Μετάβαση στο περιεχόμενο

Συναγωγή παροιμιών/Αρχή του σʹ στοιχείου

Από Βικιθήκη
Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ σʹ στοιχείου


Τὸ σʹ μετὰ τοῦ αʹ

[Επεξεργασία]


Σαλαμινία ναῦς.
Σαμίων ὁ δῆμος ὡς πολυγράμματος.
Σαρδαναπάλου βίος.
Σάρωνος ναυτικώτερος.
Σαρδώνιος γέλως.
Σαυτὸν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας ποτέ.

Τὸ σʹ μετὰ τοῦ εʹ

[Επεξεργασία]


Σελίνου στέφανος πένθιμος.
Σειρὴν μὲν φίλον ἀγγελλει, ξεῖνον δὲ μέλισσα.
Σεισάχθειά σοι μηδέποτε γένοιτο.
Σεῖος ἀνήρ.
Σεσέλλισαι κατ᾽ Αἰσχίνην.
Σὲ δ᾽ οἰωνίσατ᾽ ἄν τις ἰδών.

Τὸ σʹ μετὰ τοῦ ηʹ

[Επεξεργασία]


<Στύπ›πινὸν γερόντιον.
Σήψει καὶ πέτρην ὁ πολὺς χρόνος, οὐδὲ σίδήρον φείδεται· ἀλλὰ μιῆι πάντ᾽ ὀλέκει δρεπάνηι.

Τὸ σʹ μετὰ τοῦ ιʹ

[Επεξεργασία]


Σικελὸς ὀμφακίζεται.
Σίδηρον πλεῖν διδάσκεις.
Σικελὸς στρατιώτης.
Σικελικὴ τράπεζα.
Σίλφιον Βάττου.
Σινωπίζεις.

Τὸ σʹ μετὰ τοῦ κʹ

[Επεξεργασία]


Σκιὰ ἀντὶ τοῦ σώματος.
Σκόπει μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σὸν φίλος.
Σκεδάσου κατάρα.
Σκυθῶν ἐρημία.
Σκορπίοις ὀκτάπουν ἀντεγείρεις.
Σκάνδιξ.

Τὸ σʹ μετὰ τοῦ μʹ

[Επεξεργασία]


Σμικρῶι ποδὶ μεγάλα περιτίθης ὑποδήματα.

Τὸ σʹ μετὰ τοῦ οʹ

[Επεξεργασία]


Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίαι.
Σοὶ μὲν κακῶς λέγειν, ἐμοὶ δὲ κακῶς ποιεῖν.

Τὸ σʹ μετὰ τοῦ πʹ

[Επεξεργασία]


Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν φίλον, ἵνα μὴ πλησθείς σου μισήσηι σε.
Σπερμολόγος ὢν οὐ λανθάνεις.

Τὸ σʹ μετὰ τοῦ τʹ

[Επεξεργασία]


Στ‹α›λαγμὸς οἴνου μυρίοις χοεῦσιν ὕδατος οὐ μίγνυται.
Στρατηγοῦ παρόντος πᾶσα ἀρχὴ παυσάσθω.
Στύππινον γερόντιον.
Στέαρ γαλῆι.

Τὸ σʹ μετὰ τοῦ υʹ

[Επεξεργασία]


Συνεκποτέον ἐστί σοι καὶ τὴν τρύγα.
Σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰτεῖς.
Σὺν τῶι κυνὶ καὶ τὸν ἱμάντα.
Σῦκον αἰτεῖς.
Συρακουσίων τράπεζα.
Σύροι πρὸς Φοίνικας.
Σύλλου φιλία καὶ Μετέλλου τοῦ Πίου.
Συρβηνέων μύστης.
Σὺ ἐν σεαυτῶι τὰ φάρμακα ἔχεις.
Συστομώτερος σκάφης.
Σύντομος ἡ πονηρία, βραδεῖα ἡ ἀρετή.
Συβαρίται διὰ πλατείας.
Συνῆλθον Ἀτταβὰς καὶ Νουμήνιος.
Σὺν Ἀθηνᾶι καὶ χεῖρας κίνει.
Συγκρητισμὸν ἔχεις.
Συκίνη ἐπικουρία.
Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων.
Συγγνώμη πρωτοπείρωι.

Τὸ σʹ μετὰ τοῦ φʹ

[Επεξεργασία]


Σφάκελός σοι.
Σφενδόνη Γύγου.
Σχῆμα καὶ τριώβολον.

Τὸ σʹ μετὰ τοῦ χʹ

[Επεξεργασία]


Σχοῖνον διατρώγειν.

Τὸ σʹ μετὰ τοῦ ωʹ

[Επεξεργασία]


Σώματος κάλλος ζωῶδες, ἢν μὴ νοῦς ὑπείη.