Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Ιωάννης Κομνηνός/2

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Ιωάννης Κομνηνός (2)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (2)

[4B] Τῷ ἄνακτι Ἀλεξίῳ τῷ Κομνηνῷ υἱεῖς τρεῖς καὶ θυγατέρες τέτταρες ἐγεγένηντο. ἦν δὲ τῶν μὲν ἀνδρῶν ὁ Ἰωάννης κατὰ γένεσιν προφερέστερος, πρωτογενὴς δ΄ ἁπάντων τῶν ἐξ ὀσφύος τῷ Ἀλεξίῳ ἡ θυγάτηρ Ἄννα καθεωρᾶτο, ἥτις εἰς λέχος τῷ Βρυεννίῳ Νικηφόρῳ συνέζευκτο, τιμηθεῖσα Καισάρισσα. ὁ βασιλεὺς τοίνυν καὶ τοκεὺς Ἀλέξιος μάλιστα τῶν ἄλλων παίδων τῷ Ἰωάννῃ προσέκειτο. ἀμέλει τοι καὶ τοῦτον ἐπικρίνας τῆς βασιλείας διάδοχον καταλείψειν ἐρυθροῦ τέ οἱ πεδίλου μετεδεδώκει καὶ βασιλέα ἐδεδώκει ἀναγορεύεσθαι. ἡ δὲ μήτηρ καὶ βασιλὶς Εἰρήνη τῇ θυγατρὶ Ἄννῃ τὴν πᾶσαν ἐκ τοῦ ἐναντίου χαριζομένη ῥοπὴν οὐκ ἀνίει παρὰ τῷ συλλέκτρῳ [4C] Ἀλεξίῳ τὸν Ἰωάννην ἐνδιαβάλλουσα, προπετῆ τοῦτον ἀποκαλοῦσα, καὶ ὑγρὸν τὸν βίον ἐπιτωθάζουσα, παλίνστροφόν τε τὸ ἦθος καὶ μηδαμῇ μηδὲν ὑγιές ἔχοντα, καὶ τιθεμένη διὰ παντὸς ἀσχολίας πάσης ἀνώτερον σπούδασμα, ὅπως μετάθοιτο τὴν γνώμην ὁ βασιλεύς ἣν εἶχεν ἐπ΄ αὐτῷ κυρωσάμενος. ἐνιαχοῦ δὲ καὶ λόγου πρόφασιν τὸν Βρυέννιον παρεισφέρουσα παντοίοις αὐτὸν ἐπαίνοις κατέστεφεν ἅτε εἰπεῖν ἱκανώτατον καὶ οὐκ ἐλάττονα διαπράξασθαι, καὶ μαθημάτων ἐλευθερίων μεταλαχόντα, ῥυθμίζειν τὸ ἦθος εἰδότων καὶ πρὸς βασιλείαν ἀδιαλώβητον οὐ βραχέα συναιρομένων τοῖς ἄρχειν μέλλουσιν. ὁ δ΄ Ἀλέξιος ταῦτα ἐνωτιζόμενος καὶ τὸ μητρῷον φίλτρον [4D] ἐπιστάμενος, πῇ μὲν ἄλλοις ἐκ τοῦ σχεδὸν κατεπείγουσι πράγμασι χαρίζεσθαι τὸν νοῦν πλαττόμενος οὐδὲ προσέχειν ὅλως τοῖς λεγομένοις προσεποιεῖτο, πῇ δ΄ ἐς σκέψιν ἀπολύων τὰ εἰσηγούμενα μὴ ἂν τὴν αἴτησιν αὐτῆς παραβλέψασθαι ἰσχυρίζετο. ἐνίοτε δὲ καὶ τοιοῦτόν τι παθηνάμενος εἴρηκεν «ὦ γύναι, κοινωνέ μοι λέχους καὶ βασιλείας, οὐ τὰ πρὸς χάριν παύσῃ τῆς σῆς ὑποτιθεμένη μοι θυγατρός, ἁρμονίαν τε καὶ τάξιν ἐπιχειροῦσα λύειν ἐπαινετήν, ὡς εἴπερ θεοβλαβείας μετέσχηκας; βάλλ΄ ἐς τύχην ἀγαθήν· ἢ μᾶλλον δεῦρο κοινῇ συνδιασκεψώμεθα, καὶ γνωσόμεθα τίς ἐξ ἁπάντων τῶν πρώην τὰ Ῥωμαίων σκῆπτρα παρειληφότων, υἱὸν ἔχων ἁρμόδιον εἰς ἀρχήν, τοῦτον μὲν παρεβλέψατο, γαμβρὸν δὲ ἀνθείλετο; εἰ δέ ποτε καὶ τοιόνδε τι ξυμβέβηκεν, οὐ νόμον, ὦ γύναι, τὸ [5A] σπάνιον ἡγησόμεθα. ἐπ΄ ἐμοὶ δὲ καὶ μάλα καπυρὸν γελάσειε τὸ Πανρώμαιον, καὶ τῶν φρενῶν κριθείην ἀποπεσών, εἰ τὴν βασιλείαν οὐκ ἐπαινετῶς εἰληφώς, ἀλλ΄ αἵμασιν ὁμογενῶν καὶ μεθόδοις Χριστιανικῶν ἀφισταμέναις θεσμῶν, δεῆσαν ταύτης ἀφεικέναι διάδοχον, τὸν μὲν ἐξ ὀσφύος ἀποπεμψαίμην, τὸν δὲ Μακεδόνα εἰσοικισαίμην», τὸν Βρυέννιον οὕτω λέγων, ἐπεὶ καὶ ἐξ Ὀρεστιάδος ὥρμητο· μία δ΄ αὕτη τῶν εὐδαιμόνων καὶ κρατίστων παρὰ Μακεδόσι πόλεων. τοιαῦτα πρὸς τὴν βασίλισσαν Εἰρήνην ἐμβριθῶς ὁ Ἀλέξιος φάμενος, ὅμως καὶ πάλιν τὸν μηδαμῶς ἀπειπόντα ὑποκρινόμενος, διῆγε τὴν [5b].[5B] γυναῖκα σκηπτόμενος ἀεὶ τὸν σκεπτόμενον· ἦν γάρ, εἰ καί τις ἄλλος, κρυψίνους ὁ ἀνὴρ οὗτος καὶ σοφὸν ἡγούμενος ἀεὶ τὸ περίεργον, μηδὲ τὰ πολλὰ ἐξαγγελτικὸς τοῦ ποιητέου δεικνύμενος. ἐγγίζοντος δέ οἱ τοῦ τέρματος τῆς ζωῆς, ὁ μὲν ἔκειτο πνέων τὰ λοίσθια ἐν τοῖς κατὰ τὴν μονὴν τῶν Μαγγάνων λαμπροτάτοις οἰκοδομήμασιν, ὁ δὲ παῖς Ἰωάννης τὸν πατέρα ὁρῶν τῇ τελευτῇ πλησιάζοντα, καὶ τὴν μητέρα εἰδὼς ἀποστέργουσαν καὶ τῇ ἀδελφῇ τὴν βασιλείαν μνωμένην, κοινοῦται τὸ ποιητέον τοῖς ἐκ τῆς συγγενείας ἐκείνῳ φίλα φρονοῦσιν, ὧν τὰ κράτιστα ἦν ὁ ἀδελφὸς Ἰσαάκιος. καὶ δὴ λαθὼν τὴν μητέρα εἴσεισι τὸν κοιτῶνα τὸν πατρικὸν, καὶ προσπεσὼν ὡς δῆθεν θρηνήσων ὑφαιρεῖται λάθρᾳ τῆς ἐκείνου χειρὸς τὸν σφραγιστῆρα δακτύλιον. εἰσὶ [5C] δ΄ οἳ κατὰ γνώμην τοῦ πατρὸς αὐτόν φασι τόδε πεποιηκέναι, ὡς δίδωσιν ἐννοεῖν τὰ μετὰ βραχὺ ῥηθησόμενα. αὐτίκα τοίνυν