Περί των προς Αλέξανδρον Συνθηκών

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση


Περὶ τῶν πρὸς Ἀλέξανδρον Συνθηκῶν
Λόγος




ἄξιον ἀποδέχεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν, εἴπερ αὐτὸ πεπεισμένοι ποιοῦσιν: οἶμαι γὰρ οὐδὲν οὕτω τοῖς δημοκρατουμένοις πρέπειν ὡς περὶ τὸ ἴσον καὶ τὸ δίκαιον σπουδάζειν. δεῖ τοίνυν τοὺς λίαν ἐπ' αὐτὰ παρακαλοῦντας μὴ τῷ μὲν λόγῳ καταχρωμένους ἐνοχλεῖν, πάντα δὲ μᾶλλον πράττειν, ἀλλ' ὑπομείναντας νυνὶ τὸν ἐξετασμὸν ἢ καὶ τὸ λοιπὸν πειθομένους ὑμᾶς ἔχειν περὶ αὐτῶν, ἢ παραχωρήσαντας ἐᾶν συμβουλεύειν τοὺς ἀληθέστερα περὶ τῶν δικαίων ἀποφαινομένους, [2] ἵν' ἢ ἑκόντες ἀδικούμενοι ἀνέχησθε καὶ αὐτὸ τοῦτο χαρίζησθε τῷ ἀδικοῦντι, ἢ προελόμενοι περὶ πλείστου ποιήσασθαι τὸ δίκαιον ἀνεγκλήτως πρὸς ἅπαντας χρῆσθε τῷ συμφέροντι μηκέτι μέλλοντες. ἐξ αὐτῶν δὲ τῶν συνθηκῶν καὶ τῶν ὅρκων σκεψαμένους τῶν περὶ τῆς κοινῆς εἰρήνης ἔξεστιν ἰδεῖν ἤδη, τίνες εἰσὶν οἱ παραβεβηκότες. ὡς δὲ περὶ μεγάλων συντόμως διδάξω.

[3] εἰ δή τις ἐρωτήσειεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστ' ἀγανακτήσαιτ' εἴ τις ἀναγκάζοι, οἶμαι ἄν, εἰ ἦσαν κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο κατάγειν αὐτοὺς δευρί, ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα πάντα κίνδυνον ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι, ἢ πεισθέντας γε δουλεύειν ἀντὶ τῶν ἀργυρωνήτων, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τὸν μὲν οἰκέτην οὐδεὶς ἂν ἑκὼν ἀποκτείνειε, τοὺς δὲ τυραννουμένους ἀκρίτους ἔστιν ὁρᾶν ἀπολλυμένους ἅμα καὶ ὑβριζομένους εἰς παῖδας καὶ γυναῖκας. [4] παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς Μεσσήνην καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας τυράννους, ἆρ' ἐφρόντισε τοῦ δικαίου, ἀλλ' οὐκ ἐχρήσατο τῷ αὑτοῦ ἤθει τῷ τυραννικῷ, βραχὺ φροντίσας ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας; [5] οὐ δὴ δεῖ, εἰ μέν τις ὑμᾶς ταῦτα βιάζοιτο, μάλιστ' ἀγανακτῆσαι, εἰ δ' ἑτέρωθί που γέγονε παρὰ τοὺς πρὸς ὑμᾶς ὅρκους, μὴ φυλάξασθαι, καὶ ἡμῖν μὲν διακελεύεσθαί τινας ἐνταυθὶ ἐμμένειν τοῖς ὅρκοις, τοῖς δ' αὐτοὺς οὕτω περιβοήτως ἀνῃρηκόσι καταλείπειν