερσαῖον
<σκολοπώνυμον>
τὸν στ(αυ)ρώσιμον, ἀπὸ τῶν <σκολόπων>
*<σκόλοπες>
ὀρθ[έ]ὰ καὶ ὀξέα ξύλα, στ(αυ)ροί, χάρακες
[<σκόλος>
ἀκάνθης εἶδος]
<σκολοφρή>
κατακεκαυμένη
<σκολόφρον>
θρανίον
*<σκολοβρᾷ>
χαλεπαίνει
<σκόλοψ>
ξύλον ὠξυμμένον
<σκόλοψιν ὡς ὀπτῶσιν>
τὸ γὰρ παλαιὸν τοὺς κακουργοῦντας ἀνε- σκολόπιζον, ὀξύνοντες ξύλον διὰ τῆς ῥαχέως καὶ τοῦ νώτου, καθάπερ τοὺς ὀπτωμένους ἰχθῦς ἐπὶ ὀβελίσκων
<σκόλυβος>
ὁ ἐσθιόμενος βολβός
<σκολύβρα>
ἡ σκυθρωπή
<σκολύθρια>
ταπεινὰ διφρία. ὑποπόδια
<σκολύθρων>
ταπεινῶν. ἀπὸ σκολύθρων δίφρων
<σκόλυμος>
λάχανον ἄγριον ἀκανθῶδες
<σκολύπτειν>
ἐκτίλλειν. κολούειν
<σκολύφρα>
σκυθρωπή. σκληρά. ἐργώδης. δυσχερής
<σκολύψαι>
κολοῦσαι, κολοβῶσαι. [σπαράττειν, ἐκτίλλειν
<σκομβρίδες>
ἰχθύες
<σκομβρίσαι>
γογγύσαι. καὶ παιδιᾶς ἀσελγοῦς εἶδος
<Σκόμβροι>
Θρᾴκιον ἔθνος
<σκονδάμνα>
ῥάφανος
<σκόνδρον>
δρυπτόν. ἢ δρύπτει
<σκόνυζα>
ἡ κόνυζα. ἔστι δὲ φυτὸν ἄφυλλον ἱκανῶς, καὶ στιβάδας ἐξ αὐτῆς ἐποίουν, καὶ ταῖς οἰκίαις στεγάσματα ἐπέβαλλον
<σκοπεῖσθαι>
ὁρᾶσθαι
<σκόπελος>
ὑψηλὸς τόπος, ἢ πέτρα, ἢ ἀκρώρεια, ἀφ' ἧς ἔστι σκοπεῖν τὰ κύκλῳ. καὶ ἐξέχουσα εἰς θάλασσαν πέτρα. οἱ δὲ ἀκρόπολις
[<σκόπες>
ὀρνέου γένος]
<σκοπεύει>
ἰχνεύει. ἐπιτηρεῖ
<σκοπή>
ἄποψις
<σκοπήσεις>
σκέψεις
<σκοπιαζέμεν[αι]>
κατασκοπεῖν
<σκοπιάζων>
ἀποσκοπῶν, σκεπτόμενος
<σκοπιαί>
ἀκρώρειαι, ὑψηλοὶ τόποι
<σκοπιή>
ὑψηλὸς τόπος, ἀφ' οὗ ἔστιν ἰδεῖν καὶ περισκέψασθαι
<σκοπιωροῦνται>
"κατὰ ........"
*<σκοπός>
σοὶ δ' ἐγὼ οὐχ ἅλ[λο]ιος (ς)κοπὸς ἔς(ς)ομαι
*<σκοπός>
τύπος
[<σκοπεῖ>
χλευάζει, διαπαίζει, καταπαίζει, μέμφεται]
<σκοπῶν>
σκεπτόμενος, ἐνθυμούμενος
<σκορακίζει>
εἰς ἔρημον πέμπει, καὶ ἀρᾶται. ἀπὸ τοῦ εἰς κόρακας πέμπειν, τὸ ἐκφαυλίζειν
<σκορακισμός>
χλευασμός. ἀπάτη. ὕβρις, φαυλισμός, ἀποδοκιμασία
<σκορδάζειν>
σπᾶσθαι
*<σκαρδαμυκτεῖ>
πυκνὰ κλείει καὶ ἀνοίγει τοὺς ὀφθαλμούς
<σκορδινᾶσθαι>
τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν καὶ στρέφεσθαι μετὰ χάσμης. γίνεται δὲ τοῦτο περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας. ὅπερ καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους ἔξω μελῶν γίνεται
<σκόρδυλ..,> θαλάσσιος ἰχθῦς. ἔνιοι <κορδύλη>
<σκορδύλη>
ζῶόν τι τῶν τελματιαίων, ἐμφερὲς καλαβώτῃ
<σκόρθοι>
τόρνοι σκορωβροί
<σκόρνος>
κόρνος, μυρσίνη τὸ φυτόν
<σκορόβυλος>
κάνθαρος
<σκόροδα>
τόπος ἐν ᾧ τὰ σκόροδα φύεται. [διὸ καὶ ὀξυτόνως]
<σκοροδίσαι>
τὸ πρὸ τῆς μάχης σκορόδοις ἀνατρῖψαι τοὺς ἀλεκτρυόνας
<σκοροδοῦν>
συνουσιάζειν
<σκορπίος>
τὸ ἄστρον. καὶ τὸ χερσαῖον ἑρπετόν. καὶ θαλάσσιος ἰχθῦς. καὶ πόα, ἣν ἔνιοι <σκορπίουρον>
<σκο(ρ)πίος ὀκτώπους>
παροιμία· <σκορπίον ὀκτώπουν ἐγείρεις>
<σκορπιοῦται>
ἀγριαίνεται, ἐρεθίζεται
<σκορπίως(αι>)
ὡς θηρίον τραχύνου, ὀργίζου
<σκοταῖον>
ὅταν συσκοτάσῃ, ἡ σκοτία
<σκοταρία>
ζόφος. Ἀχαιοί
(*)<σκοτίας>
δραπέτης
<σκοτεύει>
δραπετεύει
*<σκότιον>
λαθριμαῖον
<σκοτία>
μέρος τι παρὰ τοῖς ἀρχιτέκτοσι προσαγορευόμενον τριγλύφου. καὶ Ἀφροδίτης Σκοτιᾶς ἱερὸν κατ' Αἴγυπτον
<σκότιος>
νόθος, ὁ λάθρα γεννηθεὶς τῶν γονέων τῆς κόρης. τοὺς γὰρ μὴ ἐκ φανερᾶς, λαθραίας δὲ μίξεως γεγονότας <σκοτίους> ἐκάλουν, ἔνιοι <παρθεν(ί)ους>, ἄλλοι <κοριναίους>· καθάπερ Μαρσύας ἐν τῇ α#
<σκοτοδινιᾷ>
σκοτοῦται
<σκοτοδινιάσας>
μετὰ σκότους ὀφθαλμῶν συστραφείς, ὅ ἐστιν ἰλιγ- γιάσας
<σκοτοιβόρον>
συννεφές, σκοτεινόν
<σκοτόμαινα>
Ἀττικὸν τὸ οὕτω λέγειν
<σκοτομήνη>
βαθεῖα νύξ, ἢ ἀσέληνος
<σκοτομηνία>
σκότος σελήνης
<σκοτομήνιος>
ἀσέληνος νύξ
<σκότος>
ὄλεθρος, θάνατος
<σκότος ὄσσε κάλυψε>
θάνατος κατέσχεν
<σκοῦλαι>
κνῆσαι
<σκύβα>
λάχανον ἡ λαψάνη. τινὲς δὲ σκοῦβα
<σκύβαλα>
κόπρος
<σκυβαλίζεται>
ἐξουθενεῖται, παρα(ρ)ρίπτεται, ἀποδοκιμάζεται
<σκυβαλισμός>
ἐκφαύλισμα, καὶ τὸ ἀδόκιμον. ἐκ μεταφορᾶς τῶν σκυ- βάλων τῶν ἀχύρων
<σκυδά>
σκιά. Εὖκλος
<σκυδίζει>
λακτίζει
<σκυδικαί>
Πολέμων παρὰ Ἑρμοδώρῳ γεγράφθαι φησί· <ὑποδήματα δὲ φορεῖν τὴν ἐλευθέρην σκυδικὰς λευκὰς καὶ μασθλη- τίνας>
*<σκυδμαίνειν>
σκυθρωπάζειν, νεμεσᾶν, ὀργίζεσθαι
<σκύδμαινος>
σκυθρωπός
<σκύδμαινε>
ὀργίζου
<σκύζει>
λυπεῖ. ὀργίζεται
<σκύζεσθαι>
χολοῦσθαι, θυμοῦσθαι, σκυθρωπάζειν
<σκύζης>
παρὰ Φιλητᾷ· <παύσω σε τῆς σκύζης>. ἀντὶ τοῦ τῆς κά- πρας
<σκυζομένη>
λυπουμένη, ὀργιζομένη
<σκύζουσιν>
ἡσυχῆ ὑποφθέγγονται, ὥσπερ κύνες
<Σκύθαι>
οὕτω τι τῶν γενεῶν ἐλέγετο
<Σκύθης ὄνειον δαῖτα>
παροιμία ἐπὶ τῶν ἀκκιζομένων [τινὲς δὲ βδελυττομένων] τῷ λόγῳ, ἔργῳ δὲ ἐφιεμένων· ἰδὼν γάρ τις νεκρὸν ὄνον, ἔφη πρὸς Σκύθην παρόντα .......
<Σκυθιάς>
οὕτως ἐκαλεῖτο ἡ Δῆλος
<Σκυθικά>
ὑποδήματα ποιά
<Σκυθικὸν ξύλον>
τὴν διάπυρον. ἔνιοι τὴν θαψίαν
<Σκυθικός>
Κρατῖνος Σκυθικὸν ἔφη τὴν Ἱππόνικον, διὰ τὸ πυῤῥὸν εἶναι. καὶ ᾧ ξανθίζονται αἱ γυναῖκες καὶ βάπτουσι τὰ ἔρια
<σκυθιστὶ χειρόμακτρον>
οἱ Σκύθαι τῶν λαμβανομένων πόλων ὧν τὰς κεφαλὰς ἐκδέροντες [ἦσαν] ἀντὶ χειρομάκτρων ἐχρῶντο
<σκυθράζει>
σκυθρωπάζει
<σκύθραξ>
μεῖραξ, ἔφηβος
<σκυθρός>
στυγνὸς τὰς ὄψεις, χαλεπός, ὠμός, σκυθρωπός
<Σκυθῶν ἐρημία>
παροιμία, ἀπὸ τῶν φυγόντων ἐξ Ἐφέσου Σκυθῶν διαδοθεῖσα· φοβηθέντες γὰρ καὶ ταραχθέντες κατὰ γνώμην· τίθεται τοίνυν ἐπὶ τῶν ἐρημουμένων ὑπό τινων
<σκῦλα>
αἰχμαλωσία. [πραίδα]
<σκυλαίας>
τὰ σκῦλα, καὶ λάφυρα. οἱ δὲ τὰς πανοπλίας
<σκύλαξ>
σχῆμα ἀφροδισιακόν, ὡς τὸ τῶν φοινικιζόντων
<σκυλεύσας>
αἰχμαλωτεύσας
<σκύλλειν>
τὸ τοῖς ὄνυξι σπᾶν
<σκυλλανίς>
ἡ πολεμική. ἴσως ἀπὸ τοῦ σκυλεύειν
<σκυλλίς>
κληματίς
<σκύλλον>
τὴν κύνα λέγουσιν
[<σκυλῆναι>
ξηρανθῆναι]
<σκυλόδεψ[ι]ος>
ὁ τὰς βύρσας βυρσεύων
<σκύλλου>
ἐνόχλει
<σκύλος>
δέρμα, κώδιον. οἱ δὲ ῥάκος. καὶ τριβώνιον, ἢ δέρμα ἄρκου, τὸ τοῦ καστανίου κάλυμμα
[<σκυλμανεῖς>
θυμωθήσῃ]
<σκύλσις>
θυμός. σάλος, ταραχή
<σκύμνος>
ὁ σκύλαξ τοῦ λέοντος
<σκύμνους>
ἐκγόνους λεόντων, καὶ ἄλλων ζώων
<σκυνίζει>
λακτίζει
<σκυξιφόν>
σκύφον
<σκύρβια>
κρόμμυα
<σκυρθαλιάς>
Θεόφραστος τοὺς ἐφήβους οὕτω φησὶ καλεῖσθαι, Διο- νύσιος δὲ τοὺς μείρακας
<σκυρθάλιος>
νεανίσκος
<σκυρθάλια>
μειράκια, ἔφηβοι
<Σκυρία δίκη>
Ἀρτεμίδωρος ἰδίως φησὶ ἡ Θησέως καλεῖται τελευτή. φυγόντα γὰρ αὐτὸν εἰς Σκῦρον ἐκεῖ κατακρημνισθῆναί φασιν
<Σκῦρος>
πόλις. καὶ νῆσος. ἢ λατύπη
<σκῦρος>
ἀργιλώδης. Λυσίμαχος τὴν λατύπην
<σκυρωθῶσι>
λιθωθῶσιν
<σκυρωτὴ ὁδός>
ἡ ἱππόκροτος
<σκύτα>
τὸν τράχηλον. Σικελοί
<σκυτάλαι>
βακτηρίαι. καὶ αἱ ἱππικαὶ ἶλαι. καὶ ὄφ[ρ](εων) εἶδος. φρα- γέλλια, λῶροι. πίνακες, ἐφ' οἷς ἡ Δίκη γράφει τὰ τῶν ἀνθρώπων ἁμαρτήματα. ἢ θύλακες δερμάτινοι
<σκυτάλη Λακωνική>
ἐπὶ τῶν ἀγγελιαφόρων τάσσεται. ἔθος γὰρ ἦν ἀρχαῖον τὸ χρήσασθαι ταῖς σκυτάλαις, (ἀντὶ) τῶν παρ' Ἕλλησι γραμ- ματείων καὶ βιβλίων
<σκυτάλια>
αὐλίδια, περιστρώματα. καὶ τὸ ῥάβδωμα
<σκυτα[υ]λίδα>
αὐλὸ(ν) ποιόν
<σκυταλίδες>
εἶδος καρίδων
<σκυταλουμένη>
ξύλῳ τυπτομένη
<σκυτεύς>
σαγγάριος, καὶ καλιγάριος
<σκύτη>
κεφαλή
<σκυτίζει>
σπαράττει
<σκυτίνη ἐπικουρία>
....... Ἀττικοὶ ἐπὶ τῶν ἀσθενούντων βοηθη- μάτων
<σκύτινον καθειμένον>
διεζωσμένοι εἰσῄεσαν οἱ κωμικοὶ ὑποκρι- ταί. οἱ δὲ αἰδοῖα δερμάτινα τοῦ γελοίου χάριν ἀνωτέρω τῶν ἰσχίων καὶ τῶν αἰδοίων περικείμενοι
<σκυτοδέψης>
δερματομαλάκτης
<σκῦτος>
πᾶν δέρμα
<σκυτοτόμος>
λωροτόμος. σκυτεύς, σκηνοῤ(ῥ)άφος
<σκυφοκώνακτος>
Ἐπίχαρμος ἐν τοῖς Μησὶ τοῖς σκύφοις περιφόρητος
<σκύφος>
εἶδος ποτηρίου, ἢ ἔκπωμα
<σκῶ>
πεδίσκη
<σκῶλα>
ξύλα ὠξυμμένα
<σκώληξ>
τὸ κυλιόμενον κῦμα. καὶ ἀπὸ τῆς ἅλω τὸ δινηθὲν καὶ συν- αχθὲν εἰς λικμητόν
<σκωληκίζονται>
κινοῦνται ὡς οἱ σκώληκες
<σκωλοβάτης>
ὄνομα θηρίου μικροῦ, (παρα)πλησίου ἐρισύβῃ[ς], τὸ γινόμενον ἐν τῇ ἅλῳ καὶ τῷ σίτῳ λυμαινόμενον
<σκώλοισι>
δρεπάνοις· διὰ τὴν σκολιότητα
<Σκῶλος>
ῥάβδος. σκάνδαλος. [ἡ σκώληξ.] οἱ δὲ σκόλοψ, ἢ ῥάβδος, ἤ ἀπωξυμμένος πάσσαλος ὥστε σκῶλος πυρίκαυστος ἢ ἀκάνθης εἶδος. παρὰ τὸ <σκέλλω>. τὸ ξηραίνω. ἔστι δὲ καὶ πόλις ἐν Βοιωτίᾳ
[<σκώλοψ>
ξύλον ὀξυμ(μ)ένον. ἢ ἄκανθα]
<σκώμ(μ)ατα>
λοιδορήματα γέλωτος χάριν
<σκωρνυφίαν>
τὸ σκάνδαλον, ἐν Μησίν· ἐν δὲ Τριακάσιν τὰ ὁσιώδη χρέα
<σκῶπες>
εἶδος ὀρνέων, οἱ δὲ κολοιούς. καὶ εἶδος ὀρχήσεως
*<σκῶμμα>
εἶδος κουρᾶς, ἢ λοιδορίας
<σκωπευμάτων>
σχῆμα τῆς χειρὸς πρὸς τὸ μέτωπον τιθεμένης, ὥσπερ ἀποσκοπούντων
<σκώπτει>
γελοιάζει, παίζει, ληρεῖ
<σκωρίδες>
γρᾶες
<σκωρία>
ἡ γαιώδης ἐν ὑποστάθμῃ
<σκῶψαι>
μέμψ...αι
<σμᾶν>
σμήχειν
<σμαραγεῖ>
ἠχεῖ, ψοφεῖ
<σμαραγήσει>
ἠχήσει, ψοφήσει
<σμαράγνα>
μάστιγξ, ῥάβδος. καὶ χωρὶς τοῦ <σ>
<σμάρδικον>
στρουθίον
<σμαρδικοπῶλαι>
οἱ τοὺς στρουθοὺς πωλοῦντες
<σμαρίδες>
γρᾶες. καὶ ἰχθύδια μικρὰ ἄριστα· οἱ δὲ τὰς μαινίδας
<σμαρκόν>
καθαρόν. βρωτικόν. δριμύ
<σμερδαλέον>
φοβερόν, καταπληκτικόν
<σμερδνόν>
δεινόν, καταπληκτικόν, πολεμικόν, σκυθρωπόν
<σμέρδ[ν]ος>
λῆμα, ῥώμη, δύναμις, ὅρμημα
<σμέρδος>
ἰχθύος εἶδος
<σμηκτικόν>
τήλης ἡ θέρμη
<σμικρόν>
καθαρόν. δριμύ
<σμῆλαι>
ῥίψαι
<σμηλακεῖ>
φωνεῖ
<σμῆναι>
τῶν μελισσῶν οἱ κηροδόχοι, ἤτοι αἱ θῆκαι
<σμηνίων> ἡ πρόπολις
....
