Υποθέσεις των λόγων Δημοσθένους
←Θεώρημα | Ὑποθέσεις τῶν λόγων Δημοσθένους Συγγραφέας: |
Loeb Classical Library 451 ed. Univ. Oxford |
Προλεγόμενα
[Επεξεργασία]1 Ἐπειδή, κράτιστε ἀνθυπάτων Μόντιε, κατὰ τὸν Ὁμηρικὸν Ἀστεροπαῖον περιδέξιος τὰ εἰς λόγους ὢν πρωτεύεις μὲν ἐν τῇ Ῥωμαίων φωνῇ καὶ τῆς παρ᾽ ἐκείνοις παιδείας ὁμολογουμένως τὸ πρεσβεῖον ἀνῄρη σαι, ἀμελεῖς δὲ οὐδὲ τῆς Ἑλληνικῆς ἅτε καὶ ἐν αὐτῇ διὰ τὸ τῆς φύσεως μέγεθος ὑπερέχειν δυνάμενος, ἀλλὰ περί τε τοὺς ἄλλους διατρίβεις καὶ περὶ τὸν τελεώτατον τῶν Ἑλληνικῶν ῥητόρων τὸν Δημοσθένην καὶ δὴ καὶ ἡμᾶς ἐβουλήθης τὰς ὑποθέσεις τῶν τούτου λόγων ἀναγράψασθαί σοι, δεχόμεθα μὲν ἄσμενοι τὸ πρόσταγμα, ἴσμεν γὰρ ὅτι πλείω τὴν τιμὴν ἢ πόνον ἔχει, ἀρξόμεθα δὲ τοῦ συντάγματος ἀπὸ τοῦ βίου τοῦ ῥήτορος οὐχ ὅλον αὐτὸν διεξιόντες, περιττὸν γὰρ τοῦτο, ἀλλὰ τοσούτων μνημονεύοντες ὅσα δοκεῖ καὶ πρὸς κατάληψιν ἀκριβεστέραν τῶν λόγων συντελεῖν.
2 Δημοσθένει τοίνυν τῷ ῥήτορι πατὴρ ἦν Δημοσθένης ἀνεπίληπτος τῷ γένει δοκῶν, ὡς καὶ Αἰσχίνης ἐχθρὸς ὢν μαρτυρεῖ. εἴρηται γοῦν οὕτως αὐτοῖς ῥήμασι· <τούτῳ πατὴρ μὲν ἦν Δημοσθένης ὁ Παιανιεύς, ἀνὴρ ἐλεύθερος, οὐ γὰρ δεῖ ψεύδεσθαι. ἐργαστήριον δὲ οἰκετῶν μαχαιροποιῶν κεκτημένος ἐν τεῦθεν τὴν τοῦ μαχαιροποιοῦ κλῆσιν ἔλαβε.
3 τὸ μέν τοι μητρῷον γένος τοῦ ῥήτορος οὐκ ἦν, ὥς φασι, καθαρῶς Ἀττικὸν Γύλωνος τοῦ πάππου τοῦ Δημοσθένους φυγόντος μὲν ἐξ Ἀθηνῶν ἐπὶ προδοσίας ἐγκλήματι, οἰκήσαντος δὲ περὶ τὸν Πόντον κἀκεῖ γυναῖκα ἀγαγομένου Σκύθιν τὸ γένος, ἐξ ἧς ἦν τοῦ Δημοσθένους ἡ μήτηρ Κλεοβούλη. εἰς τοῦτο γοῦν ἄλλοι τε λελοιδορήκασι καὶ Αἰσχίνης εἰπὼν ὡς ἄρα εἴη <Σκύθης, βάρβαρος ἑλληνίζων τῇ φωνῇ>.
4 Περὶ μὲν οὖν τοῦ γένους αὐτοῦ τοσαῦτα εἰρήσθω· ὀρφανὸς δὲ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς κο μιδῆ νέος ἦν μέν, ὥς φασιν, ἀσθενὴς τῷ σώματι καὶ νοσώδης ὥστε μηδὲ εἰς παλαίστραν φοιτῆσαι, καθάπερ πάντες οἱ τῶν Ἀθηναίων παῖδες εἰώθεσαν.
{5 ὅθεν καὶ ἀνδρωθεὶς ὑπὸ τῶν ἐχθρῶν εἰς μαλακίαν ἐσκώπτετο καὶ Βάταλος ἐπωνυμίαν ἔσχεν. ἱστόρηται γάρ τινα Βάταλον Ἐφέσιον αὐλητὴν γενέσθαι, ὃς πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατεαγόσι καὶ ὅλως τὴν τέχνην ἐμάλθαξεν. ἀπὸ τούτου δὲ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐκάλουν.
6 Λέγεται δὲ τὸν Δημοσθένην τὴν πολλὴν καὶ σφοδρὰν ἐπὶ λόγους ὁρμὴν ἐντεῦθεν σχεῖν. Καλλίστρα τος ἦν Ἀθηναῖος ῥήτωρ ἔνδοξος. οὗτος ἔμελλε δημοσίαν τινὰ δίκην ἀγωνίζεσθαι, φασίν, οἶμαι, τὴν περὶ Ὠρωποῦ. ὁ τοίνυν Δημοσθένης παῖς ὢν ἐδεῖτο τοῦ ἐφεστῶτος οἰκέτου συγχωρῆσαι παραβαλεῖν αὑτῷ τῇ δίκῃ, καὶ ὃς ἐπέτρεψεν. ἀκούσας δὲ οὕτω διετέθη ὥστε ἀπ᾽ ἐκείνης τῆς ὥρας πάντα πάρεργα πρὸς τοὺς λόγους θέσθαι.
7 διδασκάλῳ δὲ χρησάμενος Ἰσαίῳ, μάλα δεινῷ ῥήτορι, εἰς ἄνδρας ἐγγραφεὶς εὐθὺς ἀγῶνα κατὰ τῶν ἐπιτρόπων ἐνεστήσατο κακῶς διῳκηκότων τὴν οὐσίαν αὐτοῦ. καὶ εἷλε μὲν αὐτούς, οὐ μὴν ἠδυνήθη πάντα ἀπολαβεῖν ὅσα ἀπολωλέκει.
8 τοὺς δὲ λόγους τοὺς ἐπιτροπικούς εἰσιν οἵ φασιν Ἰσαίου καὶ οὐ Δημοσθένους εἶναι διὰ τὴν ἡλικίαν τοῦ ῥήτορος ἀπιστοῦντες, ὀκτωκαίδεκα γὰρ ἐτῶν ἦν, ὅτε πρὸς τού τους ἠγωνίζετο, καὶ ὅτι δοκοῦσιν οἱ λόγοι τὸ τοῦ Ἰσαίου πως ἐπιφαίνειν εἶδος. ἕτεροι δὲ νομίζουσι συντετάχθαι μὲν ὑπὸ Δημοσθένους, διωρθῶσθαι δὲ ὑπὸ τοῦ Ἰσαίου. οὐδὲν δὲ θαυμαστὸν εἰ ὁ Δημοσθένης ἐδύνατο μὲν καὶ ἐπ᾽ ἐκείνης τῆς ἡλικίας συγγράφειν τοιούτους λόγους, ἡ γὰρ ὕστερον ὑπεροχὴ καὶ τοῦτο πιστοῦται, ἀπὸ δὲ νεαρᾶς ἔτι τῆς ἀσκήσεως τῆς ὑπὸ τῷ διδασκάλῳ τὸν ἐκείνου χαρακτῆρα πολλαχῇ μεμίμηται.
9 μετὰ μέντοι τούτους τοὺς ἀγῶνας βραχὺ τῇ ἡλικίᾳ προελθὼν σοφιστεύειν ἐνεχείρησεν. εἶτα ἀπαλ λαγεὶς τούτου συνηγόρησεν ἐν δικαστηρίῳ. τούτοις δὲ ὥσπερ γυμνασίοις χρησάμενος ἐπὶ τὸ δημαγωγεῖν καὶ τὰ τῆς πόλεως πράττειν ἦλθεν.
10 Ἔτι κἀκείνων μνημονευτέον, ὅτι τραυλὸς μὲν ἦν τὴν γλῶτταν ἐκ φύσεως, τὸ δὲ πνεῦμα ἀτονώτερος. ἐξ ὧν ἀμφοτέρων συνέβαινε φαυλοτάτην αὐτὸν τὴν ὑπόκρισιν παρεχόμενον οὐκ εὐδοκιμεῖν τὸ κατ᾽ ἀρχὰς ἐπὶ τοῖς λόγοις. διὸ καὶ πρὸς τὸν ἐρωτήσαντα <τί ἐστι ῥητορική;> ἀπεκρίνατο ὅτι <ὑπόκρισισ> δυσχεραίνων ὅτι διὰ ταύτην τῶν χειρόνων ἥττων ἐφαίνετο.