ταύτην τὴν ἐξουσίαν. [6] ἀλλ' οὐχ οἷόν τε ταῦθ' οὕτως ἔχειν, ἐὰν βούλησθε τῷ δικαίῳ χρῆσθαι: καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις πολέμιον εἶναι τὸν ἐκεῖν' ἅπερ Ἀλέξανδρος ποιοῦντα ἅπασι τοῖς τῆς εἰρήνης κοινωνοῦσι, καὶ τὴν χώραν αὐτοῦ, καὶ στρατεύεσθαι ἐπ' αὐτὸν ἅπαντας. οὐκοῦν ἐὰν ποιῶμεν τὰ συγκείμενα, πολεμίῳ χρησόμεθα τῷ καταγαγόντι. [7] ἀλλὰ γὰρ εἴποιεν ἂν οἱ τυραννίζοντες οὗτοι, ὅτι πρὶν τὰς συνθήκας γενέσθαι ἐτυράννουν Μεσσηνίων οἱ Φιλιάδου παῖδες: διὸ καὶ καταγαγεῖν τὸν Ἀλέξανδρον αὐτούς. ἀλλὰ καταγέλαστος ὁ λόγος, τοὺς μὲν ἐκ Λέσβου τυράννους, οἷον ἐξ Ἀντίσσης καὶ Ἐρέσου, ἐκβαλεῖν ὡς ἀδικήματος ὄντος τοῦ πολιτεύματος, τοὺς πρὸ τῶν ὁμολογιῶν τυραννήσαντας, ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι διαφέρειν, τῆς αὐτῆς δυσχερείας ὑπαρχούσης. [8] ἔπειτα καὶ ἐπιτάττει ἡ συνθήκη εὐθὺς ἐν ἀρχῇ ἐλευθέρους εἶναι καὶ αὐτονόμους τοὺς Ἕλληνας. διὸ καὶ πῶς οὐχ ὑπεράτοπον, ἡγεῖσθαι μὲν τῶν συνθηκῶν τὸ αὐτονόμους εἶναι καὶ ἐλευθέρους, τὸν δ' εἰς δουλείαν ἀγαγόντα μὴ οἴεσθαι τἀναντία ταῖς κοιναῖς ὁμολογίαις διαπεπρᾶχθαι; οὐκοῦν ἀναγκαῖόν ἐστιν ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, εἴπερ ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις ἐμμενοῦμεν καὶ τὰ δίκαια ποιήσομεν, ἐφ' ἃ ὑμᾶς παρακαλοῦσι, καθάπερ ἄρτι εἶπον, λαβοῦσι τὰ ὅπλα στρατεύεσθαι ἐπὶ τοὺς παραβεβηκότας μετὰ τῶν βουλομένων. [9] ἢ νομίζετε τὸν μὲν καιρόν ποτ' ἰσχύειν καὶ ἄνευ τοῦ δικαίου τὸ συμφέρον πράττειν: νυνὶ δ', ὅτ' εἰς ταὐτὸν τὸ δίκαιον ἅμα καὶ ὁ καιρὸς καὶ τὸ συμφέρον συνδεδράμηκεν, ἄλλον ἄρα τινὰ χρόνον ἀναμενεῖτε τῆς ἰδίας ἐλευθερίας ἅμα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἀντιλαβέσθαι;

[10] ἐπ' ἄλλο δὲ δίκαιον ἔρχομαι τῶν κατὰ τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐάν τινες τὰς πολιτείας τὰς παρ' ἑκάστοις οὔσας, ὅτε τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ὤμνυσαν, καταλύωσι, πολεμίους εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν. σκέψασθε δ', ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Ἀχαιοὶ μὲν οἱ ἐν Πελοποννήσῳ ἐδημοκρατοῦντο, τούτων δ' ἐν Πελλήνῃ νῦν καταλέλυκε