<σμηνοκόμος>
μελισσουργός
<σμῆνος>
τὸ μελισσῶν καὶ σφηκῶν ἄθροισμα. τὰ δὲ ἀγγεῖα <σμήνη>
<σμηρία>
κισσός. Χαλκιδεῖς
<σμήριγγες>
πλεκταί, σειραί. βόστρυχοι. καὶ τῶν κυνῶν ἐν τοῖς μηροῖς καὶ τοῖς αὐχέσιν ὀρθαὶ τρίχες
<σμῆρι(γ)ξ>
πόα. καὶ εἶδος ἀκάνθης
<σμήρινθος>
ὄρνις ποιός
<σμήρινθοι>
σπάρτα, σχοινία
<σμῆσον>
τὸ τοῦ ὀμφαλοῦ μέρος
<σμήχει>
τρίβει, καθαίρει
<σμήχη>
τὸ σευτλίον
<σμικρίζεσθαι>
διαττᾶσθαι
<σμικρόν>
μικρόν. ἢ τοῦ ὀβολοῦ· τίμιον. [ἐλάτῃ ὅμοιον
<σμιλακτεῖ>
φωνὴν ἀποτελεῖ
<σμῖλαξ>
κιττοειδὲς φυτὸν ἑλισσόμενον. ἕρπει δὲ ἀεὶ πρὸς τὸ <ὕψος>, καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράσσεται φυτῶν, ὡς καταπνίγεσθαι ὑπ' αὐτοῦ
<σμιλεύματα>
διαγλύμ(μ)ατα
<σμῖλος>
δένδρον ..... οἱ δὲ πρῖνος. ἄλλοι μίλακα, ᾗ στεφανοῦνται
<σμινδυρ(ίδ)εια>
εἶδος ὑποδημάτων γυναικείων
<σμίνθα>
ὁ κατοικίδιος μῦς
<Σμινθεύς>
ὁ ἐν τῇ Σμίνθῳ τιμώμενος. λέγεται δὲ καὶ ὁ Ἀπόλλων
<σμίνθος>
μῦς. καὶ ὁ Ἀπόλλων δὲ Σμίνθ[ε]ιος διὰ τὸ ἐπὶ μυωπίας φασὶ βεβηκέναι
<σμίνθουροι>
τὰ(ς) οὐρὰς οἱ σαίνοντες
<σμίντα>
παλίουρος
<σμινύη>
σκαφ[ε]ίδιον, δίκελλαν
<σμινύης>
σμινύη
<σμιρεύς>
μέτρον οἰνικὸν εἰς Πεντάπολιν Λιβύης. καὶ <σμηρεύς>
<σμιρίς>
ἄμμου εἶδος, ᾗ σμήχονται οἱ σκληροὶ τῶν λίθων. καὶ δένδρον
<σμίς>
μῦς
<σμογερόν>
σκληρόν. ἐπίβουλον. μοχθηρόν
<σμοιός>
χαλεπός, φοβερός, στυγνός
<σμοιῷ προσώπῳ>
φοβερῷ, ἢ στυγνῷ, σκυθρωπῷ
<σμοκορδοῦν>
τὸ σχηματίζεσθαι τὰς γυναῖκας
<σμοκόρδους>
τοὺς τὰς ὀφρῦς ἐγκοίλους ἔχοντας
<σμορδοῦν>
συνουσιάζειν
<σμόρδωνες>
ὑποκοριστικῶς ἀπὸ τῶν μορίων· ὡς πόσθωνες
<σμυγερόν>
ἐπίπονον. οἰκτρόν. μοχθηρόν. πονηρόν. ἐπίβουλον. ἀνια- ρόν. χαλεπόν
<σμυγερῶς>
ἐπιπόνως
<σμύδρος>
διάπυρος σίδηρος
<σμυκτήρ>
ὁ μυκτήρ
<σμυλίχη>
τοῦ ζυγοῦ τὸ τρῆμα, ἐν ᾧ ὁ ἱστοβοεὺς καθήρμοσται
<σμύλλα>
σαύρα
<σμυνδαρίδ(ε)ια>
ὑποδήματα, ἀπὸ σκυτέως τινὸς Σμυνδυρίδου. ἢ τὰ πολυτελῆ, ἀπὸ Σμυνδυρίδου
<σμῦξαι>
φλέξαι, ἐμπρῆσαι. μαρᾶναι
<σμυός>
σκυθρωπός
<Σμυρναῖος>
ἀπὸ Σμύρνης
<σμυρν(ε)ῖον>
τοῦ ἱπποσελίνου ὁ καρπός. καὶ αὐτὴ ἡ βοτάνη
<σμῦρ[ν]ος>
ὁ ἄρσην ἰχθῦς. καὶ ἡ θήλεια <σμύραινα>
<σμυρτή>
σμυρτός
<σμῦς>
ὁ μῦς
<σμύσσεται>
ἀπομύσσεται
<σμυστία>
ἡ πρόπολις. Λυσικράτη(ς)
<σμύχοιτο>
ἀφανίζοιτο. κατακαίοιτο. φθείροιτο. τρύχοιτο
<σμύχει>
φθείρει. τρύχει
<σμυχόμενον>
<σμύχων>
τὰ αὐτά
<σμώγη>
ῥανίς. τὸ τυχόν. Ἀμερίας βο(ύ)γλωσσον
<σμώδιγγες>
μώλωπες, τραύματα
<σμῶδιγξ>
ὕφαιμος μώλωψ, ὁ τῆς πληγῆς τύπος
<σμῶδιξ>
μώλωψ, τὸ ἀπὸ πληγῆς οἴδημα. φλέψ, φλυκτίς
<σμώμενος>
σμηχόμενος
<(ς)μωσή>
ἀνέμου πνοή
<σμωνθίοντα>
τὰ ταρασσόμενα, ζέοντα, πομφόλυγας ποιοῦντα
<σμώχειν>
ἐνεργεῖν μετὰ σπουδῆς
<σοάνα>
ἀξίνη. Πάφιοι
<σοβάδες>
ὑπερήφανοι. ἄστατοι. μαινόμεναι. [ἢ μιαινόμεναι]
<σοβαρεύεσθαι>
ἐξιτήλως. ἔξω τοῦ δέοντος .....
<σοβαρεύεται>
ἐπαίρεται
<σοβαρητικήν>
σφοδράν
<σοβαρός>
ὑπερήφανος, αὐθάδης. σεμνός· ἀπὸ τοῦ σέβας. ἢ συβαρὸς καὶ πλούσιος, ἀπὸ Συβαριτῶν
<σοβεῖν>
διώκειν. τρέχειν. ἀπολαύειν
<σοβεῖται>
διώκεται
<σοβῶν>
τῶν σοβῶν. ἀφ' οὗ καὶ τὸ <σοβεῖν>
[<Σόδομα>
πήρωσις. τύφλωσις. ἢ στείρωσις. ἑστῶσα σιωπή. ὁμοίωμα. ἔκκλισις. καὶ θεμέλιος]
<σόγχος>
λάχανον ἄγριον
<σοιδηύδεις>
βάκχαι. διὰ τὸ σεσοῆσθαι ἐν τῷ βακχεύειν. <Σόος> γὰρ ἡ ὁρμὴ καὶ φορά
<σοίθης>
ψίθυρος. ἀλαζών. διάβολος
<σοίκιδες>
κώνωπες
<σοῖο>
τοῦ σοῦ
<σοῖσι>
τοῖς σοῖς
<σοὶ πάντες μαχόμεσθα>
διὰ σὲ πάντες μαχόμεθα
*<σόεις>
σώζεις
<Σόλοι>
πόλις
<σοκᾷ>
βροχίζει. ὀχλεύει
<σολοικίζει>
βαρβαρίζει
<σολοικισμός>
ὅτε τις ἀτέχνως διαλέγεται
<σόλοικον>
τὸ ἀμαθές
<σόλοικος>
ἐπισεσυρμένος. ἀδιάφορος
<σολοιτύπος>
μυδρακτύπος. καὶ χαλκός τις ἐν Κύπρῳ
<σόλον .......>
αὐτοχώνευτον δίσκον, ἢ σιδηροῦν, ἢ κεχωνευμένον
<σόλον>
δίσκον
<Σολουντίς>
ἄκρα τῆς Λιβύης
<Σολύμοισιν>
ἔθνη Σκυθῶν
<σομφόν>
χαῦνον
<σομφώδεις>
αἱ χαυνότεραι τῶν αἰγιαλῶν
<σοναρόν>
ῥωμαλέον
<σόοι>
σωτήριοι, ὑγιεῖς, ὁλόκληροι, σωζόμενοι
<σόος>
σῶος, καὶ τὰ ὅμοια. καὶ ὁρμὴ πρὸς αὔξησιν
<σοοῦται>
φεύγει, διώκεται
<σορδισμός>
τὸ μὴ καθαρῶς διαλέγεσθαι, ἤτοι ἑλληνίζειν
*<σόρδιδον>
ῥυπαρόν
<σορέλλη>
σκῶμμά τι ἐπιχωριάζον εἰς τοὺς γέροντας, ἀπὸ τῆς <σοροῦ>
[<σορεύει>
συνάγει]
*<Σό[ο]ρ>
Τύρος
[<σορηδόν>
ὁμοῦ, παρὰ <τὸ σωρόν>]
<σόρνιξα>
εὔζωμον
<σορόα>
παλι[ν]ούρου εἶδος
<σορός>
μνῆμα, θήκη
<σορωνίς>
ἐλάτη παλαιά
<σόσσος>
ἡ διόπτρα. καὶ τὸ σταδιαῖον διάστημα
<σοῦ
ἴθι>, τρέχε, ὅρμα
*<σουγλάριον>
ἐργαλοθήκη
<σούκινος>
ὁ - εὐνοῦχος
<σοῦκλαι>
φοινικοβάλανοι
<σουκοβάλανος>
τὸ αὐτὸ Φοίνικες
<σούλαδ>
περιέχεσθαι
*<σοῦν>
σῶν, ὑγιές
<σούμωρος>
κεχορτασμένος, πλήρης
<σουνεπτᾶσθαι>
συνακολουθῆσαι
<Σουνιεύς>
Σουνιῆς, δῆμος
<Σούνιον>
ἀκρωτήριον τῆς Ἀττικῆς
<σοῦς>
ἡ πόρευσις. ἄλλοι τὸ οὖς, ἢ δρόμος
<σούς>
εἰς τὸ αὐτὸ συμφέρεσθαι
<σοῦσθε>
ἴτε, ὁρμᾶτε
<σούσινον>
τὸ ἐκ (κ)ρίνου μύρον
<σοῦσο>
ἴθι, ὅρμα
<σοῦσο>
ἔρχου, πορεύου
<σοῦται>
ἔρχεται, πορεύεται, διώκεται. σώζεται
<σοφία>
πᾶσα τέχνη, καὶ ἐπιστήμη
*<Σουφείρ>
χώρα, ἐν ᾗ οἱ πολύτιμοι λίθοι, καὶ ὁ χρυσός, ἐν Ἰνδίᾳ
<σοφίης>
τῆς περὶ τὴν τέχνην σχολῆς
<σοφίζεται>
σοφόν τι λέγει. καὶ παρακρούεται λόγῳ
<σοφιστήν>
πᾶσαν τέχνην <σοφίαν> ἔλεγον, καὶ <σοφιστὰς> τοὺς περὶ μουσικὴν διατρίβοντας καὶ τοὺς μετὰ κιθάρας ᾄδοντας
<σοφιστής>
ἀπατεών, διδάσκαλος, πανοῦργος
<σοφός>
φρόνιμος. φιλότεχνος, καὶ ἐξευρετικός. καὶ ὁ τῶν θείων ἔμ- πειρος
<σοφῶς>
εὐτάκτως, καλῶς
<σοώμην>
ὡρμώμην. [προάγουσα
<σπᾶ>
φλοιὸς ῥίζης. ἢ ἐρυθρόδανον. ἢ τὸ φυτὸν τοῦ φοίνικος. καὶ ὄρ- γανον μουσικόν
<σπάδακες>
κύνες
<σπαδάχηρ>
σπαράττει
<σπάδιον>
τὸ στάδιον
<σπαδόνα>
τὸ σπάσμα. [ἢ τὴν εὐνοῦχον]
<σπάδων>
ὁ εὐνοῦχος
<σπάζει>
σκυζᾷ. Ἀχαιοί
<σπαθᾷ>
τρυφᾷ, ἀναλίσκει, ἀσώτως καὶ ἀφειδῶς ἀλαζονεύεται
*<σπάθη>
μάχαιρα, ξίφος
<σπαθατόν>
τὸ ὀρθὸν ὕφος, σπάθῃ κεκρουμένον, οὐ κτενί
<σπάθημα>
πύκνωμα, ἀπὸ τῶν ταῖς σπάθαις κατακρουόντων τὰ ὕφη
<σπαθητόν>
γυναικεῖον
<σπαθίζεσθαι>
μύρῳ ἀλείφεσθαι
<σπαθίνης>
τῶν ἐλάφων τις οὕτω καλεῖται. ἢ ἡλικία[ν] ἐλάφου
<σπαθίς>
ἱμάτιον σπάθῃ ὑφασμένον
<σπαθίσματα>
τὰ σπαδονίσματα
<σπαθῶσι>
σκορπίζωσιν
<σπαίρει>
ἅλλεται, σκιρτᾷ, πηδᾷ. σκορπίζει. ψυχαγωγεῖ
<σπαιρόντων>
τὴν ψυχὴν ἐκπνεόντων
<σπάκα>
κύνα. ἢ σφίγξ
<σπάλαξ>
εἶδος ἀρουραίου μυός, ἐκ γενετῆς τυφλοῦ. καὶ ἵππων εἶδος οἱ <σπάλακες>
<σπαλακία>
νόσος ἡ περὶ τοὺς ὀφθαλμούς, πήρωσις
*<σπαράσιον>
ὄρνεον, ἐμφερὲς στρουθῷ. ἔνιοι σκίψ
*<σπαύλαθρον>
σκάλαυθρον
<σπαλύσσεται>
σπαράσσεται, ταράσσεται
<σπά[ρ]νακα>
ὀρίγανον
<σπανίαν>
τὴν σπανιότητα. ὡς <ὁσίαν>, τὴν ὁσιότητα
<σπανίζεται>
σκορπίζεται. ἀπορεῖ
<σπάνιον>
ἀραιόν
<σπανόν>
τίμιον, πολλοῦ ἄξιόν ἐστιν
<σπαραβάραι>
οἱ γεῤ(ῥ)οφόροι
<σπαρασσόμεθα>
ξεόμεθα. ταραττόμεθα
<σπαράγμασι>
ξεσμοῖς. ταραχαῖς. ἀποβολαῖς. δαρμοῖς
<σπαργαί>
ὀργαί. ὁρμαί
<σπαργᾶν>
ὅτε οἱ μασθοὶ πλήρεις ὦσι γάλακτος
<σπάργανα>
δεσμά. ῥάκη
<σπαργάνοις>
δεσμοῖς. ῥάκεσι
<σπαργοῦσι>
πλημμυροῦσιν. ἀποστάζουσιν
<σπαργῶν>
ὁ πλήρης, καὶ δεόμενος ἐ(κ)κρίσεως
<σπαρνάς>
σπανίους. ἀραιάς. διεσπαρμένας
<σπάρνιοι>
ἐνθαλάττιοι πέτραι
<σπαρνόν>
σπάνιον, ὀλίγον
<σπαρνοπόλιος>
ὀλιγοπόλιος
<σπάρξαι>
σπαργανῆσαι. σπαράξαι
<σπάρτα>
σχοινία. ῥάμ(μ)ατα
*<σπαρτίου>
ῥάμ(μ)ατος
<Σπάρτη>
πόλις. καὶ στάθμη τεκτονική
<Σπάρτωλος>
πόλις
<σπασμός>
ἡ παλίῤῥοια. καὶ τὸ πάθος
<σπας(ς)άμενος>
ἑλκύσας
<σπάς(ς)ατο>
εἵλκυσεν. ἤγρευσεν
<σπάσωμεν>
ἀγρεύσωμεν. ἑλκύσωμεν
<σπατάγγαι>
οἱ μεγάλοι ἐχῖνοι οἱ θαλάσσιοι
<σπαταγγίζειν>
ταράσσειν
<σπαταλᾷ>
τρυφᾷ
<σπαταλᾷς>
μαστιγωτιᾷς
<σπατείων>
δερματίνων
<σπατίακτον>
διεσπασμένον. καὶ εὔχροον
<σπατίζει>
τῶν (ς)πατέων ἕλκει, τῶν δερμάτων, τῶν τιτθῶν
<σπατίλουροι>
οἱ τὴν οὐρὰν εἰς τὴν σπατίλην ἐκτιθέντες
<σπατίλη>
τὸ ὑγρὸν διαχώρημα
<σπάτος>
δέρμα. σκύτος
<σπαύονθες> Σαλαμίνιοι
<σπ[ε]ιλάς>
πέτρα[ς]
<σπεῖμα>
σχοινίον
*<σπινθήρ>
ἀκοντισμός. *..... πυρὸς ἀποβολαί
<σπείομεν>
πορευθῶμεν. ἀκολουθήσωμεν
<σπεῖό μοι>
ἐπακολούθησον, σύνελθέ μοι
<σπεῖος>
σπήλαιον. σπύλων
(<Σπεῖρα>)
οἱ πρὸς τῇ βάσει λίθοι. καὶ τῆς νεὼς σκεῦός τι. καὶ σύ- στρεμμα ἐκ σχοινίου, ἢ ῥάκη. καὶ ἱμάτια. καὶ ἱστία. ἄλλοι εἶδος ἱμα- τίου εὐμέγεθες γυναικείου
<σπεῖραι>
σειραί. δράγματα. ἕλικες. καὶ τὰ μαλάγματα τῶν νεῶν
<σπείραμα>
πλῆθος
*<σπεῖρα>
πλῆθος. στράτευμα. [τάγματα. ἢ συστροφαί
<σπείρεσιν>
αἱ ἐλυγαῖς τοῦ ὄφεως
<σπεῖρον>
τὸ καλὸν ἱμάτιον, καὶ τὸ ῥακῶδες
<σπεῖσαι>
ἐκχύσαι, προσενέγκαι, θῦσαι θεῷ
<σπέλεκτος>
πελεκάν
<σπελλάμεναι>
στειλάμεναι
<σπέλληξι>
σπελέθοις
<σπένδαμνον>
ξύλον
<σπένδεσθαι>
θυσιάζεσθαι
<σπένδεται>
θύεται
<σπένδομαι>
θύομαι
<σπενδόμενος>
ἀνατιθεὶς τῷ θεῷ
<σπέος>
σπήλαιον, ἄντρον
<σπεργανῆσαι>
σπαράξαι
<σπέργδην>
ἐῤῥωμένως
<σπέργουλος>
ὀρνιθάριον ἄγριον
<σπέργυς>
πρέσβυς
<σπερηδών>
εἴλησις, περιπλοκή
<σπέρμα πυρός>
τὸ ἡμίκαυστον ξύλον. ἢ αὐτὸ τὸ πῦρ. ἢ βραχύ τι τοῦ πυρός. ἢ τὴν λαμπηδόνα. ἢ σπινθῆρα
<σπερματίας>
ὁ μέγας σικυός
<σπερμολόγος>
φλύαρος. καὶ ὁ τὰ σπέρματα συλλέγων. καὶ κολοιῶδες ζῶον
<σπερμονόμος>
τὰ αὐτά
<σπέρξομαι>
ὀργισθήσομαι
<σπερύνειν>
σπείρειν. [θυμοῦσθαι. ἀπειλεῖν. διώκειν
<σπέρχει>
σπουδάζει, σπεύδει
*<Σπερχειός>
ποταμὸς Θεσσαλίας
<σπέρχειν>
σπεύδειν. χαλεπαίνειν. θυμοῦσθαι. ἀπειλεῖν. ταράσσεσθαι
<σπερχνή>
σπερχνοποιός
<σπερχνόν>
σπουδαῖον. καὶ εἶδος ἱέρακος
<σπερχνός>
ταχύς. σπουδαῖος. ἄγαν ἐγκείμενος πρός τι, ἢ ἐπειγόμενος
<σπερχόμενος>
ἐπειγόμενος
<σπέρχοντες>
ἐπείγοντες. θυμοῦντες
<σπερχυλλάδην κέκραγας>
ἀγανακτήσας ὑλακτεῖς ἄγαν, παρὰ τὸ σπέρχεσθαι
<σπέρχων>
ἐπείγων. κελεύων
<σπέσθαι>
ἐπακολουθῆσαι
<σπέται>
ἵσταται
<σπέτε>
εἴπατε
<σπεύδεται>
ἐριθ[ρ]εύεται, ἐρεθίζεται
<σπεύδων>
σπουδάζων, ἐνεργῶν
<σπεύσαιτο>
παρακαλέσειεν
<Σπευσανδρίδαι>
γένος ἰθαγενῶν
<σπεῦσεν>
ἔκαμεν, ἐταλαιπώρησεν, ἐκακοπάθησεν
<σπήλαιον>
ἄντρον, σπέος
<σπηλόν>
σκληρόν
<σπήλυγγες>
τὰ κοῖλα τῆς γῆς, σπήλαια
<σπήσονται>
συνέσονται
<σπίγγος>
ἰχθῦς
<σπίγγον>
σπίνον
*<σπίλα>
στέμφυλα
*<σπιλάδες>
μεμια(ς)μένοι
<σπιγνόν>
μικρόν, βραχύ
<σπίδεος>
μεγάλου. στρογγύλου. μακροῦ
<σπίδιον>
τὰ αὐτά
<σπιδές>
μέγα, πλατύ, εὐρύ
<σπιδνόν>
πυκνόν, συνεχές, πεπηγός
<σπιδόεν>
[μέλαν.] πλατύ. [σκοτεινόν.] πυκνόν. μέγα
<σπίζα>
ὀρνιθάριον, στρουθῷ ἐμφερές
<σπιζία>
τὰ ὄρνεα ἅπαντα
<σπιζίας>
εἶδος ἱέρακος
<σπιζίτης>
εἶδος αἰγιθαλοῦ ὀρνέου
<σπιθαμή>
τὸ μέτρον, τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν διάστημα ἐκταθέν
<σπιθίαι>
σανίδες νεώς
<σπίκανον>
σπάνιον
<σπίλα>
χορδαὶ ἐξ ἐντέρων
<σπιλάδες>
αἱ περιεχόμεναι τῇ θαλάσσῃ πέτραι
<σπίλαξ>
μῶλος ὁ πλατανώδης
<σπίλοι>
αἱ ἐν τοῖς ἱματίοις κηλῖδες
<σπίλον Παρνα(ς)σίαν>
Ἴων Ὀμφάλῃ. οὐκ εὖ. <σπιλάδες> γὰρ πέτραι
<σπίλος>
ῥύπος ἱματίου
*<σπῖδος>
πρῖνος. κηλίς. πέτρα πωρώδης. χοιράς. γῆ κεραμική
*<σπίλη>
συμπεφυκός. λεῖον
<σπίλων>
τραχεῖς τόποι
<σπιλῶσαι>
ῥυπῶσαι
<σπίνα>
ὁ σπίνος
<σπινδεῖρα>
ἄροτρον
<Σπίνθεος>
ἄροτρον. Ἀπόλλων
<σπινθῆρες>
ἀποβολαὶ πυρός
<σπινθία>
εἶδος ὀρνιθαρίων, σπίνοι
<σπίσονται>
συνῶνται
<σπλάγχνα>
ἧπαρ, ἔγκατα, καὶ τὰ ἐντὸς τῶν ζώων
<σπλαχρός>
μεμιασμένος
<σπλεκοῦν>
πλησιάζειν, συνουσιάζειν, περαίνειν
<σπληδώ>
σποδὸς λεπτή, κόνις
<σπλῆνες>
οἱ ὑπὸ τῷ λέβητι ἕλικες. καὶ παρὰ τοῖς ἰατροῖς τὰ ἐπιμήκη ὀθόνια
<σπογγία>
σπογγώδη
<σπόγγος>
σπογγίον
<σποδεῖν>
παίειν, συγγίνεσθαι
<σποδεῖσθαι>
περαίνεσθαι
<σποδέοντο>
ἐμάχοντο, ἐτύπτοντο
<σποδιά>
κόνις, σποδός
<σποδησιλαύρα>
ἡ τὰς ὁδοὺς τρίβουσα, ἢ ἐν τοῖς ὁδοῖς τριβομένη
<σπόδισον>
ὄπτησον, φλέξον
<σποδός>
κόνις. τέφρα. ἀφόδευμα
<σποδούμενος>
τυπτόμενος. καὶ τὰ ὅμοια
<σπολάς>
χιτωνίσκος βαθὺς σκύτινος, ὁ βύρσινος θώραξ
<σπόλια>
τὰ παρατιλλόμενα ἐρίδια ἀπὸ τῶν σκελῶν τῶν προβάτων
<σπολεῖσα>
σταλεῖσα
<σπόμενοι>
μετελθόντες
<σπονδαί>
εὐχαί. συνθῆκαι
<σπονδεῖον>
ἀγγεῖον, ἐν ᾧ τοῖς εἰδώλοις οἶνον ἐπέσπενδον· <λοιβεῖον>, ἐν ᾧ ἔλαιον
<σπονδή>
ὁ ἐπιχεόμενος ταῖς θυσίαις οἶνος. συνθήκη. ὅρκος
*<σπονδεῖα>
ἀγγεῖα, δι' ὧν σπένδουσι
<σπόνδικες>
οἱ τὰς σπονδὰς χέοντες
<σπονδύλ[λ]η>
ἡ γαλῆ παρ' Ἀττικοῖς
<σπόπια>
πέμμα, ὅ τινες <στατίας>
<(Σπ)οράδες>
Κυκλάδες νῆσοι ἐν τῷ Αἰγαίῳ
<σποράδην>
ἐσπαρμένως. ἢ ἐν διαφόροις
<σπορευτής>
σπορεύς
<σποργαί>
ἐρεθισμοὶ εἰς τὸ τεκεῖν
<σπόρθυγγες>
αἱ συνεστραμμέναι μετὰ ῥύπου τρίχες
<σπορθύγγια>
τρίβολα. τὰ διαχωρή(μα)τα τῶν αἰγῶν, ἅ τινες σπυρά- δας καλοῦσιν
<σπορτία>
ἑορτὴ ἀγομένη .....
