Χρονική Διήγησις/Προοίμιο
Χρονική Διήγησις Συγγραφέας: Προοίμιο |
Ιωάννης Κομνηνός (2)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
ΚΑΙ ΕΠΙ ΤΩΝ ΚΡΙΣΕΩΝ ΓΕΝΙΚΟΥ ΚΑΙ ΕΦΟΡΟΥ
ΚΥΡΟΥ ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΙΑΤΟΥ
ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ
ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
[2A] Αἱ ἱστορίαι δὲ ἄρα κοινωφελές τι χρῆμα τῷ βίῳ ἐφεύρηνται, εἴπερ ἐκ τούτων οὐκ ὀλίγα ἔστι ξυλλέγειν τὰ βελτίω τοῖς ᾑρημένοις. εἰδυῖαι γὰρ τὰ ἀρχαῖα καὶ ἔθη αὗται διατρανοῦσιν ἀνθρώπεια καὶ πολυπειρίαν ὑποτιθέασιν ὁπόσοι τῶν ἀνθρώπων μεγαλογνώμονες καὶ τοῦ καλοῦ αὐτόφυτον τρέφοντες ἔρωτα· καὶ κακία δὲ παρ΄ αὐταῖς κωμῳδουμένη καὶ ἀγαθοπραξία ἐξαιρομένη μετρίους ὡς τὰ πολλὰ καὶ ἐπιδιδόντας τοὺς παρ΄ ἑκάτερα τιθέασι ῥέποντας, ὅσοι τέως οὐχ ὑπ΄ αἰσχίστης συνηθείας καὶ φαυλοτάτης ἕξεως ἀνεπιστρόφως [2B] ἔχουσι τοῦ πολυεράστου χρήματος ἀρετῆς, ἐπεὶ καὶ ἀθανάτοις ἐοίκασι δήπουθεν θνητοὶ καὶ ἐπίκηροι γεγονότες καὶ πάλαι τὸ ζῆν ἐκτοξεύσαντες, ὅσους παρειλήφει τὸ ἱστορεῖν. ὀρθῶς γὰρ ἢ τοὐναντίον φαύλως βεβιωκότες εὖ τε καὶ ὡς αἰσχρῶς ἀκούουσι. καὶ τοῦ μὲν ἐς ᾅδου βέβηκεν ἡ ψυχή, πρὸς δὲ τὰ ἐξ ὧν ἡρμόσθη τὸ σῶμα ἐπαλινδρόμησε· τὰ δὲ παρ΄ αὐτοῦ βεβιωμένα, κἂν ὅσια εἴη κἂν δίκαια, κἂν ἀθέμιτα, κἂν ἐφύβριστα, κἂν ἐβίω εὐδαιμόνως κἂν κακοπραγῶν ἀνεχρέμψατο τὴν ψυχήν, ἡ ἱστορία διαπρυσίως βοᾷ. ὥστε καθ΄ ἕτερόν τινα τρόπον καὶ λόγον καὶ βίβλος ζώντων ἡ ἱστορία λεχθήσεται, καὶ σάλπιγξ περίτρανος τὰ γραφόμενα, τοὺς πάλαι τεθνεῶτας οἷον τῶν σημάτων ἐξανιστῶσα καὶ ὑπ΄ ὄψιν [2C] τιθεῖσα τοῖς βουλομένοις. ἀλλὰ τοιάδε μὲν ἡ ἱστορία, ὡς ἐπιτρέχοντά με εἰπεῖν, αὐτοῖς δὲ τοῖς ἐπιοῦσιν οὐμενοῦν οὐδαμῶς χαρίεσσα. μὴ οὕτω μανείη τις ὡς ἥδιον ἡγεῖσθαί τι ἕτερον ἱστορίας· ἃ γὰρ οἱ πολυετεῖς τῶν ἀνθρώπων καὶ Τιθωνοῦ παλαίτεροι καὶ τρικόρωνοι, εἰ τῷ βίῳ ἔτι