ὁ Ἰωάννης τοὺς συνίστορας ἠθροικὼς καὶ τὸ πραχθὲν ἠγγελκὼς ἐπὶ κέλητος μεθ΄ ὅπλων πρὸς τὸ μέγιστον ἀρχεῖον ἐξώρμησε, κατ΄ αὐτὴν τὴν τῶν Μαγγάνων μονὴν καὶ τὰς ἀγυιὰς ὁμοίως τῆς πόλεως ὑπὸ πλήθους τοῦ σύμφρονος καὶ τῶν κατὰ φήμην τῶν δρωμένων συναλιζομένων ἀστυπόλων βασιλεὺς αὐτοκράτωρ ἀνευφημούμενος. ἡ βασιλὶς δὲ Εἰρήνη καὶ μήτηρ τοῦ Ἰωάννου πρὸς τῶν οὕτω γινομένων ἐκθαμβηθεῖσα στείλασα μετεπέμπετο τὸν υἱὸν, καὶ παρῄνει τῶν ἐν χερσὶν ἀποσχέσθαι. ὡς δ΄ ἦν ὅλος τῶν δρωμένων ὁ Ἰωάννης καὶ κατ΄ οὐδένα τρόπον τῆς μητρὸς ἐπεστρέφετο, τὸν [5D] Βρυέννιον ἐπιρρώννυσιν ἐπιθέσθαι τῇ βασιλείᾳ συναρηγούσης αὐτῆς. ὡς δ΄ οὐδ΄ οὕτω τὰ κατὰ σκέψιν ἑώρα προβαίνοντα, πρόσεισι τῷ ἀνδρὶ ἐπὶ κλίνης ἐρριμμένῳ καὶ βραχείαις ἀναπνοαῖς τὸν ζῶντα ὑποσημαίνοντι καὶ βαλοῦσα ἑαυτὴν τῷ σώματι καταβοᾶται λαμπρῶς τοῦ υἱέως, ὡς κρήνη μελάνυδρος τὰ δάκρυα χέουσα, ὅπως αὐτοῦ τοῖς ζῶσιν ἔτι συνταττομένου τὴν βασιλείαν οὗτος κλωπεύει, εἰς ἔργα βλέψας νεώτερα. ὁ δὲ οὐδέν τι πρὸς τὰ εἰρημένα παρ΄ αὐτῆς ἀπεκρίνατο, ἄλλοις καιριωτέροις, οἷα εἰκός, τὸ τῆς ζωῆς βραβεύων λειπόμενον τῆς τε μετ΄ οὐ πολὺ ἐκδημίας φροντίζων καὶ τοῖς ψυχαγωγοῖς ἀγγέλοις ῥέπων τὰ ὄμματα. ἐγκειμένης δὲ λιπαρεστέρως τῆς βασιλίδος καὶ μὴ ἐνεγκεῖν ὅλως ἐχούσης τὰ παρὰ τοῦ παιδὸς γινόμενα, βραχύ τι παρεμφήνας καὶ βεβιασμένον μειδίαμα ὁ [6A] Ἀλέξιος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανόν, ἴσως μὲν ἐπὶ τοῖς ἀφηγηθεῖσι διαχυθεὶς καὶ θύων ὑπὲρ τούτων θεῷ χαριστήρια, εἰπεῖν δὲ καὶ κέρτομον καὶ σεσηρὸς τῇ γυναικὶ ἐνιδὼν ὡς λόγους ἀνακινούσῃ περὶ ἀρχῆς, ὅτε ψυχῆς ἐφειστήκει διάστασις ἐκ τοῦ σώματος, ἢ καὶ τὸ θεῖον ἐξιλεούμενος ἐφ΄ οἷς που καὶ παρεσφάλη τοῦ δέοντος. ἡ γυνὴ δ΄ οὖν ἐκ τοῦ ἀναμφιλέκτου χαίρειν οἰηθεῖσα τὸν ἄνδρα δι΄ ὅσα παρ΄ αὐτῆς ἠνώτιστο, ὡς ἤδη τῶν προτέρων ἐλπίδων διεψευσμένη παντάπασι καὶ διασφαλεῖσα τῶν