[<σπόρτουλον>
τόκον]
<σπούδαξ>
ἀλε[κ]τρίβανος
<σπουδαρχαιρεσίαι>
οἱ περὶ τὰ ἀρχαιρέσια σπουδάζοντες
<σπουδαρχίαι>
κατὰ σπουδὴν ἄρχοντες
<σπούδασμα>
σπουδή
<σπουδή>
ἡ συνήθης ἡμῖν σπουδή. οἷον (σπουδῇ νῦν) ἀνάβαινε· μετὰ τάχους
<σπύγγας>
ὄρνις
<σπυρθίς>
......
<σπυρθίζειν>
σπᾶσθαι. καὶ ἀγανακτεῖν. πυδαρίζειν. καὶ σφύζειν
<σπυρίς>
τὸ τῶν πυρῶν ἄγγος
<σπυρίχνιον>
πλεκτόν τι ἐξ οἰσυῶν
<σπύραθοι>
τῶν προβάτων καὶ αἰγῶν ἡ κόπρος
<σπυρ[ρ]ούς>
πυρ[ρ]ούς
<στ(.)αβαλοκόμαν>
οὐλοκόμην
<σταβατῖναι>
κωπεῶνες
<σταβεύς>
κωπεών
<σταβόλιχον>
εὔστραβον
<στάγην>
κάρδοπον
<σταγόνες>
ῥανίδες. θυγατέρες
<σταγρόν>
ξηρόν. θερμόν. ἀκμαῖον
<σταγών>
ἐν τοῖς μεταλλικοῖς τὸ καθαρὸν σιδήριον, ὃ(θεν) καὶ <στα- γονόθαλπον> τὸν διαιροῦντα ταῦτα καλοῦσιν
<σταδαῖα>
ἑστηκότα. ὄρθια
<σταδαῖον μέλος>
τὸ πρᾷον
*<στάδιον>
γυμνάσιον. καὶ τόπος μέγας ἁπλοῦς καὶ ὁμαλός. ἢ μέτρον χωρίου
*<στάζει>
ῥέει
<σταδία>
ἡ λυχνία
<σταδίη>
ἡ συστάδην καὶ ἐκ χειρὸς μάχη, ἢ ἐκ συστάσεως καὶ ἐκ δια- δρομῆς
<σταδινόν>
παρὰ Δίωνι πολίτην
<στάδιον>
τέλειον, βραβεῖον, ἐπινίκιος δόξα
<στάδιος χιτών>
στατὸς θώραξ
[<σταθέν. μένος>
τεκμαιρόμενος, συλλογιζόμενος, στοχαζόμενος]
<σταθερόν>
βέβαιον, ἰσχυρόν, ἑδραῖον. ἄλλοι δὲ τὸ ὑποστατικόν. οἱ δὲ μεσημβρινόν, ἢ ἑστηκός. ἔνιοι θερμόν, καθαρόν, γαληνόν, εὔδιον
<σταθερήν>
τὴν μεσημβρινὴν ὥραν, τὴν θερμήν, ὡς Πλάτων
<σταθεύειν>
πυροῦσθαι
<σταθεῦσαι>
τὸ τῷ πυρὶ ἡσυχῇ χλιᾶναι κρέας, καὶ τὸ ὀπτῆσαι
<σταθευτός>
πεφλογισμένος ἠρέμα
<σταθμά>
θύρετρα. τάλαντα
<σταθμ[ί]ά>
φλ[ο]ιαί
*<σερπενδιβίλουμ>, βὲλ πλουμβίνουμ. Ῥωμαϊκῶς
<στάθμη>
σπάρτος, ἐν ᾗ ἀπορθοῦσιν οἱ τέκτονες· ὅθεν καὶ <σταθμή- σασθαι> τὸ ἀπορθῶσαι λέγεται. ἢ κανών, καὶ τὸ ἐν τῷ διαβήματι μολιβοῦν σκεῦος. καὶ ξύλον ναυπηγήσιμον
<σταθμηλάται>
ἐξῶσται νεῶν
<σταθμήσας>
ἐν ζυγῷ στήσας
<Σταθμία>
ἐπίθετον Ἀθηνᾶς
<σταθμήσασθαι>
συμβαλεῖν, εἰκάσαι
<σταθμοί>
ἐπαύλεις, ὅπου ἵστανται ἵπποι καὶ βόες. καὶ στρατιωτικὴ κατάλυσις. καὶ ἡ τῶν θυρῶν παράστασις. καὶ τὰ ἑκατέρωθεν τῶν θυ- ρῶν ξύλα, ἃ νῦν <πήγματα> καλοῦμεν
*<σταθμηότα>
λέγεται πολὺ ἀφεστηκότα
<σταθμόνες>
φλιαί
<σταθμὸν ἔσχατον>
......
<σταθμοῦχος>
ὁ τῆς οἰκίας κύριος. καὶ ξενοδόχος
*<στατήρ>
τετράγραμμον, ἤγουν ἥμισυ οὐγγίας
<σταθμῶν>
τῶν τῆς θύρας παραστατῶν, ἢ μανδρῶν, ἢ τόπων ἔνθα ἀναπαύεταί τις
*<στενάζειν>
λυπεῖν. τινὲς δὲ πατάξαι τὸ ἱερὸν ὀστοῦν. ἄλλοι παίειν ἁπλῶς. οἱ δὲ καταμανθάνειν τὰ στήθη
<σταινίον>
τὸ ἱερὸν ὀστοῦν, καὶ τὸ ὑπογάστριον
<σταιρόν>
ξηρόν. θερμόν. ἄκρατον
<σταῖς>
φύραμα ἀλεύρου πυροῦ
<σταιτήϊα>
πέμματος εἶδος
<στα(ι)τίας>
ἄρτου εἶδος
<σταιτική>
ἕστηκας
<στακτήν>
τὸ ἀπὸ σμύρνης γινόμενον
<στα(κ)τικόν>
πεμμάτιον πλακουντῶδες. ἄλλοι δὲ ἀγγεῖα διυλίζοντα Νειλῶον ὕδωρ
<στακτόν>
τὸ διυλισμένον
<σταλαγεῖ>
μαρμαρύσσει
<σταλαγμός>
σταγών, ῥανίς
<σταλάσσων>
στάζων
<σταλείς>
πεμφθείς
<σταλεηδόνες>
σταλαγμοί
<στάλη>
ταμεῖον κτηνῶν. ὁ σταλός
<σταλῆναι>
ἐλθεῖν. ἡτοιμάς(θ)αι
<σταλίδας>
τοὺς κάμακας, ἢ χάρακας
<σταλίζομαι>
ἐπὶ τῆς στήλης τρόπον ἕστηκας
<στάλικες>
πάσσαλοι. ξύστραι. στῆλαι
<στάλιξ>
ξύστρα. ἢ πάσσαλος
<σταμάγορις>
ὅταν ἐν ὑφῇ πλείονες συστραφῶσι στήμονες
<σταμίνες>
παραστάται, καὶ τὰ ἐπὶ τῆς σχεδίας ὀρθὰ ξύλα, πρὸς ἃ αἱ σανίδες προσηλοῦνται, ἢ πάσσαλοι. παρὰ τὸ <ἑστάναι>
<σταμν[ε]ίον Θάσιον>
κεράμειον ἀγγεῖον
<στάμνος>
ὑδρία, κάλπη. κάλαθος
<σταμνοῦροι>
οἱ τοῖς ἐφήβοις προστιθέμενοι ἐλαίου στάμνοι
<στάνει>
τείνεται. συμβέβυσται
<στάνης>
δύστηνος
<σταρεῖ>
βάπτει
[<σταρτήμας>
τὰ σίτη ἄλευρον γεγενημένα. ἡ γὰρ ζύμη <στέαρ> λέ- γεται]
<στάρτοι>
αἱ τάξεις τοῦ πλήθους
<στασάμενον>
δανεισάμενον
<στασάνη>
ἐγγύη, ὑποθήκη
<στασιάζει>
θόρυβον κινεῖ, ἀτακτεῖ
<στάσιμον ἦθος>
βέβαιον, στερεόν
<στάσις>
θέσις. χορός. συνέδρα. ἐργαστήριον
<στασιῶται>
οἱ ἐκ τῆς αὐτῆς τάξεως
<στατά>
μακρά
[<στατεύει>
θάλπει]
<στατή>
πάρνη. κάρδοπος
<στατήρ>
τετράγραμμος
<στατῆρσι προστιθέντες>
ὑπὲρ στατήρων ὁρ[γ]ιζόμενοι, συνθήκας τιθέντες περὶ στατῆρος. ἐλέγετο δὲ καὶ τὸ χρυσίον <στατήρ>
<στατιαῖον>
τὸ πενταμνοῦν. καὶ <δι[α]στάτους τυροὺς> τοὺς δε- κάμνους
<στατίδας>
ναύτας εἰς πόλεμον
<στατίζονται>
ἱερῶνται. αὐλίζονται, ἵστανται
<στατίζουσι>
στάσιν ἔχουσιν
<στατίνη>
ἡ ἐκ στέατος πεποιημένη καὶ ἁπλῆ
[<στ[ρ]ατιῶν>
τὸ τῆς φύσεως ὅπερ ἐξέστη κατὰ φυλάς]
<(ς)τάτοι>
ἀρχή τις
<(ς)τάτος>
σκάφη. ἄλλοι δὲ τὰς πέντε μνᾶς
<στατὸς ἵππος>
ὁ ἐπὶ φάτνῃ τρεφόμενος καὶ [ἐξ]εστηκὼς ἐπὶ πολὺν χρόνον
<στάτρια>
ἐμπλέκτρια
<σταυνίξ>
ἱέραξ
<σταυροί>
οἱ καταπεπηγότες σκόλοπες, χάρακες, καὶ πάντα τὰ ἑστῶτα ξύλα, ἀπὸ τοῦ <ἑστάναι>
*<σταυρούς>
ἐκ τοῦ εἰς τὴν αὔραν ἵστασθαι
<σταυροτύπως>
σταυροειδῶς
<σταύρου>
σταύρωσον
<στάφος>
σκάφος. λεκάνη
<σταφύλη>
ὁ διαβήτης, ἀπὸ μέρους. ἐπεὶ σταφύλη καταχρηστικῶς ἐλέ- γετο ἡ τοῦ διαβήτου μέση κρεμαμένη μολυβίς, ἐπὶ (?) δὲ κανόνα ἀποδέδωκεν. ἔστι δὲ ἡ <μολυβὶς ἡ καθιεμένη> διὰ τοῦ διαβήτου κανὼν λα.ξοϊκός, ἐν ᾧ σταθμίζουσι τοὺς λίθους, ὅ ἐστιν ἀπορθοῦσιν. Ἀττικοὶ δὲ τὴν ἐν τῷ στόματι κίονα <σταφυλήν>· βότρυν δὲ καὶ ὀπώραν τὴν ἀπὸ τῆς ἀμπέλου. τινὲς δὲ τοῦ ζυγοῦ τὸ μέσον
<σταφυλίζειν>
τὸ συνιάζειν τὰς ὤας τοῦ ἱματίου
<σταφυλῖνος ἄγριος>
ὃν ἔνιοι <κέρας> καλοῦσι. καὶ ζῶον ἡλίκον σφονδύλῃ
<σταφυλοβολεῖον>
μέρος τι τῆς ληνοῦ
<σταφυλοδρόμοι>
τινὲς τῶν Καρνεατῶν, παρορμῶντες τοὺς ἐπὶ τρύγῃ
<στάχυς>
ἰατρικὸς ἐπίδεσμος. καὶ πόα τις. καὶ τῆς σιτηρουσίας ἡ ἔκφυ- σις. καὶ παρὰ τοῖς ναυπηγοῖς τὸ ἐπὶ τῆς φάλαγγος μεριζόμενον
<στέαρ>
λίπος. ζύμη
*<στέζας>
ἐμῆς
<στέατα>
ἄλευρα. ζύμη
<στέατος>
λίπους
<στεγανίσαι>
στέγῃ ὑποδεχθῆναι
<στεγανόμιον>
τὸν μισθὸν τὴν διδόμενον ὑπὲρ τῆς μονῆς τῷ παν- δοκεῖ
<στεγανόν>
στεινότερον, τὸ δυνάμενον στέγειν τοὺς λόγους καὶ μὴ ἐξαγγέλλειν. στενὸν δὲ ἢ πυκνόν, σφιγκτόν, συνεχές
<στεγανόποδες ὄρνιθες>
οἱ ἐν ὕδατι τρεφόμενοι καὶ διατρίβοντες, καὶ τοὺς πόδας ἔχοντες στεγανούς, ἤτοι δέρματι ἐνειλημμένους
<στεγανώματα>
τὰ ἐν τοῖς τοίχοις, οἱ λεγόμενοι σύνδεσμοι
<στεγανώτερον>
σιωπηλότερον
<στεγαστήρ>
τὸ θρίωπον ἕψημα
<στέγει>
κρύπτει, συνέχει. βαστάζει, ὑπομένει
<στεγῖτιν>
τὴν πόρνην
<στεγ(ν)ὴ γαστήρ>
......
<στεγναί>
στερεαί
<στεγνοῖ>
στερονεῖ. ταπεινοῖ
<στεγνόν>
στενόν, πενιχρόν
<στέθματα>
τὰ στέμματα
<στείβει>
ὁδεύει, πατεῖ
<στειβεύς>
ὁδευτής
<στειβομένη>
πατουμένη. <στείβοντες> δὲ οἱ περιπατοῦντες· ἀφ' οὗ καὶ ὁ πλύτης <στειβεύς>
<στεῖλαι>
συστεῖλαι. ἀποστεῖλαι
<στειλαμένη>
παραψησαμένη
<στειλάμενοι>
συστείλαντες. πλεύσαντες
<στειλάμενος>
ὁμοίως
<στεῖλαν>
συνέστειλαν
<στειλέαν>
τὴν μακρὰν ῥάφανον. Ἀντιφάνης ἐν Κιθαρωδῷ
<στειλε(ι)ή>
τοῦ πελέκυος ἡ ὀπή, εἰς ἣν ἐντίθεται τὸ ξύλον
<στείνεα>
ἡ στενοχωρία
<στείνομαι>
ὀδυνῶμαι, στένω
<στεινόν>
λεπτόν. στενόχωρον
<στείνοντο>
ἐστενοχωροῦντο
<στεῖνος>
στένωμα, στενοχώρημα
<στείνων>
ὡραϊστής, καὶ ἐπ' αὐτῷ ἀρέσκων
<στεινωπόν>
στενόν. ἢ τὸν ὑπὸ τὴν Σκύλλαν καὶ Χάρυβδιν τόπον στενὸν ὄντα
<στεινωπός>
στενὸς τόπος
<στείομεν>
στῶμεν
<στείοντες>
ἱστάμενοι
<στεῖρα>
ἡ ἄτοκος. καὶ τὸ ἐξέχον τῆς πρώρας ξύλον κατὰ τὴν τρόπιν
<Στειριεῖς>
δῆμος φυλῆς τῆς Πανδιονίδος
<στείρωμα>
τρόπις
<στεῖχε>
ἴθι, πορεύου
<στείχειν>
πορεύεσθαι
<στείχωμεν>
πορευθῶμεν
<στελεόν>, οὐδετέρως
τὸ τοῦ πελέκυος ξύλον
[<στέλγει>
ξύστρα
<στελγίς>
ξυστρίς]
<στελέχια>
πρεμ(ν)ία
<στέλεχος>
κορμὸς ξύλου, κλάδος
<στελίς>
... περὶ φυτῶν τὴν [ε]ἰξέαν ὑπὸ Εὐβοέων
<στελλάνδρα>
ἡ κόρη
*<στέλλα>
ζῶσμα
<στέλλει>
πέμπει. στολίζει. ὁρμᾷ
<στέλλεται>
φοβεῖται. καὶ <στέλλεσθαι>· ......
<στέλλοιμι>
πέμποιμι, καὶ ἀποστέλλοιμι
<στέλμα>
στέφος, στέμμα
<στελμονία(ι)>
ζώματα
<στελύπην>
ἀσφόδελον
<στεμβάζειν>
λοιδορεῖν, χλευάζειν
<στεμβάσεις>
λοιδορίαι
<στέμμα>
στεφάνωμα
<στεμ(μ)ατιαῖον>
δίκηλόν τι ἐν ἑορτῇ πομπέων δαίμονος
<στέμφυλα>
τὰ πταίσματα τῶν ἐλαιῶν. οἱ δὲ τὰς ἀπυρήνους ἐλαίας. καὶ τῶν σταφυλῶν τὰ ἐκπιέσματα
[<στεναγήν>
πεπυκνωμένην]
<στεναγμός>
λύπη
[<στεναγώτερον>
πεπυκνωμένον]
<στενάσαι>
τινὲς πλῆξαι καὶ παῖσαι· οἱ δὲ ........ <στένιον> τὸ στῆθος
<στεναχεῖλαι>
δαμάζεσθαι
<στεναχίζετο>
ἀνέστενεν
<στενάχοντι>
στένοντι
<στένει>
δυσπαθεῖ. στενοχωρεῖται. στενάζει
[<στενόες(ς)α>
στενακτική]
<στενολεσχεῖ>
στενολογεῖ
<στενολεσχία>
μικρολογία, λεπτολογία, ὀλίγη ὁμιλία
<στενόπορος>
στενὴ ὁδός
[<στενοτυπούμεναι>·] εἰς τὰ στήθη κοπτόμεναι, <στερνοτυπού- μεναι>
<Στέντορι εἰσαμένη>
τῷ Στέντορι ὁμοιωθεῖσα
<στενυγρόν>
εὐριπῶδες, στενόν, καὶ συριγγῶδες
<στένων>
στενάζων
<στενωπός>
ἡ ἀγυιά, καὶ πλατεῖα, καὶ ἄμφοδος
<στενωπῷ>
στενότητι τόπων. ἢ ῥύμῃ
<στεπτήρια>
στέμματα, ἃ οἱ [ο]ἱκέται ἐκ τῶν κλάδων ἐξῆπτον
<στέργει>
φιλεῖ, ἀγαπᾷ
<στεργάνος>
κόπρων
<στέργηθρον>
φίλτρον. καὶ πόα τίς
<στέργουσιν>
ἀγαπῶσιν
<στερεαί>
τινὲς τῶν δικαστικῶν ψήφων. [ἄλλοι δὲ ἀστέρας
<στερέμνιον>
στερεόν, ἰσχυρότατον
<στερεόν>
καταπληκτικόν. [ποικίλον
<στερηναῖα, ὁδός, ἢ Ἱπποκόον τί>
ἡ πολεμία, καὶ στερητικὴ τῶν πάντων, οἷον [στερνοτύπη καὶ στερναία]· ἢ ἀπειθὴς ἀπὸ τῶν στρη- νιώντων ἵππων
<στέρησις>
ἀποστέρησις, ἁρπαγή
<στερθέμεν>
στερηθῆναι
<στερίσκω>
ἀποστερῶ
<στεριφευομένη>
παρθενευομένη
<στερίφη>
στεῖρα, μὴ τεκοῦσα, μηδὲ τίκτουσα
<στερίφοις>
ἀνισχύροις. ἀγόνοις, στείροις
<στεριφώτερον>
ἀνισχυρότερον. μὴ στερεώτερον
<στέρνα>
στήθη
<στέρνιξ>
ἐντεριώνη
<στερνόμαντις>
ὁ ἐνγαστρίμυθος. Πύθων
<στέρνον>
στῆθος. διάνοιαν, φρένα
<στερνοτυπούμενοι>
εἰς τὰ στήθη κοπτόμενοι
<στερνοτύπτης>
ὁ τὸ στῆθος τύπτων
<στεροπή>
ἀστραπή. αὐγή
<στεροπηγερέτα Ζεύς>
ὁ τὰς ἀστραπὰς συναγείρων. [ἀστραπή]
<στεῤῥόν>
ἰσχυρόν, ἀσφαλές, βέβαιον
<στερφίνα>
δερματίνη· οἱ δὲ δέρματα ὄνεια· οἱ δὲ στεῖρα, ἢ σκληρά
<στέρφνιον>
σκληρόν, στερεόν
<στέρφος>
δέρμα, βύρσα
<στερχανά>
περίδειπνον. Ἠλεῖοι
<στέρψανον>
ἀξίνη, πέλεκυς
<στεῦτο>
κατὰ διάνοιαν ἵστατο καὶ διωρίζετο, ἢ διεβεβαιοῦτο
<στεφάναι>
αἱ τῶν βωμῶν ὠλέναι. καὶ τείχους ἐπάλξεις καὶ πύργων. καὶ αἱ τῶν βλεφάρων ἀπολήξεις. καὶ περικεφαλαίας .....
