Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Ιωάννης Κομνηνός/10

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Ιωάννης Κομνηνός (10)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (10)

Ἴσως δ´ ἂν καὶ τῆς Νεοκαισαρέων ἐκράτησε βασιλεύς, εἰ μὴ κατὰ συγκυρίαν ἀπρόοπτον αὐτῷ προσέστη τῦφος ἄλογος αὐτοθελὴς καὶ θυμὸς παντάπασιν ἀκυβέρνητος τοῦ ἀδελφιδοῦ Ἰωάννου, ὃν ὁ σεβαστοκράτωρ ἐγείνατο Ἰσαάκιος. Μάχης γὰρ ἐνισταμένης μετὰ Περσῶν ἱππότην ἐπίσημον ἐξ Ἰταλίας ὁρμώμενον ἄνιππον ὁ βασιλεύς θεασάμενος ἐκέλευσε παρεστῶτι τῷ ἀνεψιῷ Ἰωάννῃ ἀποβῆναι τοῦ Ἀραβίου ἵππου ᾧ ἦν ἔποχος καὶ δοῦναι τοῦτον τῷ Ἰταλῷ, μὴ [24B] χατίζοντα ἵππων τὸν ἀνεψιὸν ἐπιστάμενος. ὁ δὲ φρονηματίας ὢν καὶ γαῦρος πλέον τοῦ δέοντος τῷ τοῦ βασιλέως ἀντέστη κελεύσματι, ἐμβριθεστέραν, ἵνα μὴ λέγοιμι ἀναιδεστέραν, τὴν ἀντίρρησιν ποιησάμενος· καὶ τὸν Λατῖνον ἐξουθενῶν προυκαλεῖτο εἰς ἀντιμάχησιν, ὡς τὸν ἵππον, εἰ περιγένοιτο, δικαίως ἀποληψόμενον. μὴ ἐπὶ πολὺ δ´ ἔχων ἀνθίστασθαι τῷ θείῳ καὶ βασιλεῖ (ἑώρα γὰρ πρὸς ὀργὴν ἐπιφρίσσοντα) τὸν ἵππον δίδωσιν ἄκων. μετακελλητίσας δ´ εἰς ἕτερον ὄχημα ἀθυμίας πλήρης καὶ βράττων ἄντικρυς θυμῷ, τὸ δόρυ ἀγκοινησάμενος κατὰ τῆς τῶν πολεμίων παρατάξεως φέρεται. μικρὸν δέ τι προβὰς τὸν λογχήρη κοντὸν εἰς τοὐπίσω ἀντέστρεψε, [24C] καὶ τῷ νώτῳ ἐπαναθέμενος πρὸς Πέρσας αὐτόμολος γίνεται, τὸ κράνος τῆς κεφαλῆς ἀφελόμενος. ἀμέλει καὶ Ἰωάννης μὲν ἡδέως τοῖς βαρβάροις ὁρᾶται καὶ ἀσμένως προσδέχεται, καὶ ὡς πάλαι μὲν συνήθης αὐτοῖς καθιστάμενος, ἡνίκα τῷ πατρὶ συνεπλάζετο, καὶ ὡς τότε δὲ τῇ παρουσίᾳ τὰ κατ´ αὐτοὺς ἀναρρώσων πράγματα. ὁ δ´ αὐτὸς μικρῷ ὕστερον καὶ τὰ Χριστιανῶν ἐξομοσάμενος ὄργια τὴν τοῦ Ἰκονιέως Πέρσου θυγατέρα ἐγήματο. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς συμβεβηκόσι τούτοις ἔκθαμβος γεγονὼς οὐκ ἀγαθαῖς ἐλπίσι διεστροβοῦτο• ἤδει γὰρ ὡς οὐδὲν ἄφθεγκτον ἐσεῖται παραλελοιπὼς ὁ ἀνεψιὸς τῶν τὴν Ῥωμαϊκὴν περικλονούντων στρατιάν, [24D] ἀλλ´ ἀχαλινώτῳ καὶ εὐδρόμῳ γλώττῃ ἀναγγελεῖ τῶν ἵππων τὸν σπανισμόν, τὴν τῶν βιωσίμων στέρησιν, καὶ πᾶν ἕτερον καχέκτημα τῆς παρεμβολῆς. ὑποκλέπτων τοίνυν τὴν ἐπανάλυσιν κατὰ βραχύ πως ἐκεῖθεν μεθίστατο. πλὴν οὐδ´ οὕτω δρῶν εἶχε λεληθέναι ὁλοσχερῶς τὸ πολέμιον· τοῖς γὰρ τελευταίοις ἐπικείμενον τοῦ στρατεύματος μέχρι πλείστου παρηκολούθει, καὶ διενοχλοῦν τὴν οὐραγίαν ἐνέλιπεν οὐδαμῶς. διὰ ταῦτα τοίνυν τῆς παραλίας λαβόμενος ἐν τῷ ἀσφαλεῖ καθειστήκει, καὶ τὸ βάρβαρον μηκέτι ἐπιέναι ἔχον παλίσσυτον γίνεται.