ὑποσχέσεων, βύθιον στενάξασα εἴρηκεν «ὦ ἄνερ, καὶ ζῶν παντοίαις μεθοδείαις ἐκέκασο, ἀντίφθογγον τὴν γλῶτταν πλουτῶν τοῖς νοήμασι, καὶ νῦν δὲ [6B] ὡσαύτως τοῦ βίου ἀπαλλαττόμενος ἀμεταπτώτως ἔχεις οἷς καὶ πρώην προσέκεισο.» καὶ ταῦτα μὲν ἐφέρετο τῇδε, ὁ δέ γε Ἰωάννης κατὰ τὸ μέγα ἀρχεῖον γενόμενος οὐχ εὕρισκε ῥᾳδίαν τὴν εἴσοδον, οἷα τῶν φυλάκων μὴ πρὸς μόνην ὑπενδιδόντων τὴν τοῦ δακτυλίου ὑπόδειξιν, ἀλλὰ προσεπιζητούντων καὶ ἄλλο τι τεκμήριον τοῦ κατὰ κέλευσιν πατρικὴν ἐκεῖσε παραγενέσθαι. αἱ πύλαι τοίνυν τοῦ παλατίου χαλκείαις ῥάβδοις πλατείαις θάτερα τῶν ἄκρων μετεωρισθεῖσαι βραχύ τι κατὰ γῆς βάλλονται, κἀντεῦθεν αὐτός τε μετὰ ῥᾳστώνης εἰσεληλύθει καὶ συνεισῄει τὸ ὁπλοφόρον καὶ συγγενές· οὐ βραχεῖς δὲ καὶ τῶν ἐκ τοῦ ξύγκλυδος ὄχλου συνομαρτούντων ἔνδον εἰσήρρησαν, οἳ καὶ διαρπάζειν τὸ προστυχὸν [6C] ἐπεβάλοντο. τῶν δὲ πυλῶν αὖθις ἐπικλεισθεισῶν οἵ τ’ ἐκτὸς τοῦ ἐπεισρέειν ἐπαύσαντο, καὶ τὸ εἰσεφρηκὸς ἐξιέναι μὴ συγχωρούμενον ἐφ΄ ἡμέρας συχνὰς ἐκεῖσε τῷ βασιλεῖ συνδιέτριβεν. ἦγε μὲν οὖν τότε πέμπτην καὶ δεκάτην ὁ Αὔγουστος μήν. νυκτὸς δ΄ ἐπιούσης ὁ βασιλεὺς Ἀλέξιος τοῦ ζῆν ἀπενήνεκται, ἄρξας ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα, καὶ ἥμισυ μηνὸς σὺν τοῖς τέσσαρσι. κατὰ δὲ τὴν ἕω εὐθὺς μεταστέλλεται ἡ μήτηρ τὸν Ἰωάννην εἰς τὴν τοῦ πατρικοῦ σκήνους ἐξιέναι πομπαίαν πρόοδον, αὐτίκα μάλα ἀρθησομένου τε καὶ ἀχθησομένου εἰς ἣν ἐκεῖνος ἐδείματο Χριστῷ τῷ Φιλανθρώπῳ [6D] μονήν. οὐκ εἶχε δ΄ αὐτῇ καὶ πειθόμενον, ἀλλ΄ ἦν πρὸς τὴν μετάκλησιν ἀνανεύων, οὐ θέσμια μητρὸς παρορῶν ἢ τὴν πατρικὴν τιμὴν ἀπωθούμενος, ἀλλ΄ ὅτι τὸ νεοπαγὲς ὑπεβλέπετο τῆς ἀρχῆς καὶ τοὺς ἀντιζήλους ἐδεδίει θερμὸν ἔτι ἐγκυμονοῦντας τῆς βασιλείας τὸν ἔρωτα. ὅθεν αὐτὸς μὲν ὡς οἱ πολύποδες τῶν πετρῶν ἐξείχετο τῶν ἀρχείων, τὸ δὲ πλεῖστον τῆς μεθ΄ ἑαυτοῦ συγγενείας διαφῆκεν εἰς τὴν πρόοδον τοῦ πατρός.