<στεφάνη>
ὄρους ἐξοχή. καὶ εἶδος περικεφαλαίας ἐξοχὰς ἐχούσης. καὶ κόσμος γυναικεῖος
<στεφανίσαι>
στεφανῶσαι
<στεφανίων>
εἶδος κολοιοῦ
<στέφανον ἐκφέρειν>
ἔθος ἦν, ὁπότε παιδίον ἄῤῥεν γένοιτο παρὰ Ἀττικοῖς, στέφανον ἐλαίας τιθέναι πρὸ τῶν θυρῶν· ἐπὶ δὲ τῶν θη- λειῶν ἔρια διὰ τὴν ταλασίαν
*<στέφανος ........>
τῶν πνευματικῶν χαρισμάτων ὁ στέφανος
<στέφανος πολέμοιο>
μεταφορικῶς, ἀπὸ τῆς στεφάνης, ὅ ἐστιν περί- βλημα κεφαλῆς γυναικεῖον
<στεφανοφορέοντα>
ἀπ' οἴκου τινὸς καλουμένου Στεφανηφόρου
<στεφάνωμα>
τὸν λωτόν, διὰ τὸ πάντα τὰ φυλλώδη καὶ ποώδη <στε- φανώματα> λέγεσθαι
<στέφεα>
στεφῶνες. ἐν Ὀποῦντι τόπος στεφάνων καλεῖται
<στέφει>
κοσμεῖ, στεφανοῖ
<στέφεται>
στεφανοῦται, κοσμεῖται
<στεφέτην>
ἱκέτην
<στεφέων>
στεφάνων
<στέφη>
στέμματα. ἀπαρχαί, ἀρχαί
<στέφος>
τὰ αὐτά
<στεφών>
ὑψηλός, ἀπόκρημνος
<στέψαι>
πληρῶσαι. στεφανῶσαι. κεράσαι. κυκλῶσαι
<στῆ>
παρέστη, ἔστη
<στηβύσσειν>
ἀδολεσχεῖν
<στῆ δὲ παρέξ>
παρέστη δὲ ἐκτός
<στηδόν>
γλαυκόν
<στήθες(ς)ι λασίοισι>
πεπυκνωμένοις λογισμῷ καὶ εὐψυχίᾳ
<στηθίας>
ὄρνις ποιός
<στῆθος>
τὸ ἐν τῇ θαλάσσῃ πρόσχω[ς]μα. καὶ τὸ ὑπὸ τοὺς ποδῶν δακτύλους στηθύνιον
<στῆλαι>
οἱ λίθοι τοῦ τείχους οἱ προεστῶτες κάτωθεν πρὸς ἀντέρεισμα. καὶ θεμέλιοι
<στήλας διστόμους>
τινὲς τὰς Ἡρακλείους στήλας· ἔνιοι αὐτὰς νή- σους εἶναί φασιν, οἱ δὲ προσχώματα, οἱ δὲ τῶν ἠπείρων ἄκρας, οἱ δὲ πόλεις. καὶ οἱ μὲν δύο, οἱ δὲ τρεῖς, οἱ δὲ μίαν, οἱ δὲ τέσσαρας
<στήληκα>
τὴν νύσσαν
<στηλίδια>
οἱ τεθειμένοι ὅροι
<στηλίτας>
οὕτως ἐκάλουν Ἀττικοί, οἵτινες ἐπ' αἰτίᾳ τινὶ (ἐ)στηλογρά- φησαν
<στηλιτευθείσης>
φανερωθείσης, δημοσιευθείσης
<στηλιτεύοιντο>
καταβάλλοιντο
<στηλιτεύοντος>
καταβάλλοντος
<στηλιτεῦσαι>
ἐπὶ στήλης γράψαι, θριαμβεῦσαι, δημοσιεῦσαι, παρα- δειγματίσαι
<στῆμα>
ἐν ναυτικοῖς ὀνόμασιν ἀναγέγραπται. καὶ ἐπὶ φυτοῦ τίθεται. καὶ τὰ ὅμοια
<στημνίον>
ὃ ἡμεῖς <κατάστημον ἢ πολύστημον>
<στημονίας κικίννους>
τοῖς στήμοσιν ὁμοίους
<στῆναι>
χαλεπῶς ἢ σκληρῶς ἔχειν
<στήνια>
ἑορτὴ Ἀθήνησιν καὶ ....... διασκώπτουσι καὶ λοιδοροῦσιν
<στήνιον>
στῆθος
<στηνιῶσαι>
βλασφημῆσαι, λοιδορῆσαι
<στῆρα>
τὰ λίθινα πρόθυρα
*<στήριον>
ἱέρακι. Σέλευκος
<στήριγγες>
ἐρείσματα. οἱ δὲ τὸ δίκρουν, ὅπερ ὑποτιθέασι τῷ τῆς ἁμάξης ζυγῷ. οἱ δὲ βάκτρον
<στῆ ῥ' ἀντασχομένη>
τὰς χεῖρας ὑπὸ τὸ πρόσωπον ἀνατείνασα
<.στηριγμένον>
ἱστάμενον
<στηρίξαι>
στῆσαι, ἐνερεῖσαι, ἁρμόσαι. ἐγγίσαι. κρύψαι
<στῆσαι>
καθίσαι. πληρῶσαι
<στήσασθαι>
τὸ δανείσασθαι οὕτως ἔλεγον. ἐπὶ σταθμῷ γὰρ πάλαι ἐδάνειζον. καὶ <στάσιμον> τὸ δεδανεισμένον
<στῆσεν>
ὥρμισεν
<στησίφυλλον>
τηλέφιλον τὸ φυτόν
<στήτα>
γυνή
<στῖα ψήφους>
οἱ δὲ στίας. δηλοῖ δὲ καὶ στενοχωρίαν, καὶ λιθοκο- νίαν
*<στήτην>
ἔστησαν, δυϊκῶς
<στιάζει>
λίθοις βάλλει
<στιβαρόν>
εὔρωστον, βαρὺ εὔτονον, στεῤῥόν, ἰσχυρόν
<στιβάς>
ἀπὸ ῥάβδων καὶ χλωρῶν χόρτων στρῶσις, καὶ φύλλων. ἢ χαμαικοίτη
<στιβδός>
μαστιγίας. δραπέτης
<στιβεύειν>
ἰχνεύειν, πατεῖν, πορεύεσθαι. καὶ <στείβειν> ὁμοίως
<στίβη>
ψῦχος, πάχνη· μή με δαμάσσῃ[ς] στίβη ὑπηοί(η) δηλοῖ δὲ τὴν πρωϊνὴν δρόσον, καὶ τὸ ψῦχος
<στίβη>
ἀ(νδ)ράχνη. καὶ χρῶμα μεταλλικὸν μέλαν
<στιβ(ε)ιᾶν>
ῥιγοῦν
[<στίβοντες>
πατοῦντες]
<στίβος>
τρίβος, ὁδός. καὶ ἡ ἴχνους ζήτησις
<στίγματα>
πληγαί. ποικίλματα
<στιγμή>
νυγμή
<Στιγνοίη>
τὸ χωρίον
<στίγων>
στιγματίας
[<στίδιον>
κόκκος ῥοιᾶς]
<στίλα. στίλη>
τὸ οὐδὲν καὶ τὸ τυχόν. ἔστι δὲ ὁ σταλαγμός
*<στιδεύς>
ὁδευτής
[<στιλάμενος>
πλεύσας. προστάξας. ποιήσας]
<στίλβει>
λάμπει
<στίλβη>
λύχνος, ἐλλύχνιον. ἔνιοι φανόν· Ἀττικοὶ δὲ ἔσοπτρον
<στίλβων>
ὁ τοῦ Ἑρμοῦ ἀστήρ
<στιλβῶσαι>
ἀπαστράψαι
[<στίλος>
ὁ προηγούμενος τῆς ποίμνης κριός]
<στιλπναί>
στίλβουσαι, λαμπραί
[<στῖνος>
στένωμα. ῥηγμός
<στινωπός>
στενὸς τόπος, ἤγουν ὁδός]
<στίξας>
σημεῖον ποιήσας. μαστιγώσας
<στίξασθαι>
περιστήσασθαι ἐν κύκλῳ
<στίοντες>
ἱστάμενοι
<στιπτῆς ἕδρας>
ὁδευομένης ὁδοῦ
[<στιπτός>
πυκνός, ἢ στερεός, καὶ πεπιλημένος. ἀπὸ τοῦ <στείβειν> τὸ πατεῖν margo]
<στιτθόν>
εἶδος ἀκρίδος
<στίφη>
πλήθη, συστήματα. τάγματα
<στῖφος>
τάξις πολεμική. ἢ ὄχλος, σύστρεμμα
<στιφρός>
πυκνός. εὐθαλής
<στιχάει>
πορεύεται
<στίχες>
τάξεις ὄχλων. καὶ <στίχας> τὰ αὐτά
<στιχηδόν>
κατὰ στίχον <στῆσαι>
<στίχος>
περίπατος
<στιχὸς εἶμι>
δι' ὅλης τῆς τάξεως αὐτῶν πορεύομαι
<στίχους>
τάξεις. πλήθη. ἢ τόποι τῶν στρατευμάτων
[<στίχουσι>
βαδίζουσι, πορεύονται
<στίχωμεν>
πορευθῶμεν, βαδίσωμεν]
<στλεγγίς>
ξύστρα
<στλέγγισμα>
ὁ ἀπὸ τῶν ἀποξυσμάτων γλοιός
<στοαί>
τὰ ταμεῖα. καὶ ἐπιμήκη εἰσίν
<στοβάζειν>
κακολογεῖν
<στόβος> λοιδορία, ὄνειδος
<στοβασμάτων>
λοιδοριῶν
<στο(ι)βάσουσι>
σωρεύσουσι
<στοιβή>
σύνθεσις. καὶ εἶδος χόρτου
<στοιχηδόν>
κατὰ τάξιν. κατὰ στοιχεῖον
<στοιχεῖον>
πᾶν τὸ ἄτμητον καὶ ἀμερές
<στοιχεῖα>
πῦρ, ὕδωρ, γῆ, καὶ ἀήρ, ἀφ' ὧν τὰ σώματα. ἢ γράμματα
<(ς)τοιχειούμενοι>
διδασκόμεθα κατὰ τὴν τάξιν
<(ς)τοιχειουμένοις>
διδασκομένοις
[<στοιχειωδόν>
κατὰ τάξιν. ἐνορδίνως]
<στοιχ(ε)ίωσις>
διατύπωσις, ἢ πρώτη μάθησις
<στοιχομυθεῖν>
τὸ ἐφεξῆς λέγειν. καὶ ἀδολεσχεῖν
<στοιχῶ>
συναινῶ
<στολάρχης>
ὁ τοῦ στόλου ἄρχων, ὁ ναύαρχος
<στολή>
στάσις. πορεία. κίνησις. ἔνδυμα, καὶ περιβόλαιον
<στολμὸν χρωτός>
στολισμὸν σώματος
<στολμός>
στολισμός
<στόλοκρον>
τὸ περικεκομμένον τὰς κόμας, καὶ γεγονὸς ψιλόν, εἴτε δένδρον, εἴτε ἄνθρωπος. δηλοῖ δὲ καὶ ἀνειδές, καὶ σκληρόν
<στολοκρατές>
τὸ τῆς Ἰοῦς μέτωπον, διὰ τὰ κέρατα
*<στολισμός>
ἱματισμός, κόσμος
*<στόλοι>
τὰ ἄκρα τῶν τομῶν καὶ ὀξέα, χάρακες ἀπότομοι
<στόλος>
πλοῦς, πλοῖα πολλά. καὶ ὁ τῆς νεὼς ἔμβολος λέγεται, τὸ εἰς ὀξὺ συνεστραμμένον
<στολυξώδης>
μικρολόγος
<στόμα>
τὸ κατεργαστικώτατον μέρος τοῦ πολέμου
<στόμα λαύρης>
τὸ τῆς θύρας χάσμα
<στομάχοιο θέμεθλα>
τὸν φάρυγγα, ἤτοι τὸ τῆς κοιλίας στόμα. [δηλοῖ δὲ καὶ φιλμὸν κηλόν
<στόμια>
χάσματα
<στόμις>
ὁ ἀπειθής. μέγα στόμα ἔχων. καὶ τοὺς ἵππους δὲ <στομίας> λέγουσι τοὺς ἀπειθοῦντας τοῖς χαλινοῖς
<στομοδόκο[υ]ν>
στωμύλον
[<στομύλος>
πολυλάλος, φλύαρος. δεινός. αἰσχρός]
<στομφάσαι>
στομφολογῆσαι. κομπάσαι. ἀλαζονεύεσθαι
<στόμφας>
ἀλαζονεία
<στομωμάτων>
χαραγμάτων. τινὲς δὲ <στοβασμάτων>· λοιδοριῶν. <Στόβος> καὶ ἡ λοιδορία
<στοναχάς>
στεναγμούς
<στοναχῶν>
στενάζων
<στονόεντα>
στεναγμὸν ποιοῦντα, στενάζοντα
<στόνοι>
τὰ ἔσω τῶν κεραμίων, καὶ στρογγύλα
<στόνος>
στεναγμός
<στόνυξι>
κέρασι
<στόνυχες>
τὰ εἰς ὀξὺ λήγοντα, καὶ τὰ ἄκρα τῶν ὀνύχων
<στορβάζειν>
κακολογεῖν
<στοργή>
φιλία, ἀγάπη
<στοργῆσαι>
φιλῆσαι
<(στορέσαι)>
στρῶσαι
<στορεσθέν>
στρωθέν
<στορεύς>
γαληνοποιός. καὶ τὸ ἀντὶ τοῦ σιδήρου τρύπανον ἐμβαλλό- μενον ξύλον ῥάμνου, ἢ δάφνης
<στόρνη>
ζώνη
[<στόρθη>
τὸ ὀξὺ τοῦ δόρατος, καὶ ἐπιδορατίς]
<στορνύμενος>
ἐστρωμένος
<στορνυτέα>
καταστρωτέα. περιοικοδομητέα
<στορπάν>
τὴν ἀστραπήν
<στορχάζειν>
εἰς (ση)κοὺς κατακλείειν τὰ βοσκήματα
<στορχάσω>
συγκλείσω
<στουμνά>
αὐστηρά
<στοῦπος>
ἡ τοῖς τετελευτηκόσι ἐπὶ τῶν φορ(ε)ίων σκηνή
<στοχάζεται>
οἴεται. κατὰ σκοποῦ βάλλει
<στοχαζόμεθα>
τεκμαιρόμεθα
<στοχίζῃ
[στοιχομυθεῖς>· μακρηγορεῖς
<στραβαλός>
ὁ στρογγυλίας καὶ τετράγωνος ἄνθρωπος. Ἀχαιοί
*<στράβηλοι>
κοχλίαι
<στραβαλοκόμαν>
οὐλοκόμην
<στραβεύς>
κωπεύς
<στραβήλῳ>
τῷ κόγχῳ, ᾧ ἐσάλπιζον
<στράβωνες>
ἐπιποιοῦ κενός
*<στραχύ>
τραχύ
<στραγγαλιαί> καὶ <στραγγαλίδες>
συστροφαί, διαστροφαί. παγί- δες, ἢ πλοκαί
<στραγγαλοῦται>
συστρέφεται
<στραγγίζει>
πιέζει
<στραγ(γ)εύει>
διαβάλλει. οὐκ <εὐθὺς> πορεύεται
<στραγ(γ)εύεται>
διατρίβει
<στράγξ>
σταγών
<στραγγός>
στρεβλός. ἄτακτος. [ἢ στόμα
<στραγγουρία>
ἡ δυσουρία
<στράνθανα>
ὀξέα
<στράταρχος>
στρατηγός
[<στρατεύομαι>
διατρίβω]
<στρατηγιᾶν>
τὸ ἐπιθυμεῖν τῆς στρατ(ηγ)ίας
<στρατηλάτης>
ἡγεμών. ἄρχων στρατοῦ
<Στρατίη>
πόλις Ἀρκαδίας
<Στράτιον>
πολεμικόν, ἢ φοβερόν. καὶ ἐπίθετον Διός
<στρατιώτης>
ὁ ἐν τῷ στρατῷ ἀριθμούμενος
<στρατιωτὶς ποτάμιος>
πόα
<στρατολογήσαντι>
στρατεύσαντι
<στρατὸν αἰχμητήν>
τὸν πολεμιστὴν στρατόν
<στρατός>
τὸ πλῆθος τῶν πολεμούντων στρατιωτῶν
<στρατόων(το)>
ἐστρατοπεδεύοντο
*<(ς)τατή>
πόρνη
<στραφῆναι>
ἀναστραφῆναι, ἢ <στραφθῆναι>
<στρέβλαι ναυτικαί>
τὰ ξύλα τῶν νεῶν, ἐν οἷς διασφηνοῦνται γομ- φούμενα. Ἀττικοὶ δὲ τὰ βασανιστήρια
<στρεβλόν>
καμπύλον, σκολιόν
<στρεβλούμενοι>
δεσμούμενοι
<στρεβλοῦται>
αἰκίζεται, βασανίζεται
<στρεβλῷ>
κόγχῳ, ᾧ ἐσάλπιζον
<στρέμμα>
εἶδος πέμματος
<στρέμματα>
περὶ νεῦρα
<στρεπτοί>
εὐμετάθετοι, εὐμετάβολοι
<στρεπτοί>
ὅρμοι. τὰ περὶ τὰς χεῖρας <ψέλ[λ]ια>
<στρεπτοῖο χιτῶνος>
τοῦ ἁλυσιδωτοῦ θώρακος, ἢ τοῦ θώρακος τοῦ ὑποδύτου
<στρεπτόν>
φίλημά τι ποιόν. ἢ σκολιόν
<στρεύγει>
ἀνιᾷ. καταγωνίζεται. προσδιατρίβει. βραδύνει
......
