Μετάβαση στο περιεχόμενο

Συναγωγή παροιμιών/Αρχή του πʹ στοιχείου

Από Βικιθήκη
Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ πʹ στοιχείου


Τὸ πʹ μετὰ τοῦ αʹ

[Επεξεργασία]


Πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Πάντα θεῖν ἐλαύνεται.
Παραξοροῦσιν.
Παρεξηυλημένος τὸν νοῦν.
Πάντα κάλων σείειν.
Πάναβρος Σαρδανάπαλος.
Παρὰ τὰ δεινὰ φρονιμώτερος.
Πάντα λίθον κινεῖν.
Πᾶν μοι τὸ χρέος κρόμμυα καὶ τὸ τίμημα σκόροδα.
Πάντα ὀκτώ.
Πάσηισι κορυδαλῆισι χρὴ λόφον ἐγγενέσθαι.
Παρὰ σφυρὸν παχεῖα μισήτη γυνή.
Πάντες Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶντας δ᾽ αὐτοῖς μόνοι Λακεδαιμόνιοι.
Πάντ᾽ ἐντραγὼν τὸν βοῦν εἰς τὴν οὐρὰν ἀπέκαμεν.
Πάντα εἴσω πίπτει.
Παρὰ κωφὸν ἀποπαρδεῖν.
Παρὰ χελώνης ὄστρακον.
Πατροκλέους φειδωλότερος.
Πάτταλος παττάλωι προσκρούεται.
Παύσωνος πτωχότερος.
Πάντα χρήματα.
Παμφίλου νοσφισμός.
Πανθ᾽ ὑπὸ μιᾶς Μύκονος.
Παναθηναίων κατόπιν.
Παρθένοις ἓξ ἐφάμιλλος.
Πάτροκλος πρόφασις.
Πᾶς δεσπότης δούλωι μονοσύλλαβον· τὸ δ᾽ ἱκετεύειν μακρόν.
Πάθος κόρης ἱππομανοῦς.
Πανίδου ψῆφος.
Πάρες τὸν μάντιν.
Πατακίωνος συκοφαντικώτερος.

Τὸ πʹ μετὰ τοῦ εʹ

[Επεξεργασία]


Πεισάνδρου δειλότερος.
Πελαργικοὶ νόμοι.- Ἀντιπελάργωσις.
Πελληναῖος χιτών.
Πέρδικος ἱερόν.
Περιαγειρόμενος φύλλοις βάλλεται καὶ ἄνθεσιν.
Πειρίθου καὶ Θησέως φιλοξενία.
Πέτρας ἕψεις. - Πέτρας σπείρεις.
Περιεστίαρχος ἐγένου.
Περίψημα ἡμῶν ἐγένου.
Περὶ ὄνου σκιᾶς.
Πέμπε εἰς ἔσχατον τὴν ἐπιστήμην.
Πεύκης τρόπον.
Πενίηι σοφίη ἔλαχεν.
Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται.

Τὸ πʹ μετὰ τοῦ ηʹ

[Επεξεργασία]


Πῆι με φεύγεις δὶς ἀποθανουμένη ψυχή.
Πηγάσου ταχύτερος.
Πηνικίζειν μοι δοκεῖς.

Τὸ πʹ μετὰ τοῦ ιʹ

[Επεξεργασία]


Πιττακὸς οὐδὲν ἄγαν, ὃς ἔην ἐκ Μιτυλήνης.
Πικρόν με ἀπαιτεῖς ἐνοίκιον.
Πίθηκος ἐν πορφύραι.
Πίθηκος ὁ πίθηκος, κἂν χρύσεα σύμβολα ἔχηι.

Τὸ πʹ μετὰ τοῦ λʹ

[Επεξεργασία]


Πλίνθον πλύνεις.
Πλείους προσκυνοῦσι τὸν ἥλιον ἀνατέλλοντα ἢ δύνοντα.
Πλαταγ‹ώνιον› δοκιμάσει.
Πλατάγη Ἀρχύτου.
Πλόκιον Γοργόνης.

Τὸ πʹ μετὰ τοῦ οʹ

[Επεξεργασία]


Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσαις.
Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον.
Πολλῶν ὁ λίμος γίνεται διδάσκαλος.
Πολλὰ ψεύδονται ἀοιδοί.
Πουλύποδος κεφαλὴ ἔνι μὲν κακή· ἔνι δὲ καὶ ἐσθλή.
Πολλαῖς πληγαῖς δρῦς δαμάζεται.
Πολυμαθείη κάρτα μὲν ὠφελέει· κάρτα δὲ βλάπτει· ὠφελέει μὲν τὸν ἄξιον ἐόντα, βλάπτει δὲ τὸν ῥηϊδίως φωνέοντα πᾶν ἔπος, κἐν παντὶ δήμωι· χρὴ δὲ καιροῦ μέτρα εἰδέναι, σοφίης γὰρ ὅρος οὗτος.
Πολλαὶ κυνὸς ἄρρενος εὐναί.
Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος ἄκρου.
Πόνον σπείρεις.
Ποταμῶι μεγάλωι ὀχετῶν ἐπάγει.
Ποικιλώτερος.
Ποταμὸς τὰ πόρρω ποτίζων τὰ ἔγγιον καταλείπει.
Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν.
Πόλεμος Κόνωνι μελήσει.
Πολλά κεν ἀπὸ τοῦ πολέμου.
Πολλοὶ βουκένται, παῦροι δέ τε γῆς ἀποτῆρες.
Πολλοὺς ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.
Ποιήσω τὴν οἰκίαν σου Δούρειον ἵππον.
Ποῦ γῆς ἢ θαλάττης ὑπῆρχες;
Πόντος ἀγαθῶν.
Πολλοί σε μισήσουσιν ἂν σαυτὸν φιλῆις.
Πόλλ᾽ οἶδ᾽ ἀλώπηξ· ἀλλ᾽ ἐχῖνος ἓν μέγα.
Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοι.
Πόλεμός τις ἀσίδηρος ἀνὰ τὴν Ἑλλάδα κεκίνηται.
Πονηρὰ κατὰ τρυγόνα ψάλλεις.
Ποταμὸς θάλατταν ἐρίζει.
Πόρρω Διός τε καὶ κεραυνοῦ.
Πολλῶν πανηγύρεων Διὸς βαλάνους ἔφαγεν.
Ποικιλώτερος ὕδρας.
Πολλῶν ἐγὼ θηρίων ἀκήκοα ψόφους.
Πολλάκις καὶ μωρὸς ἀνὴρ κατακαίριον εἶπεν.
Πολύποδος ὁμοιότης.
Ποηφάγου δειλότερος.
Πόαι λίθον ἐκβάλλει.

Τὸ πʹ μετὰ τοῦ ρʹ

[Επεξεργασία]


Πρεσβύτερος Κόδρου.
Πράμνιον οἶνον ἔπιες.
Πρὶν ἢ πτίσαι τὰ ἄλευρα. - Πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾶις. - Πρὶν ἐσφάχθαι δέρεις.
Προδίκου σοφώτερος.
Πρύμναν ἐκρούοντο.
Πρωκτὸς λουτροῦ περιγίνεται.
Προφάσεως οὐ δεῖ πρὸς φίλους.
Πρόβατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας.
Προβατίου βίον λέγεις.
Προσήκει τοῖς τέκνοις ἐντὸς θυρῶν λοιδορεῖσθαι.
Προμέρου κύνες.
Πρόκριδος ἄκοντα.
Πρὸ τούτου σε ὤιμην κέρατα ἔχειν.
Πρὸς κώρυκον γυμνάζεται.
Πρὸ τῆς νίκης τὸ ἐγκώμιον.
Πρότερον χελώνη παραδραμεῖται δασύποδα.
Προβάτων οὐδὲν ὄφελος, ἐὰν ποιμὴν ἀπῆι.
Προφάσεως δεῖται μόνον ἡ πονηρία.
Πράγματα ἐξ ἀπραξίας.
Πρὸς κενὸν ψάλλεις.
Πρίν κεν δύο ἐχῖνοι εἰς φιλίαν ἔλθητον· ὁ μὲν ἐκ πελάγους, ὁ δ᾽ ἐκ χερσαίου.
Πρὸ τῆς γενειάδος διδάσκεις τοὺς γέροντας.
Προβάλλοντες κυνὶν ἄρνας.
Πρίν κεν λύκος ὄϊν ποιμαίνηι.
Πραιότερος περιστερᾶς.
Πρὸς Κᾶρα καρίζεις. - Πρὸς Κρῆτα κρητίζεις.
Πρὸς σῆμα μητρυιᾶς κλαίει.
Πρὸς κέντρα λακτίζεις.
Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας.

Τὸ πʹ μετὰ τοῦ τʹ

[Επεξεργασία]


Πτερυγίζεις.
Πτολεμαῒς δίκη.
Πτωχότερος ‹κίγκ›λου.
Πτερὸν ἀετοῦ πτεροῖς ἄλλων μιγνύεις.
Πτίσσε πτίσσε τὸν Ἀναξάρχου θύλακον· ού γὰρ πτίσσεις Ἀνάξαρχον.
Πτωχοῦ φίλοι οὐδ᾽ οἱ γεννήτορες.
Πτωχοῦ πήρα οὐ πίμπλαται.

Τὸ πʹ μετὰ τοῦ υʹ

[Επεξεργασία]


Πύθια καὶ Δήλια.
Πυθίων ὕστερον ἧκες.
Πυθαγορικοὺς κυάμους μὴ ἔσθιε.
Πυγμαῖα ἀκροθίνια κολοσσῶι ἐφαρμόζεις.
Πυλωρὸς κακός.
Πύθου Χελιδόνος.
Πῦρ ἐπὶ πῦρί.- Κακὸν ἐπὶ κακῶι.
Πυρράνδρου μηχάνημα.