Εἰδοὶ μὲν οὖν Ἰαννουάριοι τὸν βασιλέα ἔβλεψαν Ἰωάννην ἐκ τῶν Περσικῶν καμάτων τὴν πόλιν ἐπεισιόντα• αἱ δὲ τοῦ ἦρος περιτροπαὶ τὸ ξίφος εἶχον αὖθις περιζωσάμενον καὶ πρὸς τὸ περὶ τὸν Ῥυνδακὸν ποταμὸν ἀφιγμένον πόλισμα. ἐπεὶ δὲ ἡ μὲν θέρειος ὥρα παρεληλύθει, ὁ δὲ χειμὼν ἤδη παρεισιὼν τοῖς αἰθριάζουσιν ἐδυσκόλαινεν, ἀνέμων βόμβοις παραφοβῶν καὶ ἀμβλύτερα πρὸς ἀντιπάλαισιν ψύχους [25A] τιθεὶς τὰ σώματα, ἐπάνεισιν εἰς Βυζάντιον, τῷ ψυχεινῷ τοῦ καιροῦ ὑπενδοὺς ὡσεὶ καὶ χερμάδια τὰς νιφάδας καὶ δοράτια τὰς πηγυλίδας προβαλλομένῳ. ὑπομειδιᾶν δ΄ ἀρχομένου τοῦ ἔαρος τῶν ἀνακτόρων ἀπανίσταται. τῷ τοι καὶ τὰς ἐξ ὀσφύος αὐτοῦ προσειπών, ὅσα καὶ Ἡλιάδας ἐπ΄ αὐτῷ ἀφιείσας ἠλεκτρῶδες δάκρυον, τὴν Φρυγίαν παρελθών, τὴν δ΄ Ἀττάλου λαμπροτάτην πόλιν καταλαβὼν, χρονοτριβεῖν ἐκεῖσε προέθετο, ὅπως τὰς πέριξ ταύτης πόλεις καὶ χώρας μᾶλλόν τι πρὸς τὸ εὖ μετάθοιτο, ῎ἤδη γὰρ καὶ τούτων ἔνιαι τοῖς Τούρκοις ὑπέκυψαν, ἐν αἷς ἦν καὶ ἡ τοῦ Πουσγούση καλουμένη λίμνη. αὕτη γὰρ εἰς ἀχανῆ καὶ μικροῦ θαλασσίαν χύσιν ἐκτεινομένη ἐν πολλοῖς νησῖδας ἀνίσχει περιβεβλημένας τείχεσιν [25B] ἰσχυροῖς. ᾤκουν μὲν οὖν ταύτας τηνικάδε καιροῦ Χριστιανῶν ἐσμοί, οἳ καὶ διὰ λέμβων καὶ ἀκατίων τοῖς Ἰκονιεῦσι Τούρκοις ἐπιμιγνύμενοι οὐ μόνον τὴν πρὸς ἀλλήλους φιλίαν ἐντεῦθεν ἐκράτυναν, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐν πλείοσι προσεσχήκασιν. ἀμέλει καὶ ὡς ὁμοροῦσιν αὐτοῖς προστιθέμενοι Ῥωμαίους ὡς ἐχθροὺς ὑπεβλέποντο· οὕτω χρόνῳ κρατυνθὲν ἔθος γένους καὶ θρησκείας ἐστὶν ἰσχυρότερον. ὅθεν καὶ οἱ μὲν ὡς ἀντίπαλον τὸν βασιλέα κακῶς ἔφασκον, μηδ΄ ὑποκύψαι ὅλως τοῖς αὐτοῦ θεσμοῖς ἀπηυθαδιάζοντο, τῷ ὑγρῷ φυσῶντες ζωστῆρι τῆς λίμνης, καὶ ἃ οὐκ ἂν ᾠήθησαν φρονοῦντες, ταῦθ΄ ὡς παραφρονοῦντες διαπραττόμενοι. ὁ δὲ μεθίστασθαι παρῄνει τῆς λίμνης ὡς παλαιοῦ Ῥωμαίων [25C] κτήματος, καὶ καθαρῶς προσχωρεῖν τοῖς Πέρσαις, εἰ τοῦτο βούλοιντο· εἰ δὲ μὴ οὕτω δρῷεν, οὐκ ἂν ἀνασχέσθαι ὅλως διισχυρίζετο αὐτούς τε καὶ τὴν λίμνην ἀπεξενῶσθαι Ῥωμαίων ἐπὶ μακρόν. μὴ προχωρούντων δὲ τῶν ῥημάτων, ἔργων πολεμίων ἥπτετο· ὅθεν ἁλιάδας καὶ ἀκάτια σχεδιάσας καὶ ζεῦγμα διὰ τούτων ἐργασάμενος τὰς ἑλεπόλεις ἐπέστησεν ἄνωθεν, καὶ προσεπῆγεν οὕτω τοῖς ἐπὶ τῆς λίμνης ἐρύμασιν. αὐτὰ μὲν οὖν ἐξελέσθαι ἴσχυσε, πλὴν οὐχὶ καὶ Ῥωμαῖοι κακῶν ἀπείρατοι διεξέπλευσαν τὸν τότε πόλεμον, ἀλλ΄ ἐνίοτε τὴν λίμνην ἀνέμου διακυκήσαντος καὶ εἰς φλοῖσβον αὐτὴν ἀνοιδήσαντος τῶν ὁλκαδίων πολλαὶ παρηνέχθησαν καὶ τὸν φόρτον ἐπανατραπέντα διαφῆκαν τῷ βυθῷ καὶ τοῖς κύμασιν.


[25D] Ἐν δὲ τοῖς καιροῖς τοῖσδε τὸν βίον μετήλλαξεν ὁ πρωτότοκος υἱὸς τοῦ βασιλέως Ἀλέξιος, ᾧ καὶ μετέδωκεν οὗτος ἐρυθροῦ πεδίλου καὶ φοινικίδος βασιλικῆς. τῶν δ΄ ὀξέων ἦν καὶ μὴ χρονίων τὸ νόσημα, τὸ δὲ εἶδος πυρετὸς ἐπαιγίζων καὶ ὡς ἀκροπόλει τῇ κεφαλῇ ἐπιθέμενος. ἀλλὰ καὶ ὁ μετ΄ αὐτὸν Ἀνδρόνικος, βραχύ τι ἐπιβιοὺς καὶ ὅσον ἐπικωκῦσαι τῷ κασιγνήτῳ ἐξ ἀνθρώπων ἀπάραντι, τὸ λαχὸν καὶ κἀκεῖνος μέρος τῆς ζωῆς ἐξετόξευσε.