τὸν δῆμον ὁ Μακεδὼν ἐκβαλὼν τῶν πολιτῶν τοὺς πλείστους, τὰ δ' ἐκείνων τοῖς οἰκέταις δέδωκε, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκατέστησεν. [11] ἡμεῖς δὲ τῆς εἰρήνης μετέχομεν τῆς προσταττούσης πολεμίους ἡγεῖσθαι τοὺς ταῦτα πράττοντας. ἐκ δὴ τούτων πότερα πειθόμεθα τοῖς κοινοῖς προστάγμασι πολεμίοις αὐτοῖς χρώμενοι, ἢ βδελυρεύσεταί τις οὐ φάσκων, τούτων τῶν μισθοφορούντων παρὰ τοῦ Μακεδόνος, τῶν καθ' ὑμῶν πεπλουτηκότων; [12] οὐ γὰρ δὴ λέληθέ γ' αὐτοὺς οὐδὲν τούτων: ἀλλ' εἰς τοῦθ' ὕβρεως ἥκουσιν ὥστε δορυφορούμενοι τοῖς τοῦ τυράννου στρατοπέδοις ἐν μὲν τοῖς παραβεβασμένοις ὅρκοις ἐμμένειν ὑμῖν διακελεύονται, ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου, τοὺς δ' ἰδίους ὑμᾶς νόμους ἀναγκάζουσι λύειν, τοὺς μὲν κεκριμένους ἐν τοῖς δικαστηρίοις ἀφιέντες, ἕτερα δὲ παμπληθῆ τοιαῦτα βιαζόμενοι παρανομεῖν. [13] εἰκότως: τοῖς γὰρ πεπρακόσιν ἑαυτοὺς εἰς τἀναντία τοῖς τῇ πατρίδι συμφέρουσιν οὐκ ἔνι μέλειν νόμων οὐδ' ὅρκων: τοῖς δ' ὀνόμασι μόνον αὐτῶν ἀποχρώμενοι παρακρούονται τοὺς παρέργως ἐνταυθὶ ἀλλ' οὐκ ἐξεταστικῶς ἐκκλησιάζοντας, καὶ νομίζοντας τὴν παραυτίχ' ἡσυχίαν οὐκ ἔσεσθαί ποτ' αἰτίαν ταραχῆς ἀτόπου [μεγάλης]. [14] κελεύω δ' ἔγωγε, καθάπερ ἐν ἀρχῇ προεῖπον, πείθεσθαι τούτοις τοῖς φάσκουσι δεῖν ἐν ταῖς κοιναῖς ὁμολογίαις ἐμμένειν, εἰ μὴ ἐκεῖνο νομίζουσιν, ὅταν μὲν λέγωσιν ὡς ἐμμενετέον τοῖς ὅρκοις, οὐ λέγειν αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι, οὐδένα δ' οἴονται αἰσθήσεσθαι, τυραννίδων ἀντὶ δημοκρατιῶν καθισταμένων καὶ τῶν πολιτειῶν καταλυομένων.

[15] τὸ δ' ἔτι καταγελαστότερον: ἔστι γὰρ ἐν ταῖς συνθήκαις ἐπιμελεῖσθαι τοὺς συνεδρεύοντας καὶ τοὺς ἐπὶ τῇ κοινῇ φυλακῇ τεταγμένους ὅπως ἐν ταῖς κοινωνούσαις πόλεσι τῆς εἰρήνης μὴ γίγνωνται θάνατοι καὶ φυγαὶ παρὰ τοὺς κειμένους ταῖς πόλεσι νόμους, μηδὲ χρημάτων δημεύσεις, μηδὲ γῆς ἀναδασμοί, μηδὲ χρεῶν ἀποκοπαί, μηδὲ δούλων ἀπελευθερώσεις ἐπὶ νεωτερισμῷ. οἱ δὲ τοσούτου δέουσι τούτων τι κωλύειν ὥστε καὶ συγκατασκευάζουσιν: οὓς πῶς οὐ προσήκει ἀπολωλέναι; οἳ τηλικαύτας συμφορὰς παρασκευάζουσιν ἐν ταῖς πόλεσιν, ἃς διὰ τὸ μέγεθος αὐτοῖς τοσούτοις οὖσι μὴ περιορᾶν ἐπέταξαν.