11 ἀλλὰ καὶ ταῦτα μελέτῃ κατώρθωσε καὶ ὅσα ἄλλα αὐτῷ πρὸς δημαγωγίαν ὑπῆν ἐλαττώματα. καὶ γὰρ δειλὸς ἦν τὸ πρῶτον πρὸς τοὺς τοῦ δήμου θορύβους καὶ εὐκατάπληκτος ὥστε εὐθὺς ἐξίστασθαι. διὰ δὲ τοῦ τό φασιν αὐτὸν ἄνεμον ῥαγδαῖον τηροῦντα καὶ κινουμένην σφοδρῶς τὴν θάλατταν παρὰ τοὺς αἰγιαλοὺς βαδίζοντα λέγειν καὶ τῷ τῆς θαλάττης ἤχῳ συνεθίζεσθαι φέρειν τὰς τοῦ δήμου καταβοάς.
12 μνημονεύονται δὲ αὐτοῦ καὶ οἰκήσεις κατάγειοι καὶ ξυρήσεις ἀπρεπεῖς, ἵνα δι᾽ αἰσχύνην μὴ προΐοι τοῦ τῆς οἰκίας δωματίου, καὶ ὡς οὐδὲ τὰς νύκτας ἐκάθευδεν, ἀλλὰ διεπονεῖτο πρὸς φῶς περὶ λόγους. ὅθεν καὶ Πυθέας σκώπτων ἔφη τοὺς λόγους τοῦ Δημοσθένους λύχνων ἀπόζειν. πρὸς ὃν ὁ Δημοσθένης ἀστείως ἅμα καὶ πικρῶς <οἶδα>, εἶπεν, <ὅτι σε λυπῶ λύχνον καίων>. διεβέβλητο γὰρ ὡς λωποδυτῶν νύκτωρ ὁ Πυθέας.
13 καὶ μὴν ὅτι γε ὕδωρ ἐπετήδευε πίνειν, ἵνα ἐγρηγορυῖαν μᾶλλον παρέχηται τὴν διάνοιαν, ἅπασιν ὡμολόγηται. παρειλήφαμεν δὲ κἀκεῖνο, ὡς καὶ ξίφος ποτὲ ἐκ τῆς ὀροφῆς ἀπήρτησε καὶ ἱστάμενος ὑπὸ τοῦτο ἔλεγεν. ἐποίει δὲ τοῦτο δι᾽ αἰτίαν τοιαύτην· ἐν τῷ λέγειν ἀπρεπῶς τὸν ὦμον εἰώθει κινεῖν. ὑπερεκρέμασεν οὖν τοῦ ὤμου τὸ ξίφος ἐν χρῷ καὶ οὕτω τῷ δέει τῆς πληγῆς ἠδυνήθη κατασχεῖν ἑαυτὸν ἐπὶ τοῦ πρέποντος σχήματος.
14 Ἀναγκαῖον δὲ διηγήσασθαι καὶ ὅπως εἶχε τά τε τῶν Ἑλλήνων καὶ τῶν Ἀθηναίων πράγματα, ὅτε ἐπὶ τὸ δημαγωγεῖν ἦλθε Δημοσθένης.
15 Θηβαῖοι Λακεδαιμονίους ἄρχοντας τῶν Ἑλλήνων καὶ μεγίστην δύναμιν ἔχοντας ἐν Λεύκτροις τῆς Βοιωτίας μάχῃ νικήσαντες αὐτοὶ προῆλθον εἰς ἰσχὺν καὶ μετ᾽ ὀλίγον πρὸς Φωκέας πόλεμον ἐξήνεγκαν. ἦσαν δὲ οἱ Φωκεῖς ἔθνος ὅμορον τῇ Βοιωτίᾳ, πόλεις ἔχον δύο καὶ εἴκοσιν. οὗτοι δὲ καταλαβόντες τὸν τοῦ Πυθίου ναὸν πλησίον ὄντα ἐσύλησαν, ἀνθ᾽ ὅτου καὶ οἱ Θηβαῖοι πόλεμον ἐξήνεγκαν πρὸς αὐτούς.
16 ἐπολέμουν δὲ καὶ Ἀθηναῖοι τὸν συμμαχικὸν κληθέντα πόλεμον. Χῖοι γὰρ καὶ Ῥόδιοι καὶ Βυζάντιοι πάλαι ποτὲ ὄντες ὑπήκοοι τῶν Ἀθηναίων τότε μετ᾽ ἀλλήλων συστάντες καὶ συμμαχίαν ποιησάμενοι πρὸς αὐτοὺς ἐπολέμουν.
17 καὶ οὕτω μὲν ἡ Ἑλλὰς εἰς πολλὰ μέρη δι ῄρητο Ἀθηναίων πολεμούντων πρὸς τοὺς προειρημένους καὶ Θηβαίων πρὸς Φωκέας καὶ Λακεδαιμονίων πρὸς Πελοποννησίους, κατὰ δὲ τοῦτον τὸν καιρὸν Φίλιππος ὁ Ἀμύντου παῖς εἰς τὴν Μακεδόνων βασιλείαν παρῆλθεν.
18 Ἀμύντᾳ γὰρ τῷ Μακεδονίας βασιλεῖ τρεῖς ἐγένοντο παῖδες ἐξ Εὐρυδίκης τῆς Ἰλλυρίδος, Ἀλέξαν δρος, Περδίκκας, Φίλιππος. τούτων ὁ μὲν πρεσβύτατος Ἀλέξανδρος δολοφονηθεὶς ἐτελεύτησεν, ὁ δὲ Περδίκκας πρὸς Ἰλλυριοὺς μαχόμενος, Φίλιππος δὲ ὁ νεώτατος ἐτύγχανε μὲν ἐν Θήβαις ὁμηρεύων, ὡς δὲ ἐπύθετο τὸν Περδίκκου θάνατον, ὑπεξελθὼν λάθρα καὶ ὀξέως εἰς Μακεδονίαν ἀφικόμενος κατέσχε τὴν ἀρχήν.
19 Ἀθηναῖοι δὲ ἄρ᾽ ἕτερόν τινα γένους μὲν ὄντα τοῦ βασιλικοῦ, φυγάδα δὲ ἐκ Μακεδονίας, ἐπὶ βασιλείαν κατῆγον μετὰ πολλοῦ πλήθους στρατιωτῶν. τούτοις ὁ Φίλιππος ἐπιθέμενος ἐνίκησε μάχῃ. καὶ ὅσους συνέλαβεν αἰχμαλώτους τῶν Ἀθηναίων, ἀφῆκεν ἄνευ λύτρων, οὐ κατ᾽ εὔνοιαν τῆς πόλεως οὐδὲ δι᾽ ἐπιείκειαν τρόπου, <ἀλλὰ ...
Τῆς ῥητορικῆς μέρη τρία
[Επεξεργασία]20 Τῆς ῥητορικῆς μέρη τρία, ἐπιδεικτικόν, δικανικόν, συμβουλευτικόν. τοῖν μὲν οὖν δυοῖν ἄκρος ἀγω νιστὴς γέγονε, τοῦ τε δικανικοῦ καὶ τοῦ συμβουλευτικοῦ, ἐπιδεικτικοὺς δὲ οὐκ ἔχομεν αὐτοῦ λόγους. τοὺς γὰρ φερομένους οὐ πιστευτέον εἶναι Δημοσθένους, τὸν ἐπιτάφιον καὶ τὸν ἐρωτικόν. πολὺ γὰρ τῆς ἐκείνου δυνάμεως ἀπολείπονται. καὶ οὐχ ἡμετέραν γνώμην λέγομεν, ἀλλὰ καὶ Διονυσίῳ τῷ Ἁλικαρνασεῖ τοῦτο συνδοκεῖ. ὅτι μὲν γὰρ εἶπεν ἐπιτάφιον λόγον Δημοσθένης ὡμολόγηται, οὐ μὴν τοῦτον εἰκὸς εἶναι τὸν ὑπ᾽ ἐκείνου ῥηθέντα πάνυ φαύλως καὶ ἀσθενῶς ἔχοντα.
Συμβουλευτικοί λόγοι
[Επεξεργασία]Τῶν δὲ συμβουλευτικῶν αὐτοῦ λόγων οἱ μὲν αὐτὸ τοῦτο ἔχουσιν ἐπίγραμμα <συμβουλευτικοί>, οἱ δὲ οὐδὲν μὲν ἧττόν εἰσι συμβουλευτικοί, Φιλιππικοὶ δὲ ἐπιγράφονται ἐκ τοῦ περὶ τῶν <Φιλίππου> πραγ μάτων εἰρῆσθαι τὴν κλῆσιν λαβόντες. καὶ τῶν Φιλιππικῶν ἕκαστος ἰδίαν τινὰ ἐπιγραφὴν ἔχει κατὰ τὴν τῶν πραγμάτων ἑκάστων ἰδιότητα.
1 Ὄλυνθος ἦν πόλις ἐπὶ Θρᾴκης, Ἑλληνικὸν δὲ ταύτῃ τῶν ἐνοικούντων τὸ γένος, ἀπὸ Χαλκίδος τῆς ἐν Εὐβοίᾳ, ἡ δὲ Χαλκὶς Ἀθηναίων ἄποικος.
2 πολλοὶ δὲ πόλεμοι καὶ ἔνδοξοι τῆς Ὀλύνθου. Ἀθηναίοις τε γὰρ ἐπολέμησεν ἄρχουσι τῶν Ἑλλήνων τὸ παλαιὸν καὶ αὖθις Λακεδαιμονίοις. χρόνῳ δὲ εἰς δύναμιν προῆλθε μεγάλην καὶ τῶν συγγενῶν πόλεων ὑπερεῖχεν· ἦν γὰρ ἐπὶ Θρᾴκης πολύ τι γένος Χαλκιδικόν.
3 Φιλίππῳ δὲ τῷ Μακεδόνων βασιλεῖ συμμαχίαν οἱ Ὀλύνθιοιποιησάμενοι καὶ πολεμοῦντες μετ᾽ αὐτοῦ πρὸς Ἀθηναίους τὸ κατ᾽ ἀρχάς, καὶ τοῦτο μὲν Ἀνθεμοῦντα παρὰ τοῦ Μακεδόνος εἰληφότες, πόλιν ἀμφισβητήσιμον Μακεδόσι καὶ Ὀλυνθίοις, τοῦτο δὲ Ποτίδαιαν, ἣν Ἀθηναίων ἐχόντων ἐκπολιορκήσας ὁ Φίλιππος Ὀλυνθίοις παρέδωκεν, ὕστερον δὲ ὑποπτεύειν ἤρξαντο τὸν βασιλέα ὁρῶντες αὐτοῦ ταχεῖαν καὶ πολλὴν τὴν αὔξησιν, οὐ πιστὴν δὲ τὴν γνώμην.
4 ἀποδημοῦντα δὲ τηρήσαντες αὐτὸν πέμψαντες πρέσβεις πρὸς Ἀθηναίους κατελύσαντο τὸν πρὸς αὐτοὺς πόλεμον ποιοῦντες τοῦ το παρὰ τὰς συνθήκας τὰς πρὸς Φίλιππον· συνετέθειντο γὰρ καὶ κοινῇ πολεμεῖν πρὸς Ἀθηναίους κἂν ἄλλο τι δόξῃ, κοινῇ σπείσασθαι.
5 ὁ δὲ Φίλιππος πάλαι μὲν προφάσεως ἐπ᾽ αὐτοὺς δεόμενος, τότε δὲ ταύτην λαβὼν ὡς τὰς συνθήκας παραβεβηκόσι καὶ πρὸς τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ φιλίαν ἐσπεισμένοις πόλεμον ἐπήνεγκεν. οἱ δὲ πεπόμφασι πρέσβεις εἰς Ἀθήνας περὶ βοηθείας. οἷς ὁ Δημοσθένης συναγορεύει βοηθεῖν κελεύων τοῖς Ὀλυνθίοις
6 καί φησι τὴν Ὀλυνθίων σωτηρίαν ἀσφάλειαν εἶναι τῶν Ἀθηναίων· σωζομένων γὰρ τῶν Ὀλυνθίων οὐδέποτε ἥξειν εἰς τὴν Ἀττικὴν Φίλιππον, ἀλλὰ τοῖς Ἀθηναίοις ἐξουσίαν ἔσεσθαι πλεῖν ἐπὶ τὴν Μακεδονίαν κἀκεῖ ποιεῖσθαι τὸν πόλεμον· εἰ δὲ ὑπὸ Φιλίππῳ γένοιτο ἡ πόλις αὕτη, ἀνεῖσθαι τὴν ἐπὶ τὰς Ἀθήνας ὁδὸν τῷ βασιλεῖ. φησὶ δὲ δύσμαχον εἶναι τὸν Φίλιππον οὐχ ὡς ὑπείληπται, θαρσύνων ἐπ᾽ αὐτὸν τοὺς Ἀθηναίους.
7 διδασκάλῳ δὲ χρησάμενος Ἰσαίῳ, μάλα δεινῷ ῥήτορι, εἰς ἄνδρας ἐγγραφεὶς εὐθὺς ἀγῶνα κατὰ τῶν ἐπιτρόπων ἐνεστήσατο κακῶς διῳκηκότων τὴν οὐσίαν αὐτοῦ. καὶ εἷλε μὲν αὐτούς, οὐ μὴν ἠδυνήθη πάντα ἀπολαβεῖν ὅσα ἀπολωλέκει.
8 οὐκ ὄντος τὸ παλαιὸν θεάτρου λιθίνου παρ᾽ αὐτοῖς, ἀλλὰ ξυλίνων συμπηγνυμένων ἰκρίων καὶ πάντων καταλαμβάνειν τόπον σπευδόντων πληγαί τε ἐγίνοντο καί που καὶ τραύματα. τοῦτο κωλύσαι βουλη θέντες οἱ προεστῶτες τῶν Ἀθηναίων ὠνητοὺς ἐποιήσαντο τοὺς τόπους καὶ ἕκαστον ἔδει διδόναι δύο ὀβολοὺς καὶ καταβαλόντα θέαν ἔχειν. ἵνα δὲ μὴ δοκῶσιν οἱ πένητες τῷ ἀναλώματι λυπεῖσθαι, ἐκ τοῦ δημοσίου λαμβάνειν ἕκαστον ἐτάχθη τοὺς δύο ὀβολούς
9 μετὰ μέντοι τούτους τοὺς ἀγῶνας βραχὺ τῇ ἡλικίᾳ προελθὼν σοφιστεύειν ἐνεχείρησεν. εἶτα ἀπαλλαγεὶς τούτου συνηγόρησεν ἐν δικαστηρίῳ. τούτοις δὲ ὥσπερ γυμνασίοις χρησάμενος ἐπὶ τὸ δημαγωγεῖν καὶ τὰ τῆς πόλεως πράττειν ἦλθεν.
10 Ἔτι κἀκείνων μνημονευτέον, ὅτι τραυλὸς μὲν ἦν τὴν γλῶτταν ἐκ φύσεως, τὸ δὲ πνεῦμα ἀτονώτερος. ἐξ ὧν ἀμφοτέρων συνέβαινε φαυλοτάτην αὐτὸν τὴν ὑπόκρισιν παρεχόμενον οὐκ εὐδοκιμεῖν τὸ κατ᾽ ἀρχὰς ἐπὶ τοῖς λόγοις. διὸ καὶ πρὸς τὸν ἐρωτήσαντα <τί ἐστι ῥητορική;> ἀπεκρίνατο ὅτι <ὑπόκρισισ> δυσχεραίνων ὅτι διὰ ταύτην τῶν χειρόνων ἥττων ἐφαίνετο.
11 διὸ ὁ Δημοσθένης εὐλαβῶς ἅπτεται τῆς περὶ τούτου συμβουλῆς καὶ ὑπερωτήσας ἑαυτὸν ὅτι <σὺ γράφεις ταῦ τα εἶναι στρατιωτικά>; ἐπιφέρει <μὰ Δί᾽, οὐκ ἔγωγε>. τοσαῦτα μὲν περὶ τῶν θεωρικῶν. Ὀλυνθιακοῦ.
12 Διείλεκται δὲ ὁ ῥήτωρ καὶ περὶ πολιτικῆς δυνάμεως ἀξιῶν αὐτοὺς στρατεύεσθαι καὶ μὴ διὰ ξένων, ὥσπερ εἰώθεσαν, ποιεῖσθαι τὴν βοήθειαν. τοῦτο γὰρ αἴτιον εἶναί φησι τοῦ τὰ πράγματα ἀπόλλυσθαι.
Προσήκαντο μὲν τὴν πρεσβείαν τῶν Ὀλυνθίων οἱ Ἀθηναῖοι καὶ βοηθεῖν αὐτοῖς κεκρίκασι, μέλλουσι δὲ περὶ τὴν ἔξοδον καὶ δεδιόσιν ὡς <ὄντος> δυσπολεμήτου τοῦ Φιλίππου παρελθὼν ὁ Δημοσθένης πειρᾶται θαρσύνειν τὸν δῆμον ἐπιδεικνὺς ὡς ἀσθενεῖ τὰ τοῦ Μακεδόνος πράγματα. καὶ γὰρ τοῖς συμμάχοις ὕποπτον αὐτὸν εἶναί φησι καὶ κατὰ τὴν ἰδίαν δύναμιν οὐκ ἰσχυρόν. τοὺς γὰρ Μακεδόνας ἀσθενεῖς εἶναι καθ᾽ ἑαυτούς
1 Ἔπεμψαν βοήθειαν τοῖς Ὀλυνθίοις οἱ Ἀθηναῖοι καί τι κατορθοῦν ἔδοξαν δι᾽ αὐτῆς. καὶ ταῦτα αὐ τοῖς ἀπηγγέλλετο, ὅ τε δῆμος περιχαρὴς οἵ τε ῥήτορες παρακαλοῦντες ἐπὶ τιμωρίαν Φιλίππου.