περιῆσαν, ᾔδεσαν ἂν καὶ ἐξηγοῦντο τοῖς φιλακροάμοσι, τὰ τῆς μνήμης ἐμπυρεύοντες καὶ τὰς τῶν πράξεων ῥυσσὰς ἀνασκάλλοντες, ταῦτα δήπου προθείη καὶ ὁ φιλίστωρ, κἂν οὐδέπω παρηλλάχει τὸν μείρακα. διὰ ταῦτ΄ οὖν καὶ αὐτὸς τὰ τοῖς κατ΄ ἐμὲ χρόνοις γεγενημένα καὶ ἀνόπιν ἔτι βραχύ, μνήμης καὶ διηγήσεως ἄξια ὄντα καὶ τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ [3A] μέγεθος, οὐκ ἔγνων δεῖν σιγῇ παρελθεῖν. οὐκοῦν καὶ διὰ τῆσδέ μου τῆς ξυγγραφῆς δῆλα ταῦτα τοῖς ἔπειτα καθιστῶ. ἐπειδή δέ, ὡς καὶ ἄλλοι τε ξυμβαλεῖν ἔχουσι καὶ αὐτὸς δὲ συνορῶν οὐχ ἥκιστά εἰμι, τὰ τοῦ ἱστορεῖν τὸ τῆς διηγήσεως ἀσαφὲς καὶ περιβολαῖς καὶ περιόδοις ἐπεστραμμένον ὡς μὴ συνᾷδον αὐτοῖς οὐ προσίενται, φιλοῦσι δὲ τὸ σαφὲς ὡς οὐ μόνον κατὰ τὸν εἰπόντα σοφόν ἀλλὰ καὶ συμβαῖνόν σφισι μάλιστα, οὐδὲ τούτου πάμπαν ἔξωθεν τοῦ καλοῦ πίπτοντ΄ ἂν εὕρῃ τις τὰ γραφόμενα, οἷα καὶ ἡμῶν μὴ τὸ κομπηρὸν καὶ δυσφραδὲς καὶ κρημνώδεσιν ἀποδιειλημμένον λέξεσιν ὡς ἐπίπαν ἀσπασαμένων, εἰ καὶ χαίνοντές εἰσιν εἰς τοῦτο πολλοὶ, εἴτ΄ οὖν ἀληθέστερον εἰπεῖν ἐκλείποντες τὰ τῶν πάλαι καὶ σήμερον [3B] καὶ ὅσα τι καὶ ἐπιτήδευμα προυργιαίτατον ἐξησκηκότες διὰ μακροῦ, ἐκ τοῦ πλείονος δὲ κἀν τούτῳ δρᾶν τῇ ἱστορίᾳ προθεμένων τὰ πρόσφορα, μηδ΄ ὑπερβάθμιον πόδα τείνειν ἠγαπηκότων ἢ ὅλως τοὺς ἄξονας αὐτῆς ὑπεράλλεσθαι. ὑπὲρ γὰρ ἅπαν ἕτερον τὸ μὴ τὴν φράσιν ἁπλοῦν, ὡς ἔχω εἰπών, καὶ πρόχειρον εἰς κατάληψιν αὐτῇ διαβέβληται καὶ ἠγαπήθη σφόδρα τὸ ἄκομψον καὶ ὡς ἔχον φύσεως διηγούμενον καὶ δαιμονίως τὸ εὔληπτον περιπτύσσεται. τέλος γὰρ σκοπιμώτατον τὴν ἀλήθειαν ἔχουσα καὶ τῆς τε ῥητορικῆς δεινότητος καὶ τῆς ποιητικῆς λογοποιΐας ἀφεστῶσα κατὰ διάμετρον, καὶ τὰ τούτων διωθεῖται χαρακτηριστικά. καὶ ἄλλως δὲ κἂν οὐ [3C] βραχὺ τὸ σεμνὸν ἡ ἱστορία καὶ τὸ αἰδέσιμον ἐπισύρηται, ἐρῶσα δ΄ ὅμως προκεῖσθαι σκαπανεῦσί τε καὶ σιδηρεῦσι καὶ πολλῆς γέμουσι τῆς ἀσβόλης