[16] ἔτι δ' ἕτερον δείξω τὸ λελυκὸς τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐκ τῶν πόλεων τῶν κοινωνουσῶν τῆς εἰρήνης μὴ ἐξεῖναι φυγάδας ὁρμήσαντας ὅπλ' ἐπιφέρειν ἐπὶ πολέμῳ ἐπὶ μηδεμίαν πόλιν τῶν μετεχουσῶν τῆς εἰρήνης: εἰ δὲ μή, ἔκσπονδον εἶναι τὴν πόλιν ἐξ ἧς ἂν ὁρμήσωσιν. οὕτω τοίνυν ῥᾳδίως ἐπήνεγκε τὰ ὅπλ' ὁ Μακεδὼν ὥστ' οὐδὲ κατέθετο πώποτε, ἀλλ' ἔτι καὶ νῦν ἔχων περιέρχεται καθ' ὅσον δύναται, καὶ τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον, ὅσῳ ἐκ προστάγματος ἄλλους θ' ἑτέρωσε καὶ τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγεν. [17] οὐκοῦν εἰ δεῖ πείθεσθαι ταῖς κοιναῖς ὁμολογίαις, καθάπερ οὗτοί φασιν, ἔκσπονδοι ἡμῖν εἰσιν αὗται αἱ πόλεις αἱ ταῦτα διαπεπραγμέναι. εἰ μὲν οὖν δεῖ ἐπικρύπτεσθαι τἀληθῆ, οὐδὲν δεῖ λέγειν ὅτι εἰσὶν αἱ Μακεδονικαί: εἰ δ' οὐκ ἀνιᾶσιν οἱ καθ' ὑμῶν τῷ Μακεδόνι ὑπηρέται προστάττοντες πράττειν τὰ ἐν ταῖς κοιναῖς ὁμολογίαις, πεισθῶμεν αὐτοῖς, ἐπειδὴ τὰ δίκαια λέγουσι, καί, καθάπερ κελεύει ὁ ὅρκος, ἐκσπόνδους αὐτοὺς ποιήσαντες βουλευσώμεθα πῶς δεῖ χρῆσθαι τοῖς δεσποτικῶς καὶ ἀσελγῶς διακειμένοις καὶ διὰ τέλους τὰ μὲν ἐπιβουλεύουσι, τὰ δ' ἐπιτάττουσι, καὶ καταγελῶσι τῆς κοινῆς εἰρήνης. [18] διὰ τί γὰρ οὐ φήσουσιν οὗτοι δεῖν ταῦθ' οὕτως ἔχειν; ἢ ὁμολογίαν τὴν μὲν κατὰ τῆς πόλεως οὖσαν βεβαίαν ἀξιοῦσιν εἶναι, τὴν δὲ σῴζουσαν οὐ συγχωρήσουσιν; ἆρα δίκαιον ταῦτα γίγνεσθαι; κἂν μέν τι ᾖ πρὸς τῶν ἐχθρῶν κατὰ τῆς πόλεως ἐν τοῖς ὅρκοις, τοῦτο μὲν ἰσχυρὸν ἀεὶ ποιήσουσιν: ἐὰν δέ τι ἡμέτερον ᾖ κατ' ἐκείνων ἅμα δίκαιον καὶ συμφέρον, πρὸς τοῦτο δὲ μαχομένους οὐδέποτε παύσασθαι οἰήσονται δεῖν ἑαυτούς;

[19] ἵνα δ' εἰδῆτ' ἔτι σαφέστερον ὅτι οὐδεὶς ὑμῖν ἐγκαλεῖ ποτε τῶν Ἑλλήνων ὡς ἄρα παρέβητέ τι τῶν κοινῇ ὁμολογηθέντων, ἀλλὰ καὶ χάριν ἕξουσιν ὅτι μόνοι ἐξηλέγξατε τοὺς ταῦτα ποιοῦντας, μικρὰ ἐπιδραμοῦμαι περὶ αὐτῶν πολλῶν ὄντων. ἔστι γὰρ δήπου ἐν ταῖς συνθήκαις τὴν θάλατταν πλεῖν τοὺς μετέχοντας τῆς εἰρήνης, καὶ μηδένα κωλύειν αὐτοὺς μηδὲ κατάγειν πλοῖον μηδενὸς τούτων: ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, πολέμιον εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν. [20] οὐκοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐναργέστατα ἑοράκατε τοῦθ' ὑπὸ τῶν Μακεδόνων γεγενημένον: εἰς τοῦτο γὰρ ὑπεροψίας ἦλθον ὥστε εἰς Τένεδον ἅπαντα τὰ ἐκ τοῦ Πόντου πλοῖα κατήγαγον, καὶ σκευωρούμενοι περὶ αὐτὰ οὐ πρότερον ἀνεῖσαν, πρὶν ὑμεῖς ἐψηφίσασθε τριήρεις ἑκατὸν πληροῦν καὶ καθέλκειν εὐθὺς τότε, καὶ στρατηγὸν ἐπ' αὐταῖς ἐτάξατε Μενεσθέα. [21] πῶς οὖν οὐκ ἄτοπον τοσαῦτα μὲν εἶναι καὶ τηλικαῦτα τὰ ἡμαρτημέν' ἑτέροις, τοὺς δ' ἐνταῦθα φίλους αὐτῶν μὴ ἐκείνους ἀποτρέπειν τοὺς παραβαίνοντας, ἀλλ' ὑμῖν συμβουλεύειν ἐμμένειν τοῖς οὕτως ὠλιγωρημένοις; ὥσπερ καὶ τούτου προσγεγραμμένου, τοῖς μὲν ἐξεῖναι πλημμελεῖν, τοῖς δὲ μηδ' ἀμύνεσθαι. [22] πῶς δ' οὐχ ἅμα τε παρενόμουν ἐκεῖνοι καὶ ἀναίσθητοι ἦσαν, οἵ γε τηλικοῦτον παρέβησαν τῶν ὅρκων, ὃ παρ' ἐλάχιστον ἐποίησεν αὐτοὺς ἀφαιρεθῆναι δικαίως τὴν κατὰ θάλατταν ἡγεμονίαν; καὶ νῦν ἔτι παραδεδώκασι τοῦτο τὸ δίκαιον ἀνεγκλήτως ἡμῖν, ὅταν βουληθῶμεν πράττειν: οὐ γὰρ ὅτι ἐπαύσαντ' ἐξαμαρτάνοντες, ἧττόν τι δήπου παραβεβήκασι τὰς κοινὰς ὁμολογίας. [23] ἀλλ' εὐτυχοῦσιν, ὅτι ἐναποχρῶνται τῇ ὑμετέρᾳ ῥᾳθυμίᾳ τῇ οὐδὲ τῶν δικαίων ἀπολαύειν προαιρουμένῃ. ὃ καὶ ὑβριστικώτατον συμβέβηκεν, εἰ οἱ μὲν ἄλλοι Ἕλληνες καὶ βάρβαροι ἅπαντες τὴν πρὸς ὑμᾶς ἔχθραν φοβοῦνται, οὗτοι δ' οἱ νεόπλουτοι μόνοι καταφρονεῖν ὑμᾶς ὑμῶν αὐτῶν ἀναγκάζουσι, τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι, ὥσπερ ἐν Ἀβδηρίταις ἢ Μαρωνείταις, ἀλλ' οὐκ ἐν Ἀθηναίοις πολιτευόμενοι. [24] καὶ ἅμα μικρὰ μὲν τὰ ὑμέτερα ποιοῦσι, τὰ δὲ τῶν ἐχθρῶν ἰσχυρά, ἅμα δὲ λανθάνουσιν ἑαυτοὺς ἀνυπόστατον τὴν πόλιν ὁμολογοῦντες εἶναι, διακελευόμενοι τὸ δίκαιον οὐ δικαίως διαφυλάττειν, ὡς τῷ συμφέροντί γε προελομένην χρῆσθαι κρατεῖν ἂν τῶν πολεμίων ῥᾳδίως δυνηθεῖσαν. [25] εἰκότως δ' αὐτὸ πεπόνθασιν: ἕως γὰρ ἂν ἐξῇ τῶν κατὰ θάλατταν καὶ μόνοις ἀναμφισβητήτως εἶναι κυρίοις, τοῖς γε κατὰ γῆν πρὸς τῇ ὑπαρχούσῃ δυνάμει ἔστι προβολὰς ἑτέρας ἰσχυροτέρας εὑρέσθαι, ἄλλως τε καὶ πεπαυμένων ὑπὸ τῆς τύχης τῶν δορυφορουμένων ὑπὸ τῶν τυραννικῶν στρατοπέδων, καὶ τῶν μὲν ἐφθαρμένων, τῶν δὲ ἐξεληλεγμένων οὐδενὸς ἀξίων ὄντων.