2 δέδοικε τοί νυν ὁ Δημοσθένης μὴ θαρρήσαντες ὡς τὰ πάντα νενικηκότες καὶ ἱκανὴν βοήθειαν πεποιημένοι τοῖς Ὀλυν θίοις τῶν λοιπῶν ὀλιγωρήσωσι. διὰ τοῦτο παρελθὼν ἐπικόπτει τὴν ἀλαζονείαν αὐτῶν καὶ πρὸς εὐλάβειαν σώφρονα τὴν γνώμην μεθίστησι λέγων οὐ περὶ τῆς Φιλίππου τιμωρίας νῦν αὐτοῖς εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῆς τῶν συμμάχων σωτηρίας.
3 δέδοικε τοίνυν ὁ Δημοσθένης μὴ θαρρήσαντες ὡς τὰ πάντα νενικηκότες καὶ ἱκανὴν βοήθειαν πεποιημένοι τοῖς Ὀλυνθίοις τῶν λοιπῶν ὀλιγωρήσωσι. διὰ τοῦτο παρελθὼν ἐπικόπτει τὴν ἀλαζονείαν αὐτῶν καὶ πρὸς εὐλάβειαν σώφρονα τὴν γνώμην μεθίστησι λέγων οὐ περὶ τῆς Φιλίππου τιμωρίας νῦν αὐτοῖς εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῆς τῶν συμμάχων σωτηρίας.
4 Oἶδε γὰρ ὅτι καὶ Ἀθηναῖοι καὶ ἄλλοι πού τινες τοῦ μὲν μὴ τὰ οἰκεῖα προέσθαι ποιοῦνται φροντίδα, περὶ δὲ τὸ τιμωρήσασθαι τοὺς ἐναντίους ἧττον σπουδάζουσιν. Ἐν δὲ τούτῳ τῷ λόγῳ καὶ τῆς περὶ τῶν θεωρικῶν χρημάτων συμβουλῆς φανερώτερον ἅπτεται καὶ ἀξιοῖ λυθῆναι τοὺς νόμους τοὺς ἐπιτιθέντας ζημίαν τοῖς γράψασιν αὐτὰ γενέσθαι στρατιωτικά, ἵν᾽ ἀδεὲς ᾖ τὸ συμβουλεύειν τὰ βέλτιστα.
5 παραινεῖ δὲ καὶ ὅλως πρὸς τὸν τῶν προγόνων ζῆλον ἀναστῆναι καὶ στρατεύεσθαι σώμασιν οἰκείοις καὶ ἐπιτιμήσει πολλῇ κέχρηται κατὰ τοῦ δήμου τε ὡς ἐκλελυμένου καὶ τῶν δημαγωγῶν ὡς οὐκ ὀρθῶς προϊσταμένων τῆς πόλεως.
1 Κακῶς ἐν τῷ πολέμῳ τῷ πρὸς Φίλιππον οἱ Ἀθηναῖοι φερόμενοι συνεληλύθασιν εἰς ἐκκλησίαν ἀθυ μοῦντες.
1 Παραινεῖ διὰ τούτου τοῦ λόγου τοῖς Ἀθηναίοις ὁ ῥήτωρ πολέμιον ὑποπτεύειν τὸν Φίλιππον καὶ τῇ εἰρήνῃ μὴ πάνυ πιστεύειν, ἀλλὰ ἐγείρεσθαι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασι καὶ εὐτρεπίζεσθαι πρὸς πόλεμον. ἐπιβουλεύειν γὰρ αἰτιᾶται καὶ τοῖς Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι τὸν Φίλιππον καὶ τοῦτο αὐτοῦ καταμαρτυρεῖν τὰς πράξεις φησίν.
2 ἐπαγγέλλεται δὲ καὶ ἀποκρίσεις δώσειν πρός τινας πρέσβεις ἥκοντας ἀπορούντων τῶν Ἀθηναίων ὅ τι ποτὲ ἀποκρίνασθαι δεῖ. πόθεν δὲ οὗτοι καὶ περὶ τίνων ἥκουσιν, ἐν τῷ λόγῳ μὲν οὐ δηλοῦται, ἐκ δὲ τῶν Φιλιππικῶν ἱστοριῶν μαθεῖν δυνατόν
3 κατὰ γὰρ τοῦτον τὸν καιρὸν ἔπεμψε πρέσβεις ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους αἰτιώμενος ὅτι διαβάλλουσιν αὐτὸν μάτην πρὸς τοὺς Ἕλληνας ὡς ἐπαγγειλάμενον αὑτοῖς πολλὰ καὶ μεγάλα, ψευσάμενον δέ. οὐδὲν γὰρ ὑπεσχῆσθαί φησιν οὐδὲ ἐψεῦσθαι καὶ περὶ τούτων ἐλέγχους ἀπαιτεῖ.
4 ἔπεμψαν δὲ μετὰ Φιλίππου καὶ Ἀργεῖοι καὶ Μεσσήνιοι πρέσβεις εἰς Ἀθήνας αἰτιώμενοι καὶ οὗτοι τὸν δῆμον ὅτι Λακεδαιμονίοις καταδουλουμένοις τὴν Πελοπόννησον εὔνους τέ ἐστι καὶ συγκροτεῖ, αὑτοῖς δὲ περὶ ἐλευθερίας πολεμοῦσιν ἐναντιοῦται.
5 ἀποροῦσιν οὖν οἱ Ἀθηναῖοι καὶ πρὸς τὸν Φίλιππον ἀποκρίσεως καὶ πρὸς τὰς πόλεις· <πρὸς μὲν τὰς πόλεις>, ὅτι εὖνοι μέν εἰσι Λακεδαιμονίοις καὶ τὴν τῶν Ἀργείων καὶ Μεσσηνίων μετὰ Φιλίππου σύστασιν καὶ μισοῦσι καὶ ὑποπτεύουσιν, οὐ μὴν ἀποφήνασθαι δύνανται δίκαια πράττειν τοὺς Λακεδαιμονίους· πρὸς δὲ τὸν Φίλιππον, <ὅτι> διημαρτήκασι μὲν ὧν ἤλπισαν, οὐ μὴν ὑπ᾽ ἐκείνου γε αὐτοῦ δοκοῦσιν ἐξηπατῆσθαι.
6 οὔτε γὰρ ταῖς ἐπιστολαῖς ἐνέγραψεν ὁ Φίλιππος ἐπαγγελίαν οὐδεμίαν οὔτε διὰ τῶν ἰδίων πρέσβεων ἐποιήσατό τινα ὑπόσχεσιν, ἀλλὰ Ἀθηναίων τινὲς ἦσαν οἱ τὸν δῆμον εἰς ἐλπίδα καταστήσαντες ὡς Φίλιππος Φωκέας σώσει καὶ τὴν Θηβαίων ὕβριν καταλύσει.
7 διὰ τοῦτο ὁ Δημοσθένης τῶν ἀποκρίσεων μνησθεὶς ἐπαγγέλλεται μὲν αὐτὰς δώσειν, φησὶ δὲ ὅτι δίκαιον ἦν τοὺς τὴν δυσχέρειαν πεποιηκότας ἐκείνους καὶ τὰς ἀποκρίσεις ἀπαιτεῖσθαι, τοὺς ἀπατήσαντας, φησί, τὸν δῆμον καὶ ἀνοίξαντας Φιλίππῳ Πύλας.
8 ταῦτα δὲ εἰς τὸν Αἰσχίνην αἰνίττεται προκατασκευαζόμενος, ὥς φασι, τὴν κατ᾽ αὐτοῦ κατηγορίαν τῆς παραπρεσβείας, ἣν ὕστερον ἐνεστήσατο, καὶ προδιαβάλλων αὐτὸν πρὸς τοὺς Ἀθη ναίους.
1 Ἁπλῆ τοῦ λόγου τούτου ἡ ὑπόθεσις. Φιλίππου γὰρ λόγῳ μὲν εἰρήνην ἄγοντος, ἔργῳ δὲ πολλὰ ἀδικοῦντος συμβουλεύει τοῖς Ἀθηναίοις ὁ ῥήτωρ ἀναστῆναι καὶ ἀμύνασθαι τὸν βασιλέα ὡς κινδύνου μεγάλου καὶ αὐτοῖς ἐπικρεμαμένου καὶ πᾶσι κοινῇ τοῖς Ἕλλησιν.
1 Ἁπλῆ τοῦ λόγου τούτου ἡ ὑπόθεσις. Φιλίππου γὰρ λόγῳ μὲν εἰρήνην ἄγοντος, ἔργῳ δὲ πολλὰ ἀδικοῦντος συμβουλεύει τοῖς Ἀθηναίοις ὁ ῥήτωρ ἀναστῆναι καὶ ἀμύνασθαι τὸν βασιλέα ὡς κινδύνου μεγάλου καὶ αὐτοῖς ἐπικρεμαμένου καὶ πᾶσι κοινῇ τοῖς Ἕλλησιν.
2 διαφερομένων γὰρ τῶν πλουσίων πρὸς τοὺς πένητας ὁ Δημοσθένης καταπαύειν πειρᾶται τὴν στάσιν τῷ μὲν δήμῳ παραινῶν μὴ δημεύειν τὰς τῶν πλουσίων οὐσίας, τοῖς δὲ πλουσίοις μὴ φθονεῖν τοῖς ἀπόροις τοῦ δημοσίου λήμματος. πείθει δὲ τοὺς Ἀθηναίους καὶ πρὸς τὸν Περσῶν βασιλέα περὶ συμμαχίας πρεσβεύεσθαι.