στραγ(γ)εύεται. ταλαιπωρεῖται, καταπονεῖται. τρ..... τριψημερεῖ
<στρεύγομαι>
διατρίβω, ἀφ' οὗ καὶ <στρὰγξ ἡ> κατὰ βραχὺ πρόεσις
<στρέφανον>
ἀξίνη, καὶ πέλεκυς
<στρεφεδίνηθεν (δέ) οἱ ὄσσε>
διεστράφη. ἐσκοτοδινίασεν
<στρέφει>
κάμπτει. λυγίζει. ἀποσείεται. διώκει. ψιλοῖ
<στρέφος>
στρέμμα. δέρμα, βύρσα. Δωριεῖς
<Στρεφοῦραι>
τῶν Ἰνδῶν γένος τι, οἳ καλοῦνται Κοψίλοι
<στρέφωσις>
κάλυψις ἀγγείων δέρματι γινομένη
<Στρεψαῖοι>
ἔθνος περὶ Μακεδονίαν
<στρεψίμαλ(λ)ος>
μεταφορικῶς λέγουσιν ἀπὸ τῶν ἐρίων. <Στρεψί[ν]- μαλ(λ)α> γὰρ λέγονται τὰ συνεστραμμένους ἔχοντα τοὺς μαλλούς
<στρέψις>
στροφή. ἀπάτη
<στρεψοδικεῖν>
τὸ ἀποστρέφειν τὴν δίκην
<στρηνές>
σαφές. ἰσχυρόν. τραχύ. στυγνόν. ὀξύ. ἀνατετα[γ]μένον. στρη- νόν
<στρηνύεται>
στρηνιᾷ
<στρηνιῶντες>
πεπλεγμένοι. δηλοῖ δὲ καὶ τὸ διὰ πλοῦτον ὑβρίζειν, καὶ βαρέως φέρειν
<στρηνὸν βοᾶν>
τὸ σκληρόν
<στρίγλος>
τὰ ἐντὸς τοῦ κέρατος. νυκτίφοιτον. καλεῖται δὲ καὶ νυκτο- βόα. οἱ δὲ νυκτοκόρακα
<στριγχός>
τειχίον. στρικτόριον. στεφάνη <δώματος>
<στριφνός>
σφιγκτός. πυκνός. στερεός
<στριφοῦ>
λαμπόδικε, ἀπόκνισον
<στροβάζων>
συνεχῶς στρεφόμενος
<στροβάνικος>
ἡ τῷ στροβεῖν νικῶσα
<στροβανίσκος>
τρίπους
<στροβεῖ[ται]>
ταράσσει, κινεῖ
<στρόβ.ιλος>
συστροφὴ ἀελλώδης. καὶ ἡ πίτυς, καὶ ὁ καρπὸς αὐτῆς. καὶ εἶδός τι ὀρχήσεως, καὶ γυναικείας χρύσης
<στροβεῖν>
ἀποσείεσθαι, ἀποσοβεῖν ἑαυτοῦ, ἀποδιώκειν, θορυβεῖν
<στροβελόν>
σκολιόν, καμπύλον
<στροβελός>
σοβαρός, τρυφερός
<στροβῆσαι>
συστρέψαι. ἐκφοβῆσαι
*<στρόβιλοι>
καταιγίδες. καὶ τὰ ὅμοια
<στροβητῶς>
τεταραγμένως
<στρόβοι>
συστροφαί
<Στρογγύλη>
συνεστραμμένη. καὶ Λιπάρα νῆσος
<στροιβᾶν>
ἀντιστρέφειν
<στροίβηλος>
ἔπαρμα πληγῆς ἐν κεφαλῇ
<στροιβός>
δ[ε]ῖνος
*<στροβαλοκόμαις>. οὐλοκόμαις
<στρόμβος>
δ[ε]ῖνος. κόχλος. ῥόμβος. συστροφὴ ἀνέμου. περιφερὴς λίθος
<στρόμβιλον>
περιδεδινημένον
<στρομβοῖ>
συστρέφει. καὶ τὰ ὅμοια
*<στρωννύμενον>
ἐστρωμένον
*<στρωνν.>, λαγώς
<στροπά>
ἀστραπή. Πάφιοι
<στρουθίον>
πόας ῥίζα, εὔθετος πρὸς ἐρίων ἔκπλυσιν
<στρουθός>
ὁ καταφερής, καὶ λάγνος. Ἀττικοὶ δὲ τὰς στρουθοκαμήλους
<στροῦς>
ὁ στροῦθος. καὶ ὄσπριον
<στροφαί>
ἀστραπαί
<στροφάδες>
σκώληκες
<Στροφαῖος>
Ἑρμῆς, ὁ πρὸς ταῖς θύραις ἱδρυμένος· διὰ τὸν τῆς θύρας στροφέα
*<στροφ(άλ)ιγγι>
συστροφῇ
<στροφάλιγξ>
συστροφὴ κονιορτοῦ. καὶ ἐν ᾧ οἱ τροχοὶ στρέφονται
*<στροφάλιγγος>
συστροφῆς
<στροφαλίζετε>
στρέφετε
<στροφαί>
[ἀντιλογίαι. διαστροφαί. καὶ] αἱ κατὰ διαιρέσεις τῶν μελῶν
<στρόφιγγα>
τὸν στροφέα
<στρόφιγξ>
ὁ αὐτός
<στρόφιον>
ἡ στρογγύλη ζώνη
<στρόφις>
σκολιός, οὐχ ἁπλοῦς, πολύπλοκος
<στρόφος>
συνεστραμμένος λῶρος, ἢ σχοινίον, παρὰ τὸ ἐστράφθαι
<στρόφοι>
τὰ λεπτὰ τριχίδια
<Στρύμη>
πόλις
<Στρυμών>
ποταμός
<Στρυμόνιοι>
οἱ Βιθυνοὶ τὸ πρότερον
<Στρυμόνιος>
ὁ βοῤῥᾶς
<στρύμοξ>
ξύλον μεμηχανημένον ἐν ταῖς ληνοῖς πρὸς τὴν τῶν σταφυ- λῶν ἔκθλιψιν
<στρυφνόν>
στερεόν, ἰσχυρόν. αὐστηρόν. ἐπεστυμμένον, πυκνόν
<στρυφνός>
μᾶζα. ἢ οἶνος στυφός
<στρωματεύς>
ἰχθῦς ποιὸς ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ
<στρωματίζειν>
τὸ ἐπισάττειν ὄνῳ
<στρωματίτην
ἔρανόν> τινα, ἐν ᾧ ἑαυτοῖς παρεῖχον τὰ στρώματα
<στρωμνή>
κοίτη
<στρωφᾶν>
νήθειν, κλώθειν, περιστρέφειν
<στρωφῶντο>
περιεβλέποντο. ἐστρέφοντο
<στρωφᾶται>
περιστρέφεται
<στυαγόν>
τὸ στύμα, παραγώγως
<στυγεῖν>
μισεῖν. στυγνάζειν. φοβεῖσθαι
<στυγέει>
μισεῖ
<στυγέουσι>
μισοῦσι
<στυγερόν>
στυγνόν. κακοπαθές. φοβερόν, χαλεπόν, μισητόν
<στυγέων>
φοβούμενος. μισῶν
<στυγηρῷ>
μισητῷ, φοβερῷ
<στυγήσω>
μισήσω. καὶ τὰ ὅμοια
<στυγητοί>
μισητοί, χαλεποί, φοβεροί
<στυγνόν>
ἀργόν. ὠμόν. χαλεπόν
<στύγνωσον>
χώρισον
<στυγοῦσι>
φοβοῦνται, μισοῦσιν
<Στυγὸς ὕδωρ>
τῆς κρήνης τοῦ ᾅδου τὸ ὕδωρ. ἢ ὁ τῶν θεῶν ὅρκος
<στυλίς>
μέρος τι τῆς ἡμιολίας νεώς
<στυλοβάτης>
τοῦ κίονος ἡ βάσις
<στύμος>
στέλεχος, κορμός
<στυμνά>
σκληρά
<Στύμφη>
ἡ Χαλκίς
<Στύμφηλος>
πόλις ἢ ὄρος Ἀρκαδίας
<Στύξ>
κρήνη ἐν ᾅδου. ἢ ὁ σκὼψ τὸ ὄρνεον. ἢ ὅρκος θεῶν
<στύξαι>
φοβηθῆναι, καταπλαγῆναι. συναγαγεῖν. μισῆσαι
<στύξαιμι>
εἰς κατάπληξιν ἀγάγοιμι
<στυπάζει>
βροντᾷ. ψοφεῖ. ὠθεῖ
<στύγει>
στρέφεται
<στύπεα>
στέλεχος, κορμός. καὶ τοῦ ὀφθαλμοῦ τὸ σῶμα, καὶ τὸ κύτος. καὶ ὁ ψόφος τῆς βροντῆς
<στύπη>
ὁ στύπος, ἢ στελέχη
<στυπογλύφος>
ξυλογλύφος. <Στύπος> γὰρ ὁ στέλεχος, ἤγουν τὸ πρέ- μνον
<στύππακα>
στυππ(ε)ιοπώλην
<στυππίον>
τὸ λίνον
<στυρακίζειν>
κεντρίζειν
<Στύραξ>
[πόλις Εὐβοίας. καὶ] σαυρωτὴρ τοῦ δόρατος, καὶ λόγχη. καὶ δένδρον ὁμωνύμως. καὶ θυμίαμα
<στυφαλμεῖν>
σκυβαλίζειν
<στυφᾶν>
βροντᾶν
*<στύφος>
κέρδος
*<στυφέλιξε δέ μιν>
διέσεισεν αὐτόν
<στυφελή>
σκληρά
<στυφελίζειν>
διασείειν, κραδαίνειν, τινάσσειν, ὠθεῖν, πατάσσειν, ἐνυβρίζειν
<στυφελιζομένους>
σκληρῶς ὑβριζομένους
<στυφελίξαι>
διασεῖσαι
*<στυφελίζειν>
κακοῦν. διασείειν
<στυφελοὶ πάγοι>
ἀντὶ τοῦ σκληροί
<στυφλὸν ἢ στυφελόν>
τραχύ, σκληρόν, βαρύ. ἀργόν. στεῤῥόν
<στυφοκόμπος>
ὁ μάχιμος ἀλεκτρυών. καὶ ὄρτυξ
<στυφρόν>
στερέμνιον, βαρύ
<(ς)τύχας>
τάξας
<στυχιοῦσι>
διατυποῦσι
<στῦψαι>
στυγνάσαι
<στῦψις>
κόλλησις
<Στωϊκοί>
οὐ μόνον οἱ ἀπὸ Ζήνωνος φιλόσοφοι, ἀλλὰ καί τινες γραμ- ματικοί
<στώμιξ>
δοκὶς ξυλίνη
[<στωμοδόκον>
στωμύλον]
<στωμύλια>
κομψά
<στωμύλος>
ὁ λάλος. πιθανολόγος. εὐτράπελος τῷ λόγῳ
<στωμύλλεσθαι>
τρανῶς λαλῆσαι
<στωμύλ(λ)ων>
λαλῶν
<στωμύλματα>
περιλαλήματα
<στωνευμέναν>
διαστρέφουσαν συντόνως
<σύαγχος>
ῥίζα, ἐν ᾗ οἱ σῦς θηρεύονται
<συάδες>
αἱ ὕες, ἐσχηματισμένως
<συανία>
λοιδορία. καὶ ἡ διὰ χειρὸς μάχη
<σύαρον>
τὸν κλῶνα
<σύαρτον>
βούγλωσσον
<σύας>
κύων τις πολύῤῥηνος
*<σύβας>
λάγνος
<σύβακα>
συώδη
<συβάλλας>
ὁ καταφερὴς πρὸς τὰ ἀφροδίσια
<συβαρίζει>
τρυφᾷ
<σύβαριν>
τὴν πολυτελῆ τρυφήν
<Συβαρικαῖς>
τρυφηλαῖς
*<Συβαριτικοὶ λόγοι>
τὸν γὰρ Αἴσωπον ἐν Ἰταλίᾳ γενόμενον σπουδασθῆναι σφόδρα φησίν, ὡς καὶ τὸ τῶν λόγων αὐτοῦ εἶδος ἐπι- δαψιλεῦσαι, καὶ Συβαριτικὸν προσαγορευθῆναι. παροιμιώδεις οὖν οἱ Συβαριτικοὶ λόγοι
*<Σύβαρις διὰ πλατείας>
παροιμιῶδες ἐπὶ τῶν σοβαρῶς πορευ- ομένων
<Συβαρῖται>
τρυφηταί
<Συβαριτικός>
τρυφερός
<συβαρνίς>
περίκομμα
<συβήνη>
αὐλοθήκη, ἢ τοξοθήκη. ἢ ὁ ναυτικὸς χιτών
<συ[μ]βίνη[ς]>
καπροβόλον. ἐμβόλιον
<συβόσια>
συοφόρβια
<συβότας>
χοιροβοσκούς
<συβότοιο>
σῦς βόσκοντος
<σύβρα>
ἐπὶ βοῶν. σημαίνει δὲ τὰ πρὸς ῥυπαρόν τι ἐχούσας
<συβριακόν>
τὸ πολυτελές
<συβριάζει>
σοβαρεύεται, τρυφᾷ
<συβριασμός>
ὁ ἐν εὐωχίᾳ θόρυβος
<(Συβρίδαι>
δῆμος τῆς) Ἐρεχθηΐδος φυλῆς
<συβροί>
ἰ(ς)χνοί, λαγαροί, τάφροι
<σύ[μ]βρος>
κάπρος
<συβώτας>
Σπεύσιππος ὁ φιλόσοφος. ζῶόν τι
<Συβώτης>
συοτρόφος, χοιροτρόφος, χοιροβοσκός. καὶ ὄνομα κύριον
<συγγενήσεις>
τὰς συνουσίας
<συγγένεια>
<συγγενικός>
<συγγίνομαι>
συνομιλῶ
<συγγ[ε]νώσομαι>
συμβουλεύσω
<συγγινωσκόμενοι>
πειθόμενοι
<συγγνώμων>
ἐλεήμων
<συγγονή>
σύστασις. Δημόκριτος
<σύγγονος>
ἀδελφός
<συγγραμμάτων>
βίβλων
*<συγκαρβαλώσας>
συστρέψας
<συγκαλεῖται>
συνεδρεύει
<συγκαλέσας>
συναριθμήσας
<συγκατάθεσις>
συμφώνησις
<συγκατέληξε>
συμπέπαυται
<συγκαχρῦσαι>
συγχέαι, συμφῦραι, συμφρῦξαι
<συγκεῖσθαι>
συνθήκην καὶ ὁμολογίαν πεποιῆσθαι
<συγκεκλεισμένοι>
πολιορκούμενοι
<συγκεκοπιταμένους>
συγκεκομμένους
<συγκεκορδυλισμένα>
συνηθροισμένα. συνειλημ[μ]ένα· συνεστραμ- μένα
<συγκέχυται>
συντετάρακται
<συγκηδεσταί>
οἱ τῆς νύμφης καὶ τοῦ γαμβροῦ γονεῖς
<συγκοιμᾶσθαι>
συνελθεῖν
<σύγκλ(υ)δα>
συγκεχυμένα
<συμμιγεῖς>
σύνεγγυς. καὶ σύγκλυδες, ὅμοια
<συγκλύδων>
συλλέκτων, ἤ τινων μεμιγμένων
<συγκοιτάλιον>
σύγκοιτον
<συγκοίτιον>
ἑταίρᾳ συγκοιμηθείς(ῃ) μίσθωμα
<συγκομ(.)άτιον>
σκευασία τις παρὰ τοῖς ὀψαρτυταῖς
<συγκομιστέον>
συνακτέον
<συγκομιστήρια>
θυσία ἐπὶ καρπῶν συγκομιδῇ
<συγκομιστὸς ἄρτος>
παρὰ Διοκλεῖ τῷ Ἰατρῷ
<συγκοπήμεναι>
μαστιγωθῆναι. μεμαστιγωμέναι
<συγκριθῶμεν>
ὁμοιωθῶμεν
<συγκρίνει>
συνισοῖ
<συγκρινομένη>
πρὸς ἰσότητα δοκιμαζομένη
<σύγκρισις>
μίξις. γένεσις. ὁμοίωσις. ἀντιπαράθεσις
<συγκριτικός>
ὅμοιος
<συγκροτεῖ>
ταράττει. συνάγει, συνα(ύ)ξει
<συγκρούει>
συναθροίζει. ἢ συνευφραίνεται
<σύγκρουμα>
χρέος, δάνειον. τινὲς τὴν σύμμικτον λοπάδα
<συγκρου(ς)τά>
ἱμάτια, ὧν ἡ κροκὶς ἀνατέτριπται
*<συγκινεῖν>
συζυγεῖν, συντροχάζειν
<συγκυρία>
συντυχία
*<συγκύρημα>
συντύχημα
*<συγκυροῦντα>
διαφέροντα
<συγκύρεται>
συντεύξεται
<συγχαίρειν>
ἐπιχαίρειν
<συγχάσαι>
συγχωρῆσαι
*<σύγχει>
ταράττει καὶ τάρασσε
*<συγχεῦαι>
συγχέαι. συγκόψαι, συντρῖψαι
<συγχέομαι>
συντρίβομαι. καὶ τὰ ὅμοια
<συγχριμφθέντα>
συνενεχθέντα
<συγχίας>
τὸ πρὸς ἄγκιστρον μέρος τῆς ὁρμιᾶς
<συγχρήσομαι>
....
*<σύγχυσις>
μίξις. θόρυβος. ἀφανισμός
*<σύγχυτο>
συνεχύθη, συνεταράχθη, συνεχωρήθη
*<σὺ δὲ σύνθεο>
σὺ δὲ κατάθου, σύ(ν)θου δέ
*<σὺ δ' ἐν(ὶ) φρεσὶ βάλ(λ)εο>
σὺ δ' ἐγκατάθου ταῖς φρεσί
<σύδην>
ταχέως, καὶ ὁρμητικῶς
<συζῆν>
ὁμοῦ ζῆν
<συζυγεῖν>
τὰ ὑποζύγια ὑποφωνεῖν ἐν τῷ ἕλκειν
<συζυγία>
συνάφεια
<σύζωσμα>
ἐν τῷ μεταλλικῷ τὸν ἐκρέοντα χαλκόν
<συῆλαι>
τόποι βορβορώδεις
<συηνία>
ταραχή, ἀηδία, ἀπὸ τῶν συῶν
<σύθεν>
ὥρμησαν
<συθῆναι>
δραμεῖν, ὁρμῆσαι
<σῦθι>
ἐλθέ
<συθνόν>
κεκρυμμένον
<σῦκα>
τὸ ἐπὶ τοῖς βλεφάροις νόσημα, ὅ τινες <σύκωσιν>
<συκάζει>
δοκιμάζει. συκοφαντεῖ. ἢ σῦκα τρώγει. καὶ τὸ κνίζειν ἐν ταῖς ἐρωτικαῖς ὁμιλίαις
*<συΐ>
συάγρῳ
<συκαμήδωρος>
μωρός
<συκάμινα>
ἡ παρ' ἐνίοις <μορέα>, τὸ δένδρον. καὶ ὁ καρπὸς ......
<συκάνης>
συνετὸς [τῆς συκομορέας
<συκάστρια>
συκοφάντρια
<Συκάτης>
ὁ Διόνυσος
<συκῆ>
τὸ ἐν ταῖς πεύκαις γενόμενον δενδρῶδες
<συκηγορίαν>
τὴν ἐν τῷ λέγειν συκοφαντίαν
<συκῆ Αἰγυπτία>
ἡ λεγομένη <κερατία> τὸ δένδρον
<συκίδας>
τὰς ἐχούσας ἐν τοῖς δακτυλίοις συκᾶς
<συκιδαφόρος>
ἐνίοτε ὁ συκοφάντης· ποτὲ δὲ ὁ συκόπρωκτος
<συκίνη μάχαιρα>
συκοφάντρια
<σύκινον>
ἀσθενές
<συκομορέα>
συκάμινον
<σῦκον αἰτεῖν>
κολακεύειν
<σῦκον ἐφ' Ἑρμῇ>
παροιμία ἐπὶ τῶν κειμένων ἐπ' ὠφελείᾳ τῶν βουλο- μένων. ὁπότε φανεί(η) σῦκον πρῶτον τῷ Ἑρμῇ ἀνετίθεσαν
<συκοσπαδίας>
ὁ συκοφάντης
<συκοφάντης>
ψευδοκατήγορος. κακοπράγμων
<συκοφάνται>
οἱ ἐπηρεάζοντες
<συκοφαντία>
καταλαλιά
<συκχάδαι>
ῥάπη
<συκχάδες>
εἶδος ὑποδήματος
<σύκχοι>
ὑποδήματα Φρύγια
*<συλαγωγῶν>
ἀπογυμνῶν
<συλᾷ>
ἐκδύει, συλεύει
<σύλαιον>
θύλακον
<συλᾶν>
ἀφαιρεῖσθαι, γυμνοῦν, σκυλεύειν
<συλήσει>
ὅμοιον
<συληθείς>
ἀφαιρεθείς
<συλλαβὰς ὁδοῦ>
τοὺς συλῶντας καὶ ἐκδύοντας
<συλλαμβάνει>
βοηθεῖ
*<συλ(λ)αγνεύσας>
συμπορνεύσας
<συλλέγεται>
συνάγεται
<συλλελογισμένα>
ἀπὸ συλλογισμῶν
<συλλήβδην>
ὁμοῦ συλληπτικῶς, ὡς δι' ὀλίγων πολλὰ εἰπεῖν συντόμως
<συλλήπτορα>
συναγωνιστήν. συνεργόν, σύμμαχον
<συλλήψεται>
ἔγγαστρον ἕξει. ὑπερασπιεῖ. καὶ τὰ ὅμοια
<συλλίρ>
θύλακος
<συλλογισάμενος>
συναγαγὼν τὸν λογισμόν, καὶ θεωρήσας
<σύλλογος>
σύνοδος ἀνθρώπων, ἄθροισμα
<συλλοχισμός>
ὄνομα τακτικόν
<σύλον>
ἐνέχυρον
<συλῶ>
σκυλεύω
(*)<συμβαλεῖν>
συναλλάξαι. καὶ ἐνύπνια ἐπιγνῶναι. καὶ εἰς μάχην συμβαλεῖν. [συμμίσγειν, συνίεναι
(*)<συμβαλεῖν>
λοιδορεῖν
<συμβαθέν>
τὸ ἀπὸ συμβάσεως ὁρισθέν
<συμβαῖεν>
συνέλθοιεν
<συμβαίνοντα>
συμφωνοῦντα
<συμβαλεῖν>
διακρῖναι
<συμβάλλεται>
λέγεται
<συμβαλλόμενοι>
συναγόμενοι
<συμβάλλων>
συναρμόζων
<σύμβαλλε>
συναγωνίζου
<σύμβαμα>
κατηγόρημα. συμβεβηκός
<συμβᾶμεν>
συμφωνεῖν
<συμβαριτικαῖς>
Περσικαῖς. ὑπερηφάνοις. πολυτελέσι
<συμβάσεως>
εἰρήνης
<σύμβασις>
ἐπάνοδος εἰς εἰρήνην ἢ φιλίαν
<συμβατήριοι>
εἰρηνικοί. διαθέσεις
<συμβεβηκός>
<συμβέβληται>
ἀπαντᾷ, συνενήνεκται. νενόηται. ὠφελεῖ
<συμβῇ>
....
