Ζεύ πάτερ (Edmonds)

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Edmonds 69 Ζεῦ πάτερ (πηγή 2)
Συγγραφέας: Αλκαίος ο Μυτιληναίος



εἰς Δία
Ζεῦ πάτερ, Λύδοι μὲν ἐπ᾽ ἀ[λλοτέρραις]
συμφόραισι δισχελίοις στά[τηρας]
ἄμμ᾽ ἔδωκαν αἴ κε δυναίμεθ᾽ ἴρ[αν]
ἐς πόλιν ἔλθην,
οὐ πάθοντες οὐδάμα πω ᾽σλον οὖδεν
οὐδὲ γινώσκοντες· ὀ δ᾽ ὠς ἀλώπαξ
ποικιλόφρων εὐμάρεα προλέξαις
ἤλπετο λάσην
[μὴ ᾽κτελέσσαις τοῖσι ϝέοις πολίταις.]