2 ὁ τοίνυν ῥήτωρ τήν τε ἀθυμίαν πειρᾶται παύειν λέγων οὐδὲν εἶναι θαυμαστὸν εἰ ῥᾳθυμοῦντες κεκράτηνται, καὶ εἰσηγεῖται πῶς ἂν ἄριστα τῷ πολέμῳ προσενεχθεῖεν.
3 κελεύει δὲ δύο δυνάμεις παρασκευάσασθαι, μίαν μὲν μείζω πολιτικήν, ἥτις οἴκοι μένουσα πρὸς τὰς ἐπὶ καιρῶν χρείας ἕτοιμος ὑπάρξει, ἑτέραν δὲ ἐλάττονα ξένων ὄντων τῶν στρατευομένων, παραμεμιγμένων δὲ <καὶ πολιτῶν>.
4 <ταύτην δὲ> κελεύει τὴν δύναμιν μὴ Ἀθήνησι μένειν μηδὲ ἐκ τῆς πόλεως ποιεῖσθαι τὰς βοηθείας, ἀλλὰ περὶ τὴν Μακεδονίαν ἀναστρέφεσθαι πολεμοῦσαν ἀδιαλείπτως, ἵνα μὴ τοὺς ἐτησίας πνέοντας ἐπιτηρήσας ὁ Φίλιππος ἢ καὶ τὸν χειμῶνα, ἡνίκα Ἀθήνηθεν εἰς Μακεδονίαν πλεῖν οὐ δυνατόν, ἐπιχειρῇ τοῖς πράγμασι καὶ παρὰ τὴν ἀπουσίαν τὴν τῶν Ἀθηναίων ἁπάντων κρατῇ, ἀλλ᾽ ἐγγὺς ἡ πρὸς αὐτὸν ἀντιταξομένη δύναμις ὑπάρχῃ.
1 Μηκυνομένου τοῦ πολέμου τοῦ περὶ Ἀμφιπόλεως εἰρήνης ἐπεθύμησαν ὅ τε Φίλιππος καὶ οἱ Ἀθηναῖοι, οἱ μὲν Ἀθηναῖοι κακῶς ἐν τῷ πολέμῳ φερόμενοι, ὁ δὲ Φίλιππος βουλόμενος ἃ ὑπέσχετο Θετταλοῖς τε καὶ Θηβαίοις ἐπιτελέσαι.
2 ὑπέσχετο δὲ τοῖς μὲν Θηβαίοις Ὀρχομενὸν παραδώσειν καὶ Κορώνειαν, πόλεις Βοιω τίας, ἀμφοτέροις δὲ τὸν Φωκικὸν καταλύσειν πόλεμον. τοῦτο δὲ ἦν ἀδύνατον αὐτῷ πολεμίων ὄντων Ἀθηναίων. καὶ γὰρ πρότερον βουληθεὶς εἰσβαλεῖν εἰς τὴν Φωκίδα τῶν Ἀθηναίων περιπλευσάντων ταῖς ναυσὶν εἰς τὰς καλουμένας Πύλας, ὑπ᾽ ἐνίων δὲ Θερμοπύλας, ἀπεκρούσθη τῆς εἰσόδου.
3 νῦν τοίνυν εἰρήνην ποιησάμενος πρὸς τοὺς Ἀθηναίους μηδενὸς κωλύοντος παρελθὼν εἴσω Πυλῶν τὸ Φωκέων ἔθνος ἀνάστατον πεποίηκε καὶ τὴν Φωκέων ἐν τοῖς Ἀμφικτύοσι χώραν καὶ τὰς ἐκείνων ἐν τῷ συνεδρίῳ ψήφους παρὰ τῶν ἄλλων Ἑλλήνων εἴληφε.< br>
4 πέπομφε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις ἀξιῶν καὶ αὐτοὺς ταῦτα συγχω ρεῖν. καὶ ὁ Δημοσθένης παραινεῖ συγχωρεῖν οὐ τῷ πράγματι συνιστάμενος ὡς ὀρθῶς ἔχοντι οὐδὲ δίκαιον εἶναι λέγων μετέχειν Ἑλληνικοῦ συνεδρίου τὸν Μακε δόνα, ἀλλὰ δεδιέναι φάσκων μὴ καταναγκασθῶσι κοι νὸν πόλεμον πρὸς ἅπαντας τοὺς Ἕλληνας ἔχειν.
5 προσκεκρουκέναι γὰρ λέγει τοῖς Ἀθηναίοις ἄλλους δι᾽ ἄλλας τινὰς αἰτίας. τούτους δὴ κοινῇ πολεμήσειν αὐτοῖς, εἰ δώσομεν, φησί, κοινὴν αἰτίαν ταύτην καθ᾽ ἡμῶν, ὅτι μόνοι τοῖς τῶν Ἀμφικτυόνων ἐνιστάμεθα δόγμασιν. ὥστε κάλλιον τὴν εἰρήνην τηρεῖν καὶ ταῦτα Φιλίππου παρεληλυθότος εἴσω Πυλῶν καὶ ἐπελθεῖν δυναμένου τὴν Ἀττικὴν ἢ περὶ μικροῦ τηλικοῦτον κίν δυνον ἄρασθαι.
6 Οὗτος δὲ ὁ λόγος παρεσκευάσθαι μέν, οὐ μὴν εἰρῆσθαί μοι δοκεῖ. κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου καὶ τοῦτο μετὰ τῶν ἄλλων αὐτοῦ διαβάλλει ὅτι συνεβούλευε Φίλιππον Ἀμφικτύονα εἶναι ψηφίσασθαι μη δενὸς ἄλλου τολμῶντος τοῦτο εἰσηγήσασθαι, μηδὲ Φιλοκράτους τοῦ πάντων ἀναιδεστάτου.
{7 οὐκ ἂν οὖν αὐτὸς περὶ τούτων συμβεβουλευκὼς τὸν Αἰσχίνην ἐπ᾽ αὐτοῖς διέβαλλεν, ἀλλὰ δηλονότι τὴν ὑπόνοιαν ἔδεισε μὴ δόξῃ φιλιππίζειν καὶ χρήμασιν ὑπὸ τοῦ βασιλέως πεισθεὶς τοιαύτην γνώμην ἀποφήνασθαι, ἐπεὶ καὶ ἐν τῷ λόγῳ πρὸς τοιαύτην τινὰ ὑπόνοιαν ἱστάμενος φαίνεται συνιστὰς ἑαυτὸν ὡς εὔνουν τῇ πόλει καὶ ἀδωροδόκητον.
1 Οὗτος ὁ λόγος ἐπιγράφεται μὲν περὶ Ἁλοννήσου, τάχα δὲ ὀρθότερον ἐπιγράφειν· <πρὸς τὴν ἐπι στολὴν τὴν Φιλίππου.>
2 πέπομφε γὰρ πρὸς τοὺς Ἀθηναίους ἐπιστολὴν περὶ πολλῶν διαλεγόμενος, ὧν ἕν ἐστι καὶ τὸ κατὰ τὴν Ἁλόννησον, ἥτις ἦν μὲν τῶν Ἀθηναίων ἀρχαῖον κτῆμα, κατὰ δὲ τοὺς Φιλίππου καιροὺς ὑπὸ λῃστῶν κατείχετο, οὓς ἐκβαλὼν ὁ Φίλιππος ἀπαιτοῦσι μὲν τοῖς Ἀθηναίοις τὴν νῆσον οὐκ ἀποδίδωσιν, ἑαυτοῦ γὰρ εἶναί φησιν, αἰτοῦσι δὲ ὑπισχνεῖται δώσειν.
3 ὁ δὲ λόγος οὐ δοκεῖ μοι Δημοσθένους εἶναι. δηλοῖ δὲ ἡ φράσις καὶ ἡ τῆς συνθέσεως ἁρμονία πολὺ τὸν Δημοσθενικὸν πεφευγυῖα τύπον ἀνειμένη τε καὶ διαλελυμένη παρὰ τὴν ἰδέαν τούτου τοῦ ῥήτορος
4 καὶ μὴν καὶ τὸ ἐπὶ τέλει ῥηθὲν οὐ μικρὸν μαρτύριον τοῦ νόθον εἶναι τὸν λόγον· <εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.> ὁ μὲν γὰρ Δημοσθένης εἴωθε παρρησίᾳ χρῆσθαι, τοῦτο δὲ ὕβρις ἐστὶ καὶ λοιδορία μέτρον οὐκ ἔχουσα, εὐτέλεια δὲ αὐτῷ δεινὴ πρόσεστι κατὰ τὴν ἑρμηνείαν. πρὸς δὲ τούτοις καὶ εὔηθες τὸ νομίζειν ἐν τοῖς κροτάφοις ἔχειν τοὺς ἀνθρώπους τὸν ἐγκέφαλον.
