Ως λόγος κάκων
Εμφάνιση
120 Edmonds ὠς λόγος κάκων (πηγή 1) Συγγραφέας: |
ὠς λόγος κάκων ἄχος, Ὦλεν', ἔργων
Περράμωι καὶ παῖσι φίλοισ' ἔπηλθεν
ἐκ σέθεν πίκρον, πύρι δ' ὤλεσε Ζεῦς
Ἴλιον ἴραν.
[5]οὐ τεαύταν Αἰακίδαις ἄγαυος
πάντας ἐς γάμον μάκαρας καλέσσαις
ἄγετ΄ ἐκ Νήρηος ἔλων μελάθρων
πάρθενον ἄβραν
ἐς δόμον Χέρρωνος· ἔλυσε δ΄ ἄγνας
[10]ζῶμα παρθένω· φιλότας δ' ἔθαλε
Πήλεος καὶ Νηρεΐδων ἀρίστας.
ἐς δ΄ ἐνίαυτον
παῖδα γέννατ΄ αἰμιθέων φέριστον,
ὄλβιον ξάνθαν ἐλάτη[ρα πώλων·
[15]οἰ δ΄ ἀπώλοντ΄ ἀμφ΄ Ἐλέναι Φρύγες τε
καὶ πόλις αὔτων.
Άλλη έκδοση: Ζεύ πάτερ (Edmonds)