Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Ιωάννης Κομνηνός/9

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Ιωάννης Κομνηνός (9)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (9)

Τότε δὲ προσερρύη τῷ βασιλεῖ τῷδε καὶ ὁ σεβαστοκρατορῶν κασίγνητος Ἰσαάκιος, ὃν φθάσαν εἴρηκε τὸ λέγειν [21C] συνάρασθαί οἱ τὰ περιττὰ εἰς τὴν τῆς βασιλείας κατάσχεσιν. κατὰ γὰρ μικρολυπίαν τοῦ ὁμογνίου διαζευχθεὶς καὶ φυγὰς ἀπάρας ἐκ τῆς Ῥωμαίων, συνέκδημον καὶ συμπλανήτην ἔχων τὸν Ἰωάννην τὸν τῶν παίδων ἐκείνου πρωτότοκον (ἀνὴρ δ΄ οὗτος ὁπλιτοπάλας καὶ πολεμόκλονος, φυήν τ΄ ἀρίστην καὶ εἶδος προφαίνων ἀξιοθέατον), πλείστοις μὲν καὶ ἄλλοις προσέμιξεν ἔθνεσι, σὺν αὐτοῖς δὲ καὶ τῷ τῆς Ἰκονιέων σατραπεύοντι μητροπόλεως. καὶ ἦν μὲν ὁ Ἰσαάκιος οὗτος ὁρμαίνων ἀεὶ χώραις ἐπιθέσθαι Ῥωμαϊκαῖς καὶ Σατὰν γενέσθαι τῷ Ἰωάννῃ, χρημάτων δὲ ἀπορῶν καὶ τὸν βασιλέα Ἰωάννην ὁρῶν ταῖς κατὰ πόλεμον πράξεσι διὰ παντὸς περικλέϊστον οὐδένα [21D] εὕρισκε τοῖς κατὰ σκοπὸν ἐκείνῳ συμβαίνοντα. μᾶλλον μὲν οὖν καὶ πάντας εἶχεν ἀποπηδῶντας καὶ πρὸς τὴν πρώτην τῆς ἀποστασίας ἐνήχησιν δυσχεραίνοντας, καὶ τὴν ἐπιχείρησιν ἀπαγορεύοντας ὡς ἀσύμφορον κἀκείνῳ καὶ μηδ΄ αὐτοῖς ἐφικτὴν ὁπωσοῦν. ὅθεν τοὺς τοπάρχας περιιὼν καὶ παρ΄ οἷς κατέλυε δι΄ αἰδοῦς ἀγόμενος ὡς τὸ εἶδος τυραννικώτατος καὶ τὸ γένος ἐπισημότατος, ὀψὲ συνεὶς ὡς διακενῆς τῆς συγγενείας ἀποδιίσταται, βίον ἀντλῶν πονηρόν, πρὸς τὸν ὁμόσπορον ἐπανέλυσε. καὶ βασιλεὺς ἀσμένως τε αὐτὸν καὶ τὸν υἱέα προσβλέπει, καὶ ὄψιν καὶ λόγους ἀμφοῖν δίδωσι καὶ χαριέντως προσπλέκεται• ἰσχυρὸν γάρ τι χρῆμα πόθος συγγενείᾳ διυφαινόμενος, κἂν ἀπορραγείη μικρόν τι τῆς συμφυΐας ταχέως [22A] φιλυπόστροφος γίνεται. ἀμέλει καὶ τὸ πρώην φίλτρον διατηρήσας ἀλώβητον οὐδέν τι παλίγκοτον ὑπέτυφεν ἐν ψυχῇ, ὁποῖα οἱ ἐν ἀρχαῖς φιλοῦσι τεχνάζεσθαι, τὸν χόλον ἐνθάπτοντες καὶ ἐναύοντες εἰς τὴν κατὰ καιρὸν φρυκτώρησιν καὶ κατάπρησιν· τὴν δὲ Κωνσταντίνου σὺν αὐτῷ εἰσιὼν οὐ πλεῖον τῷ τῆς νίκης περιόντι ἢ τῇ τοῦ κασιγνήτου ἐπανόδῳ ἠγαλλιᾶτο. καὶ τὸ ὑπήκοον δὲ κατεκίρνα πως τὰ ἐγκώμια τῷ τοῦ βασιλέως τούτῳ προμηθεύματι, οὐ μόνον τοῖς αὐτοῦ τροπαίοις καλλωπιζόμενον καὶ θῦον θεῷ χαριστήρια τῷ καὶ πορεύσαντι τοῦτον καὶ νικητὴν ἀνασώσαντι, ἀλλὰ καὶ τῇ τοῦ ἀδελφοῦ [22B] ἀφίξει ἐπευφραινόμενον.