5 ὑπώπτευσαν δὲ καὶ οἱ πρεσβύτεροι τὸν λόγον ὡς οὐ τοῦ ῥήτορος, καὶ πε φωράκασί γέ τινες ὄντα Ἡγησίππου καὶ ἀπὸ τῆς ἰδέας τῶν λόγων, τοιαύτῃ γὰρ κέχρηται, καὶ ἀπὸ τῶν πραγμάτων. κατὰ Καλλίππου γὰρ τοῦ Παιανιέως φησὶν ὁ τὸν λόγον γεγραφὼς ἀπενηνοχέναι γραφὴν παρανόμων, φαίνεται δὲ οὐχ ὁ Δημοσθένης, ἀλλ᾽ ὁ Ἡγήσιππος τὴν κατὰ τοῦ Καλλίππου γραφὴν ἐνστησάμενος.
6 Νὴ Δία, ἀλλ᾽ ὁ λόγος συμβουλεύει περὶ τῆς Ἁλοννήσου τοῖς Ἀθηναίοις μὴ λαμβάνειν αὐτήν, ἀλλὰ ἀπολαμβάνειν καὶ διαφέρεται περὶ τῶν ὀνομάτων, ταῦτα δὲ Αἰσχίνης φησὶ τὸν Δημοσθένην συμβεβουλευκέναι τοῖς Ἀθηναίοις.
7 εἶτα τί τοῦτο; δύναται γὰρ τὴν αὐτὴν πεποιῆσθαι συμβουλὴν καὶ Δημοσθένης καὶ Ἡγήσιππος, ἐπεὶ καὶ τἄλλα τῆς αὐτῆς ἦσαν ἐν τῇ πολιτείᾳ προαιρέσεως καὶ τοῖς φιλιππίζουσι τῶν ῥητόρων ἀντέλεγον, καὶ μέμνηται καὶ ὁ Δημοσθένης τοῦ Ἡγησίππου ὡς καὶ πρεσβεύσαντος μεθ᾽ ἑαυτοῦ καὶ ἀντι ταχθέντος τῷ Μακεδόνι.
8 δῆλον οὖν ὅτι ὁ μὲν τοῦ Δημοσθένους λόγος ὁ περὶ τῆς Ἁλοννήσου ῥηθεὶς οὐ σώζεται, ἐκείνου δὲ οὐκ ὄντος τὸν εὑρεθέντα προσέθεσαν αὐτῷ ἀφορμὴν ἔχοντες τὸ περὶ Ἁλοννήσου λόγον εἰρῆσθαι τῷ ῥήτορι, οὐκέτι δὲ ἐξετάζοντες εἰ τοῦτον εἰκὸς εἶναι τὸν ἐκείνου.
1 Ο λόγος οὗτος ὑπὲρ Διοπείθους εἴρηται καὶ ὧν ἐκεῖνος παρὰ Ἀθηναίοις κατηγόρητο. ἦν μὲν γὰρ Χερ ρόνησος ἡ πρὸς Θρᾴκην τῶν Ἀθηναίων κτῆμα ἀρχαῖον, εἰς δὲ ταύτην ἀπέστειλαν κατὰ τοὺς Φιλίππου καιροὺς κληρούχους ἑαυτῶν.
2 ἔθος δὲ ἦν τοῦτο παλαιὸν τοῖς Ἀθηναίοις, ὅσοι πένητες ἦσαν αὐτῶν καὶ ἀκτήμονες οἴκοι, τούτους πέμπειν ἐποίκους εἰς τὰς ἔξω πόλεις τὰς ἑαυτῶν, καὶ ἐλάμβανον πεμπόμενοι ὅπλα τε ἐκ τοῦ δημοσίου καὶ ἐφόδιον.
3 καὶ νῦν τοίνυν τοῦτο γέγονε καὶ πεπόμφασιν ἐποίκους εἰς τὴν Χερρόνησον στρατηγὸν αὐτοῖς δόντες Διοπείθη. οἱ μὲν οὖν ἄλλοι Χερρονησῖται τοὺς ἐπελθόντας ἐδέξαντο καὶ μετέδωκαν αὐτοῖς καὶ οἰκιῶν καὶ γῆς, Καρδιανοὶ δὲ οὐκ ἐδέξαντο λέγοντες ἰδίαν χώραν οἰκεῖν καὶ οὐκ Ἀθηναίων.
4 ἐν τεῦθεν οὖν Διοπείθης ἐπολέμησε Καρδιανοῖς, οἱ δὲ παρὰ Φίλιππον καταφεύγουσι, καὶ ὃς ἐπιστέλλει τοῖς Ἀθηναίοις μὴ βιάζεσθαι Καρδιανοὺς ὡς αὑτῷ προσ ήκοντας, ἀλλὰ διαδικάσασθαι πρὸς αὐτούς, εἴ τί φασιν ἠδικῆσθαι.
5 ἐντεῦθεν οὖν Διοπείθης ἐπολέμησε Καρδιανοῖς, οἱ δὲ παρὰ Φίλιππον καταφεύγουσι, καὶ ὃς ἐπιστέλλει τοῖς Ἀθηναίοις μὴ βιάζεσθαι Καρδιανοὺς ὡς αὑτῷ προσήκοντας, ἀλλὰ διαδικάσασθαι πρὸς αὐτούς, εἴ τί φασιν ἠδικῆσθαι.
6 διόπερ ὁ Φίλιππος οὐ δυνηθεὶς ὅπλοις αὐτὸν ἀμύνασθαι πέπομφεν ἐπιστολὴν πρὸς τοὺς Ἀθηναίους κατηγορῶν τοῦ στρατηγοῦ καὶ λέγων αὐτὸν παραβεβηκέναι τὴν εἰρήνην ἄντικρυς. καὶ οἱ φιλιππίζοντες τῶν ῥητόρων κατατρέχουσι τοῦ Διοπείθους καὶ κολάζειν ἀξιοῦσιν αὐτόν.
7 διόπερ ὁ Φίλιππος οὐ δυνηθεὶς ὅπλοις αὐτὸν ἀμύνασθαι πέπομφεν ἐπιστολὴν πρὸς τοὺς Ἀθηναίους κατηγορῶν τοῦ στρατηγοῦ καὶ λέγων αὐτὸν παραβεβηκέναι τὴν εἰρήνην ἄντικρυς. καὶ οἱ φιλιππίζοντες τῶν ῥητόρων κατατρέχουσι τοῦ Διοπείθους καὶ κολάζειν ἀξιοῦσιν αὐτόν.
8 πρὸς οὓς ὁ Δημοσθένης ἐναντιούμενος διχῇ ὑπὲρ τοῦ Διοπείθους ἵσταται. οὔτε γὰρ ἄδικά φησιν αὐτὸν πεποιηκέναι, Φιλίππου γὰρ πολὺ πρότερον παραβάντος τὴν εἰρήνην καὶ ἀδικοῦντος τὴν τῶν Ἀθηναίων πόλιν εἰκότως καὶ τοῦτον ἔργα πολέμου διαπράττεσθαι, οὔτε συμφέρειν λέγει τοῖς Ἀθηναίοις κολάσαι τὸν στρατηγὸν καὶ διαλῦσαι τὴν ὑπ᾽ ἐκείνῳ δύναμιν, ἥτις νῦν ἀποκρούεται Χερρονήσου Φίλιππον.
9 τὸ δὲ ὅλον ἐπὶ πόλεμον παρακαλεῖ καὶ τοῦ Φιλίππου πολλὴν ποιεῖται κατηγορίαν ὡς ἀδίκου καὶ παρασπόνδου καὶ τοῖς Ἀθηναίοις καὶ τοῖς Ἕλλησιν ἐπιβουλεύοντος. τὸ δὲ ὅλον ἐπὶ πόλεμον παρα καλεῖ καὶ τοῦ Φιλίππου πολλὴν ποιεῖται κατηγορίαν ὡς ἀδίκου καὶ παρασπόνδου καὶ τοῖς Ἀθηναίοις καὶ τοῖς Ἕλλησιν ἐπιβουλεύοντος.
1 Αἰσχίνης ἦν ἀνὴρ Ἀθηναῖος, υἱὸς Ἀτρομήτου καὶ Γλαυκοθέας, ἀμφοτέρων ἀδόξων, ὥς φησι Δημοσθένης. τὸν μὲν γὰρ γράμματα διδάσκοντα, τὴν δὲ καθαίρουσαν καὶ τελετάς τινας οὐ σπουδαίας τελοῦσάν φησι διαζῆν.
2 παραδέδοται δὲ καὶ αὐτὸς ὁ Αἰσχίνης τραγῳδιῶν τε ὑποκριτὴς γενόμενος καὶ γραμματεὺς τῆς πόλεως, ἥτις ἦν εὐτελὴς ὑπηρεσία. ὕστερον μέντοι τῶν ῥητόρων εἷς ἐγένετο καὶ περὶ τῆς εἰρήνης πρὸς Φίλιππον ἐπρέσβευσε. πολεμοῦντες γὰρ οἱ Ἀθηναῖοι Φιλίππῳ περὶ Ἀμφιπόλεως καὶ πολλὰ μὲν αὐτοὶ δεινὰ πάσχοντες, δρῶντες δὲ οὐδὲν ἄξιον λόγου ἐπείσθησαν ὑπὲρ εἰρήνης πρεσβεύσασθαι πρὸς Φίλιππον.