<συμβῆν>
σύμφωνα λέγειν
<συμβῆναι>
συνομολογήσασθαι
<συμβιβάζει>
εἰς φιλίαν ἄγει. ἢ συλλαλεῖ
<συμβιβασθέντες>
διδαχθέντες, διαλεχθέντες
<συμβίβασις>
πεῖσις, διδαχή, πίστις
<συμβιβα(..)τω>
διδαξάτω
<συμβλημένος>
συναντήσας
<σύμβλητο>
ἀπήντησεν
<συμβιβῶ σε>
συνάπτω σε, διδάσκω σε, συμπορεύομαί σε
<σύμβολα>
σημεῖα
<συμβόλαια>
κοινωνία χρημάτων. ἢ τάγματα. ἢ γράμματα
<συμβολαιογράφος>
ὁ τὰ συμβόλαια γράφων
<συμβόλαιον>
συνάλλαγμα, συγγραφή, ἀσφάλεια, γραμματεῖον
<συμβολαί>
μάχαι
<συμβολαίας δίκας>
τὰς κατὰ σύμβολα[ιον]
<συμβολατεύειν>
συναλλακτεύειν
<συμβολεῖ>
συντυγχάνει
<συμβολή>
μίξις
<συμβολῆσαι>
συντυχεῖν
<συμβολικῶς>
σεσημειωμένως
<σύμβολον>
σημεῖον. συμπόσιον. ὁρισμός
<σύμβολος>
οἰωνός. [καὶ τὸ διδόμενον τοῖς εἰσιοῦσιν εἰς τὸ δικαστήριον
<σύμβοτον>
σύννομον. σύνηθες
<συμβοῦαἱ>
συνωμόται
<συμβουάδ(δ)ει>
ὑπερμαχεῖ. Λάκωνες
<συμβο[υ]λεύς>
ἁλιευτικὸν σκεῦος, περὶ ὃ τὰ λίνα πλέκουσιν
<συμβουλή>
γνώμη. δόσις
<συμβίκη>
εἶδος ὀργάνου
<(Σ)ύμη>
νῆσος
<συμβῶμεν>
συναφθῶμεν
[<σύμμαρ, συλλαβών]
<συμμάρψας>
συλλαβών. δήσας
<σύμμαχος>
βοηθός
<συμμεμαρτυρημένη>
συνειλημμένη
<συμμετρία>
ἔνδυμα γυναικεῖον ποδῆρες, οὐκ ἔχον σύρμα
<συμμίσγειν>
ὁμιλεῖν, συνουσιάζειν
<συμμορία>
πολιτικὸν σύστημα, πλῆθος, σύνταγμα
<συμμοριῶντας>
τοὺς ἐκ τῆς αὐτῆς συμμορίας
<συμμῦσαι>
σκοτῶσαι
<συμμυολόγους>
ἀντὶ τοῦ σιωπῶντας
<συμμ(ύ)ων>
σιωπῶν
<συμπάντων>
ὁμοῦ πάντων
<συμπαρομαρτοῦσαν>
συνακολουθοῦσαν
[<συμπειρασθέντες>
συντραφέντες]
<συμπατάγησαν>
συνεκρότησαν, συνέκρουσαν τὰς χεῖρας πλατείας ποιήσαντες
<συμπεριγενόμενον>
συμπεριλαμβανόμενον
<συμπεπερονημένους>
συμπεφιβλωμένους. συῤῥαφέντας περόνῃ
<συμπέσῃ>
συμβῇ. συγκροτηθῇ
<συμπεσών>
συντυχών
<συμπεφλασμένος>
συντεθλιμμένος
<συμπιεζούσης>
θλιβούσης
<συμπίτνει>
συμπίπτει
<συμπλάττομεν>
ψευδόμεθα
<συμπλευσάντων>
ὁμονοησάντων
*<συμπνευσμός>
ὁμόνος
<συμπληγάδες>
αἱ παρ' Ὁμήρῳ πλα(γ)κταί
<σύμπλους>
συνοδευτής
<συμποδίζει>
κωλύει
<συμποθέν>
καταποθέν
*<συμποδιστής>
ὠμὸς ἐκ τοῦ ἴσου
<σύμπορπον>
τὸν μὴ ῥαφαῖς συνειλημμένον κατὰ τοὺς ὤμους χιτῶνα .....
<συμπόσιον>
τόπος εὐωχίας καὶ πόσεως
<συμπράξει>
βοηθήσει, συνάρξει, συλλαβεῖ
<σύμπτωμα>
συνάντημα. συμβεβηκὸς ἐξάπινα
<συμφανές>
φανερόν
<συμφανής>
φανερός
<συμφέρει>
ἁρμόζει. ἀγαθόν. συνᾴδει. συν(ευ)τυχεῖ, συντυγχάνει
<συμφέρεσθαι>
συμφωνεῖν, συναρμόττειν, ἀκολουθεῖν, συντυγχάνειν
<συμφέρον>
συνοιστόν
<συμφερτή>
συμφορητή, συνακτή
<σύμφημι>
συναινῶ. συνομολογῶ
<συμφήτωρ>
μάντις. μάρτυς
<συμφθείς>
συντριβείς
<συμφορά>
συντυχία. σύμπτωτα. ἀτυχία
<συμφορήσας>
ἀθροίσας, συναγαγών
<συμφόρησις>
σύναξις
<συμφορίας>
συμπεφορημένης, συμμίκτου
<σύμφορον>
ἁρμόζον, καλόν, συμφέρον, σύμφωνον
<σύμφορος λιμός>
ὁ συμπίπτων, καὶ συνών
<συμφράδμονες>
ὁμόφρονες, σύμβουλοι
<σύμφρα>
θυσία τῷ Ἀπόλλωνι τελουμένη
<συμφρασθῆμεν>
καταπληθῆναι
<συμφράξαι>
συμφράσαι
*<συμφράς(ς)ατο>
συνεσκέψατο
<συμφυᾶ>
ὁμοφυᾶ
*<συμφυλετῶν>
ὁμοεθνῶν
<σύμφυλον τάγμα>
<συμφυράσουσι>
συμμιγήσονται
<σύ(μ)φυτον>
συμπορευόμενον, συνόν
<σύμφυτος>
ἡ νεκτάριος ῥίζα, ἣν ἔνιοι <ἑλένιον>, ἔνιοι δὲ μηδίκην
<συμφῦσαι>
ἀνάψαι
<συμφωνία>
ὁμοφωνία
<συμφώνων>
ὁμοίων
*<συμψη(ς)θείς>
βλαβείς, τρωθείς
<συμψηρᾷ>
συμψηλαφᾷ
<σύμψηφος>
ὁ τὰ αὐτὰ φρονῶν, καὶ κατατιθέμενος
<σύν>
ξύν, ἅμα, ὁμοῦ. καὶ ἀντὶ τοῦ εἰς καὶ μετά ἀπό καὶ πρός. καὶ ἐπὶ τοῦ ὁμοῦ
<συνάγειν>
μετ' ἀλλήλων πίνειν
<συναγεῖραι>
συναγαγεῖν, συνάψαι
<συναγελάζονται>
συνδιαιτῶνται
<συναγέσκεο>
ἰσχνοπρεπεῖς
<συναγηγερκώς>
συναθροίσας, συνάξας
<συναγηγερμένων>
συναχθέντων
<συναγορεύει>
ὑπὲρ αὐτοῦ λέγει
<συνάγουσι>
συνεληλυθότως πίνουσιν
<συναγρίδα>
θαλάσσιος ἰχθῦς
<συναγρόμενοι>
συναγόμενοι
<συναγώγιον>
συμπόσιον ἔθου
<συνᾴδει>
συμφωνεῖ
<συνᾴδοντα>
συμφωνοῦντα
<σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει>
παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν
<συναθροίζεται>
συνάγεται
*<συνακτήριον>
συνάθροισμα
*<συναΐδιος>
συνυπάρχων
<σύναιμος>
ἀδελφός
<συναινεῖ>
συνευδοκεῖ. συγκατατίθεται
<σύναινος>
ὁμόδοξος
<συναινῶ>
συντίθημι
<συναίνυτο>
συνελάμβανεν
[<συναίρεσθαι>
συνερωτᾶν
<συναιρήματα>
ἐρωτήματα. συλλαλήματα]
<συναιρουμένοις>
συμβαλλομένοις
<σύναιχμα>
σύμμαχα
<συναλλάσσωμεν>
συνάγωμεν
<συνάλλαγμα>
σύναξις. ἢ γαμικὸν συμβόλαιον
*<συναλοιφή>
συναγωγή. συγκεχυμένη σύγκρισις
*<συναλείφων>
τὰ αὐτά
*<συναλιζόμενος>
<συναλισθείς>
συναχθείς, συναθροισθείς
<συναλισθέντες>
συναχθέντες
<συνάλματα>
συμπηδήματα
*<συναλλακτής>
φιλιαστής
<συνανακραθεῖσα>
συγκερασθεῖσα
*<συνανοίσετε>
συναν(εν)έγκατε
<συνάορος>
σύζυγος, γυνή, σύγκοιτος, συνηρμοσμένη
<συναπηρτισμένος>
πεπληρωμένος
<συνάπτεται>
συμπορεύεται, συνέρχεται
<συναράμενος>
συναγωνιζόμενος. συμβαλόμενος
<συναράσσει>
συγκρούει
*<σύναρθρος>
μετὰ ἄρθρου τοῦ προηγουμένου τῶν ὀνομάτων
<συναρήρακται>
συγκέκοπται
<συναρία>
συνοδία ἀλλόφυλος
[<συναρίς>
συναφή. [φίλος] ἁρμονία]
συνάρξει>
συμπράξει, βοηθήσει, συλλαβεῖ, ἑνώσει
<σύναρξις>
συνουσία. καὶ τὰ ὅμοια
<σύναρσις>
συναφή. ἁρμονία
<συναρτῶν>
συνάπτων
<συνασπιεῖ>
<συνασπίζει>
συμμαχεῖ
<συνασπισμός>
πύκνωσις. οἱ δὲ συνασπισμός
<συναυθλοῦμαι>
διαπεραιοῦμαι
<συναυλία>
συμφωνία
<συνάφεια>
σύζευξις, ἕνωσις
<συνάχθεται>
συλλυπεῖται
<συνάψας>
συνδήσας, ἑνώσας, συμμίξας
<συμβαίνοντα>
συμφωνοῦντα
<συνδεδραμηκότων>
συνελθόντων
<συνδεῖ>
συντηρεῖ. [συγκοιμᾶται]
<συνδεόμενος>
συνδεδεμένος
<συνδέοντες>
συνδεσμοῦντες
[<συνδέσαι>
συνκοιμηθῆναι]
<σύνδεσμος>
πλοκή. ὁμόνοια
<σὺν δ' ἤειρεν ἱμᾶσι>
συνέδησε δὲ τοὺς ἀγωγεῖς τῶν ἵππων
<συνδήσας ἄρα τὼ χεῖρε>
συνδήσας δὴ τὰς χεῖρας
<συνδιαιωνίζειν>
συνδιάγειν εἰς αἰῶνας
<συνδιεξέρχου>
συνεκπέρα
<σὺν δ' ἡμῖν δαῖτα ταράξῃ>
συνταράξῃ ἡμῖν τὴν εὐωχίαν
<συνδιημέρευσαν>
τὴν ἡμέραν συνδιή(γα)γον
<σύνδικος>
σύμφωνος. ἢ συνήγορος βουλῆς
<σύνδικοι>
οἱ ἐν ταῖς δίκαις βοηθοί
<συνδοκτικόν>
συνδεδογμένον
<σύνδουλος>
ὁμόδουλος
<συνδούμενος>
συνδεδεμένος. συνυπάρχων, συνών
<συνδραμεῖν>
συνθέσθαι. βοηθῆσαι. συμφωνῆσαι. συνομολογῆσαι
<συνδυάζειν>
συμπράττειν. [κυβᾶν τὸ ἀληθές, κακῶν]. συμβουλεύεσθαι
<συνδυασμός>
συζυγία
<συνεβάλ[λ]οντο>
συνέθεντο
<συνέβημεν>
συνεχωρήσαμεν συνεθέμεθα. ὡμολογήσαμεν. συνωδεύ- σαμεν
<συνεδεῖσθαι>
συγκαθῆσαι
[<συνέθει>
συντρέχει]
<συνέδρα>
ἡ στάσις, ἣν νῦν <στατίωνα> λέγουσι
<συνεδρεύουσι>
συνέρχονται, εἰς βουλὴν συνάγονται
<συνέδριον>
δικαστήριον
<συνέ(ε)ργον>
συνεῖργον. συνεδέσμευον
<συν(ε)έργαθον>
συνεῖχον. περιώριζον
<συνε.χμῷ>
τῇ συναρμ[ολ]ογῇ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς τῶν σφονδύλων
<συνέηκε>
συνῆκεν
<συνέθετο>
συνετάξατο
<συνέθλασε>
συνέτριψε
<συνέθρ[ο]ισε>
συνέτεμε. λεπτὰ ἐποίησεν. ἀπὸ τοῦ <θρίσαι>, ὅ ἐστι τεμεῖν
*<συνιείς>
γνούς, νοῶν
*<συνίημι ὃ φῆς>
νοῶ ὃ λέγεις
<συνείκανα>
σύνοδος
<συνείκει>
συμφέρει
<συν[ε]ίλας>
συνειλήσας
<συνειλεγμένα>
συνηγμένα, συνηθροισμένα
<συνειλεχώς>
συναγαγών
<συνειλοέντες>
συλλαβόντες
<συνειλόμενα>
συστρεφόμενα
<συνειλοῦνται>
συστρέφονται
<συνείλοχας>
συνήγαγες, ἤθροισας
[<συνείνησις] συνείδησις>
διάθεσις
<συνείπετο>
ἠκολούθει
<συνείρει>
συνάπτει. μιγνύει
<συνεῖρκτο>
ἐδέδετο
[<συνείρει>
συνάπτει]
<συνείροντες>
συνάπτοντες. <Ε(ἴ)ρειν> γὰρ τὸ ὁμοῦν
<συνείρ(υ)ται>
συνέσπασται
<συνεισθόρῃ>
.....
<συνεῖσι>
συναινέσαι
<συνεισέφρησεν>
συνεισήνεγκεν
<συνέκδημος>
συνοδοιπόρος
<συνεκδοχή>
ὅταν τις ἀπὸ μέρους παραλάβῃ
<συνεκδοχικῶς>
συλληπτικῶς
<συνεκόμισε>
συνήγαγεν
<συνεκοσμοῦντο>
συνεκρίνοντο
<συνέκυρσε>
συνέτυχεν
*<συνεκτικώτατα>
κεφαλαιωδέστατα
<συνεκύρωσεν>
ἐβεβαίωσε
<συνελάβετο>
ἐβοήθησε. ἢ κατὰ γαστρὸς ἔχει
<συνεληλακότες>
ἐλάσαντες
*<συνελάσωμεν>
συμβάλωμεν
*<συνέλευσις>
σύνοδος
<συνελόντες>
συνάγοντες
<συνελόντι>
συνάγοντι
<συνελόντι φάναι>
συντόμως λέγειν, ἢ εἰπεῖν
<συνελόντι φῆσαι>
ὁμοίως
<συνελόχισε>
συνέδρευσεν
<συνέμποροι>
σύνοδοι. σύμφωνοι
<συνέμυσε>
συνέτριψε
<συνενέγκαι>
συμφρονεῖν
<συνεν(ην)εγμένος>
συνελθών
<συνενεχθέντων>
πεισθέντων. συλληφθέντων
<συνέντας>
γνόντας
<συνέντης>
συνεργός
<συνεξεβράσθη>
συνεξεβλήθη
[<συνεπαρτιμένος>
συνημμένος]
<συνεπέρανε>
συνετέλεσεν
<συνεπεράνθη>
ἐτελειώθη, πέρατι ὑπεβλήθη
<συνέπεσεν>
[ἐστύνασεν.] ἐστύγν[ί]ασεν. συνέβη, ἔτυχεν
<συνεπέστη>
<συνεπιτιθεμένων>
συν(εν)εδρευόντων
<συνεπλάκη>
συνήφθη ἢ μετὰ γυναικός, ἢ πρὸς ἀνδρὸς πάλῃ
<συνεπισχύει>
συμβοηθεῖ
<συνερανισάμενος>
συμπληρούμενος
<συνεργεῖ>
βοηθεῖ
<συνερέσειν>
συλλέγειν συγκεχυμένους
<συνερέουσι>
συγκέχυνται
<συνερέσθαι>
συνερωτᾶν
<συνέριθοι>
συνυφαίνουσαι. συνεργοί
<συνερίσαντα>
συνάψαντα
<συνέρξαι>
συγκαθίσαι μετά τινος, ἢ συγκαθεῖρξαί τινι
<συνερόμενος>
συμβαλλόμενος
<συνέῤῥεον>
συνέτρεχον
<συνέῤῥηκται>
συνέφθαρται. βέβληται
<συνεῤῥώγει>
συνεκεκρότητο
<συνέρχεται>
συνάγεται
<σύνεσις>
νόησις
<συνέσκληκε>
συμπέπηγε
<συνεσκολυμμένον>
συγκεκαλυμμένον
<συνεσποδωμένον>
συγκεκομμένον
<συνεστάλη>
πεφόβηται, ἐδειλίασε
<συνεστηκώς>
συνηγμένος
<συνέστησεν>
ἐκόσμησεν. ἐπῄνεσεν
<συνεστιᾶτο>
συνηρίστα
<συνέστιοι>
συναγωγοί. ὁμοτράπεζοι
<συνέστυβας>
συνεσκυθρώπακας
<συνέστυβεν>
ὁμοίως ἐσκυθρώπακεν
<συνεστυφωμένοι>
συνεσκυθρωπακότες
<συνεστὼς χιτών>
ὁ συμβλητός
<συνέταξεν>
ἐνετείλατο, παρήγγειλεν
[<σύνετε>
νοήσατε
<συνετέλεσα>
ἀπώλεσα
<συνετελέσθησαν>
ἐπληρώθησαν
<συνετιῶ σε>
σοφίσω σε
<σύνετο[ς]>
συνῆκεν]
<συνετός>
σοφός. συγκεκροτημένος
<σὺν εὐαγεῖ>
σὺν τῷ ἀγαθῷ
<συνευδοκοῦσι>
συγκοινωνοῦσιν
*<συνέβλητο>
συνεβάλλοντο
<συνεύν[ι]ον>
σύγκοιτον
<συνεύνους>
συγκοίτους. συναποδήμους
<συνεφίαζεν>
εἶα ἐκάλει. ὠνόμασται καὶ .....
<συνεφόρμα>
......
<συνεφύροντο>
συνεμολύνοντο
<συνέχεεν>
ἔμιξεν
<συνεχές>
ἀδιάλειπτον
<συνέχεται>
συμπλέκεται
<συνέχευεν>
ἠφάνιζεν. συνέχεεν
<συνεχῆ>
ἀναγκαῖα. πυκνά
<συνεχόμεναι>
κρατούμεναι
<συνεχόμενον>
ἐναντιούμενον. ἢ ἀῤῥωστοῦν
<συνέχου>
κράτει
<συνεχώρησαν>
συνωμολόγησαν. συνεπάθησαν
<συνεχῶς>
ἐνδελεχῶς. πυκνῶς. ἀεί, ἀδιαλείπτως
<συνέψεσθαι>
ἀκολουθῆς[θ]αι, ἢ ἀκολουθεῖν
<συνεψήσθη>
συνελεπτύνθη
<συνεψία>
συμπλέκτρια, ἢ συνομιλήτρια
<συνεωρακότες>
συσκεψάμενοι
<συνή>
συμπαίζη. συνακμάζει
<συνηβόλησεν>
ἀπήντησεν
<συνήγορος>
προστάτης
<συνηγηόχει>
ἐκόμισεν
<συνήδεται>
συγχαίρει, ἐφήδεται
<συνήθεια>
ἔθος
<συνήθεις>
ὁμοιοτρόπους, ἐν ὁμοίοις ἤθεσι τεθραμμένους
<συνήθλησαν>
συνηγωνίσαντο
<συνῆκεν>
ἔγνω, ἐνόησεν
<συνήλασε>
συνεχώρησεν· ἐδίωξεν
<συνηλ(λ)άσσετο>
ἐφιλιοῦτο
*<συνειλημμένα>
ἅμα, ὁμοῦ, συντόμως
<συνήλυσις>
συνδρομὴ ἐπὶ τὸ αὐτό
<συνημμένοι>
συνηνωμένοι
<συνημοσύνη>
συνθήκη. ὅρκοι. συμβόλαια
<συνήνεγκε>
συνεβάλλετο
<συνηνέχθη>
προσεγένετο
<συνήορος>
συνηρμοσμένη. καὶ συνήθης
<συνήργεις>
συνέκαμ(ν)ες
<συνῃρημένον>
τὸν κρατοῦντα. ἢ συμπληρούμενον
<συνηρές>
σύσκιον
<συνηρτίζοντο>
συνηθροίζοντο
<συνήρτυες>
συνήρμοττες
<συνησθείης>
συγχαρείης
<συνησθέντες>
συγχαρ[ι]έντες
<συνῄσθηται>
σύνοιδεν
<συνησπικότων>
συμπραξάντων
<συνήσω>
πεισθήσομαι
<συνθάκων>
συγκαθέδρων
<συνθεῖσα>
τὰ ἐξ ἐπιβο[υ]λῆς συμπαγέντα [<συνθεῖναι>· ......
