Συναγωγή παροιμιών/Αρχή του τʹ στοιχείου
←Ἀρχὴ τοῦ σʹ στοιχείου | Συναγωγὴ παροιμιῶν Συγγραφέας: Ἀρχὴ τοῦ τʹ στοιχείου |
Ἀρχὴ τοῦ υʹ στοιχείου→ |
Τὸ τʹ μετὰ τοῦ αʹ
[Επεξεργασία]
Τάδ᾽ ἐκ τρίποδος.
Τὰ Νικησίου δρᾶι.
Ταῦρος ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα ἔπιεν.
Τάδε Μῆδος οὐ φυλάξει.
Τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν.
Τὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σώζειν τοὺς ἔχοντας.
Ταινάριον κακόν.
Τὰ Κινύρου τάλαντα.
Τἀπὶ κοσκίνωι.
Ταμίας ἀγαθός.
Τὰ ἐκ πρώρας καὶ τὰ ἐκ πρύμνης ἀπόλλυται.
Τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, τὰ δὲ μέσα οὐ συνίημι, τὰ δ᾽ ἐπὶ πᾶσιν οὐ δοκιμάζω.
Τὰ μέροπος δρᾶις.
Τὰ ἀπὸ Τναννάκου ταῦτα.
Ταντάλου κῆπον τρυγᾶις.
Τὰ δ᾽ οὐ παρὰ τοῖσι Κενταύροισι.
Τἄλλα καὶ φιλώμεθα.
Τὰ ἐξ ἁμαξῶν.
Ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα, πεντήκοντα λύκοις μάχεσθαι.
Τὰ ἐν χερσὶ κρατούμενα μείζονά ἐστι τῶν προσδοκωμένων.
Τὰ ἐν ποσὶ οὐκ οἶδεν.
Τὰ Μαγνήτων κακά.
Ταντάλειοι τιμωρίαι.
Τὰ σῦκα σῦκα λέγω, καὶ ‹κάρδοπον› τὴν κάρδοπον.
Τὰ πρῶτ᾽ ἀρίστους παῖδας Αἴγιν᾽ ἐκτρέφει.
Τὰ πέρυσι ἀεὶ βελτίω.
Τὰ τῶν φ‹ώ›ρων κρέττω.
Τὰ Σαμίων ὑποπτεύεις.
Ταρτησία μύραινα.
Τὰ Ταντάλου τάλαντα.
Τὰς δεσποίνας αἱ κύνες μιμούμεναι.
Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια.
Τὰς ἐν ἅιδου τριακάδας.
Τὰ γὰρ Γαδείρων οὐ περατά.
Ταῦτα Κυμαίοις, ἐμοὶ δὲ ὄνος εἴη.
Τὰ χρήματ᾽ ἀνθρώποισιν εὑρίσκει φίλους.
Τὰ τρία εἰς τὸν θάνατον.
Ταχυβάμονας ὅρκους.
Ταυροπόλας Ἀρτέμιδος ταχύτερος.
Τὸ τʹ μετὰ τοῦ εʹ
[Επεξεργασία]
Τελενίκου πενέστερος.
Τελμισσεῖς οἰκοῦσιν ἐν Καρίαι.
Τενέδιος ἄνθρωπος.
Τενέδιος συνήγορος.
Τερεβίνθου ἀνοητότερος.
Τερμέρια κακά.
Τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτ᾽ ἐστὶν οὔτε μήποτε γένοιτο.
Τέρμα δ᾽ ὁρᾶν βιότοιο, Σόλων ἱεραῖς ἐν Ἀθήναις.
Τερθρείαι συζῆις.
Τέττιγα τοῦ πτεροῦ ξυνείληφας.
Τέττιξ ἀκάνθιος.
Τετράδι γέγονας.
Τεττάρων ὀβολῶν ἄξιος.
Τέττιγας ἐσθίεις.
Τέττιγος τρόπον.
Τέττιγος εὐφωνότερος.
Τεττιγοφόρος εἶ.
Τεττίγων ἀνάμεστοι.
Τετρὰς καὶ νουμηνία.
Τευτάζειν βούλει τὸν ἄνθρωπον.
Τέφραν φεύγων εἰς ἀνθρακιὰν ἔπεσεν.
Τευμησία ἀλώπηξ καὶ κύων.
Τείχη Σεμυράμιδος. - Τείχη Ἱεριχούντια.