καὶ συνήθης εἶναι τοῖς πρὸς ὅπλα καὶ Ἄρεα βλέπουσι, μηδὲ γυναιξὶ χερνήτισι δυσκολαίνουσα διαξαινούσαις τὰ καθ΄ αὑτήν, ταῖς χαριεστέραις χαίρει τῶν φράσεων, καὶ τὸ φᾶρος τῶν ὀνομάτων εἰλικρινὲς καὶ ἀπέριττον περικεῖσθαι φιλεῖ, οὐ μὴν κεκομψευμένον καὶ ἔξαλλον• καὶ ἡ μὲν ἱστορία, ὡς ἔνι μάλιστα, μετὰ τοῦ σαφοῦς καὶ εἰς ἐπίτομον ἐπιτροχασθήσεται· ὁ δὲ λόγος εὐγνωμονῶν συγγνώμην αἰτεῖται παρ΄ οἷς εἰς χεῖρας πεσεῖται, [3D] εἰ μὴ φιλοτίμως, δι΄ ἃ εἴρηται καὶ ἁβρῶς ἐκπεπόνηται, ἐπεὶ καὶ ἄλλως νῦν πρώτως ἡμεῖς τῆς ὑποθέσεως ἐπιβαίνομεν τῆσδε, οἷά τινα ἐρήμην καὶ ἀστιβῆ διιέναι ἐγχειροῦντες ὁδόν, ὃ καὶ δύσεργόν ἐστι καὶ πολλῷ ὑπερκείμενον τοῦ ἴχνεσιν ἑτέρων προωδευκότων ἐφομαρτεῖν, ἢ γοῦν ὡς διὰ λείας καὶ βασιλικῆς βαδίζειν ὁδοῦ, λέγω δὴ τῆς ἑτέρων ἱστορίας, εὐθυπόρως τε καὶ ἀπλανῶς. ἀρχὴ δέ μοι τοῦ λέγειν ὅσα μετὰ τὸ πέρας εὐθὺς τῆς ζωῆς ἅμα καὶ τῆς ἀρχῆς τοῦ ἐκ Κομνηνῶν ἄρξαντος πρώτως Ἀλεξίου συμβέβηκεν, ἐπεὶ καὶ ἐς τόνδε τὸν ἄνακτα τὸ λέγειν συνεπεράναντο ὁπόσοι τῶν πρὸ ἡμῶν τῇ συγγραφῇ προδήλως ἐπέβαλον, ἵν΄ εἶεν τὰ ῥηθησόμενα παρ΄ ἡμῶν συναφῆ πως τοῖς ὑπ΄ ἐκείνων λεχθεῖσι καὶ ὁ λόγος οὕτω διαπλεκόμενος τρόπον τινὰ ὁλκῷ εἰκάζοιτο ῥεύματος ἐκ μιᾶς πηγῆς ἐκδιδόντι, ἢ γοῦν τὸ τῶν κρίκων ἀλληλένδετον ὑποκρίνοιτο τῇ τῶν ἀεὶ προσεχῶν ἐφάψει προϊόντων ἐς ἄπειρον. ἐν κεφαλαιώδεσι δ΄ ἐπιτομαῖς τὰ κατὰ τὸν αὐτοκράτορα Ἰωάννην τὸ ἱστορεῖν διηγήσεται, ὃς Ἀλεξίῳ διάδοχος γεγένηται τῆς ἀρχῆς, οὐδ΄ ἐμβραδυνεῖ ταῖς κατ΄ αὐτὸν [4A] ἀφηγήσεσιν, ὥσπερ ἐν τοῖς ἐφεξῆς ἐργάσεται λόγοις, οἷα καὶ ἡμῶν μὴ τὰ τοῖς ὀφθαλμοῖς ἐπὶ τῷδε παρειλημμένα συγγραφομένων, κἀντεῦθεν μηδ΄ ἀποτάδην ἐχόντων ταῦτα διεξιέναι, ἀλλ΄ ἅπερ εἰς ἀκοὴν ὠτίου εἰλήφαμεν ἐκ τῶν ὅσοι τῶν καθ΄ ἡμᾶς τὸν βασιλέα τουτονὶ ἐθεάσαντο καὶ συνωμάρτουν ἐκείνῳ πρὸς ἐναντίους χωροῦντι καὶ τὰς μάχας συνετολύπευον. ἄμεινον δ΄ ἐντεῦθεν ἄρξασθαι.