Μὴ πολυωρήσας δὲ τῷ Βυζαντίῳ, τῶν Περσῶν ἐσβαλόντων τοῖς κατὰ τὸν ποταμὸν τὸν Σαγγάριον ἐπιδρόμοις τόποις, ὑπεριδών καχεξίας σώματος, ὡς εἶχεν ἐξώρμησεν, ὅθεν τοὺς πολεμίους διαθροήσας τῇ παρουσίᾳ καὶ θρεμμάτων ἀγέλας ἐλάσας παντοδαπῶν ἐπανῆλθεν εἰς τὸ Λοπάδιον. Μετ´ οὐ πολὺ δὲ καὶ τῆς γυναικωνίτιδος ἐξιούσης τὴν πόλιν, τὰς Ὀχυρὰς ἐδείματο, τὴν ἐκ τῶν πολεμίων ἐκεχειρίαν εἰς τὸ μὴ πάντῃ ἀξύμφορον Ῥωμαίοις διατιθείς. ἐμβραδῦναι δὲ τοῖς τόποις τούτοις διανοούμενος τὴν στρατιὰν ἀθροισθῆναι διετετάχει. Καὶ ἡ μὲν ἐκ θεσπισμάτων βασιλείων συνήγετο, αὐτὸς [22C] δὲ κατὰ τοῦτο τὸ ἔργον ὡς οὐδέποτε τοῖς στρατευομένοις ἀσυγγνώμων ἔδοξε καὶ βαρὺς καὶ τὸ πλέον μηδὲ μέτρα ἐκστρατείας εἰδώς, ὡς εἴπερ ἐλάθετο ἢ οὐκ ἐνενόησεν ὡς τρισσὸν ἔτος ἐν τοῖς ἑῴοις πολέμοις Ῥωμαῖοι διήνεγκαν. τὸ δὲ πρὸς ἄρρηκτον ἐκείνου ἔχθος ἔτι μᾶλλον ἐκμῆναν ὅτι πολλοὶ τῶν εἰς Συρίαν συναναβάντων ἐκείνῳ στρατιωτῶν μήπω τὰ οἴκοι βλέψαντες, ἀλλὰ νόσῳ σώματος καὶ σπάνει τῶν ἀναγκαίων καὶ φθορᾷ τῶν ὀχημάτων ἐν τῇ ὁδοιπορίᾳ χρονίσαντες, ἠναγκάζοντο μὴ τῶν πατρίδων βαίνειν εὐθύ, ἀλλ´ ἔνθα κατασκηνοῖ βασιλεὺς μεταβαίνειν ὑπὸ τῶν ἐπιμελῶς τὰς ὁδοὺς τηρούντων καὶ τὰς θαλαττίους περαιώσεις ἐπισκοπούντων. [22D] ὁ δὲ μὴ ἀγνοεῖν ἔχων τὸ τοῦ γογγυσμοῦ αἴτιον, τὸν οὐκ εἰδότα πλαττόμενος, ἵνα μὴ λέγοιμι τὸν μηδαμῶς ἐμπαζόμενον ὑποκρινόμενος, ἐκείνους μὲν εἴα κενοφωνεῖν, αὐτὸς δὲ τῆς προθέσεως εἴχετο, βούλεσθαι λέγων ἔχειν τοὺς στρατιώτας συσπουδαστὰς καὶ μηδαμῶς ταῖς συνεχέσιν ἐκδημίαις ἀπαυδοῦντας καὶ ἀποκναίοντας. προθέμενος δὲ μετελθεῖν τοὺς κατὰ τὸ θέμα τῶν Ἀρμενιακῶν παρεισφθαρέντας βαρβάρους, ἅμα δὲ καὶ Κωνσταντῖνον