<σύνθεμα>
σημεῖον ἀφορμῆς. δραματούργημα. σύμβλημα
<συνθέματος>
σημείου
<σύνθεο>
νόησον. συνθηκοποίησαι. σύνθου, σύνες, καὶ περὶ σαυτοῦ δια- λόγισαι
<συνθεσίαι>
συνθῆκαι
<συνθεσιάων>
ἐντολῶν. συνθηκῶν
<σύνθεσις>
ἁρμονία. κόλλησις
<συνθετά>
συντεθειμένα
[<συνθέτηκα>
συνεθέμην]
<σύνθετον>
ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον
<συνθεύσεται>
συνδραμεῖται. συνοίσει
<συνθήκας>
ὅρ(κ)ους
<σύνθημα>
σημεῖον. συνθήκη
<συνθήματα>
μαθήματα. ποιήματα. συνθῆκαι. σημεῖα
<συνθηματιαῖοι>
οἱ ἠργολαβημένοι καὶ ἐκδεδομένοι, ἐκδόσιμοι
<συνθήσῃ>
συντάξῃ. [συνθῆναι]
*<συνθήκη>
διάλεκτος
<συνθραύεσθαι>
συντρίβεσθαι
<σύνθου>
κατάθου, σύνθεο, νόησον
<συνθυμεῖν>
συμπείθεσθαι
<συνθύξω>
συναντήσω
[<συνία>
ταραχή]
<συνίασιν>
νοοῦσιν
*<συκάνιος>
σύνοδος
<σὺν ἱδρῶτι>
σὺν καμάτῳ
<συνιεῖ>
νοεῖ
<συνίημι>
νοῶ
<συνιζήσεως>
συγκαθίσεως. ἐκ τοῦ συνιζάνειν. ἕζεσθαι γὰρ τὸ κα- θέζεσθαι
<συνίρνα>
συνέχεις
<συνίσσεις>
ἀντὶ τοῦ συγκλείεις
<συνιστάνειν>
ἐπαινεῖν. φανεροῦν. βεβαιοῦν. παρατιθέναι
<συνιστορεῖ>
σύνοιδα
<συνίστωρ>
γνώστης. μάρτυς. συνόμιλος. συμπράκτωρ
<σύνιτε>
συνέλθατε
<συνιῶν>
νοῶν, φρονῶν
<συνκαλῶ>
συνάγω
<συνκομίσας>
συναγαγών, ἀθροίσας
<συνκροτεῖ>
βοηθεῖ. συνάγει
<συνκρούεται>
συνευφραίνεται
<συνκυρούσαις>
συντυγχανούσαις
<συνλήπτορα>
βοηθόν, συνεργόν
<συνμητιάασθαι>
συμβουλεύεσθαι
<σύνναιος>
σύνοικος
<συννένοφεν>
ἐσκυθρώπακεν
<σύννευσις>
συγκατάθεσις, κατάνευσις
<συννεφές>
σκοτεινόν
<σύννοια>
λύπη. ἔννοια
[<συννοισία>
τὸ εἰς τὸ αὐτὸ συμφέρειν]
*<συννόει>
ἐννόει, ἐνθυμοῦ
<σύννομα>
σύνδρομα. ὁμόφρονα
<συννόμους>
συν(ή)θεις
<σύννους>
κατηφεῖς
<συννυργίς>
ξύστρα
[<συνόβαυνοι>, συναυλιστήρια. καὶ κοιμητήρια]
<σύνοδος>
πολλῶν παρουσία. ἢ συνοδοιπόρος
[<συνοθούμενος>
συνερχόμενος]
<συνοικέται>
σύνοικοι
<συνοικία>
τὰ πλείονα ἐφέστια
<συνοίσειν>
συνεισενεγκεῖν
<συνοίσεται>
συμπείσεται. συνελεύσεται. συμβαλεῖται
<συνοισόμεθα>
συνελευσόμεθα
<συνοιχήσεται>
συναναιρεθήσεται
<συνοκλάζει>
ζεῖ
<συνοκωχά>
νόσος. λοιδορία. μάχη
*<συνολκή>
ἀναπνευστική, ἀναληπτική
*<συνοκωχότε>
ἐπισυμπεπτωκότες. <Συνοκωχὴ> γὰρ ἡ σύμπτωσις
<συνομαρτεῖ>
συνακολουθεῖ
<συνομαρτεύει>
σύνεισι. καὶ τὰ ὅμοια
<συνόμιλος>
σύλλογος. σύντροφος
<σύνοπος>
σύνοδος
<σύνοπτα>
εὐνόητα, ὁρατά
<σύνοπτρον>
σύνοψις ἄστρων
<σύνορος>
συγγείτων
<συνόσα>
ὁμοῦ
<συνουλωτική>
φαρμακίς
<συνουσίωσις>
μίξις τις, ἕνωσις, συγγαμία, συντυχία
[<συνοῦται>
λυπεῖται]
<συνοφρυμένος>
λυπούμενος
<σύνοφρυς>
μεγαλόφρων, μεγάλαυχος
<συνοχή>
ἀσθένεια, ἀδημονία, ταραχή
<συνπαίστωρ>
συμφοιτητής, ὁμότροφος
<συνπαρομαρτοῦν>
συνακολουθεῖν
[<συνπειραθέντες>
συστραφέντες]
<συνπολευμένους>
συνιόντας
<σύν ρα>
ὁμόσε
<συνρεφειῶν>
συνσκεπῶν
<συνρυσμοῦσθαι>
συγκρίνεσθαι
*<σύνταγμα>
πλῆθος. στράτευμα
<συνσοῦσθαι>
ἐπὶ τὸ αὐτὸ συμφέρεσθαι
<σύνστειπτον>
συμπεπυκνωμένην. συμπεφυκυῖαν
<συνστροβ(ι)λίσαι>
συνστρέψαι
<συνστύψαι>
σκυθρωπάσαι
<συνσυριστής>
ὁ πάντα συνσύρων
<σύνταγμα>
σύγγραμμα, ἢ ἐκ λόγων τάγμα
<συντακτήριος>
......
<συντάξει>
παραγγελεῖ
*<συντάξασθαι>
ἀσπάσασθαι
<σύνταξις>
ἡ τετράς. ἢ διοίκησις. ἢ σύνθεσις
<σύνταξον>
παράσχου
<συντάργανες>
συντεταραγμένοι
*<συντεμών>
συντελέσας
*<συντετάσθαι>
διεκ(τε)τάσθαι
*<συντέθεικα>
συνεθέμην
<συντεθραμμένου>
συγγενοῦς, ἢ ὁμοτρόφου
<συντεθράνωται>
συμπέπτωκε
<συντείνας>
σπουδάσας
*<συντελείας>
κακίας
<συντελέσθαι>
πληροῦσθαι
<συντελεσθήτω>
τελειωθήτω
<συντέρμων>
[συντελεστής
<συντεταμένου>
[συγκεκομμένου. συντόμως εἰρημένου
<συντεταραγμένου>
συγκεχυμένου
<συντέτηκα>
προσανάκειμαι
<συντευξόμενοι>
συντυγχάνοντες
<σὺν τῇ>
σὺν αὐτῇ
<συντόμως>
διὰ βραχέων
<συντόνη>
σύστασις
<σύντονον>
σφοδρόν. ἰσχυρόν. συνεχές
<σύντρεις αἰνύμενος>
ὁμοῦ τρεῖς συλλαμβάνων
<συντρίβει>
συνθλᾷ
<συντριβής>
συνδιατρίβουσα. συνοῦσα
<σύντριμμα>
ἁμάρτημα
<σύντροφον>
συνανάτροφον
<συντροχάσῃ>
καταντήσῃ. πληρωθῇ
<συντυχία>
συνέντευξις
[<συντυχίζειν>
συνσωρεύειν]
*<συνειλάσσεσθαι>
συνσυρίσασθαι. συνάγειν ποίμνια ἐν ὕλῃ
<σύνφημι>
......
<συνχαίρω>
.....
<συνχεῖ>
ταράσσει. λυπεῖ
<συνῳδά>
σύμφωνα
<συνῳδ[ε]ία>
συγχορεία
<συνωθήσει>
συνελάσει
<συνωθούμενοι>
συνελαυνόμενοι.
<συνῳκισμένων>
συνεληλυθότων
<συνωμάρτησε>
συνηκολούθησεν
<συνώμεθα>
συνθώμεθα, συνθήκας ποιησώμεθα
<συνωμοσία>
ἡ μεθ' ὅρκων φιλία
<συνωρίδα>
ἅρμα δίπωλον
<συνωρίδος>
δυάδος
<συνωρίς>
ἅρμα ἐκ δύο ἵππων, ἢ συζυγία
<σύνωρον>
σύμφωνον. ὁμολογούμενον. ἢ συγγενῆ
[<συόαι>
βάρβαροι]
<συοβαύβαλοι>
συῶν αὐλιστήρια καὶ κοιμητήρια
<Συοβοιωτοί>
οἱ Βοιωτοὶ σύες
<συορόγχαι>
βλαπτικοί
<συὸς ἀγρίου>
συάγρου
<συοφόρβια>
συῶν ἀγέλαι. ἢ χοίρων ἀσφαλεῖς δεσμοί
<συοφορβός>
σῦς τρέφων
<Συπαλήττ[ε]ιος>
δῆμος φυλῆς Κεκροπίδος
<Συπαλητ(τ)ίους>
κακούργους
<σύραι>
πολυτελεῖς
<Συρακοσία τράπεζα>
πολυτελής
<σύρας μαχαίρας>
ὅτι πολυτελεῖς, διὰ τὸ παροικεῖν αὐτοὺς Πέρσαις· εἰ μὴ ἀντὶ τοῦ σοβαρεῖς· καὶ μήποτε <σύβρας. Συβρ(ι)άζειν> γὰρ τὸ θρύπτεσθαι καὶ χλιδᾶν φασι
<σύρβα>
μετὰ θορύβου
<σύρβη>
παρὰ τοῖς μεταλλικοῖς
<συρβηνεύς>
Κρατῖνος ἐν Θρᾴτταις. ἤτοι (α)ὐλητής· <σύρβη> γὰρ ἡ αὐλοθήκη. ἢ ταραχώδης
<Συργάστωρ>
συοφορβός. καὶ ὄνομα βαρβαρικόν
<σύρη>
πλῆθος. σύρματα ναυμαχίας
<συρία>
ἡ παχεῖα χλαῖνα. ἤτοι ἀπὸ τοῦ σισύρνης· ἢ ὅτι ἐν Καππαδοκίᾳ γίνεται. οὗτοι δὲ Σύροι
Συρία>
διὰ τὸ[ῦ] σύρεσθαι ὑπὸ τοῦ κατακλυσμοῦ
<σύριγγες>
ἐκ καλάμων πανδούρια, ἢ κατατρήσεις εἰς ἀλλήλας ἐμ- πίπτουσαι
<συρίγγιον>
τροχοῦ κένωμα, δι' οὗ ἐνίεται ὁ ἄξων
<σύριγξ>
δορατοθήκη. ἢ ὄργανον μουσικόν
*<σύριγγος>
αὐλοῦ μουσικοῦ. ἢ τῆς δορατοθήκης τὸ εἶδος
<Συρίη>
ἐνηγαίη τῇ περὶ Πόντον. ἡ νῦν λεγομένη Σῦρος νῆσος· ἔστι δὲ τῶν Κυκλάδων
<Συρίοις κύβοις>
μήποτε Σύριον λέγει τὸν Πέρσην λεγόμενον· διὰ τὸ Συρίαν λέγεσθαι γῆν τὴν ἀπὸ Φοινίκης μέχρι Βαβυλῶνος
<Σύριον>
Ἀσσύριον. τὸ διὰ Συρίας φερόμενον. ἢ διὰ τὸ σώλινον
<συρίσκος>
ἀγγεῖόν τι πλεκτόν, εἰς ὃ σῦκα ἐμβάλλουσι. τινὲς δὲ <ὑρίσκον>
<συριστής>
γέρανος ἄῤῥην
<σύρκεσι>
σαρξίν. Αἰολεῖς
<σύρκιζε>
σάρκαζε
<συρμαία>
ἀγών τις ἐν Λακεδαίμονι, ἔπαθλον ἔχων συρμαίαν. ἔστι δὲ βρωμάτιον διὰ στέατος καὶ μέλιτος. λέγεται δὲ καὶ <συρμαϊσμός>, καὶ ἔστι πρὸς κάθαρσιν. καὶ πόμα δι' ὕδατος καὶ ἁλῶν
<συρματὶς στρατιά>
ἡ τὰ συμψήματα καὶ φρύγανα σύρουσα καὶ συλλέγουσα
<συρμίον>
λάχανόν τι σελίνῳ ἐοικός
<συρμιστήρ>
ξυλοπώλης
<συῤῥάδ(ι)ος>
νόθος. μικτός. εἰκαῖος
*<σύῤῥα>
ὁμόσε, εἰς τὸ αὐτό
<σύρτης>
χαλινός
*<Σύρος>
Ἄραψ
<συρτίς>
φθορά, καὶ λύμη
*<συράσσει>
συμπίπτει
*<συῤῥίφη>
σὺνσκέπη
<συρφετός>
ὄχλος. ἢ κονιορτὸς μετὰ κόπρων. τινὲς δὲ χειμών καὶ συρμός. ἢ ἀκάθαρτος
<σύρφη>
φρύγανα
<σύρφος>
θηρίδιον μικρόν, ὁποῖον ἐμπίς
<σύρων>
ἕλκων
<σῦς>
γυνή. <ὗς>· σύαγρος
<συσκαν(ί)α>
τὸ συσσίτιον
<συσπαστόν>
τῶν τραγικῶν τι ἐγχειρίδιον ἐκαλεῖτο, ὡς Πολέμων φησί, τὸ συντρέχον, ἐν Αἴαντος ὑποκρίσει
*<σύσσημον>
σημεῖον
*<σύς>
σύσσημος, συς<ση>μός
<σύσσιτον>
ἄριστον. ἢ τὸν συνεσθίοντά τινι
<συσσοΐη>
ἡ ἀνεμπόδιστος φορά
*<συσκευή>
ἐπιβουλή
*<σύσκηνος>
σύνοικος
*<σύσκια>
σύνδενδρα
<συστάσεις>
σύνοδοι. συμφωνίαι
<συστατῶν>
συγκροτῶν. συστῶν. καὶ τὰ ὅμοια
*<συστήσασθαι>
πήξασθαι
<σύστηνον>
(ἐ)στενοχωρημένον. τρίχινος χιτών, ἢ ῥυπαρός. Ἀντίμαχος
<συστομώτερον σκάφης>
παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων μετοίκων· διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφίετο
<συστραφέντες>
συνελθόντες
<συστρεμ(μ)άτων>
θορύβων. πλάνων
<συστροφή>
ἴλιγξ ὑδάτων. ἢ σκοτισμός
<συτάσσει>
ἱκετεύει
<σύτο[ι]>
ὥρμησεν, ὥρμα. ἀνῆλθεν. ἀνηκόντισεν
<συφαιός>
χοιροβοσκός
<σύφακα>
γλεῦκος
<συφακίζειν>
ὀπωρίζειν
<σῦφαρ>
γῆρας, τὸ ὑπέρτατον· οἱ δὲ τὸ τοῦ ὄφεως. καὶ τὸ ἐρ(ρ)υτιδω- μένον σῦκον. καὶ τὸ ἐπὶ τοῦ γάλακτος τροφῶδες
<συφεός>
τόπος, ὅπου αἱ σῦς τρέφονται
<συφιοί>
οἱ τῶν συῶν οἶκοι
<συχνά>, πυκνά, συνεχῆ, πολλά
<συχνοῖς>
συνεχέσι. καὶ τὰ ὅμοια
<σφάγιον>
πρόβατον. θῦμα. ἢ ἐν ᾧ τὸ τῶν ἱερείων ὑποδέχεται αἷμα, τόπος
<σφαγή>
ὁ κατὰ τὴν κατακλεῖδα τόπος
<σφάγια>
ἡ τῆς ἱερουργίας ἡμέρα
<σφαγίς>
τὸ προκάρδιον. καὶ ἡ τομή
<σφαδάζει>
βράζει. δυσθανατεῖ. χαλεπῶς φέρει. διασπᾶται. ἀγανακτεῖ. δυσφορεῖ. ἀτακτεῖ. μετὰ χολῆς ὀργίζεται. καὶ μετὰ χόλου πολλοῦ, ἢ μετὰ σπασμοῦ πηδᾷ. μαίνεται. σπεύδει. διασείει. θυμοῦται. ταράττε- ται ὑπὸ τραύματος ζέοντος
<σφαδασμός>
σπασμός. καὶ τὰ ὅμοια
*<σφαδάζουσα>
ῥηγνυμένη
*<σφαδανόν>
σφοδρόν. καταπληκτικῶς
<σφαίλειν>
πλῆσαι
[<σφαιραγεῦντο>
ἐψόφουν]
<σφαιρηδόν>
περιφερές, στρογγύλον ὡς σφαῖρα
<σφαιρωτήρ>
ζηνίχιον σανδαλίου, σκύτος, κόμμα λώρου
<σφακελισμός>
παραπληξία
<σφακελίσαν>
κακωθέν. καταφθαρέν
<σφακελίζει>
κρούει τοῖς ποσί. κινεῖ δεινῶς. ὀδυνᾶται. σπᾷ. διασπᾶ- ται. ἀλγύνεται. <Σφακελισμός> γὰρ καὶ <σφάκελος> ἡ ἄμετρος ὀδύνη· καὶ ἡ μετὰ σπασμοῦ τῆς χολῆς πρόεσις· καὶ ἡ τῶν ὀστέων σῆψις
<ς(φ)άκια>
τῆς ἀμπέλου τὰ κλήματα
<σφάκος>
χόρτος, ὃν τὰ κτήνη ἐσθίει. οἱ δὲ τὸ ἐπὶ τῶν δρυῶν ἐπιγεν- νώμενον, ὃ καλοῦσι βρύον. οὐκ εὖ. ἐκεῖνος γὰρ <φά(ς)κος> λέγεται
<σφακώδη κλιτύν>
καθ' ἣν ὁ (ς)φάκος ἐφύετο. ἔστι δὲ ἄγριον φυτόν
<σφαλάσσειν>
τέμνειν. κεντεῖν
<σφαλεῖεν>
ἀποτύχοιεν. ψευσθεῖεν
<σφαλερόν>
ἐπικίνδυνον. σαθρόν. ἀβέβαιον
<σφαλερόν>
ἐπισφαλές. ἐπικίνδυνον
*<σφάλμα>
ἁμάρτημα
<σφάλλειν>
κλίνειν. καταβάλλειν. ἁμαρτάνειν
<σφαλμᾷ>
σκιρτᾷ. σφάλλεται. ἄλλοι ἀντὶ τοῦ σφαδάζειν τετάχθαι φασί. ἔνιοι μετὰ ἐπιθυμίας τι πράττειν
<σφάλλον>
κολάκευσον
*<σφάλλονται>
ἁμαρτάνουσιν
<(ς)φαλ[λ]ός>
..... ἔστι γὰρ ξύλον ποδῶν δεσμωτικόν· οἱ δὲ κορμὸν ἢ δίσκον· ἄλλοι δισκοειδές τι σκεῦος μολύβδιν(ον) ἔχον κρίκον, ὃ δεσμοῦντες ὑπὲρ τὴν κεφαλὴν ῥίπτουσιν ἐν τοῖς ἀγῶσι
<σφάνιον>
κλινίδιον
<σφαραγγές>
<σφ(α)ραγίζει>
βροντᾷ. ταράττει. ψοφεῖ
(*)<σφαραγεῦντο>
κατεπονοῦντο. ἐφλέγοντο. ἐψόφουν
<σφάραγ[γ]ος>
βρόγχος. τράχηλος. λαιμός. ψόφος
<σφάς>
αὐτούς, αὐτάς, [αὐτά]
<σφέ>
αὐτούς, αὐτάς, αὐτά
<σφέας>
αὐτούς, κατ' ἔγκλισιν
<σφεδανόν>
ἐπιτεταμένον. συντονώτατον. σφοδρόν. ὀξύ
<σφεδανῶν>
φονεύων, ὀλλύς, κτείνων. τινὲς ἐπεσπευμένων. ἄλλοι σύν- θετον εἶναι ἐκ τοῦ <σφέ> καὶ <δανῶν>, ὅ ἐστι κτείνων· ἔστι δὲ ῥημα- τικόν
[<σφεζόμενοι>
ἐπικαθεζόμενοι]
<σφειδρόν>
καθαρόν. εὐῶδες
<σφειλ[λ]όν>
λοξόν. πυκνόν. εὐκίνητον. προσφυές. δριμύ
<σφείων>
αὐτῶν
<σφέλας>
ὑποπόδιον
<σφέλα>
ὑποπόδια
<σφέλμα>
τὸ ἄνθος τῆς πρίνου
<Σφενδαλῆς>
δῆμος τῆς Ἀττικῆς
<σφενδόναιαν>
σφενδόνην. ἢ τὴν σφραγῖδα
<σφενδόνην>
τοῦ δακτυλίου τὸ περιφερές. ἢ σφραγίς
<σφέρτα>
τὰ ἄφορα δένδρα
<σφέτερα>
ἴδια αὐτῶν
<σφετέρῃσι>
ταῖς αὐτῶν αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο
<σφετερίζει>
εἰς ἴδιον κέρδος <(κε)χηνώς
σφετεριζόμενος>
ὑφαιρούμενος. ἰδιοποιούμενος
<σφετερίζων>
ἰδιοποιούμενος, καὶ προσλαμβανόμενος
<σφέτερον>
τὸ αὐτῶν ἴδιον
[<σφετρίδες>
ἐπιβλήματα]
<σφέων>
αὐτῶν
<σφῇ>
αὐτή
<σφῆισι>
ταῖς ἑαυτῶν
<Σφήκεια>
ἡ Κύπρος τὸ πρότερον. καὶ τὰ τῶν σφηκῶν κηρία
<σφηκίσκος>
τὰ μακρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα <σφη- κίσκους> λέγουσιν· ἐπεὶ καὶ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἄγαν ἔχουσι. καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ .. προκοιλίους ..........