Τὸ τʹ μετὰ τοῦ ηʹ
[Επεξεργασία]
Τὴν Ἀκεσαίου σελήνην.
Τῆς ὀξυθυμίας τὸ ἄνθος μανία.
Τὴν παρεοῦσαν ἄμελγε· τί τὸν φεύγοντα διώκεις;
Τὴν χεῖρ᾽ ἐπιβάλλει.
Τῆς αὐτῆς κεραμίας.
Τὴν ἐξούλης δίκην φεύγεις.
Τὴν θύραν ἔχειν τετριμμένην ὥσπερ αἱ ποῖμναι.
Τὴν Χάρυβδιν ἐκφυγὼν, τῆι Σκύληι περιέπεσον. - Ἔφυγον κακὸν εὗρον ἄμεινον.
Τὴν αὑτοῦ σκιὰν δέδοικεν.
Τὴν ἀμίδα σανδάλωι ἐπιφράττεις.
Τὴν ἀπὸ Σκυθῶν ῥῆσιν.
Τὴν ἀρχὴν οὐ δυνήσηι τῶι τέλει συνάψαι.
Τὴν ἡμέραν πᾶσαν σήθη, ὃς οὐ βούλεται ζυμῶσαι.
Τὴν λεοντῆν ἐνδύου.
Τὴν ἅλμην κυκᾶις, πρὶν τοὺς ἰχθύας ἑλεῖν.
Τῆς μητρὸς ὡς αἲξ καλεῖται.
Τὴν καθ᾽ ἑαυτὸν ἔλαυνε.
Τῆς ᾽Ορφέως ἀπόζεις κιθάρας ἐν τῶι λέγειν.
Τὸ τʹ μετὰ τοῦ ιʹ
[Επεξεργασία]
Τιθωνοῦ γῆρας.
Τίς ἄν φίλοισι μάχοιτο;
Τί μ᾽ ὠφελήσουσ᾽ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα.
Τιτάνας καλεῖν.
Τίς ἐν Κύδωνος.
Τί πρὸς τὸν Ἑρμῆν.
Τί κοινὸν κυνὶ καὶ βαλανείωι.
Τίς πατέρ᾽ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα.
Τιμὴ Γεράνης.
Τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο.
Τιτανῶδες βλέπει.
Τίκτει κόρος ὅταν κακῶι ἀνδρὶ παρείη.
Τίς ἂν θύρας ἁμάρτοι.
Τίς τῆιδε.
Τίς ἀνάγκη σαπραγόραι; προίξ.
Τιτανίδα παροικεῖς.
Τίθει παρὰ χρυσοῦν κεραμεοῦν ποτήριον.
Τί τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνετε.
Τί οὐκ ἀπήγξω, ἵνα Θήβηισιν ἥρως γένηι.
Τί μικρῶν πέρι μεγάλα προιμιάζηι.
Τίς χρεία πυθομένου κρομμύου.
Τίς οὐ γενήσηι τυγχάνων εἰς Ἀρβέλας.
Τιτυοῦ σε περιμένει καὶ Ἰξίονος κολαστήρια.
Τὸ τʹ μετὰ τοῦ οʹ
[Επεξεργασία]
Τὸ Μηλιακὸν πλοῖον.
Τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἶσον τὸν λόγον ἔχειν.
Τοῦ πατρός ἐστι τὸ παιδίον.
Τὸ μέλλον οὐδεὶς ἐκφύγοι.
Τοῦτο τὸ ὑπόδημα ἔρραψε μὲν Ἱστιαῖος, ἐπεδήσατο δὲ Ἀρισταγόρας.
Τὸν οἴκοι θησαυρὸν διαβάλλεις.
Τὸ εὔωνον κρέας οἱ κύνες ἐσθίουσιν.
Τότ᾽ ἄισονται κύκνοι, ὅταν κολοισὶ σιωπήσωσιν.
Τὸ σκαμβὸν ξύλον οὐδέποτ᾽ ὀρθόν.
Τοιοῦτο Θεμιστοκλῆς οὔποτ᾽ ἐνόησε.
Τὸ καλὸν φίλον εἶναι.
Τὸ Πάρνου σκαφίδιον.
Τοῖς κακοῖς τρὶς τὰ κακά.
Τοσοῦτον σχεδὸν, ὅσον ἐκ Διονυσίων.