τὸν Γαβρᾶν κατασχεῖν χρόνον ἤδη συχνὸν τὴν Τραπεζοῦντα ὑποποιησάμενον καὶ ἤθεσι τυραννικοῖς αὐτὴν διεξάγοντα, διὰ τῆς τῶν Παφλαγόνων συναγκείας τὴν πορείαν τίθησιν ἀεὶ τῶν τοῦ Πόντου παραλίων τόπων βαδίζων ἐχόμενα, δυοῖν ἕνεκα, τοῦ τ´ ἐκ τῆς οἰκείας χώρας τὴν στρατιάν οἱ πορίζεσθαι τὰ βιώσιμα, καὶ εἰ δεήσει συρρῆξαι πόλεμον, κατὰ μίαν μοῖραν ἔχειν αὐτὸν ἐπικείμενον, ἀλλ´ οὐκ ἐξ ἑκατέρων μερῶν περικείμενον [23A] κἀντεῦθεν πρὸς περικύκλωσιν ἐπιτήδειον. ἦν γὰρ ὁ τῆς Καισαρείας τότε κρατῶν Μουχούμετ, περὶ οὗ εἰπεῖν ἔφθημεν, πλείστην ὅτι περιβεβλημένος ἰσχύν, μέρος τε τῆς Ἰβηρίας ὑπαγαγόμενος καὶ ἔνια τῆς τῶν ποταμῶν μέσης παραστησάμενος, τὸ μὲν ἄνωθεν γένος ἐς τοὺς Ἀρσακίδας συναλειφόμενος, τὸ δὲ προσεχὲς ἐκ Τανισμανίων καταγόμενος· ἦσαν δ´ οὗτοι τολμητίαι καὶ ἀνδρισταὶ καὶ τῶν χειρωσαμένων τὰς ἑῴας πόλεις Ῥωμαίων οἱ μάλιστα κράτιστοί τε καὶ ἀναιδέστατοι. ἔαρος μὲν οὖν ὑπολήγειν ἀρξαμένου τοῦ Λοπαδίου βασιλεὺς ἀπανίσταται, τὴν δὲ θέρειον πᾶσαν ὥραν καὶ τοῦ μετοπώρου τὸ εὐκραὲς ἐν τῇ ὁδοιπορίᾳ τῇδε κατατριψάμενος περὶ τροπὰς [23B] ἐνηυλίσατο χειμερίους πόλει Ποντικῇ τῇ Κιντῇ. τῇ πολεμίᾳ δ´ ἔκτοτε προσβαλὼν ἐν πολλοῖς ἐδυσπράγησεν. ἔστι μὲν γὰρ καὶ ἄλλως ἡ Καππαδοκῶν χώρα κρυμώδης πᾶσα, καὶ τὸ κλίμα τοῦτο ψυχεινὸν καὶ δριμύτατον• τότε δὲ καὶ χειμῶνος ἐπιγενομένου ἀήθους πολυτρόποις κακοῖς προσεπάλαισε. τά τε γὰρ πρὸς δίαιταν ἐπιτήδεια σχεδὸν εἰς τέλος ἐξέλιπον, καὶ τῶν ζώων ὁπόσα σκευοφόρα τε καὶ πολεμιστήρια διεφθάρη παντάπασι. Κἀκ τοῦδε τὸ ἀλλόθρουν πλειόνως ἀναθαρρῆσαν, ἐπεὶ καὶ ἄφθεγκτόν ἐστι τῇ φήμῃ μηδὲν ἀνεξερεύνητόν τε καὶ ἀνεξέλεγκτον, ἐφόδοις ἀκηρύκτοις ἐχρῆτο συχναῖς, καὶ λῃστρικοῖς ἐπιτιθέμενον κλέμμασιν, ἐνιαχοῦ [23C] δὲ καὶ προδήλως διαμιλλώμενον κατὰ μάχην ἐνώπιον, ἀεὶ τὰς τῶν Ῥωμαίων ἐλυμαίνετο φάλαγγας· κατὰ γὰρ νέφος συνεχὲς τὴν σύστασιν ἐφιστάμενον ἐκ τοῦ αὐτίκα, τῇ ποδωκείᾳ πεποιθὸς τῶν ἵππων, τῆς ὁμαιχμίας ἀφίστατο ὡς εἴπερ ἀνέμων πνοαῖς ἐξῄρετο. βασιλεὺς δὲ τὸ τῶν ἵππων μεθοδεύων ἀτύχημα, περιιὼν τὸ στράτευμα τὰ εὐγενῆ τῶν ὀχημάτων συνέλεγε, καὶ ταῦτα διδοὺς καὶ Ῥωμαίοις μέν, ὁπόσοι κοντοφορεῖν ᾔδεσαν, τοῖς δ´ ἐκ τῶν Λατίνων μάλιστα δεξιοστροφεῖν ἐπισταμένοις δοράτια, ἀνθίστα τούτους τοῖς πολεμίοις καὶ παρεῖχε γενναίως ἀντιμαχεῖν. οἱ δὲ τὰς μετὰ ξυστῶν ἐπελάσεις τούτων ἐνεγκεῖν οὐκ ἔχοντες πρὸς φυγὴν μεθηρμόζοντο. ἱκανῶς μὲν οὖν διὰ τῶν τοιῶνδε μεθόδων [23D] καὶ τοῦ πλείστους ὅτι μάλιστα τῶν πεζῶν σημαίας ἀνέχειν εἰς ἔμφασιν ἱππικοῦ πλείονος τὰς Περσικὰς ἀναστείλας ἴλας, ἐπὶ Νεοκαισαρείας ἵετο. πολλαὶ δὲ καὶ περὶ αὐτὴν μεταξὺ Περσῶν καὶ Ῥωμαίων ἐτολυπεύθησαν συμπλοκαί. καὶ τῶν τοῦ βασιλέως υἱῶν ὁ νεώτερος (Μανουὴλ ὄνομα τούτῳ) δόρυ διαβαστάσας καὶ ἱκανῶς προελθών, τοῦ πατρὸς εἰδότος μηδέν, τοῖς πολεμίοις ἐνέβαλε, καὶ τὸ ἔργον τοῦτο τοῦ μείρακος παρωρμήκει σχεδὸν ἅπαν τὸ στράτευμα καὶ ὑπὲρ ἰσχὺν ἀγωνίσασθαι, τινῶν μὲν ἐς τὸν ὅμοιον ζῆλον διαναστάντων, τῶν δ´ ἄλλων ἁπάντων δεισάντων περὶ τῷ παιδὶ, καὶ βασιλεῖ χαριεῖσθαι τὰ μέγιστα οἰηθέντων εἰ συναραμένων αὐτῶν οὐδαμῶς τι πρὸς τῶν πολεμίων ἐσεῖται πεπονθὼς ἀηδές. ἀλλὰ τότε μὲν ὁ πατὴρ ἐπαίνοις τὸν παῖδα προδήλως ἠμείψατο· [24A] ὕστερον δὲ τὴν σκηνὴν εἰσιὼν πρηνῆ ταθέντα δι’ ὀλίγου ἔτυψεν ὡς θρασύτερον μᾶλλον ἢ εὐτολμότερον, μηδ´ ἐπιτρέψαντος αὐτοῦ συμπλακέντα τοῖς ἐναντίοις.