<σφηκισμός>
εἶδος αὐλήσεως εἰρημένον ἀπὸ τῆς ἐμφερείας τῶν βομ(β)ῶν
<σφηκίωσις>
κηρία σφηκῶν
<σφηκοί>
οὐ κεχυμένοι τῇ σαρκώσει, ἀλλὰ συνεσφιγμένοι. ἔνιοι δὲ ῥω- μαλέους
*<σφηκῶν>
ποικίλων
<σφηκὸς λόφου>
τὸ ἄκρον τοῦ λόφου, τὸ ἐπὶ τῶν ὤτων ἀποκρεμά- μενον τοῦ λόφου, τῆς περικεφαλαίας τὸ συνεσφιγμένον. <Λόφουρον> δέ, οἷον λόφου ο(ὐ)ράν
<σφή>,] [σαλεῦσαι, κινῆσαι. <σφῆλαι>
<σφήκωμα>
πύκνωμα. καὶ ὁ δεσμός
<σφῆλαι>
πλανῆσαι. βλάψαι .......
<σφήλειεν>
ἀποτυχεῖν ποιήσειεν
<σφηλόν>
λοξόν. πυκνόν. εὐκίνητον. <Ἄσφηλον> δὲ τὸ ἀκίνητον
<σφηνεύς>
ἰχθῦς ποιὸς θαλάττιος
<σφηνούμενος>
στρεβλούμενος
<σφῆς>
τῆς ἑαυτοῦ
<σφῇσι>
ταῖς αὐτῶν
[<σφῇσιν>
αὐταῖς, ἢ αὐτοῖς]
<Σφήττιοι>
δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
[<σφί>
ἑαυτοῦ ἢ ἑαυτῆς]
<σφί(γ)κται>
οἱ κίναιδοι, καὶ ἁπαλοί
<σφιγκτήρ>
χιτών. Ταραντῖνοι
<σφίδες>
χορδαὶ μαγειρικαί
<σφίδη>
χορδή
<σφίν>
αὐτοῖς, ἢ αὐτούς, ἢ αὐτάς
*<σφίσιν>
ἑαυτοῖς [ἢ ταῖς ἑαυτῶν]
<σφισίμολος>
διαφορὰ τῆς κινήσεως
<σφόδελος>
ἡ ἅλιμος. δασὺ ἄνθος, ἄρχον, σκιερόν. οἱ δὲ σῖτον
<σφοδελοφόρους>
τοὺς μετοίκους
<σφόδρα>
πάνυ, πολύ, ἄγαν, λίαν
<σφοδρόν>
ἔντονον. ἰσχυρόν. ὀξύ. στιβαρόν. εὔτονον. χαλεπόν
<σφοῖσι>
τοῖς αὐτῶν
<σφονδύλη>
ὅμοιόν τί φασι σαλαφίῳ εἶναι, ὀσμὴν φαύλην προϊέμενον, εἴ τις ἅψεται αὐτῆς
<σφόνδυλος>
τράχηλος
<σφόνδυλοι>
αἱ ἁρμογαὶ τῶν μελῶν. καὶ οἱ τῶν φυτῶν πυθμένες. ἄλλοι τὰς δικαστικὰς ψήφους. καὶ τὰ τῆς ῥάχεως ὀστᾶ. καὶ τῶν σκορ- πίων αἱ ἐπὶ τῶν κέντρων περιγραφαί
<σφορτάν>
λιμόν
<σφοῦ>
τοῦ αὑτοῦ, τοῦ ἰδίου [ἢ τῆς αὑτῆς]
<σφραγῖδες>
αἱ ἐπὶ τῶν δακτυλίων, καὶ τὰ τῶν ἱματίων σημεῖα
<σφραγιδονυχαργοκομήτας>
τοὺς ἔχοντας σφραγῖδας ἐν τοῖς δα- κτυλίοις ὄνυχας λίθους, καὶ κομῶντας
<σφραγίς>
χελώνη. καὶ ὁ ἐν τῷ δακτυλίῳ λίθος, ἢ σήμαντρον
*<σφηρός>
τὸ τοῦ ἱματίου σημεῖον
<σφριαί>
ἀπειλαί, ὀργαί
<σφριγᾷ>
περιτέταται, περιτείνε(τα)ι. ἄλλοι σφύζει, πλήρης τυγχάνει. μάλιστα δὲ ἐπὶ θηλείας, εὐσωματεῖ, ἀκμάζει, νεάζει, καπριᾷ
<σφριγανόν>
ἀκμαῖον. δαψιλές. σφοδρόν
<σφριγῶν>
ἀκμάζων, νεάζων, αὔξων
<σφριγῶντα>
ἐπαιρόμενα, ἰσχύοντα
<σφριγῶσα>
πεπυκνωμένη, συνεστηκυῖα, ἰσχύουσα
<σφυγμός>
φλεγμονή. κυρίως δὲ ὁ παλμὸς τῶν ἀρτηριῶν
<σφυδρά>
ἡ περιφέρεια τῶν ποδῶν
<σφυδῶν>
ἰσχυρός, εὔρωστος, σκληρός
<σφύζει>
πηδᾷ, φλεγμαίνει. καίεται. στέλλεται ἡ φλέψ
<σφῦρα>
ἐργαλεῖον τεκτονικόν, ἢ χαλκευτικόν
<σφυρά>
τὰ περὶ τοὺς ἀστραγάλους, αἱ περιφέρειαι τῶν ποδῶν. ἢ τῶν ὀρῶν τὰ ἐπίπεδα καὶ κατώτατα. ἢ ἡ παρά τισι λεγομένη <κέστρα>, ἰχθῦς θαλάσσιος
<σφυράδες>
τὰ διαχωρήματα τῶν αἰγῶν καὶ προβάτων. οἱ δὲ <σπυ- ράδας>
<σφυρήλατος>
σφύραις ἐληλα[ς]μένος, οὐ χωνευτός
<σφυρήματα>
τὰ σιδήρια, ὅτι οὐ χεῖται
<σφυροδέται>
ἡ λέξις παρὰ τοῖς τὰ ἱπποτροφικά
<σφυρόν>
σφοδρόν. ἢ τὸ ἐπάνω τῶν ἀστραγάλων
<σφύρωσις>
διάροσις. [ἢ ἐν κύκλῳ τὰ πέλματα
<σφώ>
ὑμεῖς. ἢ ὑμᾶς
[<σφῶϊ>
τῆς ἑαυτῶν]
<σφωέ>
ἑαυτούς. ἔστι δὲ τοῦ τρίτου προσώπου
<σφῶϊν>
ὑμῖν, καὶ ὑμῶν, καὶ αὐτοῖς
<σφωΐτερον>
ὑμέτερον, ὑμῶν τῶν δύο
<σφῶν>
ἑαυτῶν
<σχᾷ>
σχάζει
<σχαδόνες>
τὰ κηρία τῶν μελισσῶν, ἔνθα οἱ σκώληκες. οἱ δὲ τὴν ὑπερ- βάλλουσαν ἡδονὴν <σχαδόνες>
<σχαδών>
κυβευτικὸς βόλος
<σχαλίδες>
δι' ὧν σχάζουσι τὰ δίκτυα ὀρθὰ ἑστῶτα
<σχαλίσαι>
θηλάσαι. καὶ <ἀνίσχαλον> τὸ ἄτοκον καὶ ἀθήλαστον
[<σχανδές>
τὸ δίκτυον]
<σχάσαι>
μετάβαλ[λ]ε
<σχάσει>
ἀφήσει
<σχάσον>
ἄφελκε. κατάπαυσον
<σχαστηρία>
ὁρμιστηρία. καὶ [ἵ]μέρος τι ἐν τῇ νηΐ
<σχαῦδαι>
ἰσχνόφωνοι
<σχέδην>
ἡσυχῆ, βάδην
<σχεδία>
μικρὰ ναῦς. ἢ ξύλα ἃ συνδέουσι, καὶ οὕτως πλέουσιν. ἢ ὅπλα τὰ ἐκ χειρὸς τιτρώσκοντα
<σχεδιάζειν>
ἐγγίζειν. ἐκ παρατυχόντος ἐν ἑτοίμῳ λέγειν. λέγεται δὲ καὶ ἐπὶ τοῦ ταχέως ποιεῖν
<σχεδιασθείς>
ἐγγισθείς
*<σχέδιοι>
εὐτελεῖς
[<σχεδίη>
συνάφεια. κοινωνία]
<σχεδίη>
σχεδία. [καὶ τὸ ἐκ χειρὸς πατάξαι οὕτω λέγεται.] καὶ ἡ εἰκαίως πεποιημένη ναῦς. διάβασις, γέφυρα, ζεῦγμα
<σχέδιον>
τὸ δόρυ, ὃ μὴ ἀκοντίζεται. ἢ τὸ ἀνευπρεπῶς γενόμενον. ἢ ἐκ τοῦ σύνεγγυς
<σχεδόθεν>
ἐγγύθεν
<σχεδόν>
ἐγγύς, ἐκ χειρός
<σχεδρός>
τλήμων, καρτερικός
<σχέθεν>
ἔμεινεν. ἐκρατήθη. ἐπέσχεν
<σχεθέτω>
ἐπισχεθήτω, ἐπισχέτω
<σχέθον>
κατέσχον
<σχέθων>
κατέχων
<σχελίδες>
κρέα ἐπιμήκη τετμημένα. οἱ δὲ πλευρίδες
<σχέλινος>
ἀγρία κυπάρισσος. οἱ δὲ ἄρκευθος
*<σχέμα>
σχῆμα [Ἀχαιοί
*<σχεῖται>
ἐμεῖ
*<σχεθήτω>
κατασχεθήτω
<σχελυνάζει>
φλυαρεῖ
<σχενδυλόληπτοι
ἐσχενδυλῆσθαι> ἔλεγον τοὺς ἐν τοῖς ταύροις. ἀπὸ τοῦ χαλκευτικοῦ ὀργάνου, ὃ <σχενδύλη> λέγεται
<σχέραφος>
βλασφημία. λοιδορία
<Σχερίη>
ἡ Σχερία. ἡ τῶν Φαιάκων χώρα, ἢ νῆσος Κέρκυρα τὸ πρό- τερον οὕτως ἐκαλεῖτο
<σχερόν>
κῦμα ἕτοιμον. Ἀμερίας
<σχερός>
ἀκτή, αἰγιαλός
<σχέσις>
ἐποχή. κατάστασις. συγγένεια. φιλία
<σχετική>
κατασχετικὴ οἰκείωσις
<σχετικός>
ἡ πρός τινα ἔχων σχέσιν καὶ ἐγγύτητα. ἔστι δὲ τῶν πρός τι
<σχετικῶς>
οἰκειωτικῶς
<σχετλιάζει>
δυσφορεῖ, δυσχεραίνει, δυσπετεῖ
<σχετλιαζέτω>
βαρείσθω, ἀποδυσπετείτω. Σχέτλιον γὰρ τὸ ἄδικον
<σχετλιάζων>
ἀδικούμενος
<σχέτλιαι>
δειναί
<σχετλιασμοί>
δυστροπίαι. δυσφημίαι ὀδυνηραί
<σχέτλιον>
χαλεπόν, ὀδυνηρόν, ἄπορον, ἄθυμον. ἀτυχές. ἄδικον
<σχέτλιος>
τάλας. ἀγνώμων. φορτικός. στεναγμοῦ ἄξιος. χαλεπός
*<σχίδακας>
κλάσματα ξύλων
<σχῆμα>
πλάσμα. ἱματισμός. διάθεσις. κόμπος
<σχηματιζόμενοι>
προσποιούμενοι, σχῆμα ἐπιδεικνύοντες
<σχηματισμός>
πλάσμα
<σχηματοβόλον>
ἤτοι ἐπὶ τῶν δικαστῶν τούτους ἐλάμβανον
<σχήσει>
ἐφέξει, καθέξει
<σχήσειν>
ἀνθέξειν, κωλύσειν, παύσειν
<σχήσεις>
προσέξεις
<σχήσεσθαι>
κατασχεθήσεσθαι
<σχήσεται>
ἀνθέξει
<σχῆσις>
ἕξις. ὁρμή
<σχήσουσι>
κωλύουσι, παύσουσιν, ἐφέξουσιν
<σχήσων>
ἐφέξων. καὶ τὰ ὅμοια
<σχητηρίαν>
ἄγκυραν. ὁρμιστηρία
<σχίδα>
σχίδος σινδόνος. πῆγμα
<σχίδαξ>
κλάσμα ξύλου
<σχίδια>
ὠμόλινα
<σχίδος>
τὴν ἀπόσχισιν
<σχίζα>
ἡ λαμπάς
<σχίζῃς>
σχίζαις
*<σχίδαζε>
τὰ ξύλα
*<σχίδαξ>
τῶν ξύλων
............
<σχιζογυάνδρους>
τοὺς συκοφάντας
<σχιζόποδες>
τῶν ὀρνέων τὰ ἔνυδρα
*<σχίζεσι>
σχίδαξι
(*)<σχῖνος>
εἶδος σμαράγδου εἰργασμένου
<σχινάτας>
σχινατίων ἀγών τις ἐπιτάφιος ἐν Λακεδαίμονι
<σχίνδαν>
θερμάστριον
<σχῖνον διατρώγων>
εἰώθασι τὴν σχίνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας
<σχινοκέφαλος>
........ εἶδος φυτοῦ
<σχῖνος>
τὸ ψέλ[λ]ιον. καὶ ἡ σκίλλα. καὶ εἶδος φυτοῦ
<Σχινοῦντα>
νῆσός ἐστι Σχινοῦς(ς)α Φωκίδος
<σχίσμα>
ποδὸς τὰ σχίσματα. καὶ ὀρχηστικὸν σχῆμα
<σχι(ς)ματῶδες>
ὁμοίως
<σχισμή>
διαχώρισις
<σχιστά>
τὰ γράμματα. καὶ τὰ κρόμμυα
<σχιστόν>
προσκεφάλαιον
<σχι(ς)τός>
χιτών τις ποιὸς γυναικεῖος, κατὰ τὸ στῆθος πόρπῃ συν- εχόμενος
<σχοία[ν]το>
παύσαιντο, ἐπίσχοιεν
<σχοίητε>
νομίσοιτε, ὑπολάβοιτε
<Σχοίνικος>
ὁ Ἀμφιαράου ἡνίοχος. καὶ ὄρνις τις. καὶ φυτόν
<σχοινίνην φωνήν>
τὴν σαθρὰν καὶ διεῤῥωγυῖαν
<σχοίνινος ἡθμός>
δι' οὗ τὰς ψήφους οἱ δικασταὶ εἰς τὰς ὑδρ[ε]ίας κα[τα]θιᾶσιν
<σχοινίον
τὸ μεμιλτωμένον> ἔρ(ρ)αινον ὑπὲρ τοῦ σοβῆσαι τὴν ἀγοράν, ὁπότε βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν. καὶ ἐν τῇ νηῒ ὁ σχοι- νοδρόμος. καὶ ὄρνις τις
*<σχοίνισμα>
μέτρον ὁδοῦ. ἢ μέρος
<Σχοῖνος>
πόλις Βοιωτίας, καὶ τὸ τῆς σχοίνου φυτόν· σχοίνῳ ὑπεκλίνθη
<σχοινοτενές>
ὀρθόν. μακρόν
<σχοίνων>
τῶν αὐλητικῶν νόμων τις
*<σχολάσατε>
ἠρεμίσατε
<σχολαῖον>
ἡσύχιον. βραδύ
<σχολαιότερον>
ἠρεμώτερον. βραδύτερον
<σχολαίων>
ἀργῶν
<σχολή>
οὐ μόνον τὸ μηδὲν δρᾶν, ἀλλὰ καὶ τὸ περί τι σχολάζειν. καὶ ἡ διατριβή
<σχόλια>
σεμνολογήματα
<σχόμεθα>
ἐπὶ τοῦ περιέσχομεν· "οὕνεκά μιν σὺμ παιδὶ περισχόμεθ[α]"
<σχομένη>
κατασχεθεῖσα. ἀνατείνασα τὰς χεῖρας. καλύψασα τὸ πρός- ωπον
<σχόμενος περὶ δουρί>
κατασχεθεὶς καὶ συλληφθεὶς ὑπὸ τοῦ δόρατος
<σχόντες>
εἰληφότες. προσχόντες
<σχῦρ>
ἐχῖνος
<σχώμεθα>
κατασχεθῶμεν
<σχῶνται>
ἀπόσχωνται
<σῶ>
σώω
<σωάδδει>
παρατηρεῖ
<σωβῆρις>
ναῦς, πορθμίς. ἔνιοι τὴν παλαιάν
<σωγάσαι>
σῶσαι
<σώεσκον>
ἔσωζον
<σώζει>
διασώζει. βουλεύεται
<σωκεῖ>
ἰσχύει. βοηθεῖ
<σῶκος>
σωσίοικος, σάοικος. ἰσχυρός
<σῶκον>
[ἀ]δυνατόν
<σωκόνδας>
ὁ γαμικὸς οἶκος
<σωκόον>
σῶα ἀκούοντα. τὸν Ἑρμῆν. καὶ σωσίοικον
<σωλῆνες>
οἱ στεγαστῆρες. καὶ τῶν ὀστρακοδέρμων τι γένος κογχυλίων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μορίων
<σωλίγξαι>
δραμεῖν
<σωλούς>
ὗς
<σῶμα>
πτῶμα. δέμας
<σῶμαι>
ἕρπω. Δωριεῖς
<σωμάλοιφος>
ὁ κατειλημμένος σώματι τὰ σκύτινα αἰδοῖα
<σωματοφύλαξ>
δορυφόρος. νωτοφόρος, καὶ ὁ βασιλικὸς φύλαξ
<σῶν>
σῴαν. ἡ βλάστησις, ἀπὸ τοῦ σε[β]ύεσθαι. Ἀττικοὶ δὲ σωζόμενον
<σῶον>
ὁλόκληρον, ὑγιαῖνον
<σώοντες>
σώζοντες. κρύπτοντες
<σώοντο>
ὡρμῶντο. ἤρχοντο
<σωπιαίνουσιν>
οἱ κύνες, παρὰ Ξενοφῶντι
<σώρακον>
ἀγγεῖον, εἰς ὃ σῦκα ἐμβάλλεται. ἢ ξυλοκανθήλια
<σωρεύει>
βουνίζει
<σωρηδόν>
κατὰ σύστημα σεσωρευμένον. λέγεται δὲ ἐναριθμητόν
<σωρεία>
πλῆθος
*<σωρωνίς>
ἐλάτη. καὶ πόλις
<σωρός>
συναγωγή, ἣ θωμοῦ διαφέρει
<σῶς>
ὁ ὁλόκληρος, καὶ τέλειος. ὁ σωζόμενος, καὶ σῶος ὑπάρχων
<σώσικες>
οἱ ἑφθοὶ κύαμοι
<σωσίβιοι>
οἱ κωβιοί
<σωσίοικος>
ὁ τοὺς οἴκους σώζων
<σῶς ὄλεθρος>
ὁ πρόδηλος, καὶ φανερός. καὶ μέγας. καὶ τέλειος
*<σωρήχ>
ἐκλεκτή .......
<σωστέ[λ]ος>
σωθῆναι ἄξιος
<σῶστρα>
σωτήρια. μήνυτρα, λύτρα. ὕμνος, ᾠδή
<σωστεύματα>
τὰ τοῦ τροχοῦ ξύλα. καὶ ὁ ἐπὶ τούτοις σίδηρος <ἐπί- σω[ς]τρον>
<σῶται>
ὁρμᾶται, ἔρχεται, πορεύεται
*<σωτεύματα>
σωτρεύματα
<Σώτειρα>
ἡ Ἀθηνᾶ παρὰ τοῖς Ἕλλησιν. κατὰ Γαληνὸν ἀντίδοτός τις
<σωτέος>
σωθῆναι ἄξιος
<Σωτήρ>
ὁ τοῦ ἁλὸς χόνδρος. καὶ ὁ Ζεύς. [καὶ] ὁ ἐλευθέριος, ἢ λυ- τρωτής
<σωτηριακόν>
τὸ εἰς ἐκφορὰν νεκροῦ διδόμενον
<σωτήριος>
ὁ οὔριος ἄνεμος
<σωτηρίου>
ἐξιλασμοῦ
<Σωτῆρος Διός>
οὕτω τὸν τρίτον κρατῆρα καλούμενον
[<σωφράτορες>
σωφρονέστεροι]
<σωφρονιστῆρες>
τῶν ὀδόντων τινὰς οὕτω λέγουσιν
*<σώφρων>
φρόνιμος. καθαρός, ἁγνός
*<σωφρονίζεται>
σεμνύνεται
<σωφρονιστής>
νουθετητής
<σωφροσύνη>
σοφία, ἐπιστήμη
<σώχ(ε)ιν>
τρίβειν
<σωχίς>
εἶδος ἀμπέλου
<σωχομένους>
τριβομένους
<Σωχός>
ὁ τῶν Κουρήτων πατήρ
<σώωντες>
κρύπτοντες