Τὸν οἴκοθεν βρεχόμενον οὐδὲ θεὸς οἰκτείρει.
Τὸν κολοφῶνα ἐπέθηκας.
Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἔπεσον.
Τὸν πόλεμον ἐξωρχήσαντο.
Τὸ κυνὸς κακὸν ὗς ἀπέτισεν.
Τοὺς πλέονας κακίους δέ, Βίας ἀπέφηνε Πριηνεύς.
Τὸ τῆς Ἀμαλθείας κέρας.
Τὸ γὰρ βροτεῖον σπέρμ᾽ ἐφημέρια φρονεῖ, καὶ πιστὸν οὐδὲν μᾶλλον, ἢ καπνοῦ σκιά.
Τοῦ Κροίσου παιδὸς σιγηλότερος.
Τὸν τρέχοντα ἐρέθιζε.
Τὸ ἀρνίον σου λελάληκεν.
Τὸ βασιλικὸν βοίδιον.
Τὸ Δίωνος γρῦ.
Τὸ ἐν τῆι καρδίαι τοῦ νήφοντος, ἐν τῆι γλώσσηι τοῦ μεθύοντος.
Τὸ Φιλοξένου οὐ.
Τὸ Πάσητος ἡμιώβολον.
Τὸ πέλαγος πρότερον οἴσει ἄμπελον, ἢ τόδε τι γενέσθαι.
Τὸ Ἱππάρχου τειχίον.
Τὸν Ὕλλαν κραυγάζεις.
Τὸ μὲν νόημα τοῦ θεοῦ, τὸ δὲ κλέμμ᾽ ἐμόν.
Τοῦ Δίος τὸν σάνδαλον.
Τὸ κανοῦν τῆς θεοῦ φέρει.
Τοῦ Βάϋνος χοροῦ.
Τὸ Ἐπιμενίδειον δέρμα.
Τὸ μὲν ἐμὸν ἀπ᾽ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται. Ἐμοὶ μὲν τὸ γένος ἄτιμον, σὺ δὲ τῶι γένει.
Τὸ Φρυνίχου πάλαισμα.
Τὸν Μίδα πλοῦτον καὶ Κροίσου καὶ Κ‹ι›ν‹ύ›ρου.
Τορώνη.
Τοῦ σελίνου δεῖται.
Τὸν ξύοντα ἀναξύειν.
Τὸ τʹ μετὰ τοῦ ρʹ
[Επεξεργασία]
Τραγικὸς Θεοκρίνης.
Τρέχει τὴν ἐσχάτην.
Τρικέφαλος Ἑρμῆς.
Τροχίλος θεραπεύει κροκόδειλον.
Τρὶς ἓξ ἢ τρεῖς κυβοί.
Τριτογενείας ἔφυ παῖς.
Τρὶς παρ᾽ ἀσπίδα στῆναι ῥαιότερον ἢ ἅπαξ ἀνταγωνίσασθαι τῆι πενίαι.
Τρίτου κρατῆρος ἐγεύσω.
Τραγικὸν πάθος.
Τροφωνίου κατὰ γῆς παίγνια. - Ἐς Τροφωνίου μεμάντευται.
Τρυγόνος λαλίστερος.
Τραγικὸς πίθηκος.
Τροχὸς τὰ ἀνθρώπινα.
Τρικέφαλε Γηρυόνη.
Τὸ τʹ μετὰ τοῦ υʹ
[Επεξεργασία]
Τυφλότερος ἀσπάλακος.
Τυφῶνος πολυπλοκώτερον.
Τυφλὸς τὰ ὦτα, τὸν τε νοῦν, τὰ τ᾽ ὄμματ᾽ εἶ.
Τυφλὸν ὄνειρον.
Τυφογέρων.
Τὸ τʹ μετὰ τοῦ ωʹ
[Επεξεργασία]
Τῶν ἐαρινῶν φύλλων πλείονές εἰσιν οἱ συκοφάνται.
Τῶν ἀνεφίκτων μὴ ἐπιχείρει.
Τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστίν.
Τῶν δ᾽ ὄνων οὔ μοι μέλει.
Τῶι γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει.
Τῶι θρίωι τὴν ἔγχελυν.
Τῶν πλειόνων ἡ ψῆφος νικᾶι.
Τῶν ἀχαρίστων αἱ δωρεαὶ ἀνατρέπονται.