3 πέμπουσι δὴ πρέσβεις δέκα τὸν ἀριθμόν, ἐν οἷς Αἰσχίνης τε καὶ Δημοσθένης ἦσαν. δεξαμένου δὲ Φιλίππου τὰς διαλύσεις πάλιν οἱ αὐτοὶ πρεσβεύουσι δεύτερον, ὅπως οἱ περὶ τῆς εἰρήνης ὅρκοι γένοιντο.
4 περὶ δὴ ταῦτα τὰ πράγματα κατηγορεῖ ὁ Δημοσθένης Αἰσχίνου τρία· ὅτι Φιλοκράτους αἰσχρὰν καὶ ἀσύμφορον εἰρήνην λέγοντος καὶ γράφοντος συνεῖπεν αὐτῷ· ὅτι τοὺς χρόνους κατανάλωσε, παρ᾽ ὃ συνέβη τὰ ἐν Θρᾴκῃ δια φθαρῆναι· ὅτι ψευδῆ πρὸς Ἀθηναίους ἀπήγγειλε, παρ᾽ ὃ συνέβη Φωκέας ἀπολέσθαι. εἶπε γάρ, φησίν, ὅτι Φωκέας οὐκ ἀναιρήσει Φίλιππος, καὶ ὑμεῖς τούτῳ πιστεύσαντες οὐκ ἐβοηθήσατε τοῖς ἀνδράσι. φησὶ δὲ ταῦτα πάντα ἐπὶ μισθῷ καὶ δώροις τὸν Αἰσχίνην κεκακουργηκέναι
5 Ἡ στάσις περὶ οὐσίας καὶ στοχαστική. ἡ δὲ κίνησις τῆς ἔχθρας λέγεται διὰ Τίμαρχον τὸν φίλον Δημοσθένους, ὃν ἠτίμωσεν Αἰσχίνης κατηγορήσας ὡς κακοῦ βίου, διότι πρὸς Πιττάλακον τὸν ὀρνιθίαν, φη σίν, εἰσῄει εὔμορφος ὢν ἐπὶ τῷ θεᾶσθαι τὰς μάχας τῶν ὀρνίθων, διαφθειρόμενον καὶ διαφθείροντα.
Ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους πέπομφεν ἐπιστολὴν κατηγορῶν αὐτῶν καὶ πόλεμον προκηρύττων ἄντικρυς. οὐκ ἔτι οὖν ὁ ῥήτωρ πείθει τοὺς Ἀθηναίους πολεμεῖν, ἀνάγκη γάρ, ἀλλὰ θαρσύνει πρὸς τὸν κίνδυνον εὐκαθαίρετον λέγων τὸν Μακεδόνα.
1 Ἀλεξάνδρου τοῦ Μακεδόνος καταγαγόντος εἰς Μεσσήνην τοὺς Φιλιάδου τοῦ τυράννου παῖδας αἰτιᾶται παρὰ τὰς συνθήκας εἶναι τοῦτο τὰς πρὸς Ἀθηναίους καὶ Ἕλληνας γενομένας. παραβεβηκέναι δὲ καὶ ἐν ἄλλοις πολλοῖς τὰς συνθήκας φησὶ τοὺς Μακεδόνας καὶ μὴ περιορᾶν ταῦτα παραινεῖ.
5 ὁ δὲ λόγος ψευδεπίγραφος εἶναι δοκεῖ. οὐ γὰρ ἔοικε κατὰ τὴν ἰδέαν τοῖς ἄλλοις τοῖς τοῦ Δημοσθένους, ἀλλὰ τῷ Ὑπερίδου χαρακτῆρι μᾶλλον προσχωρεῖ τά τε ἄλλα καὶ λέξεις τι νὰς ἔχει κατ᾽ ἐκεῖνον μᾶλλον εἰρημένας ἢ τὸν Δημοσθένην, οἷον <νεόπλουτοι> καὶ <βδελυρεύεσθαι.>
1 Φήμης γενομένης τὸν Περσῶν βασιλέα παρασκευάζεσθαι στρατεύειν ἐπὶ τοὺς Ἕλληνας ὁ μὲν τῶν Ἀθηναίων δῆμος κεκίνηται καὶ συγκαλεῖν ὥρμηται τοὺς Ἕλληνας καὶ τὸν πόλεμον ἐκφέρειν ἤδη, ὁ δὲ Δημοσθέ νης συμβουλεύει μὴ προεξανίστασθαι, ἀλλὰ ἀναμένειν τὸν βασιλέα νεωτερίσαι.
2 νῦν μὲν γάρ, φησίν, οὐ πείσομεν τοὺς Ἕλληνας συμμαχεῖν ἡμῖν ἐπ᾽ ἀδείας εἶναι δοκοῦντας, τότε δὲ αὐτοὺς ὁ κίνδυνος αὐτὸς συστήσει. παραινεῖ τοίνυν ἡσυχάζοντας συντάξασθαι καὶ πρὸς τὸν πόλεμον παρασκευάσασθαι καὶ δὴ καὶ δι έξεισιν ὃν τρόπον ἂν συνταχθεῖεν
3 ὅθεν καὶ περὶ συμμοριῶν ὁ λόγος ἐπιγράφεται. συμμορία γὰρ παρὰ τοῖς Ἀττικοῖς τὸ τῶν λειτουργούντων σύνταγμα.
1 Τὸν συμμαχικὸν κληθέντα πόλεμον πρὸς Ἀθηναίους <ἤραντο> Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι πρό τερον μὲν αὐτῶν ὑπήκοοι γεγονότες, τότε δὲ ἀλλήλοις συμμαχίαν πεποιημένοι κατὰ τῶν Ἀθηναίων.
2 γείτονες δὲ ὄντες οἱ Ῥόδιοι τῇ Καρίᾳ πρὸς τὸν ταύτης ὕπαρχον Μαύσωλον οἰκείως ἔχειν ἐδόκουν. ὁ δὲ κατ᾽ ὀλίγον πιστευθεὶς ὑπ᾽ αὐτῶν ἐπιβουλὴν κατὰ τοῦ δή μου συνεστήσατο καὶ τὴν δημοκρατίαν τῶν Ῥοδίων ἀφελόμενος ὀλίγοις τοῖς δυνατωτάτοις τὴν πόλιν κατεδούλωσε.
3 συμβουλεύει τοίνυν ὁ Δημοσθένης μὴ περιορᾶν ταῦτα, ἀλλὰ βοηθεῖν τῷ δήμῳ τῶν Ῥοδίων συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ δημοκρατεῖσθαι τὰς πόλεις. εἰ δὲ ἠδικήκασιν ἡμᾶς Ῥόδιοι, φησίν, ἀλλὰ πρέπον ἐστὶν ἡμῖν καὶ σύνηθες τὸ καὶ τοὺς λυπήσαν τάς τι τῶν Ἑλλήνων ἐλευθεροῦν καὶ μὴ μνησικακεῖν ἁμαρτάνουσιν εἰς τὴν πόλιν.
1 Ὅτε Λακεδαιμόνιοι νικηθέντες ὑπὸ Θηβαίων ἐν Λεύκτροις τῆς Βοιωτίας εἰς κίνδυνον μέγαν κατέστησαν ἀποστάντων Ἀρκάδων καὶ προσθεμένων τοῖς Θηβαίοις, Ἀθηναῖοι σύμμαχοι Λακεδαιμονίοις γενόμενοι διέσωσαν αὐτούς.
2 ὕστερον δὲ Λακεδαιμόνιοι τῶν κινδύνων ἀπαλλαγέντες καὶ προϊόντες πάλιν εἰς δύναμιν ἐπὶ Μεγάλην πόλιν τῆς Ἀρκαδίας ἤρχοντο καὶ τοὺς Ἀθηναίους παρεκάλουν διὰ πρεσβείας κοινωνεῖν αὐτοῖς τοῦ πολέμου. πεπόμφασι δὲ καὶ οἱ Μεγαλοπολῖται πρέσβεις Ἀθήναζε παρακαλοῦντες ὑπὲρ ἑαυτῶν.
3 ὁ τοίνυν Δημοσθένης συμβουλεύει μὴ περιορᾶν ἀναιρεθεῖσαν Μεγάλην πόλιν μηδὲ εἰς ἰσχὺν προελθόν τας Λακεδαιμονίους συμφέρειν λέγων τοῖς Ἀθηναίοις τὸ μὴ φοβερὰν εἶναι τὴν Λακεδαίμονα.
Ὁ λόγος οὗτος οὐκ ἔτι Φιλιππικός ἐστιν, ἀλλ᾽ ἁπλῶς συμβουλευτικός. ἐκκλησίαν γὰρ ἀγόντων τῶν Ἀθηναίων περὶ τῶν θεωρικῶν χρημάτων παρελθὼν ὁ Δημοσθένης πείθει συνταχθῆναί τε αὐτοὺς καὶ τὸ ἀρχαῖον ἀναλαβεῖν ἀξίωμα στρατευομένους καὶ τῶν Ἑλλήνων προκινδυνεύοντας καὶ συγκρίνει τὰ νῦν τοῖς ἐπὶ τῶν προγόνων πολὺ φαυλότερα καὶ ταπεινότερα.