[26] τὸ μὲν οὖν περὶ τὰ πλοῖα πρὸς τοῖς ἄλλοις τοῖς προειρημένοις ὁ Μακεδὼν τηλικοῦτον παρέβη: τὸ δὲ ὑβριστικώτατον καὶ ὑπεροπτικώτατον τῶν Μακεδόνων τὸ πρώην γεγενημένον ἐστί, τὸ τολμῆσαι εἰσπλεῦσαι εἰς τὸν Πειραιᾶ παρὰ τὰς κοινὰς ἡμῖν πρὸς αὐτοὺς ὁμολογίας. καὶ τοῦτ', ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μία τριήρης ἦν, μικρὸν ὑποληπτέον, ἀλλ' ὅτι ἀπόπειρα ἐγένετο, εἰ περιοψόμεθα, ἵνα μετὰ πλειόνων αὐτοῖς ἐγγένηται τοῦτο πράττειν, καὶ ὅτι οὐκ ἐφρόντισαν τῶν κοινῶν δογμάτων, καθάπερ οὐδὲ τῶν προειρημένων. [27] ἐπεὶ ὅτι γε τοῦτο παράδυσις ἦν κατὰ μικρὸν καὶ ἐθισμὸς τοῦ ἀνέχεσθαι ἡμᾶς τοὺς τοιούτους εἴσπλους, κἀκεῖθεν δῆλον: τῷ γὰρ τὸν τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα, ὃν ἔδει εὐθὺς μετὰ τῆς τριήρους ὑφ' ὑμῶν ἀπολωλέναι, αἰτεῖσθαι ναυπηγήσασθαι μικρὰ πλοῖα ἐν τοῖς ἡμετέροις λιμέσι πῶς οὐ καταφανὲς ὅτι ἀντὶ τοῦ εἰσπλεῖν τὸ εὐθὺς ἔνδον εἶναι ἐμηχανῶντο; καὶ εἰ λεπτὰ πλοῖα ὑπομενοῦμεν, ὀλίγον ὕστερον καὶ τριήρεις: καὶ εἰ τὸ πρῶτον ὀλίγας, μικρῷ ὕστερον πολλάς. [28] οὐ γὰρ δὴ ἔστι γ' εἰπεῖν ὡς Ἀθήνησι μὲν ἀφθόνων ὄντων τῶν ναυπηγησίμων ξύλων, τῶν μόγις καὶ πόῤῥωθεν εἰσκομιζομένων, ἐν δὲ τῇ Μακεδονίᾳ ἐπιλελοιπότων, τῇ καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις εὐτελέστατα καθισταμένῃ, ἀλλ' ᾤονθ' ἅμα τε ναυπηγήσεσθαι ἐνταῦθα καὶ πληρώσεσθαι ἐν τῷ λιμένι [τῷ προειρημένῳ], ἐν ταῖς κοιναῖς ὁμολογίαις διειρημένον μηδὲν τοιοῦτον εἰσδέχεσθαι, καὶ τοῦτ' ἐξέσεσθαι ἐπὶ πλέον ἀεὶ ποιεῖν. [29] οὕτω πανταχόθεν καταπεφρονηκότως ἐκεῖνοι τῇ πόλει χρῶνται διὰ τοὺς ἐντεῦθεν διδασκάλους τοὺς ὑπαγορεύοντας αὐτοῖς ἃ δεῖ ποιεῖν: οὕτω δὲ κατεγνώκασι μετὰ τούτων ἀδιήγητόν τινα τῆς πόλεως ἔκλυσιν καὶ μαλακίαν, καὶ οὔτε πρόνοιαν περὶ τῶν μελλόντων εἶναι, οὔτε λογισμὸν οὐδένα παραγίγνεσθαι τίνα τρόπον χρῆται ὁ τύραννος ταῖς κοιναῖς ὁμολογίαις. [30] αἷς ἐγὼ διακελεύομαι, ὦ ἄνδρες Ἀθηναῖοι, πείθεσθαι, καθάπερ ἐδίδαξα, καὶ διαβεβαιωσαίμην ἄν, ὡς τοῦθ' ἡλικίας ἔχων, ἅμα καὶ τῷ δικαίῳ ἡμᾶς ἀνεγκλήτως καὶ τοῖς καιροῖς ἀσφαλέστατα χρήσεσθαι τοῖς ἐπὶ τὸ συμφέρον κατεπείγουσιν. καὶ γὰρ ἔτι προσγέγραπται ταῖς συνθήκαις, ‘ἐὰν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν’: τὸ δ' ‘ἐὰν βουλώμεθα’ ἐστὶν ἅμα καὶ τοὐναντίον, εἰ ἄρα ποτὲ δεῖ παύσασθαι αἰσχρῶς ἑτέροις ἀκολουθοῦντας, ἢ μηδ' ἀναμνησθῆναι μηδεμιᾶς φιλοτιμίας τῶν ἐξ ἀρχαιοτάτου καὶ πλείστων καὶ μάλιστα πάντων ἀνθρώπων ἡμῖν ὑπαρχουσῶν. ἐὰν οὖν κελεύητ', ὦ ἄνδρες Ἀθηναῖοι, γράψω, καθάπερ αἱ συνθῆκαι κελεύουσι, πολεμεῖν τοῖς παραβεβηκόσιν.