Ὠς λόγος κάκων (Edmonds)
Εμφάνιση
120 Edmonds ὠς λόγος κάκων (πηγή 2) Συγγραφέας: |
- ...ὠς λόγος κάκων ἀ[πύφυιε ϝέργων]
- Περράμῳ καὶ παῖσ[ι Τρόεσσιν ἄλμα]
- ἐκ ϝέθεν πίκρον· π[ερὶ δ᾽ ἔλλατο φλόξ]
- Ἴλιον ἴραν.
- οὐ τεαύταν Αἰακίδ[αις πόθεννον]
- πάντας ἐς γάμον μάκ[αρας καλέσσαις]
- ἄγετ᾽ ἐκ Νήρηος ἔλων [μελάθρων]
- πάρθενον ἄβραν
- ἐς δόμον Χέρρωνος· ἔλ[υσε δ᾽ ἄγνᾳ]
- ζῶμμα πάρθενῳ φιλό[τας ἀγαύω]
- Πήλεος καὶ Νηρεΐδων ἀρίστ[ας,]
- ἐς δ᾽ ἐνίαυτον
- παῖδα γέννατ᾽ αἰμιθέων [κράτιστον]
- ὄλβιον ξάνθαν ἐλάτη[ρα πώλων·]
- οἰ δ᾽ ἀπώλοντ᾽ ἀμφ᾽ Ἐ[λένᾳ Τρόες τε]
- καὶ πόλις αὔτων.
άλλη έκδοση: Ως λόγος κάκων