1 Ἡ τῶν Ἀθηναίων πόλις ἄλλοις τε ἐτίμα τοὺς εὐεργέτας καὶ ἀτελείᾳ λειτουργιῶν. πολλῶν οὖν λαμ βανόντων αὐτὴν σπάνις ἐδόκει τῶν λειτουργησόντων εἶναι. διὰ τοῦτο Λεπτίνης νόμον εἰσήνεγκεν εἶναι μη δένα ἀτελῆ μηδὲ τὸ λοιπὸν ἐξεῖναι τῷ δήμῳ δοῦναι, τὸν δὲ ἀτέλειαν αἰτήσαντα πάσχειν τὰ ἔσχατα.
2 τοῦτον ἐγράψαντο τὸν νόμον πρότερον μὲν ἄλλοι, μεθ᾽ ὧν καὶ Βάθιππος, καὶ οὐκ ἐπεξῆλθεν ἢ χρήματα λα βὼν ἢ νόσῳ περιπεσών, νῦν δὲ Φορμίων καὶ Κτήσιππος ὁ Χαβρίου παῖς καί τινες μετ᾽ αὐτῶν, οἷς συνήγορος Δημοσθένης γίνεται.
3 ὁ μὲν οὖν Λεπτίνης πλέον ἰσχύει τῷ συμφέροντι, τὴν γὰρ χρείαν προΐσχεται, ὁ δὲ Δημοσθένης τῷ τε ἐνδόξῳ καὶ τῷ δικαίῳ· τῷ δικαίῳ μέν, ὅτι δίκαιόν ἐστι τοὺς εὖ ποιήσαντας ἀντευπεπονθέναι καὶ τοὺς ὀρθῶς ἀντιλαβόντας τῶν δοθέντων μὴ ἀφαιρεῖσθαι, τῷ δὲ ἐνδόξῳ, διότι τάχα μὲν καὶ ἄλλοις αἰσχρὸν ἃ δεδώκασιν ἀφαιρεῖσθαι, Ἀθηναίοις δὲ οὐχ ἥκιστα, οἷς ἀντ᾽ ἄλλου γνωρίσματος τὸ μεγαλόψυχον προσεῖναι δοκεῖ
4 ἐπιδεικνύει δὲ ὅτι καὶ παρανόμως εἰσήνεγκε τὸν νόμον. λέγει γὰρ <αὐτὸν παραβῆναι τὸν> νόμον τὸν κελεύοντα ἀναιρεῖν πρῶτον τὸν ἐναντίον νόμον καὶ τότε αὐτὸν τιθέναι νόμον, ἵνα μὴ ἀλλήλοις ἐναντίοι νόμοι εὑρίσκωνται.
1 Τεῖχος μὲν ὁ ῥήτωρ ὑπὲρ Ἀθηναίων προὐβάλετο τῶν συνήθων τούτων καὶ χειροποιήτων ἀρραγέστερόν τε καὶ βέλτιον τήν τε εἰς τὴν πόλιν εὔνοιαν καὶ περὶ λόγους δεινότητα, ὡς αὐτὸς εἴρηκεν· <οὐ λίθοις καὶ πλίνθοις τὰς Ἀθήνας ὠχύρωσα, ἀλλὰ μεγάλαις δυνάμεσι καὶ πολλῇ τινι συμμαχίᾳ τῇ μὲν ἐκ γῆς, τῇ δὲ ἐκ θαλάττης.
2 Οὐ μὴν ἀλλὰ καὶ εἰς τὸν χειροποίητον περίβολον οὐ μικρὰ τῇ πόλει συνεβάλετο. πεπονηκότος γὰρ κατὰ πολλὰ μέρη τοῦ τείχους τοῖς Ἀθηναίοις, ἐπειδὴ ἔδοξεν ἀνορθοῦν αὐτό, ᾑρέθησαν ἐπὶ τὸ ἔργον ἄνδρες δέκα, φυλῆς ἑκάστης εἷς, οὓς ἔδει τὴν ἐπιμέλειαν παρέχεσθαι τοῦ ἔργου ψιλήν. τὸ γὰρ ἀνάλωμα δημόσιον.
3 εἷς τοίνυν τούτων καὶ ὁ ῥήτωρ γενόμενος οὐχ ὁμοίως τοῖς ἄλλοις τὴν ἐπιμέλειαν μόνην εἰσήνεγκε τῇ χρείᾳ, ἀλλὰ τὸ μὲν ἔρ γον ἀμέμπτως ἀπετέλεσε, τὰ δὲ χρήματα ἔδωκεν οἴκοθεν τῇ πόλει.
4 ἐπῄνεσεν αὐτοῦ τὴν εὔνοιαν ταύτην ἡ βουλὴ καὶ τὴν προθυμίαν ἠμείψατο στεφάνῳ χρυσῷ. ἕτοιμοι γὰρ Ἀθηναῖοι πρὸς τὰς χάριτας τῶν εὖ ποιούντων.
5 Κτησιφῶν δὲ ἦν ὁ τὴν γνώμην εἰπὼν ὡς δεῖ στεφανῶσαι τὸν Δημοσθένην ἐν μὲν καιρῷ τοῖς Διονυσίοις, ἐν δὲ τόπῳ τῷ τοῦ Διονύσου θεάτρῳ, ἐν δὲ θεαταῖς πᾶσι τοῖς Ἕλλησιν οὓς ἡ πανήγυρις συνήγαγε, καὶ τούτων ἐναντίον ἀνειπεῖν τὸν κήρυκα ὅτι στεφανοῖ Δημοσθένην Δημοσθένους Παιανιέα ἡ πόλις ἀρετῆς συμπάσης ἕνεκα καὶ εὐνοίας τῆς πρὸς ἑαυτήν.
6 ἦν οὖν πανταχόθεν ἡ τιμὴ θαυμαστή. διὸ καὶ φθόνος αὐτῆς ἥψατο καὶ <κατὰ> τοῦ ψηφίσματος ἀπηνέχθη παρανόμων γραφή. Αἰσχίνης γὰρ ἐχθρὸς ὢν τοῦ Δημοσθένους ἀγῶνα παρανόμων ἐπήγγειλε Κτησι φῶντι λέγων ἄρχοντα γεγονότα τὸν Δημοσθένην καὶ μὴ δόντα λόγον ὑπεύθυνον εἶναι, νόμον δὲ κελεύειν τοὺς ὑπευθύνους μὴ στεφανοῦν, καὶ πάλιν νόμον παρεχόμενος τὸν κελεύοντα, ἐὰν μέν τινα ὁ δῆμος ὁ Ἀθηναίων στεφανοῖ, ἐν τῇ ἐκκλησίᾳ τὸν στέφανον ἀναγορεύεσθαι, ἐὰν δὲ ἡ βουλή, ἐν τῷ βουλευτηρίῳ, ἀλλαχόθι δὲ μὴ ἐξεῖναι.
7 φησὶ δὲ καὶ τοὺς ἐπαίνους εἶναι τοὺς ἐπὶ τῷ Δημοσθένει ψευδεῖς. μὴ γὰρ πεπολιτεῦσθαι καλῶς τὸν ῥήτορα, ἀλλὰ καὶ δωροδόκον εἶναι καὶ πολλῶν κακῶν αἴτιον τῇ πόλει.
8 καὶ τάξει γε ταύτῃ τῆς κατηγορίας Αἰσχίνης κέχρηται πρῶτον εἰπὼν περὶ τοῦ τῶν ὑπευθύνων νόμου καὶ δεύτερον περὶ τοῦ τῶν κηρυγμάτων καὶ τρίτον περὶ τῆς πολιτείας. ἠξίωσε δὲ καὶ τὸν Δημοσθένην τὴν αὐτὴν τάξιν ποιήσασθαι.
9 ὁ δὲ ῥήτωρ καὶ ἀπὸ τῆς πολιτείας τὴν ἀρχὴν ἐποιήσατο καὶ πάλιν εἰς ταύτην τὸν λόγον κατέ στρεψε τεχνικῶς ποιῶν. δεῖ γὰρ ἄρχεσθαί τε ἀπὸ τῶν ἰσχυροτάτων καὶ λήγειν εἰς ταῦτα. μέσα δὲ τέθεικε τὰ περὶ τῶν νόμων, καὶ τῷ μὲν περὶ τῶν ὑπευθύνων ἀντιτίθησι διανοίας, τῷ δὲ περὶ τῶν κηρυγμάτων νό μον ἕτερον ἤ τι νόμου μέρος, ὥς φησιν αὐτός, ἐν ᾧ συγκεχώρηται καὶ ἐν τῷ θεάτρῳ κηρύττειν, ἐὰν ὁ δῆμος ἢ ἡ βουλὴ τοῦτο ψηφίσηται.